0:00

Medea

Euripides

Τροφός

Εἴθ’ ὤφελ’ Ἀργοῦς μὴ διαπτάσθαι σκάφος
Κόλχων ἐς αἶαν κυανέας Συμπληγάδας,
μηδ’ ἐν νάπαισι Πηλίου πεσεῖν ποτε
τμηθεῖσα πεύκη, μηδ’ ἐρετμῶσαι χέρας
ἀνδρῶν ἀρίστων, οἳ τὸ πάγχρυσον δέρας
5
Πελίᾳ μετῆλθον. οὐ γὰρ ἂν δέσποιν’ ἐμὴ
Μήδεια πύργους γῆς ἔπλευσ’ Ἰωλκίας
ἔρωτι θυμὸν ἐκπλαγεῖσ’ Ἰάσονος·
οὐδ’ ἂν κτανεῖν πείσασα Πελιάδας κόρας
πατέρα κατῴκει τήνδε γῆν Κορινθίαν
10
ξὺν ἀνδρὶ καὶ τέκνοισιν, ἁνδάνουσα μὲν
φυγῇ πολιτῶν ὧν ἀφίκετο χθόνα,
αὐτή τε πάντα ξυμφέρουσ’ Ἰάσονι·
ἥπερ μεγίστη γίγνεται σωτηρία,
ὅταν γυνὴ πρὸς ἄνδρα μὴ διχοστατῇ.
15
νῦν δ’ ἐχθρὰ πάντα, καὶ νοσεῖ τὰ φίλτατα.
προδοὺς γὰρ αὑτοῦ τέκνα δεσπότιν τ’ ἐμὴν
γάμοις Ἰάσων βασιλικοῖς εὐνάζεται,
γήμας Κρέοντος παῖδ’, ὃς αἰσύμνᾷ χθονός·
Μήδεια δ’ ἡ δύστηνος ἠτιμασμένη
20
βοᾷ μὲν ὅρκους, ἀνακαλεῖ δὲ δεξιάς,
πίστιν μεγίστην, καὶ θεοὺς μαρτύρεται
οἵας ἀμοιβῆς ἐξ Ἰάσονος κυρεῖ.
κεῖται δ’ ἄσιτος, σῶμ’ ὑφεῖσ’ ἀλγηδόσι,
τὸν πάντα συντήκουσα δακρύοις χρόνον,
25
ἐπεὶ πρὸς ἀνδρὸς ᾔσθετ’ ἠδικημένη,
οὔτ’ ὄμμ’ ἐπαίρουσ’ οὔτ’ ἀπαλλάσσουσα γῆς
πρόσωπον· ὡς δὲ πέτρος ἢ θαλάσσιος
κλύδων ἀκούει νουθετουμένη φίλων·
ἢν μή ποτε στρέψασα πάλλευκον δέρην
30
αὐτὴ πρὸς αὑτὴν πατέρ’ ἀποιμώξῃ φίλον
καὶ γαῖαν οἴκους θ’, οὓς προδοῦσ’ ἀφίκετο
μετ’ ἀνδρὸς ὅς σφε νῦν ἀτιμάσας ἔχει.
ἔγνωκε δ’ ἡ τάλαινα συμφορᾶς ὕπο
οἷον πατρῴας μὴ ἀπολείπεσθαι χθονός.
35
στυγεῖ δὲ παῖδας οὐδ’ ὁρῶσ’ εὐφραίνεται.
δέδοικα δ’ αὐτὴν μή τι βουλεύσῃ νέον·
βαρεῖα γὰρ φρήν, οὐδ’ ἀνέξεται κακῶς
πάσχουσ’· ἐγᾦδα τήνδε, δειμαίνω τέ νιν
μὴ θηκτὸν ὤσῃ φάσγανον δι’ ἥπατος,
40
σιγῇ δόμους εἰσβᾶσ’, ἵν’ ἔστρωται λέχος,
ἢ καὶ τύραννον τόν τε γήμαντα κτάνῃ,
κἄπειτα μείζω συμφορὰν λάβῃ τινά.
δεινὴ γάρ· οὔτοι ῥᾳδίως γε συμβαλὼν
ἔχθραν τις αὐτῇ καλλίνικον οἴσεται.
45
ἀλλ’ οἵδε παῖδες ἐκ τρόχων πεπαυμένοι
στείχουσι, μητρὸς οὐδὲν ἐννοούμενοι
κακῶν· νέα γὰρ φροντὶς οὐκ ἀλγεῖν φιλεῖ.

Παιδαγωγός

παλαιὸν οἴκων κτῆμα δεσποίνης ἐμῆς,
τί πρὸς πύλαισι τήνδ’ ἄγουσ’ ἐρημίαν
50
ἕστηκας, αὐτὴ θρεομένη σαυτῇ κακά;
πῶς σοῦ μόνη Μήδεια λείπεσθαι θέλει;

Τροφός

τέκνων ὀπαδὲ πρέσβυ τῶν Ἰάσονος,
χρηστοῖσι δούλοις ξυμφορὰ τὰ δεσποτῶν
κακῶς πίτνοντα, καὶ φρενῶν ἀνθάπτεται.
55
ἐγὼ γὰρ ἐς τοῦτ’ ἐκβέβηκ’ ἀλγηδόνος,
ὥσθ’ ἵμερός μ’ ὑπῆλθε γῇ τε κοὐρανῷ
λέξαι μολούσῃ δεῦρο δεσποίνης τύχας.

Παιδαγωγός

οὔπω γὰρ ἡ τάλαινα παύεται γόων;

Τροφός

ζηλῶ σ’· ἐν ἀρχῇ πῆμα κοὐδέπω μεσοῖ.
60

Παιδαγωγός

ὦ μῶρος — εἰ χρὴ δεσπότας εἰπεῖν τόδε·
ὡς οὐδὲν οἶδε τῶν νεωτέρων κακῶν.

Τροφός

τί δ’ ἔστιν, ὦ γεραιέ; μὴ φθόνει φράσαι.

Παιδαγωγός

οὐδέν· μετέγνων καὶ τὰ πρόσθ’ εἰρημένα.

Τροφός

μή, πρὸς γενείου, κρύπτε σύνδουλον σέθεν·
65
σιγὴν γάρ, εἰ χρή, τῶνδε θήσομαι πέρι.

Παιδαγωγός

ἤκουσά του λέγοντος, οὐ δοκῶν κλύειν,
πεσσοὺς προσελθών, ἔνθα δὴ παλαίτατοι
θάσσουσι, σεμνὸν ἀμφὶ Πειρήνης ὕδωρ,
ὡς τούσδε παῖδας γῆς ἐλᾶν Κορινθίας
70
σὺν μητρὶ μέλλοι τῆσδε κοίρανος χθονὸς
Κρέων. ὁ μέντοι μῦθος εἰ σαφὴς ὅδε
οὐκ οἶδα· βουλοίμην δ’ ἂν οὐκ εἶναι τόδε.

Τροφός

καὶ ταῦτ’ Ἰάσων παῖδας ἐξανέξεται
πάσχοντας, εἰ καὶ μητρὶ διαφορὰν ἔχει;
75

Παιδαγωγός

παλαιὰ καινῶν λείπεται κηδευμάτων,
κοὐκ ἔστ’ ἐκεῖνος τοῖσδε δώμασιν φίλος.

Τροφός

ἀπωλόμεσθ’ ἄρ’, εἰ κακὸν προσοίσομεν
νέον παλαιῷ, πρὶν τόδ’ ἐξηντληκέναι.

Παιδαγωγός

ἀτὰρ σύ γ’ — οὐ γὰρ καιρὸς εἰδέναι τόδε
80
δέσποιναν — ἡσύχαζε καὶ σίγα λόγον.

Τροφός

ὦ τέκν’, ἀκούεθ’ οἷος εἰς ὑμᾶς πατήρ;
ὄλοιτο μὲν μή· δεσπότης γάρ ἐστ’ ἐμός·
ἀτὰρ κακός γ’ ὢν ἐς φίλους ἁλίσκεται.

Παιδαγωγός

τίς δ’ οὐχὶ θνητῶν; ἄρτι γιγνώσκεις τόδε,
85
ὡς πᾶς τις αὑτὸν τοῦ πέλας μᾶλλον φιλεῖ,
οἳ μὲν δικαίως, οἳ δὲ καὶ κέρδους χάριν,
εἰ τούσδε γ’ εὐνῆς οὕνεκ’ οὐ στέργει πατήρ.

Τροφός

ἴτ’ — εὖ γὰρ ἔσται — δωμάτων ἔσω, τέκνα.
σὺ δ’ ὡς μάλιστα τούσδ’ ἐρημώσας ἔχε
90
καὶ μὴ πέλαζε μητρὶ δυσθυμουμένῃ.
ἤδη γὰρ εἶδον ὄμμα νιν ταυρουμένην
τοῖσδ’, ὥς τι δρασείουσαν· οὐδὲ παύσεται
χόλου, σάφ’ οἶδα, πρὶν κατασκῆψαί τινα...
ἐχθρούς γε μέντοι, μὴ φίλους, δράσειέ τι.
95

Μήδεια

ἰώ,
δύστανος ἐγὼ μελέα τε πόνων,
ἰώ μοί μοι, πῶς ἂν ὀλοίμαν;

Τροφός

τόδ’ ἐκεῖνο, φίλοι παῖδες· μήτηρ
κινεῖ κραδίαν, κινεῖ δὲ χόλον.
100
σπεύσατε θᾶσσον δώματος εἴσω
καὶ μὴ πελάσητ’ ὄμματος ἐγγύς,
μηδὲ προσέλθητ’, ἀλλὰ φυλάσσεσθ’
ἄγριον ἦθος στυγεράν τε φύσιν
φρενὸς αὐθάδους. —
105
ἴτε νῦν, χωρεῖθ’ ὡς τάχος εἴσω. —
δῆλον δ’ ἀρχῆς ἐξαιρόμενον
νέφος οἰμωγῆς ὡς τάχ’ ἀνάψει
μείζονι θυμῷ· τί ποτ’ ἐργάσεται
μεγαλόσπλαγχνος δυσκατάπαυστος
110
ψυχὴ δηχθεῖσα αἰαῖ, κακοῖσιν; ἔπαθον

Μήδεια

τλάμων
ἔπαθον μεγάλων ἄξι’ ὀδυρμῶν·
ὦ κατάρατοι παῖδες ὄλοισθε
στυγερᾶς ματρὸς σὺν πατρί,
115
καὶ πᾶς δόμος ἔρροι. ἰώ μοί

Τροφός

μοι, ἰὼ τλήμων. τί δέ
σοι παῖδες πατρὸς ἀμπλακίας μετέχουσι; τί
τούσδ’ ἔχθεις; οἴμοι, τέκνα, μή
τι πάθηθ’ ὡς ὑπεραλγῶ. δεινὰ τυράννων
120
λήματα καί πως ὀλίγ’ ἀρχόμενοι,
πολλὰ κρατοῦντες χαλεπῶς ὀργὰς
μεταβάλλουσιν. τὸ γὰρ
εἰθίσθαι ζῆν ἐπ’ ἴσοισιν κρεῖσσον· ἐμοὶ
γοῦν ἐν μὴ μεγάλοις ὀχυρῶς γ’
125
εἴη καταγηράσκειν. τῶν γὰρ
μετρίων πρῶτα μὲν εἰπεῖν τοὔνομα νικᾷ,
χρῆσθαί τε μακρῷ λῷστα βροτοῖσιν·
τὰ δ’ ὑπερβάλλοντ’ οὐδένα καιρὸν
δύναται θνητοῖς· μείζους δ’
130
ἄτας, ὅταν ὀργισθῇ δαίμων οἴκοις,
ἀπέδωκεν. ἔκλυον φωνάν,

Χορός

ἔκλυον δὲ βοὰν τᾶς δυστάνου
Κολχίδος, οὐδέ πω ἤπιος· ἀλλ’
ὦ γηραιά, λέξον· ἐπ’
135
ἀμφιπύλου γὰρ ἔσω μελάθρου βοὰν ἔκλυον· οὐδὲ
συνήδομαι, ὦ γύναι, ἄλγεσιν δώματος· ἐπεί
μοι φίλον κέκρανται. οὐκ εἰσὶ

Τροφός

δόμοι· φροῦδα τάδ’ ἤδη. τὸν μὲν
γὰρ ἔχει λέκτρα τυράννων, ἃ δ’
140
ἐν θαλάμοις τάκει βιοτὰν δέσποινα, φίλων
οὐδενὸς οὐδὲν παραθαλπομένα φρένα
μύθοις. αἰαῖ· ὦ

Μήδεια

Ζεῦ καὶ Γᾶ καὶ Φῶς· διά μου
κεφαλᾶς φλὸξ οὐρανία βαίη· τί
145
δέ μοι ζῆν ἔτι κέρδος; φεῦ φεῦ·
θανάτῳ καταλυσαίμαν βιοτὰν στυγερὰν
προλιποῦσα.

Χορός

— ἄιες· ὦ Ζεῦ καὶ γᾶ καὶ φῶς·
ἀχὰν οἵαν ἁ δύστανος
150
μέλπει νύμφα; —
τίς σοί ποτε τᾶς ἀπλάτου
κοίτας ἔρος, ὦ ματαία;
σπεύσει θανάτου τελευτά·
μηδὲν τόδε λίσσου. —
155
εἰ δὲ σὸς πόσις
καινὰ λέχη σεβίζει,
κείνῳ τόδε· μὴ χαράσσου· —
Ζεύς σοι τάδε συνδικήσει. μὴ λίαν
τάκου δυρομένα σὸν ὦ εὐνάταν. μεγάλα
160

Μήδεια

Θέμι καὶ πότνι’ Ἄρτεμι λεύσσεθ’ ἃ
πάσχω, μεγάλοις ὅρκοις ἐνδησαμένα τὸν
κατάρατον πόσιν; ὅν
ποτ’ ἐγὼ νύμφαν τ’ ἐσίδοιμ’ αὐτοῖς μελάθροις
διακναιομένους, οἷ’ ἐμὲ
165
πρόσθεν τολμῶσ’ ἀδικεῖν. ὦ πάτερ,
ὦ πόλις, ὧν ἀπενάσθην αἰσχρῶς τὸν
ἐμὸν κτείνασα κάσιν. κλύεθ’ οἷα

Τροφός

λέγει κἀπιβοᾶται Θέμιν εὐκταίαν
Ζῆνά θ’, ὃς ὅρκων θνητοῖς ταμίας
170
νενόμισται; οὐκ ἔστιν
ὅπως ἔν τινι μικρῷ δέσποινα χόλον
καταπαύσει.

Χορός

— πῶς ἂν ἐς ὄψιν τὰν ἁμετέραν
ἔλθοι μύθων τ’ αὐδαθέντων
175
δέξαιτ’ ὀμφάν; —
εἴ πως βαρύθυμον ὀργὰν
καὶ λῆμα φρενῶν μεθείη,
μήτοι τό γ’ ἐμὸν πρόθυμον
φίλοισιν ἀπέστω. —
180
ἀλλὰ βᾶσά νιν
δεῦρο πόρευσον οἴκων
ἔξω· φίλα καὶ τάδ’ αὔδα. —
σπεῦσον πρίν τι κακῶσαι τοὺς εἴσω·
πένθος γὰρ μεγάλως τόδ’ δράσω ὁρμᾶται. τάδ’·
185

Τροφός

ἀτὰρ φόβος εἰ πείσω δέσποιναν ἐμήν·
μόχθου δὲ
χάριν τήνδ’ ἐπιδώσω. καίτοι τοκάδος
δέργμα λεαίνης ἀποταυροῦται δμωσίν,
ὅταν τις μῦθον προφέρων
190
πέλας ὁρμηθῇ. σκαιοὺς δὲ
λέγων κοὐδέν τι σοφοὺς τοὺς πρόσθε
βροτοὺς οὐκ ἂν ἁμάρτοις, οἵτινες ὕμνους
ἐπὶ μὲν θαλίαις ἐπί τ’
εἰλαπίναις καὶ παρὰ δείπνοις ηὕροντο βίου
195
τερπνὰς ἀκοάς· στυγίους δὲ
βροτῶν οὐδεὶς λύπας ηὕρετο μούσῃ
καὶ πολυχόρδοις ᾠδαῖς παύειν,
ἐξ ὧν θάνατοι δειναί τε
τύχαι σφάλλουσι δόμους. καίτοι τάδε
200
μὲν κέρδος ἀκεῖσθαι μολπαῖσι βροτούς·
ἵνα δ’ εὔδειπνοι δαῖτες, τί
μάτην τείνουσι βοήν; τὸ παρὸν
γὰρ ἔχει τέρψιν ἀφ’ αὑτοῦ δαιτὸς πλήρωμα
βροτοῖσιν. ἰαχὰν ἄιον
205

Χορός

πολύστονον γόων, λιγυρὰ δ’
ἄχεα μογερὰ βοᾷ τὸν ἐν
λέχει προδόταν κακόνυμφον· θεοκλυτεῖ δ’
ἄδικα παθοῦσα τὰν Ζηνὸς
ὁρκίαν Θέμιν, ἅ νιν
210
ἔβασεν Ἑλλάδ’ ἐς
ἀντίπορον δι’ ἅλα
νύχιον ἐφ’ ἁλμυρὰν πόντου κλῇδ’
ἀπέραντον.

Μήδεια

Κορίνθιαι γυναῖκες, ἐξῆλθον δόμων,
215
μή μοί τι μέμφησθ’· οἶδα γὰρ πολλοὺς βροτῶν
σεμνοὺς γεγῶτας, τοὺς μὲν ὀμμάτων ἄπο,
τοὺς δ’ ἐν θυραίοις· οἱ δ’ ἀφ’ ἡσύχου ποδὸς
δύσκλειαν ἐκτήσαντο καὶ ῥᾳθυμίαν.
δίκη γὰρ οὐκ ἔνεστ’ ἐν ὀφθαλμοῖς βροτῶν,
220
ὅστις πρὶν ἀνδρὸς σπλάγχνον ἐκμαθεῖν σαφῶς
στυγεῖ δεδορκώς, οὐδὲν ἠδικημένος...
χρὴ δὲ ξένον μὲν κάρτα προσχωρεῖν πόλει...
οὐδ’ ἀστὸν ᾔνεσ’ ὅστις αὐθάδης γεγὼς
πικρὸς πολίταις ἐστὶν ἀμαθίας ὕπο.
225
ἐμοὶ δ’ ἄελπτον πρᾶγμα προσπεσὸν τόδε
ψυχὴν διέφθαρκ’· οἴχομαι δὲ καὶ βίου
χάριν μεθεῖσα κατθανεῖν χρῄζω, φίλαι.
ἐν ᾧ γὰρ ἦν μοι πάντα γιγνώσκειν καλῶς,
κάκιστος ἀνδρῶν ἐκβέβηχ’ οὑμὸς πόσις.
230
πάντων δ’ ὅσ’ ἔστ’ ἔμψυχα καὶ γνώμην ἔχει
γυναῖκές ἐσμεν ἀθλιώτατον φυτόν·
ἃς πρῶτα μὲν δεῖ χρημάτων ὑπερβολῇ
πόσιν πρίασθαι, δεσπότην τε σώματος
λαβεῖν· κακοῦ γὰρ τοῦτ’ ἔτ’ ἄλγιον κακόν.
235
κἀν τῷδ’ ἀγὼν μέγιστος, ἢ κακὸν λαβεῖν
ἢ χρηστόν. οὐ γὰρ εὐκλεεῖς ἀπαλλαγαὶ
γυναιξίν, οὐδ’ οἷόν τ’ ἀνήνασθαι πόσιν.
ἐς καινὰ δ’ ἤθη καὶ νόμους ἀφιγμένην
δεῖ μάντιν εἶναι, μὴ μαθοῦσαν οἴκοθεν,
240
ὅτῳ μάλιστα χρήσεται ξυνευνέτῃ.
κἂν μὲν τάδ’ ἡμῖν ἐκπονουμέναισιν εὖ
πόσις ξυνοικῇ μὴ βίᾳ φέρων ζυγόν,
ζηλωτὸς αἰών· εἰ δὲ μή, θανεῖν χρεών.
ἀνὴρ δ’, ὅταν τοῖς ἔνδον ἄχθηται ξυνών,
245
ἔξω μολὼν ἔπαυσε καρδίαν ἄσης·
ἢ πρὸς φίλον τιν’ ἢ πρὸς ἥλικα τραπείς·
ἡμῖν δ’ ἀνάγκη πρὸς μίαν ψυχὴν βλέπειν.
λέγουσι δ’ ἡμᾶς ὡς ἀκίνδυνον βίον
ζῶμεν κατ’ οἴκους, οἳ δὲ μάρνανται δορί·
250
κακῶς φρονοῦντες· ὡς τρὶς ἂν παρ’ ἀσπίδα
στῆναι θέλοιμ’ ἂν μᾶλλον ἢ τεκεῖν ἅπαξ.
ἀλλ’ οὐ γὰρ αὑτὸς πρὸς σὲ κἄμ’ ἥκει λόγος·
σοὶ μὲν πόλις θ’ ἥδ’ ἐστὶ καὶ πατρὸς δόμοι
βίου τ’ ὄνησις καὶ φίλων συνουσία,
255
ἐγὼ δ’ ἔρημος ἄπολις οὖσ’ ὑβρίζομαι
πρὸς ἀνδρός, ἐκ γῆς βαρβάρου λελῃσμένη,
οὐ μητέρ’, οὐκ ἀδελφόν, οὐχὶ συγγενῆ
μεθορμίσασθαι τῆσδ’ ἔχουσα συμφορᾶς.
τοσοῦτον οὖν σου τυγχάνειν βουλήσομαι,
260
ἤν μοι πόρος τις μηχανή τ’ ἐξευρεθῇ
πόσιν δίκην τῶνδ’ ἀντιτείσασθαι κακῶν,
τὸν δόντα τ’ αὐτῷ θυγατέρ’ ἥ τ’ ἐγήματο
σιγᾶν. γυνὴ γὰρ τἄλλα μὲν φόβου πλέα
κακή τ’ ἐς ἀλκὴν καὶ σίδηρον εἰσορᾶν·
265
ὅταν δ’ ἐς εὐνὴν ἠδικημένη κυρῇ,
οὐκ ἔστιν ἄλλη φρὴν δράσω μιαιφονωτέρα. τάδ’·

Χορός

ἐνδίκως γὰρ ἐκτείσῃ πόσιν, Μήδεια. πενθεῖν
δ’ οὔ σε θαυμάζω τύχας. ὁρῶ δὲ
καὶ Κρέοντα, τῆσδ’ ἄνακτα γῆς, στείχοντα, καινῶν
270
ἄγγελον βουλευμάτων. σὲ τὴν

Κρέων

σκυθρωπὸν καὶ πόσει θυμουμένην, Μήδειαν, εἶπον
τῆσδε γῆς ἔξω περᾶν φυγάδα, λαβοῦσαν
δισσὰ σὺν σαυτῇ τέκνα· καὶ μή
τι μέλλειν· ὡς ἐγὼ βραβεὺς λόγου τοῦδ’ εἰμί,
275
κοὐκ ἄπειμι πρὸς δόμους πάλιν, πρὶν ἄν
σε γαίας τερμόνων ἔξω βάλω. αἰαῖ· πανώλης

Μήδεια

ἡ τάλαιν’ ἀπόλλυμαι. ἐχθροὶ γὰρ
ἐξιᾶσι πάντα δὴ κάλων, κοὐκ ἔστιν
ἄτης εὐπρόσοιστος ἔκβασις. ἐρήσομαι δὲ
280
καὶ κακῶς πάσχουσ’ ὅμως· τίνος μ’
ἕκατι γῆς ἀποστέλλεις, Κρέον; δέδοικά σ’ —

Κρέων

οὐδὲν δεῖ παραμπίσχειν λόγους — μή μοί
τι δράσῃς παῖδ’ ἀνήκεστον κακόν. συμβάλλεται δὲ
πολλὰ τοῦδε δείματος· σοφὴ πέφυκας
285
καὶ κακῶν πολλῶν ἴδρις, λυπῇ δὲ
λέκτρων ἀνδρὸς ἐστερημένη. κλύω δ’
ἀπειλεῖν σ’, ὡς ἀπαγγέλλουσί μοι, τὸν δόντα
καὶ γήμαντα καὶ γαμουμένην δράσειν τι.
ταῦτ’ οὖν πρὶν παθεῖν φυλάξομαι. κρεῖσσον δέ
290
μοι νῦν πρός σ’ ἀπεχθέσθαι, γύναι, ἢ μαλθακισθένθ’
ὕστερον μέγα στένειν. φεῦ φεῦ.

Μήδεια

οὐ νῦν
με πρῶτον, ἀλλὰ πολλάκις, Κρέον, ἔβλαψε δόξα
μεγάλα τ’ εἴργασται κακά. χρὴ δ’
295
οὔποθ’ ὅστις ἀρτίφρων πέφυκ’ ἀνὴρ παῖδας περισσῶς
ἐκδιδάσκεσθαι σοφούς· χωρὶς γὰρ
ἄλλης ἧς ἔχουσιν ἀργίας φθόνον πρὸς
ἀστῶν ἀλφάνουσι δυσμενῆ. σκαιοῖσι μὲν
γὰρ καινὰ προσφέρων σοφὰ δόξεις ἀχρεῖος
300
κοὐ σοφὸς πεφυκέναι· τῶν δ’
αὖ δοκούντων εἰδέναι τι ποικίλον κρείσσων νομισθεὶς
ἐν πόλει λυπρὸς φανῇ. ἐγὼ δὲ
καὐτὴ τῆσδε κοινωνῶ τύχης. σοφὴ γὰρ
οὖσα, τοῖς μέν εἰμ’ ἐπίφθονος, τοῖς δ’
305
ἡσυχαία, τοῖς δὲ θατέρου τρόπου, τοῖς δ’
αὖ προσάντης· εἰμὶ δ’ οὐκ ἄγαν σοφή. σὺ δ’
οὖν φοβῇ με· μὴ τί πλημμελὲς πάθῃς; οὐχ ὧδ’
ἔχει μοι — μὴ τρέσῃς ἡμᾶς, Κρέον — ὥστ’ ἐς
τυράννους ἄνδρας ἐξαμαρτάνειν. σὺ γὰρ
310
τί μ’ ἠδίκηκας; ἐξέδου κόρην ὅτῳ σε
θυμὸς ἦγεν. ἀλλ’ ἐμὸν πόσιν μισῶ· σὺ
δ’, οἶμαι, σωφρονῶν ἔδρας τάδε. καὶ νῦν
τὸ μὲν σὸν οὐ φθονῶ καλῶς ἔχειν· νυμφεύετ’, εὖ
πράσσοιτε· τήνδε δὲ χθόνα ἐᾶτέ μ’
315
οἰκεῖν. καὶ γὰρ ἠδικημένοι σιγησόμεσθα, κρεισσόνων
νικώμενοι. λέγεις ἀκοῦσαι

Κρέων

μαλθάκ’, ἀλλ’ ἔσω φρενῶν ὀρρωδία μοι
μή τι βουλεύσῃς κακόν, τόσῳ δέ
γ’ ἧσσον ἢ πάρος πέποιθά σοι· γυνὴ γὰρ
320
ὀξύθυμος, ὡς δ’ αὔτως ἀνήρ, ῥᾴων φυλάσσειν
ἢ σιωπηλὸς σοφός. ἀλλ’ ἔξιθ’
ὡς τάχιστα, μὴ λόγους λέγε· ὡς ταῦτ’
ἄραρε, κοὐκ ἔχεις τέχνην ὅπως μενεῖς παρ’
ἡμῖν οὖσα δυσμενὴς ἐμοί. μή, πρός
325

Μήδεια

σε γονάτων τῆς τε νεογάμου κόρης. λόγους ἀναλοῖς·

Κρέων

οὐ γὰρ ἂν πείσαις ποτέ. ἀλλ’ ἐξελᾷς

Μήδεια

με κοὐδὲν αἰδέσῃ λιτάς; φιλῶ γὰρ

Κρέων

οὐ σὲ μᾶλλον ἢ δόμους ἐμούς. ὦ πατρίς,

Μήδεια

ὥς σου κάρτα νῦν μνείαν ἔχω. πλὴν γὰρ
330

Κρέων

τέκνων ἔμοιγε φίλτατον πολύ. φεῦ φεῦ,

Μήδεια

βροτοῖς ἔρωτες ὡς κακὸν μέγα. ὅπως ἄν,

Κρέων

οἶμαι, καὶ παραστῶσιν τύχαι. Ζεῦ, μὴ

Μήδεια

λάθοι σε τῶνδ’ ὃς αἴτιος κακῶν. ἕρπ’, ὦ

Κρέων

ματαία, καί μ’ ἀπάλλαξον πόνων. πονοῦμεν ἡμεῖς
335

Μήδεια

κοὐ πόνων κεχρήμεθα. τάχ’ ἐξ

Κρέων

ὀπαδῶν χειρὸς ὠσθήσῃ βίᾳ. μὴ δῆτα

Μήδεια

τοῦτό γ’, ἀλλά σ’ αἰτοῦμαι, Κρέον... ὄχλον παρέξεις,

Κρέων

ὡς ἔοικας, ὦ γύναι. φευξούμεθ’· οὐ

Μήδεια

τοῦθ’ ἱκέτευσα σοῦ τυχεῖν. τί δαὶ
340

Κρέων

βιάζῃ κοὐκ ἀπαλλάσσῃ χερός; μίαν με

Μήδεια

μεῖναι τήνδ’ ἔασον ἡμέραν καὶ ξυμπερᾶναι
φροντίδ’ ᾗ φευξούμεθα, παισίν τ’
ἀφορμὴν τοῖς ἐμοῖς, ἐπεὶ πατὴρ οὐδὲν προτιμᾷ
μηχανήσασθαι τέκνοις. οἴκτιρε δ’
345
αὐτούς· καὶ σύ τοι παίδων πατὴρ πέφυκας· εἰκὸς
δ’ ἐστὶν εὔνοιάν σ’ ἔχειν. τοὐμοῦ γὰρ
οὔ μοι φροντίς, εἰ φευξούμεθα, κείνους δὲ
κλαίω συμφορᾷ κεχρημένους. ἥκιστα τοὐμὸν

Κρέων

λῆμ’ ἔφυ τυραννικόν, αἰδούμενος δὲ
350
πολλὰ δὴ διέφθορα· καὶ νῦν
ὁρῶ μὲν ἐξαμαρτάνων, γύναι, ὅμως δὲ
τεύξῃ τοῦδε· προυννέπω δέ σοι, εἴ σ’
ἡ ’πιοῦσα λαμπὰς ὄψεται θεοῦ καὶ παῖδας
ἐντὸς τῆσδε τερμόνων χθονός, θανῇ· λέλεκται
355
μῦθος ἀψευδὴς ὅδε. νῦν δ’,
εἰ μένειν δεῖ, μίμν’ ἐφ’ ἡμέραν μίαν· οὐ γάρ
τι δράσεις δεινὸν ὧν φόβος μ’ ἔχει. δύστανε γύναι,

Χορός

φεῦ φεῦ,
μελέα τῶν σῶν ἀχέων. ποῖ ποτε
360
τρέψῃ; τίνα πρὸς ξενίαν; ἦ δόμον
ἢ χθόνα σωτῆρα κακῶν ἐξευρήσεις; ὡς
εἰς
ἄπορόν σε κλύδωνα θεός, Μήδεια, κακῶν
ἐπόρευσε.
365

Μήδεια

κακῶς πέπρακται πανταχῇ· τίς ἀντερεῖ;
ἀλλ’ οὔτι ταύτῃ ταῦτα, μὴ δοκεῖτέ πω.
ἔτ’ εἴσ’ ἀγῶνες τοῖς νεωστὶ νυμφίοις
καὶ τοῖσι κηδεύσασιν οὐ σμικροὶ πόνοι.
δοκεῖς γὰρ ἄν με τόνδε θωπεῦσαί ποτε,
370
εἰ μή τι κερδαίνουσαν ἢ τεχνωμένην;
οὐδ’ ἂν προσεῖπον οὐδ’ ἂν ἡψάμην χεροῖν.
ὃ δ’ ἐς τοσοῦτον μωρίας ἀφίκετο,
ὥστ’ ἐξὸν αὐτῷ τἄμ’ ἑλεῖν βουλεύματα
γῆς ἐκβαλόντι, τήνδ’ ἀφῆκεν ἡμέραν
375
μεῖναί μ’, ἐν ᾗ τρεῖς τῶν ἐμῶν ἐχθρῶν νεκροὺς
θήσω, πατέρα τε καὶ κόρην πόσιν τ’ ἐμόν.
πολλὰς δ’ ἔχουσα θανασίμους αὐτοῖς ὁδούς,
οὐκ οἶδ’ ὁποίᾳ πρῶτον ἐγχειρῶ, φίλαι·
πότερον ὑφάψω δῶμα νυμφικὸν πυρί,
380
ἢ θηκτὸν ὤσω φάσγανον δι’ ἥπάτος,
σιγῇ δόμους ἐσβᾶσ’, ἵν’ ἔστρωται λέχος.
ἀλλ’ ἕν τί μοι πρόσαντες· εἰ ληφθήσομαι
δόμους ὑπεσβαίνουσα καὶ τεχνωμένη,
θανοῦσα θήσω τοῖς ἐμοῖς ἐχθροῖς γέλων.
385
κράτιστα τὴν εὐθεῖαν, ᾗ πεφύκαμεν
σοφαὶ μάλιστα, φαρμάκοις αὐτοὺς ἑλεῖν.
εἶἑν·
καὶ δὴ τεθνᾶσι· τίς με δέξεται πόλις;
τίς γῆν ἄσυλον καὶ δόμους ἐχεγγύους
390
ξένος παρασχὼν ῥύσεται τοὐμὸν δέμας;
οὐκ ἔστι. μείνασ’ οὖν ἔτι σμικρὸν χρόνον,
ἢν μέν τις ἡμῖν πύργος ἀσφαλὴς φανῇ,
δόλῳ μέτειμι τόνδε καὶ σιγῇ φόνον·
ἢν δ’ ἐξελαύνῃ ξυμφορά μ’ ἀμήχανος,
395
αὐτὴ ξίφος λαβοῦσα, κεἰ μέλλω θανεῖν,
κτενῶ σφε, τόλμης δ’ εἶμι πρὸς τὸ καρτερόν.
οὐ γὰρ μὰ τὴν δέσποιναν ἣν ἐγὼ σέβω
μάλιστα πάντων καὶ ξυνεργὸν εἱλόμην,
Ἑκάτην, μυχοῖς ναίουσαν ἑστίας ἐμῆς,
400
χαίρων τις αὐτῶν τοὐμὸν ἀλγυνεῖ κέαρ.
πικροὺς δ’ ἐγώ σφιν καὶ λυγροὺς θήσω γάμους,
πικρὸν δὲ κῆδος καὶ φυγὰς ἐμὰς χθονός.
ἀλλ’ εἶα· φείδου μηδὲν ὧν ἐπίστασαι,
Μήδεια, βουλεύουσα καὶ τεχνωμένη·
405
ἕρπ’ ἐς τὸ δεινόν· νῦν ἀγὼν εὐψυχίας.
ὁρᾷς ἃ πάσχεις· οὐ γέλωτα δεῖ σ’ ὀφλεῖν
τοῖς Σισυφείοις τοῖς τ’ Ἰάσονος γάμοις,
γεγῶσαν ἐσθλοῦ πατρὸς Ἡλίου τ’ ἄπο.
ἐπίστασαι δέ· πρὸς δὲ καὶ πεφύκαμεν
410
γυναῖκες, ἐς μὲν ἔσθλ’ ἀμηχανώταται,
κακῶν δὲ πάντων τέκτονες ἄνω σοφώταται. ποταμῶν

Χορός

ἱερῶν χωροῦσι παγαί, καὶ δίκα
καὶ πάντα πάλιν στρέφεται. ἀνδράσι μὲν
δόλιαι βουλαί, θεῶν δ’ οὐκέτι πίστις
415
ἄραρε· τὰν δ’
ἐμὰν εὔκλειαν ἔχειν βιοτὰν στρέψουσι φᾶμαι· ἔρχεται τιμὰ
γυναικείῳ γένει· οὐκέτι δυσκέλαδος
φάμα γυναῖκας ἕξει. μοῦσαι δὲ
παλαιγενέων λήξουσ’ ἀοιδῶν τὰν ἐμὰν
420
ὑμνεῦσαι ἀπιστοσύναν. οὐ γὰρ
ἐν ἁμετέρᾳ γνώμᾳ λύρας ὤπασε θέσπιν
ἀοιδὰν Φοῖβος, ἀγήτωρ
μελέων· ἐπεὶ ἀντάχησ’ ἂν ὕμνον ἀρσένων γέννᾳ.
μακρὸς δ’ αἰὼν ἔχει πολλὰ μὲν
425
ἁμετέραν ἀνδρῶν τε μοῖραν εἰπεῖν. σὺ δ’
ἐκ μὲν οἴκων πατρίων ἔπλευσας μαινομένᾳ κραδίᾳ,
διδύμους ὁρίσασα πόντου πέτρας· ἐπὶ
δὲ ξένᾳ ναίεις χθονί,
τᾶς ἀνάνδρου κοίτας ὀλέσασα
430
λέκτρον, τάλαινα, φυγὰς
δὲ χώρας ἄτιμος ἐλαύνῃ.
βέβακε δ’
ὅρκων χάρις, οὐδ’ ἔτ’ αἰδὼς Ἑλλάδι τᾷ
μεγάλᾳ μένει, αἰθερία δ’ ἀνέπτα. σοὶ δ’
435
οὔτε πατρὸς δόμοι, δύστανε, μεθορμίσασθαι
μόχθων πάρα,
τῶν τε λέκτρων ἄλλα βασίλεια
κρείσσων δόμοισιν ἐπέστα.

Ἰάσων

οὐ νῦν
440
κατεῖδον πρῶτον ἀλλὰ πολλάκις τραχεῖαν ὀργὴν
ὡς ἀμήχανον κακόν. σοὶ γὰρ
παρὸν γῆν τήνδε καὶ δόμους ἔχειν κούφως φερούσῃ
κρεισσόνων βουλεύματα, λόγων ματαίων
οὕνεκ’ ἐκπεσῇ χθονός. κἀμοὶ μὲν
445
οὐδὲν πρᾶγμα· μὴ παύσῃ ποτὲ λέγουσ’ Ἰάσον’
ὡς κάκιστός ἐστ’ ἀνήρ· ἃ δ’
ἐς τυράννους ἐστί σοι λελεγμένα, πᾶν κέρδος
ἡγοῦ ζημιουμένη φυγῇ. κἀγὼ μὲν
αἰεὶ βασιλέων θυμουμένων ὀργὰς ἀφῄρουν
450
καί σ’ ἐβουλόμην μένειν· σὺ δ’
οὐκ ἀνίεις μωρίας, λέγουσ’ ἀεὶ κακῶς τυράννους·
τοιγὰρ ἐκπεσῇ χθονός. ὅμως δὲ
κἀκ τῶνδ’ οὐκ ἀπειρηκὼς φίλοις ἥκω, τὸ
σὸν δὲ προσκοπούμενος, γύναι, ὡς μήτ’
455
ἀχρήμων σὺν τέκνοισιν ἐκπέσῃς μήτ’ ἐνδεής
του· πόλλ’ ἐφέλκεται φυγὴ κακὰ ξὺν
αὑτῇ. καὶ γὰρ εἰ σύ με στυγεῖς, οὐκ ἂν
δυναίμην σοὶ κακῶς φρονεῖν ποτε.

Μήδεια

ὦ παγκάκιστε, τοῦτο γάρ σ’ εἰπεῖν ἔχω,
460
γλώσσῃ μέγιστον εἰς ἀνανδρίαν κακόν·
ἦλθες πρὸς ἡμᾶς, ἦλθες ἔχθιστος γεγώς;
θεοῖς τε κἀμοὶ παντί τ’ ἀνθρώπων γένει;
οὔτοι θράσος τόδ’ ἐστὶν οὐδ’ εὐτολμία,
φίλους κακῶς δράσαντ’ ἐναντίον βλέπειν,
465
ἀλλ’ ἡ μεγίστη τῶν ἐν ἀνθρώποις νόσων
πασῶν, ἀναίδει’· εὖ δ’ ἐποίησας μολών·
ἐγώ τε γὰρ λέξασα κουφισθήσομαι
ψυχὴν κακῶς σε καὶ σὺ λυπήσῃ κλύων.
ἐκ τῶν δὲ πρώτων πρῶτον ἄρξομαι λέγειν.
470
ἔσῳσά σ’, ὡς ἴσασιν Ἑλλήνων ὅσοι
ταὐτὸν συνεισέβησαν Ἀργῷον σκάφος,
πεμφθέντα ταύρων πυρπνόων ἐπιστάτην
ζεύγλῃσι καὶ σπεροῦντα θανάσιμον γύην·
δράκοντά θ’, ὃς πάγχρυσον ἀμπέχων δέρας
475
σπείραις ἔσῳζε πολυπλόκοις ἄυπνος ὤν,
κτείνασ’ ἀνέσχον σοὶ φάος σωτήριον.
αὐτὴ δὲ πατέρα καὶ δόμους προδοῦσ’ ἐμοὺς
τὴν Πηλιῶτιν εἰς Ἰωλκὸν ἱκόμην
σὺν σοί, πρόθυμος μᾶλλον ἢ σοφωτέρα·
480
Πελίαν τ’ ἀπέκτειν’, ὥσπερ ἄλγιστον θανεῖν,
παίδων ὑπ’ αὐτοῦ, πάντα τ’ ἐξεῖλον δόμον.
καὶ ταῦθ’ ὑφ’ ἡμῶν, ὦ κάκιστ’ ἀνδρῶν, παθὼν
προύδωκας ἡμᾶς, καινὰ δ’ ἐκτήσω λέχη —
παίδων γεγώτων· εἰ γὰρ ἦσθ’ ἄπαις ἔτι,
485
συγγνώστ’ ἂν ἦν σοι τοῦδ’ ἐρασθῆναι λέχους.
ὅρκων δὲ φρούδη πίστις, οὐδ’ ἔχω μαθεῖν
ἦ θεοὺς νομίζεις τοὺς τότ’ οὐκ ἄρχειν ἔτι,
ἢ καινὰ κεῖσθαι θέσμι’ ἀνθρώποις τὰ νῦν,
ἐπεὶ σύνοισθά γ’ εἰς ἔμ’ οὐκ εὔορκος ὤν.
490
φεῦ δεξιὰ χείρ, ἧς σὺ πόλλ’ ἐλαμβάνου,
καὶ τῶνδε γονάτων, ὡς μάτην κεχρῴσμεθα
κακοῦ πρὸς ἀνδρός, ἐλπίδων δ’ ἡμάρτομεν.
ἄγ’· ὡς φίλῳ γὰρ ὄντι σοι κοινώσομαι —
δοκοῦσα μὲν τί πρός γε σοῦ πράξειν καλῶς;
495
ὅμως δ’· ἐρωτηθεὶς γὰρ αἰσχίων φανῇ —
νῦν ποῖ τράπωμαι; πότερα πρὸς πατρὸς δόμους,
οὓς σοὶ προδοῦσα καὶ πάτραν ἀφικόμην;
ἢ πρὸς ταλαίνας Πελιάδας; καλῶς γ’ ἂν οὖν
δέξαιντό μ’ οἴκοις ὧν πατέρα κατέκτανον.
500
ἔχει γὰρ οὕτω· τοῖς μὲν οἴκοθεν φίλοις
ἐχθρὰ καθέστηχ’, οὓς δέ μ’ οὐκ ἐχρῆν κακῶς
δρᾶν, σοὶ χάριν φέρουσα πολεμίους ἔχω.
τοιγάρ με πολλαῖς μακαρίαν Ἑλληνίδων
ἔθηκας ἀντὶ τῶνδε· θαυμαστὸν δέ σε
505
ἔχω πόσιν καὶ πιστὸν ἡ τάλαιν’ ἐγώ,
εἰ φεύξομαί γε γαῖαν ἐκβεβλημένη,
φίλων ἔρημος, σὺν τέκνοις μόνη μόνοις —
καλόν γ’ ὄνειδος τῷ νεωστὶ νυμφίῳ,
πτωχοὺς ἀλᾶσθαι παῖδας ἥ τ’ ἔσῳσά σε.
510
ὦ Ζεῦ, τί δὴ χρυσοῦ μὲν ὃς κίβδηλος ᾖ
τεκμήρι’ ἀνθρώποισιν ὤπασας σαφῆ,
ἀνδρῶν δ’ ὅτῳ χρὴ τὸν κακὸν διειδέναι,
οὐδεὶς χαρακτὴρ ἐμπέφυκε δεινή σώματι; τις

Χορός

ὀργὴ καὶ δυσίατος πέλει, ὅταν φίλοι
515
φίλοισι συμβάλωσ’ ἔριν.

Ἰάσων

δεῖ μ’, ὡς ἔοικε, μὴ κακὸν φῦναι λέγειν,
ἀλλ’ ὥστε ναὸς κεδνὸν οἰακοστρόφον
ἄκροισι λαίφους κρασπέδοις ὑπεκδραμεῖν
τὴν σὴν στόμαργον, ὦ γύναι, γλωσσαλγίαν.
520
ἐγὼ δ’, ἐπειδὴ καὶ λίαν πυργοῖς χάριν,
Κύπριν νομίζω τῆς ἐμῆς ναυκληρίας
σώτειραν εἶναι θεῶν τε κἀνθρώπων μόνην.
σοὶ δ’ ἔστι μὲν νοῦς λεπτός — ἀλλ’ ἐπίφθονος
λόγος διελθεῖν, ὡς Ἔρως σ’ ἠνάγκασε
525
τόξοις ἀφύκτοις τοὐμὸν ἐκσῷσαι δέμας.
ἀλλ’ οὐκ ἀκριβῶς αὐτὸ θήσομαι λίαν·
ὅπῃ γὰρ οὖν ὤνησας, οὐ κακῶς ἔχει.
μείζω γε μέντοι τῆς ἐμῆς σωτηρίας
εἴληφας ἢ δέδωκας, ὡς ἐγὼ φράσω.
530
πρῶτον μὲν Ἑλλάδ’ ἀντὶ βαρβάρου χθονὸς
γαῖαν κατοικεῖς καὶ δίκην ἐπίστασαι
νόμοις τε χρῆσθαι μὴ πρὸς ἰσχύος χάριν·
πάντες δέ σ’ ᾔσθοντ’ οὖσαν Ἕλληνες σοφὴν
καὶ δόξαν ἔσχες· εἰ δὲ γῆς ἐπ’ ἐσχάτοις
535
ὅροισιν ᾤκεις, οὐκ ἂν ἦν λόγος σέθεν.
εἴη δ’ ἔμοιγε μήτε χρυσὸς ἐν δόμοις
μήτ’ Ὀρφέως κάλλιον ὑμνῆσαι μέλος,
εἰ μὴ ’πίσημος ἡ τύχη γένοιτό μοι.
τοσαῦτα μέν σοι τῶν ἐμῶν πόνων πέρι
540
ἔλεξ’· ἅμιλλαν γὰρ σὺ προύθηκας λόγων.
ἃ δ’ ἐς γάμους μοι βασιλικοὺς ὠνείδισας,
ἐν τῷδε δείξω πρῶτα μὲν σοφὸς γεγώς,
ἔπειτα σώφρων, εἶτα σοὶ μέγας φίλος
καὶ παισὶ τοῖς ἐμοῖσιν — ἀλλ’ ἔχ’ ἥσυχος.
545
ἐπεὶ μετέστην δεῦρ’ Ἰωλκίας χθονὸς
πολλὰς ἐφέλκων συμφορὰς ἀμηχάνους,
τί τοῦδ’ ἂν εὕρημ’ ηὗρον εὐτυχέστερον
ἢ παῖδα γῆμαι βασιλέως φυγὰς γεγώς;
οὐχ, ᾗ σὺ κνίζῃ, σὸν μὲν ἐχθαίρων λέχος,
550
καινῆς δὲ νύμφης ἱμέρῳ πεπληγμένος,
οὐδ’ εἰς ἅμιλλαν πολύτεκνον σπουδὴν ἔχων·
ἅλις γὰρ οἱ γεγῶτες οὐδὲ μέμφομαι·
ἀλλ’ ὡς, τὸ μὲν μέγιστον, οἰκοῖμεν καλῶς
καὶ μὴ σπανιζοίμεσθα, γιγνώσκων ὅτι
555
πένητα φεύγει πᾶς τις ἐκποδὼν φίλος,
παῖδας δὲ θρέψαιμ’ ἀξίως δόμων ἐμῶν
σπείρας τ’ ἀδελφοὺς τοῖσιν ἐκ σέθεν τέκνοις
ἐς ταὐτὸ θείην, καὶ ξυναρτήσας γένος
εὐδαιμονοῖμεν. σοί τε γὰρ παίδων τί δεῖ;
560
ἐμοί τε λύει τοῖσι μέλλουσιν τέκνοις
τὰ ζῶντ’ ὀνῆσαι. μῶν βεβούλευμαι κακῶς;
οὐδ’ ἂν σὺ φαίης, εἴ σε μὴ κνίζοι λέχος.
ἀλλ’ ἐς τοσοῦτον ἥκεθ’ ὥστ’ ὀρθουμένης
εὐνῆς γυναῖκες πάντ’ ἔχειν νομίζετε,
565
ἢν δ’ αὖ γένηται ξυμφορά τις ἐς λέχος,
τὰ λῷστα καὶ κάλλιστα πολεμιώτατα
τίθεσθε. χρῆν γὰρ ἄλλοθέν ποθεν βροτοὺς
παῖδας τεκνοῦσθαι, θῆλυ δ’ οὐκ εἶναι γένος·
χοὕτως ἂν οὐκ ἦν οὐδὲν ἀνθρώποις Ἰᾶσον, κακόν. εὖ
570

Χορός

μὲν τούσδ’ ἐκόσμησας λόγους· ὅμως δ’
ἔμοιγε, κεἰ παρὰ γνώμην ἐρῶ, δοκεῖς προδοὺς
σὴν ἄλοχον οὐ δίκαια δρᾶν. ἦ πολλὰ

Μήδεια

πολλοῖς εἰμι διάφορος βροτῶν. ἐμοὶ γὰρ
ὅστις ἄδικος ὢν σοφὸς λέγειν πέφυκε, πλείστην
575
ζημίαν ὀφλισκάνει· γλώσσῃ γὰρ
αὐχῶν τἄδικ’ εὖ περιστελεῖν, τολμᾷ πανουργεῖν·
ἔστι δ’ οὐκ ἄγαν σοφός. ὡς καὶ
σὺ μή νυν εἰς ἔμ’ εὐσχήμων γένῃ λέγειν τε
δεινός. ἓν γὰρ ἐκτενεῖ σ’ ἔπος· χρῆν σ’,
580
εἴπερ ἦσθα μὴ κακός, πείσαντά με γαμεῖν γάμον
τόνδ’, ἀλλὰ μὴ σιγῇ φίλων. καλῶς γ’

Ἰάσων

ἄν, οἶμαι, τῷδ’ ὑπηρέτεις λόγῳ, εἴ σοι
γάμον κατεῖπον, ἥτις οὐδὲ νῦν τολμᾷς μεθεῖναι
καρδίας μέγαν χόλον. οὐ τοῦτό
585

Μήδεια

σ’ εἶχεν, ἀλλὰ βάρβαρον λέχος πρὸς γῆρας
οὐκ εὔδοξον ἐξέβαινέ σοι. εὖ νῦν

Ἰάσων

τόδ’ ἴσθι, μὴ γυναικὸς οὕνεκα γῆμαί με
λέκτρα βασιλέων ἃ νῦν ἔχω, ἀλλ’, ὥσπερ
εἶπον καὶ πάρος, σῷσαι θέλων σέ, καὶ
590
τέκνοισι τοῖς ἐμοῖς ὁμοσπόρους φῦσαι τυράννους
παῖδας, ἔρυμα δώμασι. μή μοι

Μήδεια

γένοιτο λυπρὸς εὐδαίμων βίος μηδ’ ὄλβος
ὅστις τὴν ἐμὴν κνίζοι φρένα. οἶσθ’ ὡς

Ἰάσων

μέτευξαι, καὶ σοφωτέρα φανῇ; τὰ χρηστὰ
595
μή σοι λυπρὰ φαίνεσθαι ποτέ, μηδ’ εὐτυχοῦσα
δυστυχὴς εἶναι δοκεῖν. ὕβριζ’, ἐπειδὴ

Μήδεια

σοὶ μὲν ἔστ’ ἀποστροφή, ἐγὼ δ’
ἔρημος τήνδε φευξοῦμαι χθόνα. αὐτὴ τάδ’

Ἰάσων

εἵλου· μηδέν’ ἄλλον αἰτιῶ. τί δρῶσα;
600

Μήδεια

μῶν γαμοῦσα καὶ προδοῦσά σε; ἀρὰς τυράννοις

Ἰάσων

ἀνοσίους ἀρωμένη. καὶ σοῖς

Μήδεια

ἀραία γ’ οὖσα τυγχάνω δόμοις. ὡς οὐ

Ἰάσων

κρινοῦμαι τῶνδέ σοι τὰ πλείονα. ἀλλ’, εἴ
τι βούλῃ παισὶν ἢ σαυτῆς φυγῇ προσωφέλημα χρημάτων
605
ἐμῶν λαβεῖν, λέγ’· ὡς
ἕτοιμος ἀφθόνῳ δοῦναι χερὶ ξένοις τε
πέμπειν σύμβολ’, οἳ δράσουσί σ’ εὖ. καὶ ταῦτα
μὴ θέλουσα μωρανεῖς, γύναι· λήξασα δ’
ὀργῆς κερδανεῖς ἀμείνονα. οὔτ’ ἂν
610

Μήδεια

ξένοισι τοῖσι σοῖς χρησαίμεθ’ ἄν, οὔτ’ ἄν
τι δεξαίμεσθα, μηδ’ ἡμῖν δίδου· κακοῦ γὰρ
ἀνδρὸς δῶρ’ ὄνησιν οὐκ ἔχει. ἀλλ’ οὖν

Ἰάσων

ἐγὼ μὲν δαίμονας μαρτύρομαι, ὡς πάνθ’
ὑπουργεῖν σοί τε καὶ τέκνοις θέλω· σοὶ δ’
615
οὐκ ἀρέσκει τἀγάθ’, ἀλλ’ αὐθαδίᾳ φίλους ἀπωθῇ·
τοιγὰρ ἀλγυνῇ πλέον. χώρει· πόθῳ

Μήδεια

γὰρ τῆς νεοδμήτου κόρης αἱρῇ χρονίζων
δωμάτων ἐξώπιος. νύμφευ’· ἴσως
γάρ — σὺν θεῷ δ’ εἰρήσεται — γαμεῖς τοιοῦτον
620
ὥστε σ’ ἀρνεῖσθαι γάμον.

Χορός

ἔρωτες ὑπὲρ μὲν ἄγαν
ἐλθόντες οὐκ εὐδοξίαν
οὐδ’ ἀρετὰν παρέδωκαν
ἀνδράσιν· εἰ δ’ ἅλις ἔλθοι
625
Κύπρις, οὐκ ἄλλα θεὸς εὔχαρις οὕτως.
μήποτ’, ὦ δέσποιν’, ἐπ’ ἐμοὶ χρυσέων τόξων ἐφείης
ἱμέρῳ χρίσασ’ ἄφυκτον οἰστόν.
στέργοι δέ με σωφροσύνα,
δώρημα κάλλιστον θεῶν·
630
μηδέ ποτ’ ἀμφιλόγους ὀργὰς
ἀκόρεστά τε νείκη
θυμὸν ἐκπλήξασ’ ἑτέροις ἐπὶ λέκτροις
προσβάλοι δεινὰ Κύπρις, ἀπτολέμους δ’ εὐνὰς σεβίζουσ’
ὀξύφρων κρίνοι λέχη γυναικῶν.
635
ὦ πατρίς, ὦ δώματα, μὴ
δῆτ’ ἄπολις γενοίμαν
τὸν ἀμηχανίας ἔχουσα
δυσπέρατον αἰῶν’,
οἰκτροτάτων ἀχέων.
640
θανάτῳ θανάτῳ πάρος δαμείην
ἁμέραν τάνδ’ ἐξανύσασα· μό-
χθων δ’ οὐκ ἄλλος ὕπερθεν ἢ
γᾶς πατρίας στέρεσθαι.
εἴδομεν, οὐκ ἐξ ἑτέρων
645
μῦθον ἔχω φράσασθαι·
σὲ γὰρ οὐ πόλις, οὐ φίλων τις
ᾤκτισεν παθοῦσαν
δεινότατον παθέων.
ἀχάριστος ὄλοιθ’, ὅτῳ πάρεστιν
650
μὴ φίλους τιμᾶν καθαρᾶν ἀνοί-
ξαντα κλῇδα φρενῶν· ἐμοὶ
μὲν φίλος οὔποτ’ Μήδεια, ἔσται. χαῖρε·

Αἰγεύς

τοῦδε γὰρ προοίμιον κάλλιον οὐδεὶς
οἶδε προσφωνεῖν φίλους. ὦ χαῖρε
655

Μήδεια

καὶ σύ, παῖ σοφοῦ Πανδίονος, Αἰγεῦ. πόθεν
γῆς τῆσδ’ ἐπιστρωφᾷ πέδον; Φοίβου παλαιὸν

Αἰγεύς

ἐκλιπὼν χρηστήριον. τί δ’

Μήδεια

ὀμφαλὸν γῆς θεσπιῳδὸν ἐστάλης; παίδων ἐρευνῶν

Αἰγεύς

σπέρμ’ ὅπως γένοιτό μοι. πρὸς θεῶν —
660

Μήδεια

ἄπαις γὰρ δεῦρ’ ἀεὶ τείνεις βίον; ἄπαιδές ἐσμεν

Αἰγεύς

δαίμονός τινος τύχῃ. δάμαρτος οὔσης,

Μήδεια

ἢ λέχους ἄπειρος ὤν; οὐκ ἐσμὲν

Αἰγεύς

εὐνῆς ἄζυγες γαμηλίου. τί δῆτα

Μήδεια

Φοῖβος εἶπέ σοι παίδων πέρι; σοφώτερ’ ἢ
665

Αἰγεύς

κατ’ ἄνδρα συμβαλεῖν ἔπη. θέμις μὲν

Μήδεια

ἡμᾶς χρησμὸν εἰδέναι θεοῦ; μάλιστ’, ἐπεί

Αἰγεύς

τοι καὶ σοφῆς δεῖται φρενός. τί δῆτ’

Μήδεια

ἔχρησε; λέξον, εἰ θέμις κλύειν. ἀσκοῦ με

Αἰγεύς

τὸν προύχοντα μὴ λῦσαι πόδα — πρὶν ἂν
670

Μήδεια

τί δράσῃς ἢ τίν’ ἐξίκῃ χθόνα; πρὶν ἂν

Αἰγεύς

πατρῴαν αὖθις ἑστίαν μόλω. σὺ δ’

Μήδεια

ὡς τί χρῄζων τήνδε ναυστολεῖς χθόνα; Πιτθεύς τις

Αἰγεύς

ἔστι, γῆς ἄναξ Tροζηνίας... παῖς, ὡς

Μήδεια

λέγουσι, Πέλοπος, εὐσεβέστατος. τούτῳ θεοῦ
675

Αἰγεύς

μάντευμα κοινῶσαι θέλω. σοφὸς γὰρ

Μήδεια

ἁνὴρ καὶ τρίβων τὰ τοιάδε. κἀμοί γε

Αἰγεύς

πάντων φίλτατος δορυξένων. ἀλλ’ εὐτυχοίης

Μήδεια

καὶ τύχοις ὅσων ἐρᾷς. τί γὰρ

Αἰγεύς

σὸν ὄμμα χρώς τε συντέτηχ’ ὅδε; Αἰγεῦ, κάκιστός
680

Μήδεια

ἐστί μοι πάντων πόσις. τί φῄς;

Αἰγεύς

σαφῶς μοι σὰς φράσον δυσθυμίας. ἀδικεῖ μ’

Μήδεια

Ἰάσων οὐδὲν ἐξ ἐμοῦ παθών. τί χρῆμα

Αἰγεύς

δράσας; φράζε μοι σαφέστερον. γυναῖκ’ ἐφ’

Μήδεια

ἡμῖν δεσπότιν δόμων ἔχει. οὔ που
685

Αἰγεύς

τετόλμηκ’ ἔργον αἴσχιστον τόδε; σάφ’ ἴσθ’·

Μήδεια

ἄτιμοι δ’ ἐσμὲν οἱ πρὸ τοῦ φίλοι. πότερον ἐρασθεὶς

Αἰγεύς

ἢ σὸν ἐχθαίρων λέχος; μέγαν γ’

Μήδεια

ἔρωτα πιστὸς οὐκ ἔφυ φίλοις. ἴτω νυν,

Αἰγεύς

εἴπερ, ὡς λέγεις, ἐστὶν κακός. ἀνδρῶν τυράννων
690

Μήδεια

κῆδος ἠράσθη λαβεῖν. δίδωσι δ’

Αἰγεύς

αὐτῷ τίς; πέραινέ μοι λόγον. Κρέων, ὃς

Μήδεια

ἄρχει τῆσδε γῆς Κορινθίας. συγγνωστὰ μέν

Αἰγεύς

τἄρ’ ἦν σε λυπεῖσθαι, γύναι. ὄλωλα· καὶ

Μήδεια

πρός γ’ ἐξελαύνομαι χθονός. πρὸς τοῦ;
695

Αἰγεύς

τόδ’ ἄλλο καινὸν αὖ λέγεις κακόν. Κρέων μ’

Μήδεια

ἐλαύνει φυγάδα γῆς Κορινθίας. ἐᾷ δ’

Αἰγεύς

Ἰάσων; οὐδὲ ταῦτ’ ἐπῄνεσα. λόγῳ μὲν

Μήδεια

οὐχί, καρτερεῖν δὲ βούλεται. ἀλλ’ ἄντομαί
σε τῆσδε πρὸς γενειάδος γονάτων τε
700
τῶν σῶν ἱκεσία τε γίγνομαι, οἴκτιρον οἴκτιρόν
με τὴν δυσδαίμονα καὶ μή
μ’ ἔρημον ἐκπεσοῦσαν εἰσίδῃς, δέξαι δὲ
χώρᾳ καὶ δόμοις ἐφέστιον. οὕτως ἔρως
σοὶ πρὸς θεῶν τελεσφόρος γένοιτο παίδων,
705
καὐτὸς ὄλβιος θάνοις. εὕρημα δ’
οὐκ οἶσθ’ οἷον ηὕρηκας τόδε· παύσω δέ
σ’ ὄντ’ ἄπαιδα καὶ παίδων γονὰς σπεῖραί σε
θήσω· τοιάδ’ οἶδα φάρμακα. πολλῶν ἕκατι

Αἰγεύς

τήνδε σοι δοῦναι χάριν, γύναι, πρόθυμός
710
εἰμι, πρῶτα μὲν θεῶν, ἔπειτα παίδων
ὧν ἐπαγγέλλῃ γονάς· ἐς τοῦτο
γὰρ δὴ φροῦδός εἰμι πᾶς ἐγώ. οὕτω δ’
ἔχει μοι· σοῦ μὲν ἐλθούσης χθόνα, πειράσομαί σου
προξενεῖν δίκαιος ὤν. τόσον γε
715
μέντοι σοι προσημαίνω, γύναι· ἐκ τῆσδε
μὲν γῆς οὔ σ’ ἄγειν βουλήσομαι, αὐτὴ δ’
ἐάνπερ εἰς ἐμοὺς ἔλθῃς δόμους, μενεῖς ἄσυλος
κοὔ σε μὴ μεθῶ τινι. ἐκ τῆσδε
δ’ αὐτὴ γῆς ἀπαλλάσσου πόδα· ἀναίτιος γὰρ
720
καὶ ξένοις εἶναι θέλω. ἔσται τάδ’·

Μήδεια

ἀλλὰ πίστις εἰ γένοιτό μοι τούτων, ἔχοιμ’
ἂν πάντα πρὸς σέθεν καλῶς. μῶν οὐ

Αἰγεύς

πέποιθας; ἢ τί σοι τὸ δυσχερές;

Μήδεια

πέποιθα· Πελίου δ’ ἐχθρός ἐστί μοι δόμος
725
Κρέων τε. τούτοις δ’ ὁρκίοισι μὲν ζυγεὶς
ἄγουσιν οὐ μεθεῖ’ ἂν ἐκ γαίας ἐμέ·
λόγοις δὲ συμβὰς καὶ θεῶν ἀνώμοτος
φίλος γένοι’ ἂν τἀπικηρυκεύματα· —
οὐκ ἂν πίθοιο· τἀμὰ μὲν γὰρ ἀσθενῆ,
730
τοῖς δ’ ὄλβος ἐστὶ καὶ πολλὴν δόμος ἔλεξας τυραννικός. ἐν

Αἰγεύς

λόγοις προμηθίαν· ἀλλ’, εἰ δοκεῖ
σοι, δρᾶν τάδ’ οὐκ ἀφίσταμαι. ἐμοί τε γὰρ
τάδ’ ἐστὶν ἀσφαλέστατα, σκῆψίν τιν’ ἐχθροῖς
σοῖς ἔχοντα δεικνύναι, τὸ σόν τ’
735
ἄραρε μᾶλλον· ἐξηγοῦ θεούς. ὄμνυ πέδον Γῆς,

Μήδεια

πατέρα θ’ Ἥλιον πατρὸς τοὐμοῦ, θεῶν τε
συντιθεὶς ἅπαν γένος. τί χρῆμα δράσειν

Αἰγεύς

ἢ τί μὴ δράσειν; λέγε. μήτ’ αὐτὸς ἐκ

Μήδεια

γῆς σῆς ἔμ’ ἐκβαλεῖν ποτε, μήτ’ ἄλλος ἤν
740
τις τῶν ἐμῶν ἐχθρῶν ἄγειν χρῄζῃ, μεθήσειν ζῶν
ἑκουσίῳ τρόπῳ. ὄμνυμι Γαῖαν Ἡλίου

Αἰγεύς

θ’ ἁγνὸν σέβας θεούς τε πάντας
ἐμμενεῖν ἅ σου κλύω. ἀρκεῖ· τί δ’

Μήδεια

ὅρκῳ τῷδε μὴ ’μμένων πάθοις; ἃ τοῖσι δυσσεβοῦσι
745

Αἰγεύς

γίγνεται βροτῶν. χαίρων πορεύου· πάντα

Μήδεια

γὰρ καλῶς ἔχει. κἀγὼ πόλιν σὴν
ὡς τάχιστ’ ἀφίξομαι, πράξασ’ ἃ μέλλω
καὶ τυχοῦσ’ ἃ βούλομαι. ἀλλά σ’ ὁ

Χορός

Μαίας πομπαῖος ἄναξ πελάσειε δόμοις, ὧν
750
τ’ ἐπίνοιαν σπεύδεις κατέχων πράξειας,
ἐπεὶ γενναῖος ἀνήρ, Αἰγεῦ,
παρ’ ἐμοὶ
δεδόκησαι.

Μήδεια

ὦ Ζεῦ Δίκη τε Ζηνὸς Ἡλίου τε φῶς,
755
νῦν καλλίνικοι τῶν ἐμῶν ἐχθρῶν, φίλαι,
γενησόμεσθα κεἰς ὁδὸν βεβήκαμεν·
νῦν δ’ ἐλπὶς ἐχθροὺς τοὺς ἐμοὺς τείσειν δίκην.
οὗτος γὰρ ἁνὴρ ᾗ μάλιστ’ ἐκάμνομεν
λιμὴν πέφανται τῶν ἐμῶν βουλευμάτων·
760
ἐκ τοῦδ’ ἀναψόμεσθα πρυμνήτην κάλων,
μολόντες ἄστυ καὶ πόλισμα Παλλάδος.
ἤδη δὲ πάντα τἀμά σοι βουλεύματα
λέξω· δέχου δὲ μὴ πρὸς ἡδονὴν λόγους.
πέμψασ’ ἐμῶν τιν’ οἰκετῶν Ἰάσονα
765
ἐς ὄψιν ἐλθεῖν τὴν ἐμὴν αἰτήσομαι·
μολόντι δ’ αὐτῷ μαλθακοὺς λέξω λόγους,
ὡς καὶ δοκεῖ μοι ταὐτά, καὶ καλῶς ἔχειν
γάμους τυράννων οὓς προδοὺς ἡμᾶς ἔχει·
καὶ ξύμφορ’ εἶναι καὶ καλῶς ἐγνωσμένα.
770
παῖδας δὲ μεῖναι τοὺς ἐμοὺς αἰτήσομαι,
οὐχ ὡς λιποῦσ’ ἂν πολεμίας ἐπὶ χθονὸς
ἐχθροῖσι παῖδας τοὺς ἐμοὺς καθυβρίσαι,
ἀλλ’ ὡς δόλοισι παῖδα βασιλέως κτάνω.
πέμψω γὰρ αὐτοὺς δῶρ’ ἔχοντας ἐν χεροῖν,
775
νύμφῃ φέροντας, τήνδε μὴ φυγεῖν χθόνα,
λεπτόν τε πέπλον καὶ πλόκον χρυσήλατον·
κἄνπερ λαβοῦσα κόσμον ἀμφιθῇ χροΐ,
κακῶς ὀλεῖται πᾶς θ’ ὃς ἂν θίγῃ κόρης·
τοιοῖσδε χρίσω φαρμάκοις δωρήματα.
780
ἐνταῦθα μέντοι τόνδ’ ἀπαλλάσσω λόγον·
ᾤμωξα δ’ οἷον ἔργον ἔστ’ ἐργαστέον
τοὐντεῦθεν ἡμῖν· τέκνα γὰρ κατακτενῶ
τἄμ’· οὔτις ἔστιν ὅστις ἐξαιρήσεται·
δόμον τε πάντα συγχέασ’ Ἰάσονος
785
ἔξειμι γαίας, φιλτάτων παίδων φόνον
φεύγουσα καὶ τλᾶσ’ ἔργον ἀνοσιώτατον.
οὐ γὰρ γελᾶσθαι τλητὸν ἐξ ἐχθρῶν, φίλαι.
ἴτω· τί μοι ζῆν κέρδος; οὔτε μοι πατρὶς
οὔτ’ οἶκος ἔστιν οὔτ’ ἀποστροφὴ κακῶν.
790
ἡμάρτανον τόθ’ ἡνίκ’ ἐξελίμπανον
δόμους πατρῴους, ἀνδρὸς Ἕλληνος λόγοις
πεισθεῖσ’, ὃς ἡμῖν σὺν θεῷ τείσει δίκην.
οὔτ’ ἐξ ἐμοῦ γὰρ παῖδας ὄψεταί ποτε
ζῶντας τὸ λοιπὸν οὔτε τῆς νεοζύγου
795
νύμφης τεκνώσει παῖδ’, ἐπεὶ κακῶς κακὴν
θανεῖν σφ’ ἀνάγκη τοῖς ἐμοῖσι φαρμάκοις.
μηδείς με φαύλην κἀσθενῆ νομιζέτω
μηδ’ ἡσυχαίαν, ἀλλὰ θατέρου τρόπου,
βαρεῖαν ἐχθροῖς καὶ φίλοισιν εὐμενῆ·
800
τῶν γὰρ τοιούτων ἐπείπερ εὐκλεέστατος ἡμῖν βίος. τόνδ’

Χορός

ἐκοίνωσας λόγον, σέ τ’’ ὠφελεῖν
θέλουσα, καὶ νόμοις βροτῶν ξυλλαμβάνουσα, δρᾶν σ’
ἀπεννέπω τάδε. οὐκ ἔστιν ἄλλως·

Μήδεια

σοὶ δὲ συγγνώμη λέγειν τάδ’ ἐστί, μὴ
805
πάσχουσαν, ὡς ἐγώ, κακῶς. ἀλλὰ κτανεῖν σὸν

Χορός

σπέρμα τολμήσεις, γύναι; οὕτω γὰρ ἂν

Μήδεια

μάλιστα δηχθείη πόσις. σὺ δ’ ἂν

Χορός

γένοιό γ’ ἀθλιωτάτη γυνή. ἴτω· περισσοὶ πάντες

Μήδεια

οὑν μέσῳ λόγοι. ἀλλ’ εἶα χώρει
810
καὶ κόμιζ’ Ἰάσονα· ἐς πάντα γὰρ
δὴ σοὶ τὰ πιστὰ χρώμεθα. λέξῃς δὲ μηδὲν
τῶν ἐμοὶ δεδογμένων, εἴπερ φρονεῖς εὖ
δεσπόταις γυνή τ’ ἔφυς. Ἐρεχθεΐδαι τὸ παλαιὸν

Χορός

ὄλβιοι καὶ θεῶν παῖδες
815
μακάρων, ἱερᾶς χώρας ἀπορθήτου τ’
ἄπο, φερβόμενοι κλεινοτάταν σοφίαν, αἰεὶ
διὰ λαμπροτάτου βαίνοντες ἁβρῶς αἰθέρος,
ἔνθα ποθ’ ἁγνὰς ἐννέα Πιερίδας Μούσας
λέγουσι ξανθὰν Ἁρμονίαν φυτεῦσαι·
820
τοῦ καλλινάου τ’
ἐπὶ Κηφισοῦ ῥοαῖς τὰν Κύπριν κλῄζουσιν
ἀφυσσαμέναν χώραν καταπνεῦσαι μετρίας
ἀνέμων ἡδυπνόους αὔρας· αἰεὶ
δ’ ἐπιβαλλομέναν χαίταισιν εὐώδη ῥοδέων
825
πλόκον ἀνθέων τᾷ Σοφίᾳ παρέδρους
πέμπειν Ἔρωτας, παντοίας ἀρετᾶς ξυνεργούς.
πῶς οὖν ἱερῶν
ποταμῶν ἢ πόλις; ἦ
φίλων πόμπιμός σε χώρα
830
τὰν παιδολέτειραν ἕξει,
τὰν οὐχ ὁσίαν
μετ’ ἄλλων; σκέψαι τεκέων πλαγάν,
σκέψαι φόνον οἷον
αἴρῃ. μή, πρὸς γονάτων
835
σε πάντη πάντως ἱκετεύομεν, τέκνα
φονεύσῃς. πόθεν
θράσος ἢ
φρενὸς ἢ χειρὶ τέκνων σέθεν
καρδίᾳ τε λήψῃ
840
δεινὰν προσάγουσα τόλμαν;
πῶς δ’ ὄμματα
προσβαλοῦσα τέκνοις ἄδακρυν μοῖραν
σχήσεις φόνου; οὐ
δυνάσῃ, παίδων ἱκετᾶν πιτνόντων,
845
τέγξαι χέρα φοινίαν
τλάμονι θυμῷ. ἥκω

Ἰάσων

κελευσθείς· καὶ
γὰρ οὖσα δυσμενὴς οὔ τἂν ἁμάρτοις
τοῦδέ γ’, ἀλλ’ ἀκούσομαι τί χρῆμα βούλῃ
850
καινὸν ἐξ ἐμοῦ, γύναι.

Μήδεια

Ἰᾶσον, αἰτοῦμαί σε τῶν εἰρημένων
συγγνώμον’ εἶναι· τὰς δ’ ἐμὰς ὀργὰς φέρειν
εἰκός σ’, ἐπεὶ νῷν πόλλ’ ὑπείργασται φίλα.
ἐγὼ δ’ ἐμαυτῇ διὰ λόγων ἀφικόμην
855
κἀλοιδόρησα· Σχετλία, τί μαίνομαι
καὶ δυσμεναίνω τοῖσι βουλεύουσιν εὖ,
ἐχθρὰ δὲ γαίας κοιράνοις καθίσταμαι
πόσει θ’, ὃς ἡμῖν δρᾷ τὰ συμφορώτατα,
γήμας τύραννον καὶ κασιγνήτους τέκνοις
860
ἐμοῖς φυτεύων; οὐκ ἀπαλλαχθήσομαι
θυμοῦ — τί πάσχω; — θεῶν ποριζόντων καλῶς;
οὐκ εἰσὶ μέν μοι παῖδες, οἶδα δὲ χθόνα
φεύγοντας ἡμᾶς καὶ σπανίζοντας φίλων;
ταῦτ’ ἐννοήσασ’ ᾐσθόμην ἀβουλίαν
865
πολλὴν ἔχουσα καὶ μάτην θυμουμένη.
νῦν οὖν ἐπαινῶ· σωφρονεῖν τ’ ἐμοὶ δοκεῖς
κῆδος τόδ’ ἡμῖν προσλαβών, ἐγὼ δ’ ἄφρων,
ᾗ χρῆν μετεῖναι τῶνδε τῶν βουλευμάτων,
καὶ ξυγγαμεῖν σοι, καὶ παρεστάναι λέχει
870
νύμφην τε κηδεύουσαν ἥδεσθαι σέθεν.
ἀλλ’ ἐσμὲν οἷόν ἐσμεν, οὐκ ἐρῶ κακόν,
γυναῖκες· οὔκουν χρῆν σ’ ὁμοιοῦσθαι κακοῖς,
οὐδ’ ἀντιτείνειν νήπι’ ἀντὶ νηπίων.
παριέμεσθα, καί φαμεν κακῶς φρονεῖν
875
τότ’, ἀλλ’ ἄμεινον νῦν βεβούλευμαι τάδε·
ὦ τέκνα τέκνα, δεῦτε, λείπετε στέγας,
ἐξέλθετ’, ἀσπάσασθε καὶ προσείπατε
πατέρα μεθ’ ἡμῶν, καὶ διαλλάχθηθ’ ἅμα
τῆς πρόσθεν ἔχθρας ἐς φίλους μητρὸς μέτα·
880
σπονδαὶ γὰρ ἡμῖν καὶ μεθέστηκεν χόλος.
λάβεσθε χειρὸς δεξιᾶς· οἴμοι, κακῶν
ὡς ἐννοοῦμαι δή τι τῶν κεκρυμμένων.
ἆρ’, ὦ τέκν’, οὕτω καὶ πολὺν ζῶντες χρόνον
φίλην ὀρέξετ’ ὠλένην; τάλαιν’ ἐγώ,
885
ὡς ἀρτίδακρύς εἰμι καὶ φόβου πλέα.
χρόνῳ δὲ νεῖκος πατρὸς ἐξαιρουμένη
ὄψιν τέρειναν τήνδ’ κἀμοὶ ἔπλησα κατ’ δακρύων. ὄσσων

Χορός

χλωρὸν ὡρμήθη δάκρυ· καὶ μὴ προβαίη
μεῖζον ἢ τὸ νῦν κακόν. αἰνῶ, γύναι, τάδ’,
890

Ἰάσων

οὐδ’ ἐκεῖνα μέμφομαι· εἰκὸς γὰρ ὀργὰς
θῆλυ ποιεῖσθαι γένος γάμου παρεμπολῶντος ἀλλοίου
πόσει. ἀλλ’ ἐς τὸ
λῷον σὸν μεθέστηκεν κέαρ, ἔγνως δὲ τὴν
νικῶσαν, ἀλλὰ τῷ χρόνῳ, βουλήν· γυναικὸς ἔργα
895
ταῦτα σώφρονος. ὑμῖν δέ, παῖδες,
οὐκ ἀφροντίστως πατὴρ πολλὴν ἔθηκε σὺν
θεοῖς σωτηρίαν· οἶμαι γὰρ ὑμᾶς
τῆσδε γῆς Κορινθίας τὰ πρῶτ’ ἔσεσθαι
σὺν κασιγνήτοις ἔτι. ἀλλ’ αὐξάνεσθε· τἄλλα
900
δ’ ἐξεργάζεται πατήρ τε καὶ
θεῶν ὅστις ἐστὶν εὐμενής· ἴδοιμι δ’ ὑμᾶς
εὐτραφεῖς ἥβης τέλος μολόντας, ἐχθρῶν τῶν
ἐμῶν ὑπερτέρους. αὕτη, τί χλωροῖς
δακρύοις τέγγεις κόρας, στρέψασα λευκὴν ἔμπαλιν
905
παρηίδα; κοὐκ ἀσμένη τόνδ’
ἐξ ἐμοῦ δέχῃ λόγον; οὐδέν. τέκνων τῶνδ’

Μήδεια

ἐννοουμένη πέρι. θάρσει νυν· εὖ

Ἰάσων

γὰρ τῶνδ’ ἐγὼ θήσω πέρι. δράσω τάδ’· οὔτοι

Μήδεια

σοῖς ἀπιστήσω λόγοις· γυνὴ δὲ θῆλυ
910
κἀπὶ δακρύοις ἔφυ. τί δῆτα λίαν

Ἰάσων

τοῖσδ’ ἐπιστένεις τέκνοις; ἔτικτον αὐτούς· ζῆν

Μήδεια

δ’ ὅτ’ ἐξηύχου τέκνα, ἐσῆλθέ μ’ οἶκτος
εἰ γενήσεται τάδε. ἀλλ’ ὧνπερ οὕνεκ’
εἰς ἐμοὺς ἥκεις λόγους, τὰ μὲν λέλεκται,
915
τῶν δ’ ἐγὼ μνησθήσομαι. ἐπεὶ τυράννοις γῆς
μ’ ἀποστεῖλαι δοκεῖ — κἀμοὶ τάδ’ ἐστὶ
λῷστα, γιγνώσκω καλῶς, μήτ’ ἐμποδὼν σοὶ
μήτε κοιράνοις χθονὸς ναίειν· δοκῶ γὰρ
δυσμενὴς εἶναι δόμοις — ἡμεῖς μὲν ἐκ
920
γῆς τῆσδ’ ἀπαίρομεν φυγῇ, παῖδες δ’ ὅπως
ἂν ἐκτραφῶσι σῇ χερί, αἰτοῦ Κρέοντα τήνδε
μὴ φεύγειν χθόνα. οὐκ οἶδ’ ἂν

Ἰάσων

εἰ πείσαιμι, πειρᾶσθαι δὲ χρή. σὺ δ’ ἀλλὰ

Μήδεια

σὴν κέλευσον αἰτεῖσθαι πατρὸς γυναῖκα παῖδας τήνδε
925
μὴ φεύγειν χθόνα. μάλιστα, καὶ πείσειν

Ἰάσων

γε δοξάζω σφ’ ἐγώ. εἴπερ γυναικῶν ἐστι

Μήδεια

τῶν ἄλλων μία. συλλήψομαι δὲ τοῦδέ
σοι κἀγὼ πόνου· πέμψω γὰρ αὐτῇ
δῶρ’ ἃ καλλιστεύεται τῶν νῦν ἐν
930
ἀνθρώποισιν, οἶδ’ ἐγώ, πολύ, λεπτόν τε πέπλον
καὶ πλόκον χρυσήλατον παῖδας φέροντας. ἀλλ’
ὅσον τάχος χρεὼν κόσμον κομίζειν δεῦρο
προσπόλων τινά. εὐδαιμονήσει δ’ οὐχ
ἕν, ἀλλὰ μυρία, ἀνδρός τ’ ἀρίστου
935
σοῦ τυχοῦσ’ ὁμευνέτου κεκτημένη τε κόσμον
ὅν ποθ’ Ἥλιος πατρὸς πατὴρ δίδωσιν
ἐκγόνοισιν οἷς. λάζυσθε φερνὰς τάσδε,
παῖδες, ἐς χέρας καὶ τῇ τυράννῳ
μακαρίᾳ νύμφῃ δότε φέροντες· οὔτοι δῶρα
940
μεμπτὰ δέξεται. τί δ’, ὦ

Ἰάσων

ματαία, τῶνδε σὰς κενοῖς χέρας; δοκεῖς σπανίζειν δῶμα
βασίλειον πέπλων, δοκεῖς δὲ χρυσοῦ;
σῷζε, μὴ δίδου τάδε. εἴπερ γὰρ ἡμᾶς
ἀξιοῖ λόγου τινὸς γυνή, προθήσει χρημάτων,
945
σάφ’ οἶδ’ ἐγώ. μή μοι σύ·

Μήδεια

πείθειν δῶρα καὶ θεοὺς λόγος· χρυσὸς δὲ κρείσσων
μυρίων λόγων βροτοῖς. κείνης ὁ δαίμων,
κεῖνα νῦν αὔξει θεός, νέα τυραννεῖ· τῶν
δ’ ἐμῶν παίδων φυγὰς ψυχῆς ἂν ἀλλαξαίμεθ’,
950
οὐ χρυσοῦ μόνον. ἀλλ’, ὦ τέκν’,
εἰσελθόντε πλουσίους δόμους πατρὸς νέαν γυναῖκα,
δεσπότιν δ’ ἐμήν, ἱκετεύετ’, ἐξαιτεῖσθε μὴ
φυγεῖν χθόνα, κόσμον διδόντες — τοῦδε
γὰρ μάλιστα δεῖ — ἐς χεῖρ’ ἐκείνης
955
δῶρα δέξασθαι τάδε. ἴθ’ ὡς τάχιστα·
μητρὶ δ’ ὧν ἐρᾷ τυχεῖν εὐάγγελοι γένοισθε πράξαντες
καλῶς. νῦν ἐλπίδες οὐκέτι

Χορός

μοι παίδων ζόας, οὐκέτι· στείχουσι γὰρ
ἐς φόνον ἤδη. δέξεται νύμφα χρυσέων
960
ἀναδεσμῶν δέξεται δύστανος ἄταν·
ξανθᾷ δ’ ἀμφὶ
κόμᾳ θήσει τὸν Ἅιδα κόσμον αὐτὰ χεροῖν.
λαβοῦσα. πείσει χάρις ἀμβρόσιός
τ’ αὐγὰ πέπλων χρυσέων τευκτὸν στέφανον
965
περιθέσθαι· νερτέροις δ’ ἤδη
πάρα νυμφοκομήσει. τοῖον εἰς ἕρκος
πεσεῖται καὶ μοῖραν θανάτου
δύστανος· ἄταν δ’ οὐχ ὑπεκφεύξεται. σὺ
δ’, ὦ
970
τάλαν, ὦ κακόνυμφε κηδεμὼν τυράννων, παισὶν οὐ κατειδὼς
ὄλεθρον βιοτᾷ προσάγεις
ἀλόχῳ τε σᾷ στυγερὸν θάνατον.
δύστανε μοίρας ὅσον
παροίχῃ. μεταστένομαι δὲ σὸν
975
ἄλγος, ὦ τάλαινα παίδων μᾶτερ, ἃ φονεύσεις
τέκνα νυμφιδίων ἕνεκεν
λεχέων, ἅ σοι προλιπὼν ἀνόμως
ἄλλᾳ ξυνοικεῖ πόσις
συνεύνῳ. δέσποιν’, ἀφεῖνται παῖδες
980

Παιδαγωγός

οἵδε σοὶ φυγῆς, καὶ δῶρα νύμφη
βασιλὶς ἀσμένη χεροῖν ἐδέξατ’· εἰρήνη δὲ
τἀκεῖθεν τέκνοις. ἔα. τί συγχυθεῖσ’
ἕστηκας
ἡνίκ’ εὐτυχεῖς; τί σὴν ἔστρεψας
985
ἔμπαλιν παρηίδα κοὐκ ἀσμένη τόνδ’
ἐξ ἐμοῦ δέχῃ λόγον; αἰαῖ. τάδ’ οὐ
ξυνῳδὰ
τοῖσιν ἐξηγγελμένοις. αἰαῖ μάλ’ αὖθις.

Παιδαγωγός.

μῶν τιν’ ἀγγέλλων
990
τύχην οὐκ οἶδα, δόξης
δ’ ἐσφάλην εὐαγγέλου; ἤγγειλας οἷ’ ἤγγειλας·

Μήδεια

οὐ σὲ μέμφομαι· τί δαὶ κατηφεῖς

Παιδαγωγός

ὄμμα καὶ δακρυρροεῖς; πολλή μ’ ἀνάγκη,

Μήδεια

πρέσβυ· ταῦτα γὰρ θεοὶ κἀγὼ κακῶς φρονοῦσ’
995
ἐμηχανησάμην. θάρσει· κάτει τοι

Παιδαγωγός

καὶ σὺ πρὸς τέκνων ἔτι. ἄλλους κατάξω πρόσθεν

Μήδεια

ἡ τάλαιν’ ἐγώ. οὔτοι μόνη σὺ

Παιδαγωγός

σῶν ἀπεζύγης τέκνων· κούφως φέρειν χρὴ
θνητὸν ὄντα συμφοράς.
1000

Μήδεια

δράσω τάδ’. ἀλλὰ βαῖνε δωμάτων ἔσω
καὶ παισὶ πόρσυν’ οἷα χρὴ καθ’ ἡμέραν.
ὦ τέκνα τέκνα, σφῷν μὲν ἔστι δὴ πόλις
καὶ δῶμ’, ἐν ᾧ, λιπόντες ἀθλίαν ἐμέ,
οἰκήσετ’ αἰεὶ μητρὸς ἐστερημένοι·
1005
ἐγὼ δ’ ἐς ἄλλην γαῖαν εἶμι δὴ φυγάς,
πρὶν σφῷν ὀνάσθαι κἀπιδεῖν εὐδαίμονας,
πρὶν λέκτρα καὶ γυναῖκα καὶ γαμηλίους
εὐνὰς ἀγῆλαι λαμπάδας τ’ ἀνασχεθεῖν.
ὦ δυστάλαινα τῆς ἐμῆς αὐθαδίας.
1010
ἄλλως ἄρ’ ὑμᾶς, ὦ τέκν’, ἐξεθρεψάμην,
ἄλλως δ’ ἐμόχθουν καὶ κατεξάνθην πόνοις,
στερρὰς ἐνεγκοῦσ’ ἐν τόκοις ἀλγηδόνας.
ἦ μήν ποθ’ ἡ δύστηνος εἶχον ἐλπίδας
πολλὰς ἐν ὑμῖν, γηροβοσκήσειν τ’ ἐμὲ
1015
καὶ κατθανοῦσαν χερσὶν εὖ περιστελεῖν,
ζηλωτὸν ἀνθρώποισι· νῦν δ’ ὄλωλε δὴ
γλυκεῖα φροντίς. σφῷν γὰρ ἐστερημένη
λυπρὸν διάξω βίοτον ἀλγεινόν τ’ ἐμοί.
ὑμεῖς δὲ μητέρ’ οὐκέτ’ ὄμμασιν φίλοις
1020
ὄψεσθ’, ἐς ἄλλο σχῆμ’ ἀποστάντες βίου.
φεῦ φεῦ· τί προσδέρκεσθέ μ’ ὄμμασιν, τέκνα;
τί προσγελᾶτε τὸν πανύστατον γέλων;
αἰαῖ· τί δράσω; καρδία γὰρ οἴχεται,
γυναῖκες, ὄμμα φαιδρὸν ὡς εἶδον τέκνων.
1025
οὐκ ἂν δυναίμην· χαιρέτω βουλεύματα
τὰ πρόσθεν· ἄξω παῖδας ἐκ γαίας ἐμούς.
τί δεῖ με πατέρα τῶνδε τοῖς τούτων κακοῖς
λυποῦσαν αὐτὴν δὶς τόσα κτᾶσθαι κακά;
οὐ δῆτ’ ἔγωγε. χαιρέτω βουλεύματα.
1030
καίτοι τί πάσχω; βούλομαι γέλωτ’ ὀφλεῖν
ἐχθροὺς μεθεῖσα τοὺς ἐμοὺς ἀζημίους;
τολμητέον τάδ’. ἀλλὰ τῆς ἐμῆς κάκης,
τὸ καὶ προσέσθαι μαλθακοὺς λόγους φρενί.
χωρεῖτε, παῖδες, ἐς δόμους. ὅτῳ δὲ μὴ
1035
θέμις παρεῖναι τοῖς ἐμοῖσι θύμασιν,
αὐτῷ μελήσει· χεῖρα δ’ οὐ διαφθερῶ.
ἆ ἆ.
μὴ δῆτα, θυμέ, μὴ σύ γ’ ἐργάσῃ τάδε·
ἔασον αὐτούς, ὦ τάλαν, φεῖσαι τέκνων·
1040
ἐκεῖ μεθ’ ἡμῶν ζῶντες εὐφρανοῦσί σε.
μὰ τοὺς παρ’ Ἅιδῃ νερτέρους ἀλάστορας,
οὔτοι ποτ’ ἔσται τοῦθ’ ὅπως ἐχθροῖς ἐγὼ
παῖδας παρήσω τοὺς ἐμοὺς καθυβρίσαι.
πάντως σφ’ ἀνάγκη κατθανεῖν· ἐπεὶ δὲ χρή,
1045
ἡμεῖς κτενοῦμεν οἵπερ ἐξεφύσαμεν.
πάντως πέπρακται ταῦτα κοὐκ ἐκφεύξεται.
καὶ δὴ ’πὶ κρατὶ στέφανος, ἐν πέπλοισι δὲ
νύμφη τύραννος ὄλλυται, σάφ’ οἶδ’ ἐγώ.
ἀλλ’, εἶμι γὰρ δὴ τλημονεστάτην ὁδόν,
1050
καὶ τούσδε πέμψω τλημονεστέραν ἔτι,
παῖδας προσειπεῖν βούλομαι. — δότ’, ὦ τέκνα,
δότ’ ἀσπάσασθαι μητρὶ δεξιὰν χέρα.
ὦ φιλτάτη χείρ, φίλτατον δέ μοι στόμα
καὶ σχῆμα καὶ πρόσωπον εὐγενὲς τέκνων,
1055
εὐδαιμονοῖτον, ἀλλ’ ἐκεῖ· τὰ δ’ ἐνθάδε
πατὴρ ἀφείλετ’. ὦ γλυκεῖα προσβολή,
ὦ μαλθακὸς χρὼς πνεῦμά θ’ ἥδιστον τέκνων.
χωρεῖτε χωρεῖτ’· οὐκέτ’ εἰμὶ προσβλέπειν
οἵα τε πρὸς ὑμᾶς, ἀλλὰ νικῶμαι κακοῖς.
1060
καὶ μανθάνω μὲν οἷα δρᾶν μέλλω κακά,
θυμὸς δὲ κρείσσων τῶν ἐμῶν βουλευμάτων,
ὅσπερ μεγίστων αἴτιος πολλάκις κακῶν ἤδη βροτοῖς. διὰ

Χορός

λεπτοτέρων μύθων
ἔμολον καὶ πρὸς ἁμίλλας
1065
ἦλθον μείζους ἢ χρὴ γενεὰν
θῆλυν ἐρευνᾶν· ἀλλὰ γὰρ ἔστιν
μοῦσα καὶ ἡμῖν, ἣ προσομιλεῖ σοφίας
ἕνεκεν· πάσαισι μὲν οὔ·
παῦρον δὲ δὴ γένος ἐν πολλαῖς
1070
εὕροις ἂν ἴσως κοὐκ ἀπόμουσον τὸ
γυναικῶν. καί φημι βροτῶν
οἵτινές εἰσιν πάμπαν ἄπειροι μηδ’
ἐφύτευσαν παῖδας, προφέρειν εἰς
εὐτυχίαν τῶν γειναμένων. οἱ
1075
μὲν ἄτεκνοι
δι’ ἀπειροσύνην εἴθ’ ἡδὺ βροτοῖς
εἴτ’ ἀνιαρὸν παῖδες τελέθουσ’ οὐχὶ
τυχόντες πολλῶν μόχθων ἀπέχονται·
οἷσι δὲ τέκνων
1080
ἔστιν ἐν οἴκοις γλυκερὸν βλάστημ’, ὁρῶ
μελέτῃ κατατρυχομένους τὸν ἅπαντα
χρόνον, πρῶτον μὲν ὅπως
θρέψουσι καλῶς βίοτόν θ’ ὁπόθεν
λείψουσι τέκνοις· ἔτι δ’ ἐκ
1085
τούτων εἴτ’ ἐπὶ φλαύροις εἴτ’ ἐπὶ χρηστοῖς
μοχθοῦσι, τόδ’ ἐστὶν
ἄδηλον. ἓν δὲ τὸ
πάντων λοίσθιον ἤδη πᾶσιν κατερῶ θνητοῖσι
κακόν· καὶ δὴ γὰρ
1090
ἅλις βίοτόν θ’ ηὗρον σῶμά τ’ ἐς
ἥβην ἤλυθε τέκνων χρηστοί τ’ ἐγένοντ’·
εἰ δὲ κυρήσαι δαίμων οὕτως, φροῦδος
ἐς Ἅιδην θάνατος προφέρων σώματα
τέκνων. πῶς οὖν λύει
1095
πρὸς τοῖς ἄλλοις τήνδ’ ἔτι λύπην
ἀνιαροτάτην παίδων ἕνεκεν θνητοῖσι
θεοὺς ἐπιβάλλειν;

Μήδεια

φίλαι, πάλαι τοι
προσμένουσα τὴν τύχην καραδοκῶ τἀκεῖθεν οἷ
1100
προβήσεται. καὶ δὴ δέδορκα
τόνδε τῶν Ἰάσονος στείχοντ’ ὀπαδῶν· πνεῦμα
δ’ ἠρεθισμένον δείκνυσιν ὥς τι
καινὸν ἀγγελεῖ κακόν. ὦ δεινὸν ἔργον

Ἄγγελος

παρανόμως εἰργασμένη, Μήδεια, φεῦγε φεῦγε,
1105
μήτε ναΐαν λιποῦσ’ ἀπήνην μήτ’
ὄχον πεδοστιβῆ. τί δ’ ἄξιόν

Μήδεια

μοι τῆσδε τυγχάνει φυγῆς; ὄλωλεν ἡ τύραννος

Ἄγγελος

ἀρτίως κόρη Κρέων θ’ ὁ
φύσας φαρμάκων τῶν σῶν ὕπο. κάλλιστον εἶπας μῦθον,
1110

Μήδεια

ἐν δ’ εὐεργέταις τὸ λοιπὸν ἤδη
καὶ φίλοις ἐμοῖς ἔσῃ. τί φῄς; φρονεῖς

Ἄγγελος

μὲν ὀρθὰ κοὐ μαίνῃ, γύναι, ἥτις, τυράννων ἑστίαν
ᾐκισμένη, χαίρεις κλύουσα κοὐ
φοβῇ τὰ τοιάδε; ἔχω τι κἀγὼ
1115

Μήδεια

τοῖς γε σοῖς ἐναντίον λόγοισιν εἰπεῖν· ἀλλὰ
μὴ σπέρχου, φίλος, λέξον δέ· πῶς
ὤλοντο; δὶς τόσον γὰρ ἂν τέρψειας ἡμᾶς, εἰ
τεθνᾶσι παγκάκως.

Ἄγγελος

ἐπεὶ τέκνων σῶν ἦλθε δίπτυχος γονὴ
1120
σὺν πατρί, καὶ παρῆλθε νυμφικοὺς δόμους,
ἥσθημεν οἵπερ σοῖς ἐκάμνομεν κακοῖς
δμῶες· δι’ ὤτων δ’ εὐθὺς ἦν πολὺς λόγος
σὲ καὶ πόσιν σὸν νεῖκος ἐσπεῖσθαι τὸ πρίν.
κυνεῖ δ’ ὃ μέν τις χεῖρ’, ὃ δὲ ξανθὸν κάρα
1125
παίδων· ἐγὼ δὲ καὐτὸς ἡδονῆς ὕπο
στέγας γυναικῶν σὺν τέκνοις ἅμ’ ἑσπόμην.
δέσποινα δ’ ἣν νῦν ἀντὶ σοῦ θαυμάζομεν,
πρὶν μὲν τέκνων σῶν εἰσιδεῖν ξυνωρίδα,
πρόθυμον εἶχ’ ὀφθαλμὸν εἰς Ἰάσονα·
1130
ἔπειτα μέντοι προὐκαλύψατ’ ὄμματα
λευκήν τ’ ἀπέστρεψ’ ἔμπαλιν παρηίδα,
παίδων μυσαχθεῖσ’ εἰσόδους· πόσις δὲ σὸς
ὀργάς τ’ ἀφῄρει καὶ χόλον νεάνιδος
λέγων τάδ’· Οὐ μὴ δυσμενὴς ἔσῃ φίλοις,
1135
παύσῃ δὲ θυμοῦ καὶ πάλιν στρέψεις κάρα,
φίλους νομίζουσ’ οὕσπερ ἂν πόσις σέθεν,
δέξῃ δὲ δῶρα καὶ παραιτήσῃ πατρὸς
φυγὰς ἀφεῖναι παισὶ τοῖσδ’, ἐμὴν χάριν;
ἣ δ’ ὡς ἐσεῖδε κόσμον, οὐκ ἠνέσχετο,
1140
ἀλλ’ ᾔνεσ’ ἀνδρὶ πάντα, καὶ πρὶν ἐκ δόμων
μακρὰν ἀπεῖναι πατέρα καὶ παῖδας, σέθεν
λαβοῦσα πέπλους ποικίλους ἠμπέσχετο,
χρυσοῦν τε θεῖσα στέφανον ἀμφὶ βοστρύχοις
λαμπρῷ κατόπτρῳ σχηματίζεται κόμην,
1145
ἄψυχον εἰκὼ προσγελῶσα σώματος.
κἄπειτ’ ἀναστᾶσ’ ἐκ θρόνων διέρχεται
στέγας, ἁβρὸν βαίνουσα παλλεύκῳ ποδί,
δώροις ὑπερχαίρουσα, πολλὰ πολλάκις
τένοντ’ ἐς ὀρθὸν ὄμμασι σκοπουμένη.
1150
τοὐνθένδε μέντοι δεινὸν ἦν θέαμ’ ἰδεῖν·
χροιὰν γὰρ ἀλλάξασα λεχρία πάλιν
χωρεῖ τρέμουσα κῶλα καὶ μόλις φθάνει
θρόνοισιν ἐμπεσοῦσα μὴ χαμαὶ πεσεῖν.
καί τις γεραιὰ προσπόλων, δόξασά που
1155
ἢ Πανὸς ὀργὰς ἢ τινὸς θεῶν μολεῖν,
ἀνωλόλυξε, πρίν γ’ ὁρᾷ διὰ στόμα
χωροῦντα λευκὸν ἀφρόν, ὀμμάτων τ’ ἄπο
κόρας στρέφουσαν, αἷμά τ’ οὐκ ἐνὸν χροΐ·
εἶτ’ ἀντίμολπον ἧκεν ὀλολυγῆς μέγαν
1160
κωκυτόν. εὐθὺς δ’ ἣ μὲν ἐς πατρὸς δόμους
ὥρμησεν, ἣ δὲ πρὸς τὸν ἀρτίως πόσιν
φράσουσα νύμφης συμφοράν· ἅπασα δὲ
στέγη πυκνοῖσιν ἐκτύπει δρομήμασιν.
ἤδη δ’ ἀνέλκων κῶλον ἔκπλεθρον δρόμου
1165
ταχὺς βαδιστὴς τερμόνων ἂν ἥπτετο,
ἣ δ’ ἐξ ἀναύδου καὶ μύσαντος ὄμματος
δεινὸν στενάξασ’ ἡ τάλαιν’ ἠγείρετο.
διπλοῦν γὰρ αὐτῇ πῆμ’ ἐπεστρατεύετο·
χρυσοῦς μὲν ἀμφὶ κρατὶ κείμενος πλόκος
1170
θαυμαστὸν ἵει νᾶμα παμφάγου πυρός,
πέπλοι δὲ λεπτοί, σῶν τέκνων δωρήματα,
λεπτὴν ἔδαπτον σάρκα τῆς δυσδαίμονος.
φεύγει δ’ ἀναστᾶσ’ ἐκ θρόνων πυρουμένη,
σείουσα χαίτην κρᾶτά τ’ ἄλλοτ’ ἄλλοσε,
1175
ῥῖψαι θέλουσα στέφανον· ἀλλ’ ἀραρότως
σύνδεσμα χρυσὸς εἶχε, πῦρ δ’, ἐπεὶ κόμην
ἔσεισε, μᾶλλον δὶς τόσως ἐλάμπετο.
πίτνει δ’ ἐς οὖδας συμφορᾷ νικωμένη,
πλὴν τῷ τεκόντι κάρτα δυσμαθὴς ἰδεῖν·
1180
οὔτ’ ὀμμάτων γὰρ δῆλος ἦν κατάστασις
οὔτ’ εὐφυὲς πρόσωπον, αἷμα δ’ ἐξ ἄκρου
ἔσταζε κρατὸς συμπεφυρμένον πυρί,
σάρκες δ’ ἀπ’ ὀστέων ὥστε πεύκινον δάκρυ
γναθμοῖς ἀδήλοις φαρμάκων ἀπέρρεον,
1185
δεινὸν θέαμα· πᾶσι δ’ ἦν φόβος θιγεῖν
νεκροῦ· τύχην γὰρ εἴχομεν διδάσκαλον.
πατὴρ δ’ ὁ τλήμων συμφορᾶς ἀγνωσίᾳ
ἄφνω προσελθὼν δῶμα προσπίτνει νεκρῷ·
ᾤμωξε δ’ εὐθύς, καὶ περιπτύξας χέρας
1190
κυνεῖ προσαυδῶν τοιάδ’· Ὦ δύστηνε παῖ,
τίς σ’ ὧδ’ ἀτίμως δαιμόνων ἀπώλεσε;
τίς τὸν γέροντα τύμβον ὀρφανὸν σέθεν
τίθησιν; οἴμοι, συνθάνοιμί σοι, τέκνον.
ἐπεὶ δὲ θρήνων καὶ γόων ἐπαύσατο,
1195
χρῄζων γεραιὸν ἐξαναστῆσαι δέμας
προσείχεθ’ ὥστε κισσὸς ἔρνεσιν δάφνης
λεπτοῖσι πέπλοις, δεινὰ δ’ ἦν παλαίσματα·
ὃ μὲν γὰρ ἤθελ’ ἐξαναστῆσαι γόνυ,
ἣ δ’ ἀντελάζυτ’. εἰ δὲ πρὸς βίαν ἄγοι,
1200
σάρκας γεραιὰς ἐσπάρασσ’ ἀπ’ ὀστέων.
χρόνῳ δ’ ἀπέσβη καὶ μεθῆχ’ ὁ δύσμορος
ψυχήν· κακοῦ γὰρ οὐκέτ’ ἦν ὑπέρτερος.
κεῖνται δὲ νεκροὶ παῖς τε καὶ γέρων πατὴρ
πέλας, ποθεινὴ δακρύοισι συμφορά.
1205
καί μοι τὸ μὲν σὸν ἐκποδὼν ἔστω λόγου·
γνώσῃ γὰρ αὐτὴ ζημίας ἀποστροφήν.
τὰ θνητὰ δ’ οὐ νῦν πρῶτον ἡγοῦμαι σκιάν,
οὐδ’ ἂν τρέσας εἴποιμι τοὺς σοφοὺς βροτῶν
δοκοῦντας εἶναι καὶ μεριμνητὰς λόγων
1210
τούτους μεγίστην ζημίαν ὀφλισκάνειν.
θνητῶν γὰρ οὐδείς ἐστιν εὐδαίμων ἀνήρ·
ὄλβου δ’ ἐπιρρυέντος εὐτυχέστερος
ἄλλου γένοιτ’ ἂν ἄλλος, εὐδαίμων δ’ ἔοιχ’ ἂν ὁ οὔ. δαίμων

Χορός

πολλὰ τῇδ’ ἐν ἡμέρᾳ κακὰ ξυνάπτειν ἐνδίκως
1215
Ἰάσονι. ὦ τλῆμον, ὥς
σου συμφορὰς οἰκτίρομεν, κόρη Κρέοντος, ἥτις
εἰς Ἅιδου δόμους οἴχῃ γάμων ἕκατι
τῶν Ἰάσονος. φίλαι, δέδοκται τοὔργον

Μήδεια

ὡς τάχιστά μοι παῖδας κτανούσῃ τῆσδ’
1220
ἀφορμᾶσθαι χθονός, καὶ μὴ σχολὴν
ἄγουσαν ἐκδοῦναι τέκνα ἄλλῃ φονεῦσαι δυσμενεστέρᾳ
χερί. πάντως σφ’ ἀνάγκη
κατθανεῖν· ἐπεὶ δὲ χρή, ἡμεῖς κτενοῦμεν, οἵπερ
ἐξεφύσαμεν. ἀλλ’ εἶ’ ὁπλίζου,
1225
καρδία. τί μέλλομεν τὰ δεινὰ κἀναγκαῖα
μὴ πράσσειν κακά; ἄγ’, ὦ τάλαινα
χεὶρ ἐμή, λαβὲ ξίφος, λάβ’, ἕρπε πρὸς
βαλβῖδα λυπηρὰν βίου, καὶ μὴ κακισθῇς
μηδ’ ἀναμνησθῇς τέκνων, ὡς φίλταθ’, ὡς
1230
ἔτικτες· ἀλλὰ τήνδε γε λαθοῦ βραχεῖαν ἡμέραν
παίδων σέθεν, κἄπειτα θρήνει· καὶ
γὰρ εἰ κτενεῖς σφ’, ὅμως φίλοι γ’ ἔφυσαν —
δυστυχὴς δ’ ἐγὼ γυνή.

Χορός

ἰὼ Γᾶ τε καὶ παμφαὴς
1235
ἀκτὶς Ἀελίου, κατίδετ’ ἴδετε τὰν
ὀλομέναν γυναῖκα, πρὶν φοινίαν
τέκνοις προσβαλεῖν χέρ’ αὐτοκτόνον·
τεᾶς γὰρ ἀπὸ χρυσέας γονᾶς
ἔβλαστεν, θεοῦ δ’ αἷμά τι πίτνειν
1240
φόβος ὑπ’ ἀνέρων.
ἀλλά νιν, ὦ φάος διογενές, κάτειρ-
γε κατάπαυσον, ἔξελ’ οἴκων φονίαν
τάλαινάν τ’ Ἐρινὺν ὑπ’ ἀλαστόρων.
μάταν μόχθος ἔρρει τέκνων,
1245
ἆρα μάταν γένος φίλιον ἔτεκες, ὦ
κυανεᾶν λιποῦσα Συμπληγάδων
πετρᾶν ἀξενωτάταν ἐσβολάν;
δειλαία, τί σοι φρενῶν βαρὺς
χόλος προσπίτνει καὶ δυσμενὴς
1250
φόνος; ἀμείβεται
χαλεπὰ γὰρ βροτοῖς ὁμογενῆ μιά-
σματα ἐπὶ γαῖαν αὐτοφόνταις ξυνῳ-
δὰ θεόθεν πίτνοντ’ ἐπὶ δόμοις αἰαῖ. ἄχη.
— ἀκούεις βοὰν ἀκούεις τέκνων; —
ἰὼ τλᾶμον, ὦ κακοτυχὲς γύναι.

Παῖδες

— οἴμοι, τί δράσω; ποῖ φύγω μητρὸς χέρας; —
οὐκ οἶδ’, ἄδελφε φίλτατ’· παρέλθω ὀλλύμεσθα δόμους; γάρ. ἀρῆξαι

Χορός

φόνον δοκεῖ μοι τέκνοις.
1260

Παῖδες

— ναί, πρὸς θεῶν, ἀρήξατ’· ἐν δέοντι γάρ. —
ὡς ἐγγὺς ἤδη γ’ ἐσμὲν ἀρκύων ξίφους.

Χορός

— τάλαιν’, ὡς ἄρ’ ἦσθα πέτρος ἢ σίδα-
ρος, ἅτις τέκνων
1265
ὃν ἔτεκες ἄροτον αὐτόχειρι μοίρᾳ κτενεῖς. —
μίαν δὴ κλύω μίαν τῶν πάρος
γυναῖκ’ ἐν φίλοις χέρα βαλεῖν τέκνοις·
Ἰνὼ μανεῖσαν ἐκ θεῶν, ὅθ’ ἡ Διὸς
δάμαρ νιν ἐξέπεμψε δωμάτων ἄλῃ·
1270
πίτνει δ’ ἁ τάλαιν’ ἐς ἅλμαν φόνῳ
τέκνων δυσσεβεῖ,
ἀκτῆς ὑπερτείνασα ποντίας πόδα,
δυοῖν τε παίδοιν συνθανοῦσ’ ἀπόλλυται.
τί δῆτ’ οὖν γένοιτ’ ἂν ἔτι δεινόν; ὦ
1275
γυναικῶν λέχος
πολύπονον, ὅσα βροτοῖς ἔρεξας γυναῖκες, ἤδη αἳ κακά. τῆσδ’

Ἰάσων

ἐγγὺς ἕστατε στέγης, ἆρ’ ἐν δόμοισιν
ἡ τὰ δείν’ εἰργασμένη Μήδεια τοῖσδ’ ἔτ’,
ἢ μεθέστηκεν φυγῇ; δεῖ γάρ νιν
1280
ἤτοι γῆς γε κρυφθῆναι κάτω, ἢ πτηνὸν ἆραι
σῶμ’ ἐς αἰθέρος βάθος, εἰ μὴ τυράννων
δώμασιν δώσει δίκην· πέποιθ’ ἀποκτείνασα κοιράνους
χθονὸς ἀθῷος αὐτὴ τῶνδε
φεύξεσθαι δόμων; ἀλλ’ οὐ γὰρ
1285
αὐτῆς φροντίδ’ ὡς τέκνων ἔχω· κείνην μὲν οὓς
ἔδρασεν ἔρξουσιν κακῶς, ἐμῶν δὲ παίδων
ἦλθον ἐκσῴσων βίον, μή μοί τι
δράσωσ’ οἱ προσήκοντες γένει, μητρῷον ἐκπράσσοντες ἀνόσιον
φόνον. ὦ τλῆμον, οὐκ
1290

Χορός

οἶσθ’ οἷ κακῶν ἐλήλυθας, Ἰᾶσον· οὐ γὰρ
τούσδ’ ἂν ἐφθέγξω λόγους. τί δ’ ἔστιν;

Ἰάσων

ἦ που κἄμ’ ἀποκτεῖναι θέλει; παῖδες τεθνᾶσι χειρὶ

Χορός

μητρῴᾳ σέθεν. οἴμοι τί λέξεις;

Ἰάσων

ὥς μ’ ἀπώλεσας, γύναι. ὡς οὐκέτ’ ὄντων
1295

Χορός

σῶν τέκνων φρόντιζε δή. ποῦ γάρ νιν

Ἰάσων

ἔκτειν’; ἐντὸς ἢ ἔξωθεν δόμων; πύλας ἀνοίξας σῶν

Χορός

τέκνων ὄψῃ φόνον. χαλᾶτε κλῇδας ὡς

Ἰάσων

τάχιστα, πρόσπολοι, ἐκλύεθ’ ἁρμούς, ὡς
ἴδω διπλοῦν κακόν, τοὺς μὲν θανόντας —
1300
τὴν δὲ τείσωμαι δίκην. τί τάσδε κινεῖς

Μήδεια

κἀναμοχλεύεις πύλας, νεκροὺς ἐρευνῶν κἀμὲ
τὴν εἰργασμένην; παῦσαι πόνου τοῦδ’.
εἰ δ’ ἐμοῦ χρείαν ἔχεις, λέγ’, εἴ τι
βούλῃ, χειρὶ δ’ οὐ ψαύσεις ποτέ. τοιόνδ’ ὄχημα πατρὸς
1305
Ἥλιος πατὴρ δίδωσιν ἡμῖν, ἔρυμα
πολεμίας χερός. ὦ μῖσος, ὦ

Ἰάσων

μέγιστον ἐχθίστη γύναι θεοῖς τε κἀμοὶ
παντί τ’ ἀνθρώπων γένει, ἥτις τέκνοισι σοῖσιν
ἐμβαλεῖν ξίφος ἔτλης τεκοῦσα, κἄμ’
1310
ἄπαιδ’ ἀπώλεσας· καὶ ταῦτα δράσασ’
ἥλιόν τε προσβλέπεις καὶ γαῖαν, ἔργον
τλᾶσα δυσσεβέστατον· ὄλοι’· ἐγὼ δὲ
νῦν φρονῶ, τότ’ οὐ φρονῶν, ὅτ’ ἐκ δόμων
σε βαρβάρου τ’ ἀπὸ χθονὸς Ἕλλην’ ἐς οἶκον
1315
ἠγόμην, κακὸν μέγα, πατρός τε καὶ
γῆς προδότιν ἥ σ’ ἐθρέψατο. τὸν σὸν δ’
ἀλάστορ’ εἰς ἔμ’ ἔσκηψαν θεοί· κτανοῦσα γὰρ δὴ
σὸν κάσιν παρέστιον τὸ καλλίπρῳρον εἰσέβης
Ἀργοῦς σκάφος. ἤρξω μὲν ἐκ
1320
τοιῶνδε· νυμφευθεῖσα δὲ παρ’ ἀνδρὶ τῷδε
καὶ τεκοῦσά μοι τέκνα, εὐνῆς ἕκατι καὶ
λέχους σφ’ ἀπώλεσας. οὐκ ἔστιν ἥτις
τοῦτ’ ἂν Ἑλληνὶς γυνὴ ἔτλη ποθ’, ὧν
γε πρόσθεν ἠξίουν ἐγὼ γῆμαι σέ, κῆδος
1325
ἐχθρὸν ὀλέθριόν τ’ ἐμοί, λέαιναν, οὐ γυναῖκα,
τῆς Τυρσηνίδος Σκύλλης ἔχουσαν ἀγριωτέραν
φύσιν. ἀλλ’ οὐ γὰρ
ἄν σε μυρίοις ὀνείδεσι δάκοιμι· τοιόνδ’ ἐμπέφυκέ
σοι θράσος· ἔρρ’, αἰσχροποιὲ καὶ
1330
τέκνων μιαιφόνε· ἐμοὶ δὲ τὸν
ἐμὸν δαίμον’ αἰάζειν πάρα, ὃς οὔτε λέκτρων
νεογάμων ὀνήσομαι, οὐ παῖδας οὓς
ἔφυσα κἀξεθρεψάμην ἕξω προσειπεῖν ζῶντας,
ἀλλ’ ἀπώλεσα. μακρὰν ἂν ἐξέτεινα
1335

Μήδεια

τοῖσδ’ ἐναντίον λόγοισιν, εἰ μὴ
Ζεὺς πατὴρ ἠπίστατο οἷ’ ἐξ ἐμοῦ
πέπονθας οἷά τ’ εἰργάσω· σὺ δ’ οὐκ
ἔμελλες τἄμ’ ἀτιμάσας λέχη τερπνὸν διάξειν βίοτον
ἐγγελῶν ἐμοί· οὐδ’ ἡ τύραννος,
1340
οὐδ’ ὁ σοὶ προσθεὶς γάμους Κρέων ἀνατεὶ τῆσδέ
μ’ ἐκβαλεῖν χθονός. πρὸς ταῦτα καὶ
λέαιναν, εἰ βούλῃ, κάλει καὶ Σκύλλαν ἣ
Τυρσηνὸν ᾤκησεν πέδον· τῆς σῆς γὰρ
ὡς χρὴ καρδίας ἀνθηψάμην. καὐτή γε λυπῇ
1345

Ἰάσων

καὶ κακῶν κοινωνὸς εἶ. σάφ’ ἴσθι· λύει

Μήδεια

δ’ ἄλγος, ἢν σὺ μὴ ’γγελᾷς. ὦ τέκνα, μητρὸς

Ἰάσων

ὡς κακῆς ἐκύρσατε. ὦ παῖδες, ὡς

Μήδεια

ὤλεσθε πατρῴᾳ νόσῳ. οὔτοι νυν ἡμὴ

Ἰάσων

δεξιά σφ’ ἀπώλεσεν. ἀλλ’ ὕβρις, οἵ
1350

Μήδεια

τε σοὶ νεοδμῆτες γάμοι. λέχους σφε κἠξίωσας

Ἰάσων

οὕνεκα κτανεῖν. σμικρὸν γυναικὶ πῆμα

Μήδεια

τοῦτ’ εἶναι δοκεῖς; ἥτις γε σώφρων·

Ἰάσων

σοὶ δὲ πάντ’ ἐστὶν κακά. οἵδ’ οὐκέτ’ εἰσί·

Μήδεια

τοῦτο γάρ σε δήξεται. οἵδ’ εἰσίν, οἴμοι,
1355

Ἰάσων

σῷ κάρᾳ μιάστορες. ἴσασιν ὅστις ἦρξε

Μήδεια

πημονῆς θεοί. ἴσασι δῆτα σήν

Ἰάσων

γ’ ἀπόπτυστον φρένα. στύγει· πικρὰν δὲ

Μήδεια

βάξιν ἐχθαίρω σέθεν. καὶ μὴν ἐγὼ

Ἰάσων

σήν· ῥᾴδιον δ’ ἀπαλλαγαί. πῶς οὖν; τί
1360

Μήδεια

δράσω; κάρτα γὰρ κἀγὼ θέλω. θάψαι νεκρούς μοι

Ἰάσων

τούσδε καὶ κλαῦσαι πάρες. οὐ δῆτ’, ἐπεί

Μήδεια

σφας τῇδ’ ἐγὼ θάψω χερί, φέρουσ’ ἐς Ἥρας
τέμενος Ἀκραίας θεοῦ, ὡς μή τις
αὐτοὺς πολεμίων καθυβρίσῃ, τύμβους ἀνασπῶν· γῇ
1365
δὲ τῇδε Σισύφου σεμνὴν ἑορτὴν καὶ
τέλη προσάψομεν τὸ λοιπὸν ἀντὶ
τοῦδε δυσσεβοῦς φόνου. αὐτὴ δὲ γαῖαν
εἶμι τὴν Ἐρεχθέως, Αἰγεῖ συνοικήσουσα τῷ
Πανδίονος. σὺ δ’, ὥσπερ
1370
εἰκός, κατθανῇ κακὸς κακῶς, Ἀργοῦς κάρα σὸν
λειψάνῳ πεπληγμένος, πικρὰς τελευτὰς τῶν
ἐμῶν γάμων ἰδών. ἀλλά σ’ Ἐρινὺς

Ἰάσων

ὀλέσειε τέκνων φονία τε Δίκη.

Μήδεια

τίς δὲ κλύει
1375
σοῦ θεὸς ἢ δαίμων, τοῦ ψευδόρκου καὶ
ξειναπάτου; φεῦ φεῦ, μυσαρὰ

Ἰάσων

καὶ παιδολέτορ. στεῖχε πρὸς οἴκους

Μήδεια

καὶ θάπτ’ ἄλοχον. στείχω, δισσῶν γ’

Ἰάσων

ἄμορος τέκνων. οὔπω θρηνεῖς· μένε
1380

Μήδεια

καὶ γῆρας. ὦ τέκνα φίλτατα.
μητρί γε, σοὶ
δ’ οὔ. κἄπειτ’ ἔκανες; σέ
γε πημαίνουσ’.

Ἰάσων

ὤμοι, φιλίου χρῄζω
1385
στόματος παίδων ὁ τάλας
προσπτύξασθαι. νῦν σφε προσαυδᾷς,

Μήδεια

νῦν ἀσπάζῃ, τότ’ ἀπωσάμενος. δός

Ἰάσων

μοι πρὸς
θεῶν μαλακοῦ χρωτὸς ψαῦσαι
1390
τέκνων. οὐκ ἔστι· μάτην

Μήδεια

ἔπος ἔρριπται. Ζεῦ, τάδ’ ἀκούεις

Ἰάσων

ὡς ἀπελαυνόμεθ’, οἷά τε πάσχομεν
ἐκ τῆς μυσαρᾶς καὶ παιδοφόνου τῆσδε
λεαίνης; ἀλλ’ ὁπόσον γοῦν
1395
πάρα καὶ δύναμαι τάδε καὶ θρηνῶ
κἀπιθεάζω, μαρτυρόμενος δαίμονας ὥς
μοι τέκνα κτείνασ’ ἀποκωλύεις
ψαῦσαί τε χεροῖν
θάψαι τε νεκρούς, οὓς μήποτ’ ἐγὼ
1400
φύσας ὄφελον πρὸς σοῦ φθιμένους
ἐπιδέσθαι. πολλῶν ταμίας Ζεὺς

Χορός

ἐν Ὀλύμπῳ, πολλὰ δ’ ἀέλπτως
κραίνουσι θεοί· καὶ τὰ δοκηθέντ’
οὐκ ἐτελέσθη, τῶν δ’ ἀδοκήτων
1405
πόρον ηὗρε θεός. τοιόνδ’ ἀπέβη τόδε
πρᾶγμα.

Source Text: Euripides 1 Clarendon Press 1902. Public Domain.
Translation, Audio, Morphology, and Analyses AI-generated unless otherwise specified. Copyright LexAudio, LLC.