0:00

Helen

Euripides

Ἑλένη

Νείλου μὲν αἵδε καλλιπάρθενοι ῥοαί,
ὃς ἀντὶ δίας ψακάδος Αἰγύπτου πέδον
λευκῆς τακείσης χιόνος ὑγραίνει γύας.
Πρωτεὺς δʼ ὅτʼ ἔζη τῆσδε γῆς τύραννος ἦν,
Φάρον μὲν οἰκῶν νῆσον, Αἰγύπτου δʼ ἄναξ,
5
ὃς τῶν κατʼ οἶδμα παρθένων μίαν γαμεῖ,
Ψαμάθην, ἐπειδὴ λέκτρʼ ἀφῆκεν Αἰακοῦ.
τίκτει δὲ τέκνα δισσὰ τοῖσδε δώμασι,
Θεοκλύμενον ἄρσενʼ ὅτι δὴ θεοὺς σέβων
βίον διήνεγκʼ εὐγενῆ τε παρθένον
10
Εἰδώ, τὸ μητρὸς ἀγλάισμʼ, ὅτʼ ἦν βρέφος·
ἐπεὶ δʼ ἐς ἥβην ἦλθεν ὡραίαν γάμων,
καλοῦσιν αὐτὴν Θεονόην· τὰ θεῖα γὰρ
τά τʼ ὄντα καὶ μέλλοντα πάντʼ ἠπίστατο,
προγόνου λαβοῦσα Νηρέως τιμὰς πάρα.
15
ἡμῖν δὲ γῆ μὲν πατρὶς οὐκ ἀνώνυμος
Σπάρτη, πατὴρ δὲ Τυνδάρεως· ἔστιν δὲ δὴ
λόγος τις ὡς Ζεὺς μητέρʼ ἔπτατʼ εἰς ἐμὴν
Λήδαν κύκνου μορφώματʼ ὄρνιθος λαβών,
ὃς δόλιον εὐνὴν ἐξέπραξʼ ὑπʼ αἰετοῦ
20
δίωγμα φεύγων, εἰ σαφὴς οὗτος λόγος·
Ἑλένη δʼ ἐκλήθην. ἃ δὲ πεπόνθαμεν κακὰ
λέγοιμʼ ἄν. ἦλθον τρεῖς θεαὶ κάλλους πέρι
Ἰδαῖον ἐς κευθμῶνʼ Ἀλέξανδρον πάρα,
Ἥρα Κύπρις τε διογενής τε παρθένος,
25
μορφῆς θέλουσαι διαπεράνασθαι κρίσιν.
τοὐμὸν δὲ κάλλος, εἰ καλὸν τὸ δυστυχές,
Κύπρις προτείνασʼ ὡς Ἀλέξανδρος γαμεῖ,
νικᾷ. λιπὼν δὲ βούσταθμʼ Ἰδαῖος Πάρις
Σπάρτην ἀφίκεθʼ ὡς ἐμὸν σχήσων λέχος.
30
Ἥρα δὲ μεμφθεῖσʼ οὕνεκʼ οὐ νικᾷ θεάς,
ἐξηνέμωσε τἄμʼ Ἀλεξάνδρῳ λέχη,
δίδωσι δʼ οὐκ ἔμʼ, ἀλλʼ ὁμοιώσασʼ ἐμοὶ
εἴδωλον ἔμπνουν οὐρανοῦ ξυνθεῖσʼ ἄπο,
Πριάμου τυράννου παιδί· καὶ δοκεῖ μʼ ἔχειν —
35
κενὴν δόκησιν, οὐκ ἔχων. τὰ δʼ αὖ Διὸς
βουλεύματʼ ἄλλα τοῖσδε συμβαίνει κακοῖς·
πόλεμον γὰρ εἰσήνεγκεν Ἑλλήνων χθονὶ
καὶ Φρυξὶ δυστήνοισιν, ὡς ὄχλου βροτῶν
πλήθους τε κουφίσειε μητέρα χθόνα
40
γνωτόν τε θείη τὸν κράτιστον Ἑλλάδος.
Φρυγῶν δʼ ἐς ἀλκὴν προυτέθην ἐγὼ μὲν οὔ,
τὸ δʼ ὄνομα τοὐμόν, ἆθλον Ἕλλησιν δορός.
λαβὼν δέ μʼ Ἑρμῆς ἐν πτυχαῖσιν αἰθέρος
νεφέλῃ καλύψας — οὐ γὰρ ἠμέλησέ μου
45
Ζεύς — τόνδʼ ἐς οἶκον Πρωτέως ἱδρύσατο,
πάντων προκρίνας σωφρονέστατον βροτῶν,
ἀκέραιον ὡς σῴσαιμι Μενέλεῳ λέχος.
κἀγὼ μὲν ἐνθάδʼ εἴμʼ, ὁ δʼ ἄθλιος πόσις
στράτευμʼ ἀθροίσας τὰς ἐμὰς ἀναρπαγὰς
50
θηρᾷ πορευθεὶς Ἰλίου πυργώματα.
ψυχαὶ δὲ πολλαὶ διʼ ἔμʼ ἐπὶ Σκαμανδρίοις
ῥοαῖσιν ἔθανον· ἡ δὲ πάντα τλᾶσʼ ἐγὼ
κατάρατός εἰμι καὶ δοκῶ προδοῦσʼ ἐμὸν
πόσιν συνάψαι πόλεμον Ἕλλησιν μέγαν.
55
τί δῆτʼ ἔτι ζῶ; θεοῦ τόδʼ εἰσήκουσʼ ἔπος
Ἑρμοῦ, τὸ κλεινὸν ἔτι κατοικήσειν πέδον
Σπάρτης σὺν ἀνδρί, γνόντος ὡς ἐς Ἴλιον
οὐκ ἦλθον, ἵνα μὴ λέκτρʼ ὑποστρώσω τινί.
ἕως μὲν οὖν φῶς ἡλίου τόδʼ ἔβλεπεν
60
Πρωτεύς, ἄσυλος ἦ γάμων· ἐπεὶ δὲ γῆς
σκότῳ κέκρυπται, παῖς ὁ τοῦ τεθνηκότος
θηρᾷ γαμεῖν με. τὸν πάλαι δʼ ἐγὼ πόσιν
τιμῶσα Πρωτέως μνῆμα προσπίτνω τόδε
ἱκέτις, ἵνʼ ἀνδρὶ τἀμὰ διασῴσῃ λέχη,
65
ὡς, εἰ καθʼ Ἑλλάδʼ ὄνομα δυσκλεὲς φέρω,
μή μοι τὸ σῶμά γʼ ἐνθάδʼ αἰσχύνην ὄφλῃ.

Τεῦκρος

τίς τῶνδʼ ἐρυμνῶν δωμάτων ἔχει κράτος;
πλούτου γὰρ οἶκος ἄξιος προσεικάσαι,
βασίλειά τʼ ἀμφιβλήματʼ εὔθριγκοί θʼ ἕδραι.
70
ἔα·
ὦ θεοί, τίνʼ εἶδον ὄψιν; ἐχθίστην ὁρῶ
γυναικὸς εἰκὼ φόνιον, ἥ μʼ ἀπώλεσεν
πάντας τʼ Ἀχαιούς. θεοί σʼ, ὅσον μίμημʼ ἔχεις
Ἑλένης, ἀποπτύσειαν. εἰ δὲ μὴ ʼν ξένῃ
75
γαίᾳ πόδʼ εἶχον, τῷδʼ ἂν εὐστόχῳ πτερῷ
ἀπόλαυσιν εἰκοῦς ἔθανες ἂν Διὸς κόρης.

Ἑλένη

τί δʼ, ὦ ταλαίπωρʼ — ὅστις ὤν μʼ ἀπεστράφης
καὶ ταῖς ἐκείνης συμφοραῖς ἐμὲ στυγεῖς;

Τεῦκρος

ἥμαρτον· ὀργῇ δʼ εἶξα μᾶλλον ἤ με χρῆν·
80
μισεῖ γὰρ Ἑλλὰς πᾶσα τὴν Διὸς κόρην.
σύγγνωθι δʼ ἡμῖν τοῖς λελεγμένοις, γύναι.

Ἑλένη

τίς δʼ εἶ; πόθεν γῆς τῆσδʼ ἐπεστράφης πέδον;

Τεῦκρος

εἷς τῶν Ἀχαιῶν, ὦ γύναι, τῶν ἀθλίων.

Ἑλένη

οὐ τἄρα σʼ Ἑλένην εἰ στυγεῖς θαυμαστέον.
85
ἀτὰρ τίς εἶ πόθεν; τίνος δʼ αὐδᾶν σε χρή;

Τεῦκρος

ὄνομα μὲν ἡμῖν Τεῦκρος, ὁ δὲ φύσας πατὴρ
Τελαμών, Σαλαμὶς δὲ πατρὶς ἡ θρέψασά με.

Ἑλένη

τί δῆτα Νείλου τούσδʼ ἐπιστρέφῃ γύας;

Τεῦκρος

φυγὰς πατρῴας ἐξελήλαμαι χθονός.
90

Ἑλένη

τλήμων ἂν εἴης· τίς δέ σʼ ἐκβάλλει πάτρας;

Τεῦκρος

Τελαμὼν ὁ φύσας. τίνʼ ἂν ἔχοις μᾶλλον φίλον;

Ἑλένη

ἐκ τοῦ; τὸ γάρ τοι πρᾶγμα συμφορὰν ἔχει.

Τεῦκρος

Αἴας μʼ ἀδελφὸς ὤλεσʼ ἐν Τροίᾳ θανών.

Ἑλένη

πῶς; οὔ τί που σῷ φασγάνῳ βίον στερείς;
95

Τεῦκρος

οἰκεῖον αὐτὸν ὤλεσʼ ἅλμʼ ἐπὶ ξίφος.

Ἑλένη

μανέντʼ; ἐπεὶ τίς σωφρονῶν τλαίη τάδʼ ἄν;

Τεῦκρος

τὸν Πηλέως τινʼ οἶσθʼ Ἀχιλλέα γόνον;

Ἑλένη

ναί·
μνηστήρ ποθʼ Ἑλένης ἦλθεν, ὡς ἀκούομεν.
100

Τεῦκρος

θανὼν ὅδʼ ὅπλων ἔριν ἔθηκε συμμάχοις.

Ἑλένη

καὶ δὴ τί τοῦτʼ Αἴαντι γίγνεται κακόν;

Τεῦκρος

ἄλλου λαβόντος ὅπλʼ ἀπηλλάχθη βίου.

Ἑλένη

σὺ τοῖς ἐκείνου δῆτα πήμασιν νοσεῖς;

Τεῦκρος

ὁθούνεκʼ αὐτῷ γʼ οὐ ξυνωλόμην ὁμοῦ.
105

Ἑλένη

ἦλθες γάρ, ὦ ξένʼ, Ἰλίου κλεινὴν πόλιν;

Τεῦκρος

καὶ ξύν γε πέρσας αὐτὸς ἀνταπωλόμην.

Ἑλένη

ἤδη γὰρ ἧπται καὶ κατείργασται πυρί;

Τεῦκρος

ὥστʼ οὐδʼ ἴχνος γε τειχέων εἶναι σαφές.

Ἑλένη

ὦ τλῆμον Ἑλένη, διὰ σʼ ἀπόλλυνται Φρύγες.
110

Τεῦκρος

καὶ πρός γʼ Ἀχαιοί· μεγάλα δʼ εἴργασται κακά.

Ἑλένη

πόσον χρόνον γὰρ διαπεπόρθηται πόλις;

Τεῦκρος

ἑπτὰ σχεδόν τι καρπίμους ἐτῶν κύκλους.

Ἑλένη

χρόνον δʼ ἐμείνατʼ ἄλλον ἐν Τροίᾳ πόσον;

Τεῦκρος

πολλὰς σελήνας, δέκα διελθούσας ἔτη.
115

Ἑλένη

ἦ καὶ γυναῖκα Σπαρτιᾶτιν εἵλετε;

Τεῦκρος

Μενέλαος αὐτὴν ἦγʼ ἐπισπάσας κόμης.

Ἑλένη

εἶδες σὺ τὴν δύστηνον; ἢ κλύων λέγεις;

Τεῦκρος

ὥσπερ γε σέ, οὐδὲν ἧσσον, ὀφθαλμοῖς ὁρῶ.

Ἑλένη

σκοπεῖτε μὴ δόκησιν εἴχετʼ ἐκ θεῶν.
120

Τεῦκρος

ἄλλου λόγου μέμνησο, μὴ κείνης ἔτι.

Ἑλένη

οὕτω δοκεῖτε τὴν δόκησιν ἀσφαλῆ;

Τεῦκρος

αὐτὸς γὰρ ὄσσοις εἰδόμην· καὶ νοῦς ὁρᾷ.

Ἑλένη

ἤδη δʼ ἐν οἴκοις σὺν δάμαρτι Μενέλεως;

Τεῦκρος

οὔκουν ἐν Ἄργει γʼ οὐδʼ ἐπʼ Εὐρώτα ῥοαῖς.
125

Ἑλένη

αἰαῖ· κακὸν τόδʼ εἶπας οἷς κακὸν λέγεις.

Τεῦκρος

ὡς κεῖνος ἀφανὴς σὺν δάμαρτι κλῄζεται.

Ἑλένη

οὐ πᾶσι πορθμὸς αὑτὸς Ἀργείοισιν ἦν;

Τεῦκρος

ἦν, ἀλλὰ χειμὼν ἄλλοσʼ ἄλλον ὥρισεν.

Ἑλένη

ποίοισιν ἐν νώτοισι ποντίας ἁλός;
130

Τεῦκρος

μέσον περῶσι πέλαγος Αἰγαίου πόρου.

Ἑλένη

κἀκ τοῦδε Μενέλαν οὔτις εἶδʼ ἀφιγμένον;

Τεῦκρος

οὐδείς· θανὼν δὲ κλῄζεται καθʼ Ἑλλάδα.

Ἑλένη

ἀπωλόμεσθα· Θεστιὰς δʼ ἔστιν κόρη;

Τεῦκρος

Λήδαν ἔλεξας; οἴχεται θανοῦσα δή.
135

Ἑλένη

οὔ πού νιν Ἑλένης αἰσχρὸν ὤλεσεν κλέος;

Τεῦκρος

φασίν, βρόχῳ γʼ ἅψασαν εὐγενῆ δέρην.

Ἑλένη

οἱ Τυνδάρειοι δʼ εἰσὶν ἢ οὐκ εἰσὶν κόροι;

Τεῦκρος

τεθνᾶσι καὶ οὐ τεθνᾶσι· δύο δʼ ἐστὸν λόγω.

Ἑλένη

πότερος ὁ κρείσσων; ὦ τάλαινʼ ἐγὼ κακῶν.
140

Τεῦκρος

ἄστροις σφʼ ὁμοιωθέντε φάσʼ εἶναι θεώ.

Ἑλένη

καλῶς ἔλεξας τοῦτο· θάτερον δὲ τί;

Τεῦκρος

σφαγαῖς ἀδελφῆς οὕνεκʼ ἐκπνεῦσαι βίον.
ἅλις δὲ μύθων· οὐ διπλᾶ χρῄζω στένειν.
ὧν δʼ οὕνεκʼ ἦλθον τούσδε βασιλείους δόμους,
145
τὴν θεσπιῳδὸν Θεονόην χρῄζων ἰδεῖν,
σὺ προξένησον, ὡς τύχω μαντευμάτων
ὅπῃ νεὼς στείλαιμʼ ἂν οὔριον πτερὸν
ἐς γῆν ἐναλίαν Κύπρον, οὗ μʼ ἐθέσπισεν
οἰκεῖν Ἀπόλλων, ὄνομα νησιωτικὸν
150
Σαλαμῖνα θέμενον τῆς ἐκεῖ χάριν πάτρας.

Ἑλένη

πλοῦς, ὦ ξένʼ, αὐτὸς σημανεῖ· σὺ δʼ ἐκλιπὼν
γῆν τήνδε φεῦγε πρίν σε παῖδα Πρωτέως
ἰδεῖν, ὃς ἄρχει τῆσδε γῆς· ἄπεστι δὲ
κυσὶν πεποιθὼς ἐν φοναῖς θηροκτόνοις·
155
κτείνει γὰρ Ἕλληνʼ ὅντινʼ ἂν λάβῃ ξένον.
ὅτου δʼ ἕκατι, μήτε σὺ ζήτει μαθεῖν
ἐγώ τε σιγῶ· τί γὰρ ἂν ὠφελοῖμί σε;

Τεῦκρος

καλῶς ἔλεξας, ὦ γύναι· θεοὶ δέ σοι
ἐσθλῶν ἀμοιβὰς ἀντιδωρησαίατο.
160
Ἑλένῃ δʼ ὅμοιον σῶμʼ ἔχουσʼ οὐ τὰς φρένας
ἔχεις ὁμοίας, ἀλλὰ διαφόρους πολύ.
κακῶς δʼ ὄλοιτο μηδʼ ἐπʼ Εὐρώτα ῥοὰς
ἔλθοι· σὺ δʼ εἴης εὐτυχὴς ἀεί, γύναι.

Ἑλένη

ὤ, μεγάλων ἀχέων καταβαλλομένα μέγαν οἶκτον
165
ποῖον ἁμιλλαθῶ γόον; ἢ τίνα μοῦσαν ἐπέλθω
δάκρυσιν ἢ θρήνοις ἢ πένθεσιν; αἰαῖ.
πτεροφόροι νεάνιδες,
παρθένοι Χθονὸς κόραι
Σειρῆνες, εἴθʼ ἐμοῖς γόοις
170
μόλοιτʼ ἔχουσαι Λίβυν
λωτὸν ἢ σύριγγας ἢ
φόρμιγγας, αἰλίνοις κακοῖς
τοῖς ἐμοῖσι σύνοχα δάκρυα·
πάθεσι πάθεα, μέλεσι μέλεα,
175
μουσεῖα θρηνήμα-
σι ξυνῳδὰ πέμψειε
Φερσέφασσα
φόνια, χάριτας ἵνʼ ἐπὶ δάκρυσι
παρʼ ἐμέθεν ὑπὸ μέλαθρα νύχια
180
παιᾶνα
νέκυσιν ὀλομένοις λάβῃ.

Χορός

κυανοειδὲς ἀμφʼ ὕδωρ
ἔτυχον ἕλικά τʼ ἀνὰ χλόαν
φοίνικας ἁλίου πέπλους
185
αὐγαῖσιν ἐν χρυσέαις
ἀμφὶ δόνακος ἔρνεσιν
θάλπουσα· ποτνίας δʼ ἐμᾶς,
ἔνθεν οἰκτρὸν ἀνεβόασεν,
ὅμαδον ἔκλυον, ἄλυρον ἔλεγον,
190
ὅτι ποτʼ ἔλακεν αἰάγμα-
σι στένουσα, Νύμφα τις
οἷα Ναῒς
ὄρεσι φυγάδα νόμον ἱεῖσα
γοερόν, ὑπὸ δὲ πέτρινα γύαλα
195
κλαγγαῖσι
Πανὸς ἀναβοᾷ γάμους.

Ἑλένη

ἰὼ ἰώ·
θήραμα βαρβάρου πλάτας,
Ἑλλανίδες κόραι,
200
ναύτας Ἀχαιῶν
τις ἔμολεν ἔμολε δάκρυα δάκρυσί μοι φέρων.
Ἰλίου κατασκαφαὶ
πυρὶ μέλουσι δαΐῳ
διʼ ἐμὲ τὰν πολυκτόνον,
205
διʼ ἐμὸν ὄνομα πολύπονον.
Λήδα δʼ ἐν ἀγχόναις
θάνατον ἔλαβεν αἰσχύ-
νας ἐμᾶς ὑπʼ ἀλγέων.
ὁ δʼ ἐμὸς ἐν ἁλὶ πολυπλανὴς
210
πόσις ὀλόμενος οἴχεται,
κάστορός τε συγγόνου τε
διδυμογενὲς ἄγαλμα πατρίδος
ἀφανὲς ἀφανὲς ἱππόκροτα λέ-
λοιπε δάπεδα γυμνάσιά τε
215
δονακόεντος Εὐρώ-
τα, νεανιᾶν πόνον.

Χορός

αἰαῖ αἰαῖ·
ὦ δαίμονος πολυστόνου
μοίρας τε σᾶς, γύναι.
220
αἰὼν δυσαίων
τις ἔλαχεν ἔλαχεν, ὅτε σʼ ἐτέκετο ματρόθεν
χιονόχρως κύκνου πτερῷ
Ζεὺς πρέπων διʼ αἰθέρος·
τί γὰρ ἄπεστί σοι κακῶν;
225
τίνα δὲ βίοτον οὐκ ἔτλας;
μάτηρ μὲν οἴχεται,
δίδυμά τε Διὸς οὐκ εὐ-
δαιμονεῖ τέκεα φίλα,
χθόνα δὲ πάτριον οὐχ ὁρᾷς,
230
διὰ δὲ πόλεας ἔρχεται
βάξις, ἅ σε βαρβάροισι,
πότνια, παραδίδωσι λέχεσιν,
ὁ δὲ σὸς ἐν ἁλὶ κύμασί τε λέ-
λοιπε βίοτον, οὐδέ ποτʼ ἔτι
235
πάτρια μέλαθρα καὶ τὰν
Χαλκίοικον ὀλβιεῖς.

Ἑλένη

φεῦ φεῦ, τίς ἢ Φρυγῶν
ἢ τίς Ἑλλανίας ἀπὸ χθονὸς
ἔτεμε τὰν δακρυόεσσαν
240
Ἰλίῳ πεύκαν;
ἔνθεν ὀλόμενον σκάφος
συναρμόσας ὁ Πριαμίδας
ἔπλευσε βαρβάρῳ πλάτᾳ
τὰν ἐμὰν ἐφʼ ἑστίαν,
245
ἐπὶ τὸ δυστυχέστατον
κάλλος, ὡς ἕλοι, γάμων
ἀμῶν· ἅ τε δόλιος
ἁ πολυκτόνος Κύπρις
Δαναΐδαις ἄγουσα θάνατον Πριαμίδαις,
250
ὦ τάλαινα συμφορᾶς.
ἁ δὲ χρυσέοις θρόνοις
Διὸς ὑπαγκάλισμα σεμνὸν
Ἥρα τὸν ὠκύπουν
ἔπεμψε Μαιάδος γόνον·
255
ὅς με χλοερὰ δρεπομέναν
ἔσω πέπλων ῥόδεα πέταλα,
Χαλκίοικον ὡς Ἀθάναν μόλοιμʼ,
ἀναρπάσας διʼ αἰθέρος
τάνδε γαῖαν εἰς ἄνολβον
260
ἔριν ἔριν τάλαιναν ἔθετο
Πριαμίδαισιν Ἑλλάδος.
τὸ δʼ ἐμὸν ὄνομα
παρὰ Σιμουντίοις ῥοαῖσι
μαψίδιον ἔχει φάτιν.
265

Χορός

ἔχεις μὲν ἀλγείνʼ, οἶδα· σύμφορον δέ τοι
ὡς ῥᾷστα τἀναγκαῖα τοῦ βίου φέρειν.

Ἑλένη

φίλαι γυναῖκες, τίνι πότμῳ συνεζύγην;
ἆρʼ ἡ τεκοῦσά μʼ ἔτεκεν ἀνθρώποις τέρας;
γυνὴ γὰρ οὔθʼ Ἑλληνὶς οὔτε βάρβαρος
270
τεῦχος νεοσσῶν λευκὸν ἐκλοχεύεται,
ἐν ᾧ με Λήδαν φασὶν ἐκ Διὸς τεκεῖν.
τέρας γὰρ ὁ βίος καὶ τὰ πράγματʼ ἐστί μου,
τὰ μὲν διʼ Ἥραν, τὰ δὲ τὸ κάλλος αἴτιον.
εἴθʼ ἐξαλειφθεῖσʼ ὡς ἄγαλμʼ αὖθις πάλιν
275
αἴσχιον εἶδος ἔλαβον ἀντὶ τοῦ καλοῦ,
καὶ τὰς τύχας μὲν τὰς κακὰς ἃς νῦν ἔχω
Ἕλληνες ἐπελάθοντο, τὰς δὲ μὴ κακὰς
ἔσῳζον ὥσπερ τὰς κακὰς σῴζουσί μου.
ὅστις μὲν οὖν ἐς μίαν ἀποβλέπων τύχην
280
πρὸς θεῶν κακοῦται, βαρὺ μέν, οἰστέον δʼ ὅμως·
ἡμεῖς δὲ πολλαῖς συμφοραῖς ἐγκείμεθα.
πρῶτον μὲν οὐκ οὖσʼ ἄδικος, εἰμὶ δυσκλεής·
καὶ τοῦτο μεῖζον τῆς ἀληθείας κακόν,
ὅστις τὰ μὴ προσόντα κέκτηται κακά.
285
ἔπειτα πατρίδος θεοί μʼ ἀφιδρύσαντο γῆς
ἐς βάρβαρʼ ἤθη, καὶ φίλων τητωμένη
δούλη καθέστηκʼ οὖσʼ ἐλευθέρων ἄπο·
τὰ βαρβάρων γὰρ δοῦλα πάντα πλὴν ἑνός.
ἄγκυρα δʼ ἥ μου τὰς τύχας ὤχει μόνη,
290
πόσιν ποθʼ ἥξειν καί μʼ ἀπαλλάξειν κακῶν —
οὗτος τέθνηκεν, οὗτος οὐκέτʼ ἔστι δή.
μήτηρ δʼ ὄλωλε, καὶ φονεὺς αὐτῆς ἐγώ,
ἀδίκως μέν, ἀλλὰ τἄδικον τοῦτʼ ἔστʼ ἐμόν·
ὃ δʼ ἀγλάισμα δωμάτων ἐμοῦ τʼ ἔφυ,
295
θυγάτηρ ἄνανδρος πολιὰ παρθενεύεται·
τὼ τοῦ Διὸς δὲ λεγομένω Διοσκόρω
οὐκ ἐστόν. ἀλλὰ πάντʼ ἔχουσα δυστυχῆ
τοῖς πράγμασιν τέθνηκα, τοῖς δʼ ἔργοισιν οὔ.
τὸ δʼ ἔσχατον τοῦτʼ, εἰ μόλοιμεν ἐς πάτραν,
300
κλῄθροις ἂν εἰργοίμεσθα — τὴν ὑπʼ Ἰλίῳ
δοκοῦντες Ἑλένην Μενέλεώ μʼ ἐλθεῖν μέτα.
εἰ μὲν γὰρ ἔζη πόσις, ἀνεγνώσθημεν ἂν
ἐλθόντες, ἃ φανέρʼ ἦν μόνοις, ἐς ξύμβολα.
νῦν δʼ οὔτε τοῦτʼ ἔστʼ οὔτε μὴ σωθῇ ποτε.
305
τί δῆτʼ ἔτι ζῶ; τίνʼ ὑπολείπομαι τύχην;
γάμους ἑλομένη τῶν κακῶν ὑπαλλαγάς,
μετʼ ἀνδρὸς οἰκεῖν βαρβάρου πρὸς πλουσίαν
τράπεζαν ἵζουσʼ; ἀλλʼ ὅταν πόσις πικρὸς
ξυνῇ γυναικί, καὶ τὸ σῶμʼ ἐστιν πικρόν.
310
θανεῖν κράτιστον· πῶς θάνοιμʼ ἂν οὐ καλῶς;
ἀσχήμονες μὲν ἀγχόναι μετάρσιοι,
κἀν τοῖσι δούλοις δυσπρεπὲς νομίζεται·
σφαγαὶ δʼ ἔχουσιν εὐγενές τι καὶ καλόν,
σμικρὸν δʼ ὁ καιρὸς σάρκʼ ἀπαλλάξαι βίου.
315
ἐς γὰρ τοσοῦτον ἤλθομεν βάθος κακῶν·
αἱ μὲν γὰρ ἄλλαι διὰ τὸ κάλλος εὐτυχεῖς
γυναῖκες, ἡμᾶς δʼ αὐτὸ τοῦτʼ ἀπώλεσεν.

Χορός

Ἑλένη, τὸν ἐλθόνθʼ, ὅστις ἐστὶν ὁ ξένος,
μὴ πάντʼ ἀληθῆ δοξάσῃς εἰρηκέναι.
320

Ἑλένη

καὶ μὴν σαφῶς γʼ ἔλεξʼ ὀλωλέναι πόσιν.

Χορός

πόλλʼ ἂν γένοιτο καὶ διὰ ψευδῶν ἔπη.

Ἑλένη

καὶ τἄμπαλίν γε τῶνδʼ ἀληθείᾳ σαφῆ.

Χορός

ἐς ξυμφορὰν γὰρ ἀντὶ τἀγαθοῦ φέρῃ.

Ἑλένη

φόβος γὰρ ἐς τὸ δεῖμα περιβαλών μʼ ἄγει.
325

Χορός

πῶς δʼ εὐμενείας τοισίδʼ ἐν δόμοις ἔχεις;

Ἑλένη

πάντες φίλοι μοι πλὴν ὁ θηρεύων γάμους.

Χορός

οἶσθʼ οὖν ὃ δρᾶσον; μνήματος λιποῦσʼ ἕδραν —

Ἑλένη

ἐς ποῖον ἕρπεις μῦθον ἢ παραίνεσιν;

Χορός

ἐλθοῦσʼ ἐς οἴκους, ἣ τὰ πάντʼ ἐπίσταται,
330
τῆς ποντίας Νηρῇδος ἐκγόνου κόρης,
πυθοῦ πόσιν σὸν Θεονόης, εἴτʼ ἔστʼ ἔτι
εἴτʼ ἐκλέλοιπε φέγγος· ἐκμαθοῦσα δʼ εὖ
πρὸς τὰς τύχας τὸ χάρμα τοὺς γόους τʼ ἔχε.
πρὶν δʼ οὐδὲν ὀρθῶς εἰδέναι, τί σοι πλέον
335
λυπουμένῃ γένοιτʼ ἄν; ἀλλʼ ἐμοὶ πιθοῦ·
τάφον λιποῦσα τόνδε σύμμειξον κόρῃ·
ὅθενπερ εἴσῃ πάντα τἀληθῆ μαθεῖν
ἔχουσʼ ἐν οἴκοις τοῖσδε, τί βλέπεις πρόσω;
θέλω δὲ κἀγὼ σοὶ συνεισελθεῖν δόμους
340
καὶ συμπυθέσθαι παρθένου θεσπίσματα·
γυναῖκα γὰρ δὴ συμπονεῖν γυναικὶ χρή.

Ἑλένη

φίλαι, λόγους ἐδεξάμαν·
βᾶτε βᾶτε δʼ ἐς δόμους,
ἀγῶνας ἐντὸς οἴκων
345
ὡς πύθησθε τοὺς ἐμούς.

Χορός

θέλουσαν οὐ μόλις καλεῖς.

Ἑλένη

ἰὼ μέλεος ἁμέρα.
τίνʼ ἄρα τάλαινα τίνα δακρυό-
εντα λόγον ἀκούσομαι;
350

Χορός

μὴ πρόμαντις ἀλγέων
προλάμβανʼ, ὦ φίλα, γόους.

Ἑλένη

τί μοι πόσις μέλεος ἔτλα;
πότερα δέρκεται φάος
τέθριππά θʼ ἁλίου κέλευθά τʼ ἀστέρων,
355
ἢ ʼν νέκυσι κατὰ χθονὸς
τὰν χρόνιον ἔχει τύχαν;

Χορός

ἐς τὸ φέρτερον τίθει
τὸ μέλλον, ὅ τι γενήσεται.

Ἑλένη

σὲ γὰρ ἐκάλεσα, σὲ δὲ κατόμοσα,
360
τὸν ὑδρόεντι δόνακι χλωρὸν
Εὐρώταν, θανόντος
εἰ βάξις ἔτυμος ἀνδρὸς
ἅδε μοι — τί τάδʼ ἀσύνετα; —
φόνιον αἰώρημα
365
διὰ δέρης ὀρέξομαι,
ἢ ξιφοκτόνον δίωγμα
λαιμορρύτου σφαγᾶς
αὐτοσίδαρον ἔσω πελάσω διὰ σαρκὸς ἅμιλλαν,
θῦμα τριζύγοις θεαῖσι
370
τῷ τε σήραγγας Ἰδαί-
ας ἐνίζοντι Πριαμί-
δᾳ ποτʼ ἀμφὶ βουστάθμους. ἄλλοσʼ

Χορός

ἀποτροπὰ κακῶν γένοιτο,
τὸ δὲ σὸν εὐτυχές. ἰὼ
375

Ἑλένη

Τροία τάλαινα, διʼ
ἔργʼ ἄνεργʼ ὄλλυσαι μέλεά
τʼ ἔτλας· τὰ δʼ ἐμὰ δῶρα Κύπριδος
ἔτεκε πολὺ μὲν αἷμα, πολὺ
δὲ δάκρυον· ἄχεά τʼ ἄχεσι, δάκρυα
380
δάκρυσιν ἔλαβε, πάθεα ματέρες
τε παῖδας ὄλεσαν, ἀπὸ
δὲ παρθένοι κόμας ἔθεντο
σύγγονοι νεκρῶν Σκαμάνδριον ἀμφὶ
Φρύγιον οἶδμα. βοὰν
385
βοὰν δʼ Ἑλλὰς κελάδησε
κἀνοτότυξεν, ἐπὶ
δὲ κρατὶ χέρας ἔθηκεν, ὄνυχι
δʼ ἁπαλόχροα γένυν δεῦσε
φονίαισι πλαγαῖς. ὦ
390
μάκαρ Ἀρκαδίᾳ ποτὲ παρθένε Καλλιστοῖ, Διὸς ἃ
λεχέων ἐπέβας τετραβάμοσι γυίοις, ὡς
πολὺ ματρὸς ἐμᾶς ἔλαχες πλέον, ἁ
μορφᾷ θηρῶν λαχνογυίων — ὄμματι
λάβρῷ σχῆμα λεαίνης — ἐξαλλάξασʼ
395
ἄχθεα λύπης· ἅν
τέ ποτʼ Ἄρτεμις ἐξεχορεύσατο χρυσοκέρατʼ
ἔλαφον Μέροπος Τιτανίδα κούραν καλλοσύνας
ἕνεκεν· τὸ δʼ ἐμὸν δέμας ὤλεσεν
ὤλεσε πέργαμα Δαρδανίας ὀλομένους
400
τʼ Ἀχαιούς.

Μενελέως

ὦ τὰς τεθρίππους Οἰνομάῳ Πῖσαν κάτα
Πέλοψ ἁμίλλας ἐξαμιλληθείς ποτε,
εἴθʼ ὤφελες τόθʼ, ἡνίκʼ ἔρανον εἰς θεοὺς
πεισθεὶς ἐποίεις, ἐν θεοῖς λιπεῖν βίον,
405
πρὶν τὸν ἐμὸν Ἀτρέα πατέρα γεννῆσαί ποτε,
ὃς ἐξέφυσεν Ἀερόπης λέκτρων ἄπο
Ἀγαμέμνονʼ ἐμέ τε Μενέλεων, κλεινὸν ζυγόν·
πλεῖστον γὰρ οἶμαι — καὶ τόδʼ οὐ κόμπῳ λέγω —
στράτευμα κώπῃ διορίσαι Τροίαν ἔπι,
410
τύραννος οὐδὲν πρὸς βίαν στρατηλατῶν,
ἑκοῦσι δʼ ἄρξας Ἑλλάδος νεανίαις.
καὶ τοὺς μὲν οὐκέτʼ ὄντας ἀριθμῆσαι πάρα,
τοὺς δʼ ἐκ θαλάσσης ἀσμένους πεφευγότας,
νεκρῶν φέροντας ὀνόματʼ εἰς οἴκους πάλιν.
415
ἐγὼ δʼ ἐπʼ οἶδμα πόντιον γλαυκῆς ἁλὸς
τλήμων ἀλῶμαι χρόνον ὅσονπερ Ἰλίου
πύργους ἔπερσα, κἀς πάτραν χρῄζων μολεῖν
οὐκ ἀξιοῦμαι τοῦδε πρὸς θεῶν τυχεῖν.
Λιβύης τʼ ἐρήμους ἀξένους τʼ ἐπιδρομὰς
420
πέπλευκα πάσας· χὥταν ἐγγὺς ὦ πάτρας,
πάλιν μʼ ἀπωθεῖ πνεῦμα, κοὔποτʼ οὔριον
ἐσῆλθε λαῖφος ὥστε μʼ ἐς πάτραν μολεῖν.
καὶ νῦν τάλας ναυαγὸς ἀπολέσας φίλους
ἐξέπεσον ἐς γῆν τήνδε· ναῦς δὲ πρὸς πέτρας
425
πολλοὺς ἀριθμοὺς ἄγνυται ναυαγίων.
τρόπις δʼ ἐλείφθη ποικίλων ἁρμοσμάτων,
ἐφʼ ἧς ἐσώθην μόλις ἀνελπίστῳ τύχῃ
Ἑλένη τε, Τροίας ἣν ἀποσπάσας ἔχω.
ὄνομα δὲ χώρας ἥτις ἥδε καὶ λεὼς
430
οὐκ οἶδα· ὄχλον γὰρ ἐσπεσεῖν ᾐσχυνόμην
ὥσθʼ ἱστορῆσαι, τὰς ἐμὰς δυσχλαινίας
κρύπτων ὑπʼ αἰδοῦς τῆς τύχης. ὅταν δʼ ἀνὴρ
πράξῃ κακῶς ὑψηλός, εἰς ἀηθίαν
πίπτει κακίω τοῦ πάλαι δυσδαίμονος.
435
χρεία δὲ τείρει μʼ· οὔτε γὰρ σῖτος πάρα
οὔτʼ ἀμφὶ χρῶτʼ ἐσθῆτες· αὐτὰ δʼ εἰκάσαι
πάρεστι ναὸς ἐκβόλοις ἃ ἀμπίσχομαι.
πέπλους δὲ τοὺς πρὶν λαμπρά τʼ ἀμφιβλήματα
χλιδάς τε πόντος ἥρπασʼ· ἐν δʼ ἄντρου μυχοῖς
440
κρύψας γυναῖκα τὴν κακῶν πάντων ἐμοὶ
ἄρξασαν ἥκω τούς τε περιλελειμμένους
φίλων φυλάσσειν τἄμʼ ἀναγκάσας λέχη.
μόνος δὲ νοστῶ, τοῖς ἐκεῖ ζητῶν φίλοις
τὰ πρόσφορʼ ἤν πως ἐξερευνήσας λάβω.
445
ἰδὼν δὲ δῶμα περιφερὲς θριγκοῖς τόδε
πύλας τε σεμνὰς ἀνδρὸς ὀλβίου τινός,
προσῆλθον· ἐλπὶς δʼ ἔκ γε πλουσίων δόμων
λαβεῖν τι ναύταις· ἐκ δὲ μὴ ἐχόντων βίον —
οὐδʼ εἰ θέλοιεν, ὠφελεῖν ἔχοιεν ἄν.
450
ὠή· τίς ἂν πυλωρὸς ἐκ δόμων μόλοι,
ὅστις διαγγείλειε τἄμʼ ἔσω κακά; τίς

Γραῦς

πρὸς πύλαισιν; οὐκ ἀπαλλάξῃ δόμων καὶ
μὴ πρὸς αὐλείοισιν ἑστηκὼς πύλαις ὄχλον
παρέξεις δεσπόταις; ἢ κατθανῇ Ἕλλην
455
πεφυκώς, οἷσιν οὐκ ἐπιστροφαί. ὦ

Μενελέως

γραῖα, ταὐτὰ ταῦτʼ ἔπη κἄλλως λέγειν ἔξεστι,
πείσομαι γάρ· ἀλλʼ ἄνες λόγον. ἄπελθʼ·

Γραῦς

ἐμοὶ γὰρ τοῦτο πρόσκειται, ξένε, μηδένα
πελάζειν τοισίδʼ Ἑλλήνων δόμοις. ἆ·
460

Μενελέως

μὴ προσείλει χεῖρα μηδʼ ὤθει βίᾳ. πείθῃ

Γραῦς

γὰρ οὐδὲν ὧν λέγω, σὺ δʼ αἴτιος. ἄγγειλον

Μενελέως

εἴσω δεσπόταισι τοῖσι σοῖς πικρῶς

Γραῦς

ἄρʼ οἶμαί γʼ ἀγγελεῖν τοὺς σοὺς λόγους. ναυαγὸς

Μενελέως

ἥκω ξένος, ἀσύλητον γένος. οἶκον
465

Γραῦς

πρὸς ἄλλον νύν τινʼ ἀντὶ τοῦδʼ ἴθι. οὔκ,

Μενελέως

ἀλλʼ ἔσω πάρειμι· καὶ σύ μοι πιθοῦ. ὀχληρὸς

Γραῦς

ἴσθʼ ὤν· καὶ τάχʼ ὠσθήσῃ βίᾳ. αἰαῖ·

Μενελέως

τὰ κλεινὰ ποῦ ʼστί μοι στρατεύματα; οὐκοῦν

Γραῦς

ἐκεῖ που σεμνὸς ἦσθʼ, οὐκ ἐνθάδε. ὦ
470

Μενελέως

δαῖμον, ὡς ἀνάξιʼ ἠτιμώμεθα. τί

Γραῦς

βλέφαρα τέγγεις δάκρυσι; πρὸς τίνʼ οἰκτρὸς εἶ; πρὸς

Μενελέως

τὰς πάροιθεν συμφορὰς εὐδαίμονας. οὔκουν

Γραῦς

ἀπελθὼν δάκρυα σοῖς δώσεις φίλοις; τίς

Μενελέως

δʼ ἥδε χώρα; τοῦ δὲ βασίλειοι δόμοι; Πρωτεὺς
475

Γραῦς

τάδʼ οἰκεῖ δώματʼ, Αἴγυπτος δὲ γῆ. Αἴγυπτος;

Μενελέως

ὦ δύστηνος, οἷ πέπλευκʼ ἄρα. τί

Γραῦς

δὴ τὸ Νείλου μεμπτόν ἐστί σοι γάνος; οὐ

Μενελέως

τοῦτʼ ἐμέμφθην· τὰς ἐμὰς στένω τύχας. πολλοὶ

Γραῦς

κακῶς πράσσουσιν, οὐ σὺ δὴ μόνος. ἔστʼ
480

Μενελέως

οὖν ἐν οἴκοις ὅντινʼ ὀνομάζεις ἄναξ; τόδʼ

Γραῦς

ἐστὶν αὐτοῦ μνῆμα, παῖς δʼ ἄρχει χθονός. ποῦ

Μενελέως

δῆτʼ ἂν εἴη; πότερον ἐκτὸς ἢ ʼν δόμοις; οὐκ

Γραῦς

ἔνδον· Ἕλλησιν δὲ πολεμιώτατος. τίνʼ

Μενελέως

αἰτίαν σχὼν ἧς ἐπηυρόμην ἐγώ; Ἑλένη
485

Γραῦς

κατʼ οἴκους ἐστὶ τούσδʼ ἡ τοῦ Διός. πῶς

Μενελέως

φῄς; τίνʼ εἶπας μῦθον; αὖθίς μοι φράσον. ἡ

Γραῦς

Τυνδαρὶς παῖς, ἣ κατὰ Σπάρτην ποτʼ ἦν. πόθεν

Μενελέως

μολοῦσα; τίνα τὸ πρᾶγμʼ ἔχει λόγον; Λακεδαίμονος

Γραῦς

γῆς δεῦρο νοστήσασʼ ἄπο. πότε;
490

Μενελέως

οὔ τί που λελῄσμεθʼ ἐξ ἄντρων λέχος; πρὶν

Γραῦς

τοὺς Ἀχαιούς, ὦ ξένʼ, ἐς Τροίαν μολεῖν. ἀλλʼ
ἕρπʼ ἀπʼ οἴκων· ἔστι γάρ τις ἐν δόμοις τύχη,
τύραννος ᾗ ταράσσεται δόμος. καιρὸν
γὰρ οὐδένʼ ἦλθες· ἢν δὲ δεσπότης λάβῃ
495
σε, θάνατος ξένιά σοι γενήσεται. εὔνους
γάρ εἰμʼ Ἕλλησιν, οὐχ ὅσον πικροὺς λόγους
ἔδωκα δεσπότην φοβουμένη.

Μενελέως

τί φῶ; τί λέξω; συμφορὰς γὰρ ἀθλίας
ἐκ τῶν πάροιθεν τὰς παρεστώσας κλύω,
500
εἰ τὴν μὲν αἱρεθεῖσαν ἐκ Τροίας ἄγων
ἥκω δάμαρτα καὶ κατʼ ἄντρα σῴζεται,
ὄνομα δὲ ταὐτὸν τῆς ἐμῆς ἔχουσά τις
δάμαρτος ἄλλη τοισίδʼ ἐνναίει δόμοις.
Διὸς δʼ ἔλεξε παῖδά νιν πεφυκέναι.
505
ἀλλʼ ἦ τις ἔστι Ζηνὸς ὄνομʼ ἔχων ἀνὴρ
Νείλου παρʼ ὄχθας; εἷς γὰρ ὅ γε κατʼ οὐρανόν.
Σπάρτη δὲ ποῦ γῆς ἐστι πλὴν ἵνα ῥοαὶ
τοῦ καλλιδόνακός εἰσιν Εὐρώτα μόνον;
ἁπλοῦν δὲ Τυνδάρειον ὄνομα κλῄζεται.
510
Λακεδαίμονος δὲ γαῖα τίς ξυνώνυμος
Τροίας τε; ἐγὼ μὲν οὐκ ἔχω τί χρὴ λέγειν.
πολλοὶ γάρ, ὡς εἴξασιν, ἐν πολλῇ χθονὶ
ὀνόματα ταὔτʼ ἔχουσι καὶ πόλις πόλει
γυνὴ γυναικί τʼ· οὐδὲν οὖν θαυμαστέον.
515
οὐδʼ αὖ τὸ δεινὸν προσπόλου φευξούμεθα·
ἀνὴρ γὰρ οὐδεὶς ὧδε βάρβαρος φρένας,
ὃς ὄνομʼ ἀκούσας τοὐμὸν οὐ δώσει βοράν.
κλεινὸν τὸ Τροίας πῦρ ἐγώ θʼ ὃς ἧψά νιν,
Μενέλαος, οὐκ ἄγνωστος ἐν πάσῃ χθονί.
520
δόμων ἄνακτα προσμενῶ· δισσὰς δέ μοι
ἔχει φυλάξεις· ἢν μὲν ὠμόφρων τις ᾖ,
κρύψας ἐμαυτὸν εἶμι πρὸς ναυάγια·
ἢν δʼ ἐνδιδῷ τι μαλθακόν, τὰ πρόσφορα
τῆς νῦν παρούσης συμφορᾶς αἰτήσομαι.
525
κακῶν μὲν ἡμῖν ἔσχατον τοῖς ἀθλίοις,
ἄλλους τυράννους αὐτὸν ὄντα βασιλέα
βίον προσαιτεῖν· ἀλλʼ ἀναγκαίως ἔχει.
λόγος γάρ ἐστιν οὐκ ἐμός, σοφὸν δʼ ἔπος,
δεινῆς ἀνάγκης οὐδὲν ἰσχύειν πλέον.
530

Χορός

ἤκουσα τᾶς θεσπιῳδοῦ κόρας,
ἃ χρῄζουσʼ ἐφάνη τυράννοις
δόμοις, ὡς Μενέλαος οὔ-
πω μελαμφαὲς οἴχεται
διʼ ἔρεβος χθονὶ κρυφθείς,
535
ἀλλʼ ἔτι κατʼ οἶδμʼ ἅλιον
τρυχόμενος οὔπω λιμένων
ψαύσειεν πατρίας γᾶς,
ἀλατείᾳ βιότου
ταλαίφρων, ἄφιλος φίλων,
540
παντοδαπᾶς ἐπὶ γᾶς πόδα
χριμπτόμενος εἰναλίῳ
κώπᾳ Τρῳάδος ἐκ γᾶς. ἥδʼ

Ἑλένη

αὖ τάφου τοῦδʼ εἰς ἕδρας ἐγὼ πάλιν στείχω,
μαθοῦσα Θεονόης φίλους λόγους, ἣ
545
πάντʼ ἀληθῶς οἶδε· φησὶ δʼ ἐν φάει πόσιν
τὸν ἁμὸν ζῶντα φέγγος εἰσορᾶν, πορθμοὺς
δʼ ἀλᾶσθαι μυρίους πεπλωκότα ἐκεῖσε
κἀκεῖσʼ οὐδʼ ἀγύμναστον πλάνοις, ἥξειν
δʼ ὅταν δὴ πημάτων λάβῃ τέλος. ἓν
550
δʼ οὐκ ἔλεξεν, εἰ μολὼν σωθήσεται. ἐγὼ
δʼ ἀπέστην τοῦτʼ ἐρωτῆσαι σαφῶς, ἡσθεῖσʼ
ἐπεί νιν εἶπέ μοι σεσῳσμένον. ἐγγὺς
δέ νίν που τῆσδʼ ἔφασκʼ εἶναι χθονός, ναυαγὸν
ἐκπεσόντα σὺν παύροις φίλοις. ὤμοι,
555
πόθʼ ἥξεις; ὡς ποθεινὸς ἂν μόλοις. ἔα,
τίς οὗτος; οὔ τί που κρυπτεύομαι Πρωτέως
ἀσέπτου παιδὸς ἐκ βουλευμάτων; οὐχ
ὡς δρομαία πῶλος ἢ Βάκχη θεοῦ τάφῳ
ξυνάψω κῶλον; ἄγριος δέ τις μορφὴν
560
ὅδʼ ἐστίν, ὅς με θηρᾶται λαβεῖν. σὲ

Μενελέως

τὴν ὄρεγμα δεινὸν ἡμιλλημένην τύμβου
ʼπὶ κρηπῖδʼ ἐμπύρους τʼ ὀρθοστάτας, μεῖνον·
τί φεύγεις; ὡς δέμας δείξασα σὸν ἔκπληξιν
ἡμῖν ἀφασίαν τε προστίθης. ἀδικούμεθʼ,
565

Ἑλένη

ὦ γυναῖκες· εἰργόμεσθα γὰρ τάφου
πρὸς ἀνδρὸς τοῦδε, καί μʼ ἑλὼν θέλει δοῦναι
τυράννοις ὧν ἐφεύγομεν γάμους. οὐ

Μενελέως

κλῶπές ἐσμεν, οὐχ ὑπηρέται κακῶν. καὶ

Ἑλένη

μὴν στολήν γʼ ἄμορφον ἀμφὶ σῶμʼ ἔχεις. στῆσον,
570

Μενελέως

φόβου μεθεῖσα, λαιψηρὸν πόδα. ἵστημʼ,

Ἑλένη

ἐπεί γε τοῦδʼ ἐφάπτομαι τόπου. τίς

Μενελέως

εἶ; τίνʼ ὄψιν σήν, γύναι, προσδέρκομαι; σὺ

Ἑλένη

δʼ εἶ τίς; αὑτὸς γὰρ σὲ κἄμʼ ἔχει λόγος. οὐπώποτʼ

Μενελέως

εἶδον προσφερέστερον δέμας. ὦ
575

Ἑλένη

θεοί· θεὸς γὰρ καὶ τὸ γιγνώσκειν φίλους. Ἑλληνὶς

Μενελέως

εἶ τις ἢ ἐπιχωρία γυνή; Ἑλληνίς·

Ἑλένη

ἀλλὰ καὶ τὸ σὸν θέλω μαθεῖν. Ἑλένῃ

Μενελέως

σʼ ὁμοίαν δὴ μάλιστʼ εἶδον, γύναι. ἐγὼ

Ἑλένη

δὲ Μενέλεῴ γε σέ· οὐδʼ ἔχω τί φῶ. ἔγνως
580

Μενελέως

γὰρ ὀρθῶς ἄνδρα δυστυχέστατον. ὦ

Ἑλένη

χρόνιος ἐλθὼν σῆς δάμαρτος ἐς χέρας. ποίας

Μενελέως

δάμαρτος; μὴ θίγῃς ἐμῶν πέπλων. ἥν

Ἑλένη

σοι δίδωσι Τυνδάρεως, ἐμὸς πατήρ. ὦ

Μενελέως

φωσφόρʼ Ἑκάτη, πέμπε φάσματʼ εὐμενῆ. οὐ
585

Ἑλένη

νυκτίφαντον πρόπολον Ἐνοδίας μʼ ὁρᾷς. οὐ

Μενελέως

μὴν γυναικῶν γʼ εἷς δυοῖν ἔφυν πόσις. ποίων

Ἑλένη

δὲ λέκτρων δεσπότης ἄλλων ἔφυς; ἣν

Μενελέως

ἄντρα κεύθει κἀκ Φρυγῶν κομίζομαι. οὐκ

Ἑλένη

ἔστιν ἄλλη σή τις ἀντʼ ἐμοῦ γυνή. οὔ
590

Μενελέως

που φρονῶ μὲν εὖ, τὸ δʼ ὄμμα μου νοσεῖ; οὐ

Ἑλένη

γάρ με λεύσσων σὴν δάμαρθʼ ὁρᾶν δοκεῖς; τὸ

Μενελέως

σῶμʼ ὅμοιον, τὸ δὲ σαφές μʼ ἀποστερεῖ. σκέψαι·

Ἑλένη

τί σοὐνδεῖ; τίς δὲ σοῦ σοφώτερος; ἔοικας·

Μενελέως

οὔτοι τοῦτό γʼ ἐξαρνήσομαι. τίς
595

Ἑλένη

οὖν διδάξει σʼ ἄλλος ἢ τὰ σʼ ὄμματα; ἐκεῖ

Μενελέως

νοσοῦμεν, ὅτι δάμαρτʼ ἄλλην ἔχω. οὐκ

Ἑλένη

ἦλθον ἐς γῆν Τρῳάδʼ, ἀλλʼ εἴδωλον ἦν. καὶ

Μενελέως

τίς βλέποντα σώματʼ ἐξεργάζεται; αἰθήρ,

Ἑλένη

ὅθεν σὺ θεοπόνητʼ ἔχεις λέχη. τίνος
600

Μενελέως

πλάσαντος θεῶν; ἄελπτα γὰρ λέγεις. Ἥρας,

Ἑλένη

διάλλαγμʼ, ὡς Πάρις με μὴ λάβοι. πῶς

Μενελέως

οὖν ἂν ἐνθάδʼ ἦσθά τʼ ἐν Τροίᾳ θʼ ἅμα; τοὔνομα

Ἑλένη

γένοιτʼ ἂν πολλαχοῦ, τὸ σῶμα δʼ οὔ. μέθες

Μενελέως

με, λύπης ἅλις ἔχων ἐλήλυθα. λείψεις
605

Ἑλένη

γὰρ ἡμᾶς, τὰ δὲ κένʼ ἐξάξεις λέχη; καὶ

Μενελέως

χαῖρέ γʼ, Ἑλένῃ προσφερὴς ὁθούνεκʼ εἶ. ἀπωλόμην·

Ἑλένη

λαβοῦσά σʼ οὐχ ἕξω πόσιν. τοὐκεῖ

Μενελέως

με μέγεθος τῶν πόνων πείθει, σὺ δʼ οὔ. οἲ

Ἑλένη

ἐγώ· τίς ἡμῶν ἐγένετʼ ἀθλιωτέρα; οἱ
610
φίλτατοι λείπουσί μʼ οὐδʼ ἀφίξομαι Ἕλληνας
οὐδὲ πατρίδα τὴν ἐμήν ποτε. Μενέλαε,

Ἄγγελος

μαστεύων σε κιγχάνω μόλις πᾶσαν
πλανηθεὶς τήνδε βάρβαρον χθόνα, πεμφθεὶς
ἑταίρων τῶν λελειμμένων ὕπο. τί
615

Μενελέως

δʼ ἔστιν; οὔ που βαρβάρων συλᾶσθʼ ὕπο; θαῦμʼ

Ἄγγελος

ἔστʼ, ἔλασσον τοὔνομʼ ἢ τὸ πρᾶγμʼ ἔχον. λέγʼ·

Μενελέως

ὡς φέρεις τι τῇδε τῇ σπουδῇ νέον. λέγω

Ἄγγελος

πόνους σε μυρίους τλῆναι μάτην. παλαιὰ

Μενελέως

θρηνεῖς πήματʼ· ἀγγέλλεις δὲ τί; βέβηκεν
620

Ἄγγελος

ἄλοχος σὴ πρὸς αἰθέρος πτυχὰς ἀρθεῖσʼ
ἄφαντος· οὐρανῷ δὲ κρύπτεται λιποῦσα
σεμνὸν ἄντρον οὗ σφʼ ἐσῴζομεν, τοσόνδε
λέξασʼ· ὦ ταλαίπωροι Φρύγες πάντες
τʼ Ἀχαιοί, διʼ ἔμʼ ἐπὶ Σκαμανδρίοις ἀκταῖσιν
625
Ἥρας μηχαναῖς ἐθνῄσκετε, δοκοῦντες
Ἑλένην οὐκ ἔχοντʼ ἔχειν Πάριν. ἐγὼ
δʼ, ἐπειδὴ χρόνον ἔμεινʼ ὅσον με χρῆν, τὸ
μόρσιμον σῴσασα, πατέρʼ ἐς οὐρανὸν ἄπειμι·
φήμας δʼ ἡ τάλαινα Τυνδαρὶς ἄλλως
630
κακὰς ἤκουσεν οὐδὲν αἰτία. ὦ
χαῖρε, Λήδας θύγατερ, ἐνθάδʼ ἦσθʼ ἄρα; ἐγὼ
δέ σʼ ἄστρων ὡς βεβηκυῖαν μυχοὺς ἤγγελλον
εἰδὼς οὐδὲν ὡς ὑπόπτερον δέμας
φοροίης. οὐκ ἐῶ σε κερτομεῖν ἡμᾶς
635
τόδʼ αὖθις, ὡς ἄδην ἐν Ἰλίῳ πόνους
παρεῖχες σῷ πόσει καὶ συμμάχοις. τοῦτʼ

Μενελέως

ἔστʼ ἐκεῖνο· ξυμβεβᾶσιν οἱ λόγοι οἱ
τῆσδʼ ἀληθεῖς. ὦ ποθεινὸς ἡμέρα, ἥ
σʼ εἰς ἐμὰς ἔδωκεν ὠλένας λαβεῖν. ὦ
640

Ἑλένη

φίλτατʼ ἀνδρῶν Μενέλεως, ὁ μὲν χρόνος παλαιός,
ἡ δὲ τέρψις ἀρτίως πάρα. ἔλαβον
ἀσμένα πόσιν ἐμόν, φίλαι, περί
τʼ ἐπέτασα χέρα φίλιον
ἐν μακρᾷ φλογὶ φαεσφόρῳ. κἀγὼ
645

Μενελέως

σέ· πολλοὺς δʼ ἐν μέσῳ λόγους ἔχων οὐκ
οἶδʼ ὁποίου πρῶτον ἄρξωμαι τὰ νῦν. γέγηθα,

Ἑλένη

κρατὶ δʼ ὀρθίους ἐθείρας ἀνεπτέρωκα
καὶ δάκρυ σταλάσσω, περὶ
δὲ γυῖα χέρας ἔβαλον, ἡδονάν, ὦ
650
πόσις, ὡς λάβω. ὦ

Μενελέως

φιλτάτη πρόσοψις, οὐκ ἐμέμφθην· ἔχω
τὰ τῆς Διός τε λέκτρα Λήδας θʼ, ἃν
ὑπὸ λαμπάδων κόροι λεύκιπποι ξυνομαίμονες
ὤλβισαν ὤλβισαν τὸ
655
πρόσθεν, ἐκ δόμων δὲ νοσφίσας σʼ ἐμοῦ πρὸς
ἄλλαν ἐλαύνει θεὸς
συμφορὰν τᾶσδε κρείσσω. τὸ
κακὸν δʼ ἀγαθὸν σέ τε κἀμὲ συνάγαγε, πόσιν χρόνιον,
ἀλλʼ ὅμως ὀναίμαν τύχας. ὄναιο
660

Χορός

δῆτα. ταὐτὰ δὴ ξυνεύχομαι· δυοῖν
γὰρ ὄντοιν οὐχ ὃ μὲν τλήμων, ὃ δʼ οὔ. φίλαι

Ἑλένη

φίλαι, τὰ πάρος οὐκέτι στένομεν
οὐδʼ ἀλγῶ. πόσιν
ἐμὸν ἔχομεν ἔχομεν, ὃν ἔμενον ἔμενον
665
ἐκ Τροίας πολυετῆ μολεῖν. ἔχεις,

Μενελέως

ἐγώ τε σέ· ἡλίους δὲ μυρίους μόλις
διελθὼν ᾐσθόμην τὰ τῆς θεοῦ. ἐμὰ
δὲ χαρμονὰ δάκρυα· πλέον ἔχει χάριτος
ἢ λύπας. τί
670

Ἑλένη

φῶ; τίς ἂν τάδʼ ἤλπισεν βροτῶν ποτε; ἀδόκητον
ἔχω σε πρὸς στέρνοις. κἀγὼ

Μενελέως

σὲ τὴν δοκοῦσαν Ἰδαίαν πόλιν μολεῖν
Ἰλίου τε μελέους πύργους. πρὸς
θεῶν, δόμων πῶς τῶν ἐμῶν ἀπεστάλης; ἒ
675

Ἑλένη

ἔ· πικρὰς ἐς ἀρχὰς βαίνεις, ἒ
ἔ· πικρὰν δʼ ἐρευνᾷς φάτιν. λέγʼ·

Μενελέως

ὡς ἀκουστὰ πάντα δῶρα δαιμόνων. ἀπέπτυσα

Ἑλένη

μὲν λόγον, οἷον οἷον ἐσοίσομαι. ὅμως

Μενελέως

δὲ λέξον· ἡδύ τοι μόχθων κλύειν. οὐκ
680

Ἑλένη

ἐπὶ βαρβάρου λέκτρα νεανία πετομένας
κώπας, πετομένου
δʼ ἔρωτος ἀδίκων γάμων τίς

Μενελέως

γάρ σε δαίμων ἢ πότμος συλᾷ πάτρας; ὁ

Ἑλένη

Διὸς ὁ Διός, ὦ πόσι, παῖς μʼ ἐπέλασεν
685
Νείλῳ. θαυμαστά·

Μενελέως

τοῦ πέμψαντος; ὦ δεινοὶ λόγοι. κατεδάκρυσα

Ἑλένη

καὶ βλέφαρον ὑγραίνω δάκρυσιν·
ἁ Διός μʼ ἄλοχος ὤλεσεν. Ἥρα;

Μενελέως

τί νῷν χρῄζουσα προσθεῖναι κακόν; ὤμοι
690

Ἑλένη

ἐμῶν δεινῶν, λουτρῶν καὶ κρηνῶν, ἵνα
θεαὶ μορφὰν ἐφαίδρυναν,
ἔνθεν ἔμολεν κρίσις. τὰ

Μενελέως

δʼ ἐς κρίσιν σοι τῶνδʼ ἔθηχʼ Ἥρα κακῶν; Πάριν

Ἑλένη

ὡς ἀφέλοιτο — πῶς;
695

Μενελέως

αὔδα. Κύπρις

Ἑλένη

ᾧ μʼ ἐπένευσεν — ὦ

Μενελέως

τλᾶμον. τλάμων,

Ἑλένη

τλάμων· ὧδʼ ἐπέλασʼ Αἰγύπτῳ. εἶτʼ

Μενελέως

ἀντέδωκʼ εἴδωλον, ὡς σέθεν κλύω.
700

Ἑλένη

τὰ δὲ σὰ κατὰ μέλαθρα πάθεα πάθεα, μᾶ-
τερ, οἲ ʼγώ. τί

Μενελέως

φῄς; οὐκ

Ἑλένη

ἔστι μάτηρ· ἀγχόνιον δὲ βρόχον διʼ
ἐμὰν κατεδήσατο δυσγάμου αἰσχύναν. ὤμοι·
705

Μενελέως

θυγατρὸς δʼ Ἑρμιόνης ἔστιν βίος; ἄγαμος

Ἑλένη

ἄτεκνος, ὦ πόσι, καταστένει γάμον
ἄγαμον ἐμόν. ὦ

Μενελέως

πᾶν κατʼ ἄκρας δῶμʼ ἐμὸν πέρσας Πάρις, τάδε
καὶ σὲ διώλεσε μυριάδας τε χαλκεόπλων
710
Δαναῶν. ἐμὲ

Ἑλένη

δὲ πατρίδος ἄπο κακόποτμον ἀραίαν ἔβαλε
θεὸς ἀπό τε πόλεος ἀπό τε σέθεν, ὅτε
μέλαθρα λέχεά τʼ ἔλιπον — οὐ λιποῦσʼ ἐπʼ
αἰσχροῖς γάμοις. εἰ
715

Χορός

καὶ τὰ λοιπὰ τῆς τύχης εὐδαίμονος τύχοιτε,
πρὸς τὰ πρόσθεν ἀρκέσειεν ἄν. Μενέλαε,

Ἄγγελος

κἀμοὶ πρόσδοτον τῆς ἡδονῆς, ἣν
μανθάνω μὲν καὐτός, οὐ σαφῶς δʼ ἔχω. ἀλλʼ,

Μενελέως

ὦ γεραιέ, καὶ σὺ κοινώνει λόγων. οὐχ
720

Ἄγγελος

ἥδε μόχθων τῶν ἐν Ἰλίῳ βραβεύς; οὐχ

Μενελέως

ἥδε, πρὸς θεῶν δʼ ἦμεν ἠπατημένοι, νεφέλης
ἄγαλμʼ ἔχοντες ἐν χεροῖν λυγρόν. τί

Ἄγγελος

φῄς; νεφέλης
ἄρʼ ἄλλως εἴχομεν πόνους πέρι; Ἥρας
725

Μενελέως

τάδʼ ἔργα καὶ θεῶν τρισσῶν ἔρις. ἡ

Ἄγγελος

δʼ οὖσʼ ἀληθῶς ἐστιν ἥδε σὴ δάμαρ; αὕτη·

Μενελέως

λόγοις δʼ ἐμοῖσι πίστευσον τάδε. ὦ

Ἄγγελος

θύγατερ, ὁ θεὸς ὡς ἔφυ τι ποικίλον καὶ
δυστέκμαρτον. εὖ δέ πως πάντα στρέφει ἐκεῖσε
730
κἀκεῖσʼ ἀναφέρων· ὃ μὲν πονεῖ, ὃ
δʼ οὐ πονήσας αὖθις ὄλλυται κακῶς, βέβαιον
οὐδὲν τῆς ἀεὶ τύχης ἔχων. σὺ
γὰρ πόσις τε σὸς πόνων μετέσχετε, σὺ
μὲν λόγοισιν, ὃ δὲ δορὸς προθυμίᾳ. σπεύδων
735
δʼ ὅτʼ ἔσπευδʼ οὐδὲν εἶχε· νῦν δʼ ἔχει αὐτόματα
πράξας τἀγάθʼ εὐτυχέστατα. οὐκ
ἄρα γέροντα πατέρα καὶ Διοσκόρω ᾔσχυνας,
οὐδʼ ἔδρασας οἷα κλῄζεται. νῦν
ἀνανεοῦμαι τὸν σὸν ὑμέναιον πάλιν καὶ
740
λαμπάδων μεμνήμεθʼ ἃς τετραόροις ἵπποις
τροχάζων παρέφερον· σὺ δʼ ἐν δίφροις ξὺν
τῷδε νύμφη δῶμʼ ἔλειπες ὄλβιον. κακὸς
γὰρ ὅστις μὴ σέβει τὰ δεσποτῶν καὶ
ξυγγέγηθε καὶ συνωδίνει κακοῖς. ἐγὼ
745
μὲν εἴην, κεἰ πέφυχʼ ὅμως λάτρις, ἐν
τοῖσι γενναίοισιν ἠριθμημένος δούλοισι,
τοὔνομʼ οὐκ ἔχων ἐλεύθερον, τὸν
νοῦν δέ· κρεῖσσον γὰρ τόδʼ ἢ δυοῖν κακοῖν ἕνʼ
ὄντα χρῆσθαι, τὰς φρένας τʼ ἔχειν κακὰς ἄλλων
750
τʼ ἀκούειν δοῦλον ὄντα τῶν πέλας.

Μενελέως

ἄγʼ, ὦ γεραιέ, πολλὰ μὲν παρʼ ἀσπίδα
μοχθήματʼ ἐξέπλησας ἐκπονῶν ἐμοί,
καὶ νῦν μετασχὼν τῆς ἐμῆς εὐπραξίας
ἄγγειλον ἐλθὼν τοῖς λελειμμένοις φίλοις
755
τάδʼ ὡς ἔχονθʼ ηὕρηκας οἷ τʼ ἐσμὲν τύχης,
μένειν τʼ ἐπʼ ἀκταῖς τούς τʼ ἐμοὺς καραδοκεῖν
ἀγῶνας οἳ μένουσί μʼ, ὡς ἐλπίζομεν,
κεἰ τήνδε πως δυναίμεθʼ ἐκκλέψαι χθονός,
φρουρεῖν ὅπως ἂν εἰς ἓν ἐλθόντες τύχης
760
ἐκ βαρβάρων σωθῶμεν, ἢν δυνώμεθα. ἔσται

Ἄγγελος

τάδʼ, ὦναξ. ἀλλά τοι τὰ μάντεων ἐσεῖδον
ὡς φαῦλʼ ἐστὶ καὶ ψευδῶν πλέα. οὐδʼ
ἦν ἄρʼ ὑγιὲς οὐδὲν ἐμπύρου φλογὸς οὐδὲ
πτερωτῶν φθέγματʼ· εὔηθες δέ τοι τὸ
765
καὶ δοκεῖν ὄρνιθας ὠφελεῖν βροτούς. Κάλχας
γὰρ οὐκ εἶπʼ οὐδʼ ἐσήμηνε στρατῷ νεφέλης
ὑπερθνῄσκοντας εἰσορῶν φίλους οὐδʼ
Ἕλενος, ἀλλὰ πόλις ἀνηρπάσθη μάτην. εἴποις
ἄν· οὕνεχʼ ὁ θεὸς οὐκ ἠβούλετο; τί
770
δῆτα μαντευόμεθα; τοῖς θεοῖσι χρὴ θύοντας
αἰτεῖν ἀγαθά, μαντείας δʼ ἐᾶν· βίου
γὰρ ἄλλως δέλεαρ ηὑρέθη τόδε, κοὐδεὶς
ἐπλούτησʼ ἐμπύροισιν ἀργὸς ὤν· γνώμη
δʼ ἀρίστη μάντις ἥ τʼ εὐβουλία. ἐς
775

Χορός

ταὐτὸ κἀμοὶ δόξα μαντειῶν πέρι χωρεῖ
γέροντι· τοὺς θεοὺς ἔχων τις ἂν φίλους
ἀρίστην μαντικὴν ἔχοι δόμοις. εἶἑν·

Ἑλένη

τὰ μὲν δὴ δεῦρʼ ἀεὶ καλῶς ἔχει. ὅπως
δʼ ἐσώθης, ὦ τάλας, Τροίας ἄπο, κέρδος
780
μὲν οὐδὲν εἰδέναι, πόθος δέ τις τὰ
τῶν φίλων φίλοισιν αἰσθέσθαι κακά. ἦ

Μενελέως

πόλλʼ ἀνήρου μʼ ἑνὶ λόγῳ μιᾷ θʼ ὁδῷ. τί
σοι λέγοιμʼ ἂν τὰς ἐν Αἰγαίῳ φθορὰς τὰ
Ναυπλίου τʼ Εὐβοικὰ πυρπολήματα Κρήτην
785
τε Λιβύης θʼ ἃς ἐπεστράφην πόλεις, σκοπιάς
τε Περσέως; οὐ γὰρ ἐμπλήσαιμί σʼ ἂν μύθων,
λέγων τʼ ἄν σοι κάκʼ ἀλγοίην ἔτι, πάσχων
τʼ ἔκαμνον· δὶς δὲ λυπηθεῖμεν ἄν. κάλλιον

Ἑλένη

εἶπας ἤ σʼ ἀνηρόμην ἐγώ. ἓν
790
δʼ εἰπὲ πάντα παραλιπών, πόσον χρόνον πόντου
ʼπὶ νώτοις ἅλιον ἐφθείρου πλάνον; ἐν

Μενελέως

ναυσὶν ὢν πρὸς τοῖσιν ἐν Τροίᾳ δέκα ἔτεσι
διῆλθον ἑπτὰ περιδρομὰς ἐτῶν. φεῦ

Ἑλένη

φεῦ· μακρόν γʼ ἔλεξας, ὦ τάλας, χρόνον σωθεὶς
795
δʼ ἐκεῖθεν ἐνθάδʼ ἦλθες ἐς σφαγάς. πῶς

Μενελέως

φῄς; τί λέξεις; ὥς μʼ ἀπώλεσας, γύναι. φεῦγʼ

Ἑλένη

ὡς τάχιστα τῆσδʼ ἀπαλλαχθεὶς χθονός. θανῇ
πρὸς ἀνδρὸς οὗ τάδʼ ἐστὶ δώματα. τί

Μενελέως

χρῆμα δράσας ἄξιον τῆς συμφορᾶς; ἥκεις
800

Ἑλένη

ἄελπτος ἐμποδὼν ἐμοῖς γάμοις. ἦ

Μενελέως

γὰρ γαμεῖν τις τἄμʼ ἐβουλήθη λέχη; ὕβριν

Ἑλένη

θʼ ὑβρίζειν εἰς ἔμʼ, ἣν ἔτλην ἐγώ. ἰδίᾳ

Μενελέως

σθένων τις ἢ τυραννεύων χθονός; ὃς

Ἑλένη

γῆς ἀνάσσει τῆσδε Πρωτέως γόνος. τόδʼ
805

Μενελέως

ἔστʼ ἐκεῖνʼ αἴνιγμʼ ὃ προσπόλου κλύω. ποίοις

Ἑλένη

ἐπιστὰς βαρβάροις πυλώμασιν; τοῖσδʼ,

Μενελέως

ἔνθεν ὥσπερ πτωχὸς ἐξηλαυνόμην. οὔ

Ἑλένη

που προσῄτεις βίοτον; ὦ τάλαινʼ ἐγώ. τοὔργον

Μενελέως

μὲν ἦν τοῦτʼ, ὄνομα δʼ οὐκ εἶχεν τόδε. πάντʼ
810

Ἑλένη

οἶσθʼ ἄρʼ, ὡς ἔοικας, ἀμφʼ ἐμῶν γάμων. οἶδʼ·

Μενελέως

εἰ δὲ λέκτρα διέφυγες τάδʼ οὐκ ἔχω. ἄθικτον

Ἑλένη

εὐνὴν ἴσθι σοι σεσῳσμένην. τίς

Μενελέως

τοῦδε πειθώ; φίλα γάρ, εἰ σαφῆ λέγεις. ὁρᾷς

Ἑλένη

τάφου τοῦδʼ ἀθλίους ἕδρας ἐμάς; ὁρῶ
815

Μενελέως

ταλαίνας στιβάδας, ὧν τί σοὶ μέτα; ἐνταῦθα

Ἑλένη

λέκτρων ἱκετεύομεν φυγάς. βωμοῦ

Μενελέως

σπανίζουσʼ ἢ νόμοισι βαρβάροις; ἐρρύεθʼ

Ἑλένη

ἡμᾶς τοῦτʼ ἴσον ναοῖς θεῶν. οὐδʼ

Μενελέως

ἄρα πρὸς οἴκους ναυστολεῖν σʼ ἔξεστί μοι; ξίφος
820

Ἑλένη

μένει σε μᾶλλον ἢ τοὐμὸν λέχος. οὕτως

Μενελέως

ἂν εἴην ἀθλιώτατος βροτῶν. μή

Ἑλένη

νυν καταιδοῦ, φεῦγε δʼ ἐκ τῆσδε χθονός. λιπών

Μενελέως

σε; Τροίαν ἐξέπερσα σὴν χάριν. κρεῖσσον

Ἑλένη

γὰρ ἤ σε τἄμʼ ἀποκτεῖναι λέχη. ἄνανδρά
825

Μενελέως

γʼ εἶπας Ἰλίου τʼ οὐκ ἄξια. οὐκ

Ἑλένη

ἂν κτάνοις τύραννον, ὃ σπεύδεις ἴσως. οὕτω

Μενελέως

σιδήρῳ τρωτὸν οὐκ ἔχει δέμας; εἴσῃ.

Ἑλένη

τὸ τολμᾶν δʼ ἀδύνατʼ ἀνδρὸς οὐ σοφοῦ. σιγῇ

Μενελέως

παράσχω δῆτʼ ἐμὰς δῆσαι χέρας; ἐς
830

Ἑλένη

ἄπορον ἥκεις· δεῖ δὲ μηχανῆς τινος. δρῶντας

Μενελέως

γὰρ ἢ μὴ δρῶντας ἥδιον θανεῖν. μίʼ

Ἑλένη

ἔστιν ἐλπίς, ᾗ μόνῃ σωθεῖμεν ἄν. ὠνητὸς

Μενελέως

ἢ τολμητὸς ἢ λόγων ὕπο; εἰ

Ἑλένη

μὴ τύραννός σʼ ἐκπύθοιτʼ ἀφιγμένον. ἐρεῖ
835

Μενελέως

δὲ τίς μʼ; οὐ γνώσεταί γʼ ὅς εἰμʼ ἐγώ. ἔστʼ

Ἑλένη

ἔνδον αὐτῷ ξύμμαχος θεοῖς ἴση. φήμη

Μενελέως

τις οἴκων ἐν μυχοῖς ἱδρυμένη; οὔκ,

Ἑλένη

ἀλλʼ ἀδελφή· Θεονόην καλοῦσί νιν. χρηστήριον

Μενελέως

μὲν τοὔνομʼ· ὅ τι δὲ δρᾷ φράσον. πάντʼ
840

Ἑλένη

οἶδʼ, ἐρεῖ τε συγγόνῳ παρόντα σε. θνῄσκοιμεν

Μενελέως

ἄν· λαθεῖν γὰρ οὐχ οἷόν τέ μοι. ἴσως

Ἑλένη

ἂν ἀναπείσαιμεν ἱκετεύοντέ νιν — τί

Μενελέως

χρῆμα δρᾶσαι; τίνʼ ὑπάγεις μʼ ἐς ἐλπίδα; παρόντα

Ἑλένη

γαίᾳ μὴ φράσαι σε συγγόνῳ. πείσαντε
845

Μενελέως

δʼ ἐκ γῆς διορίσαιμεν ἂν πόδα; κοινῇ

Ἑλένη

γʼ ἐκείνῃ ῥᾳδίως, λάθρᾳ δʼ ἂν οὔ. σὸν

Μενελέως

ἔργον, ὡς γυναικὶ πρόσφορον γυνή. ὡς

Ἑλένη

οὐκ ἄχρωστα γόνατʼ ἐμῶν ἕξει χερῶν. φέρʼ,

Μενελέως

ἢν δὲ δὴ νῷν μὴ ἀποδέξηται λόγους; θανῇ·
850

Ἑλένη

γαμοῦμαι δʼ ἡ τάλαινʼ ἐγὼ βίᾳ. προδότις

Μενελέως

ἂν εἴης· τὴν βίαν σκήψασʼ ἔχεις. ἀλλʼ

Ἑλένη

ἁγνὸν ὅρκον σὸν κάρα κατώμοσα τί

Μενελέως

φῄς; θανεῖσθαι; κοὔποτʼ ἀλλάξεις λέχη; ταὐτῷ

Ἑλένη

ξίφει γε· κείσομαι δὲ σοῦ πέλας. ἐπὶ
855

Μενελέως

τοῖσδε τοίνυν δεξιᾶς ἐμῆς θίγε. ψαύω,

Ἑλένη

θανόντος σοῦ τόδʼ ἐκλείψειν φάος. κἀγὼ

Μενελέως

στερηθεὶς σοῦ τελευτήσειν βίον. πῶς

Ἑλένη

οὖν θανούμεθʼ ὥστε καὶ δόξαν λαβεῖν; τύμβου

Μενελέως

ʼπὶ νώτῳ σὲ κτανὼν ἐμὲ κτενῶ. πρῶτον
860
δʼ ἀγῶνα μέγαν ἀγωνιούμεθα λέκτρων
ὑπὲρ σῶν. ὁ δὲ θέλων ἴτω πέλας· τὸ
Τρωικὸν γὰρ οὐ καταισχυνῶ κλέος οὐδʼ
Ἑλλάδʼ ἐλθὼν λήψομαι πολὺν ψόγον, ὅστις
Θέτιν μὲν ἐστέρησʼ Ἀχιλλέως, Τελαμωνίου
865
δʼ Αἴαντος εἰσεῖδον σφαγάς, τὸν
Νηλέως τʼ ἄπαιδα· διὰ δὲ τὴν ἐμὴν οὐκ
ἀξιώσω κατθανεῖν δάμαρτʼ ἐγώ; μάλιστά
γε· εἰ γάρ εἰσιν οἱ θεοὶ σοφοί, εὔψυχον
ἄνδρα πολεμίων θανόνθʼ ὕπο κούφῃ
870
καταμπίσχουσιν ἐν τύμβῳ χθονί, κακοὺς
δʼ ἐφʼ ἕρμα στερεὸν ἐκβάλλουσι γῆς. ὦ

Χορός

θεοί, γενέσθω δή ποτʼ εὐτυχὲς γένος τὸ
Ταντάλειον καὶ μεταστήτω κακῶν. οἲ

Ἑλένη

ἐγὼ τάλαινα· τῆς τύχης γὰρ ὧδʼ ἔχω. Μενέλαε,
875
διαπεπράγμεθʼ· ἐκβαίνει δόμων ἡ
θεσπιῳδὸς Θεονόη· κτυπεῖ δόμος κλῄθρων
λυθέντων. φεῦγʼ· ἀτὰρ τί φευκτέον; ἀποῦσα
γάρ σε καὶ παροῦσʼ ἀφιγμένον δεῦρʼ
οἶδεν· ὦ δύστηνος, ὡς ἀπωλόμην. Τροίας
880
δὲ σωθεὶς κἀπὸ βαρβάρου χθονὸς ἐς
βάρβαρʼ ἐλθὼν φάσγανʼ αὖθις ἐμπεσῇ. ἡγοῦ

Θεονόη

σύ μοι φέρουσα λαμπτήρων σέλας θείου
δε σεμνὸν θεσμὸν αἰθέρος μυχούς, ὡς
πνεῦμα καθαρὸν οὐρανοῦ δεξώμεθα· σὺ
885
δʼ αὖ κέλευθον εἴ τις ἔβλαψεν ποδὶ στείβων
ἀνοσίῳ, δὸς καθαρσίῳ φλογί, κροῦσον
δὲ πεύκην, ἵνα διεξέλθω, πυρός. νόμον
δὲ τὸν ἐμὸν θεοῖσιν ἀποδοῦσαι πάρος ἐφέστιον
φλόγʼ ἐς δόμους κομίζετε. Ἑλένη,
890
τί τἀμὰ — πῶς ἔχει — θεσπίσματα; ἥκει
πόσις σοι Μενέλεως ὅδʼ ἐμφανής, νεῶν
στερηθεὶς τοῦ τε σοῦ μιμήματος. ὦ
τλῆμον, οἵους διαφυγὼν ἦλθες πόνους, οὐδʼ
οἶσθα νόστον οἴκαδʼ εἴτʼ αὐτοῦ μενεῖς· ἔρις
895
γὰρ ἐν θεοῖς σύλλογός τε σοῦ πέρι ἔσται
πάρεδρος Ζηνὶ τῷδʼ ἐν ἤματι. Ἥρα
μέν, ἥ σοι δυσμενὴς πάροιθεν ἦν, νῦν
ἐστιν εὔνους κἀς πάτραν σῷσαι θέλει ξὺν
τῇδʼ, ἵνʼ Ἑλλὰς τοὺς Ἀλεξάνδρου γάμους, δώρημα
900
Κύπριδος, ψευδονυμφεύτους μάθῃ· Κύπρις
δὲ νόστον σὸν διαφθεῖραι θέλει, ὡς
μὴ ʼξελεγχθῇ μηδὲ πριαμένη φανῇ τὸ
κάλλος, Ἑλένης οὕνεκʼ, ἀνονήτοις γάμοις. τέλος
δʼ ἐφʼ ἡμῖν, εἴθʼ, ἃ βούλεται Κύπρις, λέξασʼ
905
ἀδελφῷ σʼ ἐνθάδʼ ὄντα διολέσω, εἴτʼ
αὖ μεθʼ Ἥρας στᾶσα σὸν σώσω βίον, κρύψασʼ
ὁμαίμονʼ, ὅς με προστάσσει τάδε εἰπεῖν,
ὅταν γῆν τήνδε νοστήσας τύχῃς τίς
εἶσʼ ἀδελφῷ τόνδε σημανῶν ἐμῷ παρόνθʼ,
910
ὅπως ἂν τοὐμὸν ἀσφαλῶς ἔχῃ;

Ἑλένη

ὦ παρθένʼ, ἱκέτις ἀμφὶ σὸν πίτνω γόνυ
καὶ προσκαθίζω θᾶκον οὐκ εὐδαίμονα
ὑπέρ τʼ ἐμαυτῆς τοῦδέ θʼ, ὃν μόλις ποτὲ
λαβοῦσʼ ἐπʼ ἀκμῆς εἰμι κατθανόντʼ ἰδεῖν·
915
μή μοι κατείπῃς σῷ κασιγνήτῳ πόσιν
τόνδʼ εἰς ἐμὰς ἥκοντα φιλτάτας χέρας,
σῷσον δέ, λίσσομαί σε· συγγόνῳ δὲ σῷ
τὴν εὐσέβειαν μὴ προδῷς τὴν σήν ποτε,
χάριτας πονηρὰς κἀδίκους ὠνουμένη.
920
μισεῖ γὰρ ὁ θεὸς τὴν βίαν, τὰ κτητὰ δὲ
κτᾶσθαι κελεύει πάντας οὐκ ἐς ἁρπαγάς.
ἐατέος δʼ ὁ πλοῦτος ἄδικός τις ὤν.
κοινὸς γάρ ἐστιν οὐρανὸς πᾶσιν βροτοῖς
καὶ γαῖʼ, ἐν ᾗ χρὴ δώματʼ ἀναπληρουμένους
925
τἀλλότρια μὴ σχεῖν μηδʼ ἀφαιρεῖσθαι βίᾳ.
ἡμᾶς δὲ καιρίως μέν, ἀθλίως δʼ ἐμοί,
Ἑρμῆς ἔδωκε πατρὶ σῷ σῴζειν πόσει
τῷδʼ ὃς πάρεστι κἀπολάζυσθαι θέλει.
πῶς οὖν θανὼν ἂν ἀπολάβοι; κεῖνος δὲ πῶς
930
τὰ ζῶντα τοῖς θανοῦσιν ἀποδοίη ποτʼ ἄν;
ἤδη τὰ τοῦ θεοῦ καὶ τὰ τοῦ πατρὸς σκόπει·
πότερον ὁ δαίμων χὡ θανὼν τὰ τῶν πέλας
βούλοιντʼ ἂν ἢ οὐ βούλοιντʼ ἂν ἀποδοῦναι πάλιν;
δοκῶ μέν. οὔκουν χρή σε συγγόνῳ πλέον
935
νέμειν ματαίῳ μᾶλλον ἢ χρηστῷ πατρί.
εἰ δʼ οὖσα μάντις καὶ τὰ θεῖʼ ἡγουμένη
τὸ μὲν δίκαιον τοῦ πατρὸς διαφθερεῖς,
τῷ δʼ οὐ δικαίῳ συγγόνῳ σώσεις χάριν,
αἰσχρὸν τὰ μέν σε θεῖα πάντʼ ἐξειδέναι,
940
τά τʼ ὄντα καὶ μέλλοντα, τὰ δὲ δίκαια μή.
τήν τʼ ἀθλίαν ἔμʼ, οἷσιν ἔγκειμαι κακοῖς,
ῥῦσαι, πάρεργον δοῦσα τοῦτο τῆς τύχης·
Ἑλένην γὰρ οὐδεὶς ὅστις οὐ στυγεῖ βροτῶν·
ἣ κλῄζομαι καθʼ Ἑλλάδʼ ὡς προδοῦσʼ ἐμὸν
945
πόσιν Φρυγῶν ᾤκησα πολυχρύσους δόμους.
ἢν δʼ Ἑλλάδʼ ἔλθω κἀπιβῶ Σπάρτης πάλιν,
κλύοντες εἰσιδόντες ὡς τέχναις θεῶν
ὤλοντʼ, ἐγὼ δὲ προδότις οὐκ ἄρʼ ἦ φίλων,
πάλιν μʼ ἀνάξουσʼ ἐς τὸ σῶφρον αὖθις αὖ,
950
ἑδνώσομαί τε θυγατέρʼ, ἣν οὐδεὶς γαμεῖ,
τὴν δʼ ἐνθάδʼ ἐκλιποῦσʼ ἀλητείαν πικρὰν
ὄντων ἐν οἴκοις χρημάτων ὀνήσομαι.
κεἰ μὲν θανὼν ὅδʼ ἐν πυρᾷ κατεσφάγη,
πρόσω σφʼ ἀπόντα δακρύοις ἂν ἠγάπων·
955
νῦν δʼ ὄντα καὶ σωθέντʼ ἀφαιρεθήσομαι;
μὴ δῆτα, παρθένʼ, ἀλλά σʼ ἱκετεύω τόδε·
δὸς τὴν χάριν μοι τήνδε καὶ μιμοῦ τρόπους
πατρὸς δικαίου· παισὶ γὰρ κλέος τόδε
κάλλιστον, ὅστις ἐκ πατρὸς χρηστοῦ γεγὼς
960
ἐς ταὐτὸν ἦλθε τοῖς τεκοῦσι τοὺς τρόπους. οἰκτρὸν

Χορός

μὲν οἱ παρόντες ἐν μέσῳ λόγοι, οἰκτρὰ
δὲ καὶ σύ. τοὺς δὲ Μενέλεω ποθῶ λόγους
ἀκοῦσαι τίνας ἐρεῖ ψυχῆς πέρι.

Μενελέως

ἐγὼ σὸν οὔτʼ ἂν προσπεσεῖν τλαίην γόνυ
965
οὔτʼ ἂν δακρῦσαι βλέφαρα· τὴν Τροίαν γὰρ ἂν
δειλοὶ γενόμενοι πλεῖστον αἰσχύνοιμεν ἄν.
καίτοι λέγουσιν ὡς πρὸς ἀνδρὸς εὐγενοῦς
ἐν ξυμφοραῖσι δάκρυʼ ἀπʼ ὀφθαλμῶν βαλεῖν.
ἀλλʼ οὐχὶ τοῦτο τὸ καλόν, εἰ καλὸν τόδε,
970
αἱρήσομαι ʼγὼ πρόσθε τῆς εὐψυχίας.
ἀλλʼ, εἰ μὲν ἄνδρα σοι δοκεῖ σῷσαι ξένον
ζητοῦντά γʼ ὀρθῶς ἀπολαβεῖν δάμαρτʼ ἐμήν,
ἀπόδος τε καὶ πρὸς σῷσον· εἰ δὲ μὴ δοκεῖ,
ἐγὼ μὲν οὐ νῦν πρῶτον ἀλλὰ πολλάκις
975
ἄθλιος ἂν εἴην, σὺ δὲ γυνὴ κακὴ φανῇ.
ἃ δʼ ἄξιʼ ἡμῶν καὶ δίκαιʼ ἡγούμεθα
καὶ σῆς μάλιστα καρδίας ἀνθάψεται,
λέξω τάδʼ ἀμφὶ μνῆμα σοῦ πατρὸς πόθῳ·
ὦ γέρον, ὃς οἰκεῖς τόνδε λάινον τάφον,
980
ἀπόδος, ἀπαιτῶ τὴν ἐμὴν δάμαρτά σε,
ἣν Ζεὺς ἔπεμψε δεῦρό σοι σῴζειν ἐμοί.
οἶδʼ οὕνεκʼ ἡμῖν οὔποτʼ ἀποδώσεις θανών·
ἀλλʼ ἥδε πατέρα νέρθεν ἀνακαλούμενον
οὐκ ἀξιώσει τὸν πρὶν εὐκλεέστατον
985
κακῶς ἀκοῦσαι· κυρία γάρ ἐστι νῦν.
ὦ νέρτερʼ Ἅιδη, καὶ σὲ σύμμαχον καλῶ,
ὃς πόλλʼ ἐδέξω τῆσδʼ ἕκατι σώματα
πεσόντα τὠμῷ φασγάνῳ, μισθὸν δʼ ἔχεις·
ἢ νῦν ἐκείνους ἀπόδος ἐμψύχους πάλιν,
990
ἢ τήνδε πατρὸς εὐσεβοῦς ἀνάγκασον
κρείσσω φανεῖσαν τἀμά γʼ ἀποδοῦναι λέχη.
εἰ δʼ ἐμὲ γυναῖκα τὴν ἐμὴν συλήσετε,
ἅ σοι παρέλιπεν ἥδε τῶν λόγων, φράσω.
ὅρκοις κεκλῄμεθʼ, ὡς μάθῃς, ὦ παρθένε,
995
πρῶτον μὲν ἐλθεῖν διὰ μάχης σῷ συγγόνῳ
κἀκεῖνον ἢ ʼμὲ δεῖ θανεῖν· ἁπλοῦς λόγος.
ἢν δʼ ἐς μὲν ἀλκὴν μὴ πόδʼ ἀντιθῇ ποδί,
λιμῷ δὲ θηρᾷ τύμβον ἱκετεύοντε νώ,
κτανεῖν δέδοκται τήνδε μοι κἄπειτʼ ἐμὸν
1000
πρὸς ἧπαρ ὦσαι δίστομον ξίφος τόδε
τύμβου ʼπὶ νώτοις τοῦδʼ, ἵνʼ αἵματος ῥοαὶ
τάφου καταστάζωσι· κεισόμεσθα δὲ
νεκρὼ δύʼ ἑξῆς τῷδʼ ἐπὶ ξεστῷ τάφῳ,
ἀθάνατον ἄλγος σοί, ψόγος δὲ σῷ πατρί.
1005
οὐ γὰρ γαμεῖ τήνδʼ οὔτε σύγγονος σέθεν
οὔτʼ ἄλλος οὐδείς· ἀλλʼ ἐγώ σφʼ ἀπάξομαι,
εἰ μὴ πρὸς οἴκους δυνάμεθʼ, ἀλλὰ πρὸς νεκρούς.
τί ταῦτα; δακρύοις ἐς τὸ θῆλυ τρεπόμενος
ἐλεινὸς ἦν ἂν μᾶλλον ἢ δραστήριος.
1010
κτεῖνʼ, εἰ δοκεῖ σοι· δυσκλεᾶς γὰρ οὐ κτενεῖς·
μᾶλλόν γε μέντοι τοῖς ἐμοῖς πείθου λόγοις,
ἵνʼ ᾖς δικαία καὶ δάμαρτʼ ἐγὼ λάβω. ἐν

Χορός

σοὶ βραβεύειν, ὦ νεᾶνι, τοὺς λόγους· οὕτω
δὲ κρῖνον, ὡς ἅπασιν ἁνδάνῃς. ἐγὼ
1015

Θεονόη

πέφυκά τʼ εὐσεβεῖν καὶ βούλομαι, φιλῶ
τʼ ἐμαυτήν, καὶ κλέος τοὐμοῦ πατρὸς οὐκ
ἂν μιάναιμʼ, οὐδὲ συγγόνῳ χάριν δοίην
ἂν ἐξ ἧς δυσκλεὴς φανήσομαι. ἔνεστι
δʼ ἱερὸν τῆς δίκης ἐμοὶ μέγα ἐν
1020
τῇ φύσει· καὶ τοῦτο Νηρέως πάρα ἔχουσα
σῴζειν, Μενέλεως, πειράσομαι. Ἥρᾳ
δʼ, ἐπείπερ βούλεταί σʼ εὐεργετεῖν, ἐς
ταὐτὸν οἴσω ψῆφον· ἡ Κύπρις δʼ ἐμοὶ ἵλεως
μὲν εἴη, ξυμβέβηκε δʼ οὐδαμοῦ· πειράσομαι
1025
δὲ παρθένος μένειν ἀεί. ἃ
δʼ ἀμφὶ τύμβῳ τῷδʼ ὀνειδίζεις πατρί, ἡμῖν
ὅδʼ αὑτὸς μῦθος. ἀδικοίημεν ἄν, εἰ
μὴ ἀποδώσω· καὶ γὰρ ἂν κεῖνος βλέπων ἀπέδωκεν
ἂν σοὶ τήνδʼ ἔχειν, ταύτῃ δὲ σέ. καὶ
1030
γὰρ τίσις τῶνδʼ ἐστὶ τοῖς τε νερτέροις καὶ
τοῖς ἄνωθεν πᾶσιν ἀνθρώποις· ὁ νοῦς τῶν
κατθανόντων ζῇ μὲν οὔ, γνώμην δʼ ἔχει ἀθάνατον
εἰς ἀθάνατον αἰθέρʼ ἐμπεσών. ὡς
οὖν παραινῶ μὴ μακράν, σιγήσομαι ἅ
1035
μου καθικετεύσατʼ, οὐδὲ μωρίᾳ ξύμβουλος
ἔσομαι τῇ κασιγνήτου ποτέ. εὐεργετῶ
γὰρ κεῖνον οὐ δοκοῦσʼ ὅμως, ἐκ
δυσσεβείας ὅσιον εἰ τίθημί νιν. αὐτοὶ
μὲν οὖν ὁδόν τινʼ ἐξευρίσκετε, ἐγὼ
1040
δʼ ἀποστᾶσʼ ἐκποδὼν σιγήσομαι. ἐκ
τῶν θεῶν δʼ ἄρχεσθε χἱκετεύετε τὴν
μέν σʼ ἐᾶσαι πατρίδα νοστῆσαι Κύπριν, Ἥρας
δὲ τὴν ἔννοιαν ἐν ταὐτῷ μένειν ἣν
ἐς σὲ καὶ σὸν πόσιν ἔχει σωτηρίας. σὺ
1045
δʼ, ὦ θανών μοι πάτερ, ὅσον γʼ ἐγὼ σθένω, οὔποτε
κεκλήσῃ δυσσεβὴς ἀντʼ εὐσεβοῦς. οὐδείς

Χορός

ποτʼ εὐτύχησεν ἔκδικος γεγώς, ἐν
τῷ δικαίῳ δʼ ἐλπίδες σωτηρίας. Μενέλαε,

Ἑλένη

πρὸς μὲν παρθένου σεσῴσμεθα· τοὐνθένδε
1050
δὴ σὲ τοὺς λόγους φέροντα χρὴ κοινὴν
ξυνάπτειν μηχανὴν σωτηρίας. ἄκουε

Μενελέως

δή νυν· χρόνιος εἶ κατὰ στέγας καὶ
συντέθραψαι προσπόλοισι βασιλέως. τί

Ἑλένη

τοῦτʼ ἔλεξας; ἐσφέρεις γὰρ ἐλπίδας ὡς
1055
δή τι δράσων χρηστὸν ἐς κοινόν γε νῷν. πείσειας

Μενελέως

ἄν τινʼ οἵτινες τετραζύγων ὄχων
ἀνάσσουσʼ, ὥστε νῷν δοῦναι δίφρους; πείσαιμʼ

Ἑλένη

ἄν· ἀλλὰ τίνα φυγὴν φευξούμεθα πεδίων
ἄπειροι βαρβάρου τʼ ὄντες χθονός; ἀδύνατον
1060

Μενελέως

εἶπας. φέρε, τί δʼ, εἰ κρυφθεὶς δόμοις κτάνοιμʼ
ἄνακτα τῷδε διστόμῳ ξίφει; οὐκ

Ἑλένη

ἄν σʼ ἀνάσχοιτʼ οὐδὲ σιγήσειεν ἂν μέλλοντʼ
ἀδελφὴ σύγγονον κατακτενεῖν. ἀλλʼ

Μενελέως

οὐδὲ μὴν ναῦς ἔστιν ᾗ σωθεῖμεν ἂν φεύγοντες·
1065
ἣν γὰρ εἴχομεν θάλασσʼ ἔχει. ἄκουσον,

Ἑλένη

ἤν τι καὶ γυνὴ λέξῃ σοφόν. βούλῃ
λέγεσθαι, μὴ θανών, λόγῳ θανεῖν; κακὸς

Μενελέως

μὲν ὄρνις· εἰ δὲ κερδανῶ, λέγειν ἕτοιμός
εἰμι μὴ θανὼν λόγῳ θανεῖν. καὶ
1070

Ἑλένη

μὴν γυναικείοις σʼ ἂν οἰκτισαίμεθα κουραῖσι
καὶ θρήνοισι πρὸς τὸν ἀνόσιον. σωτηρίας

Μενελέως

δὲ τοῦτʼ ἔχει τί νῷν ἄκος; παλαιότης
γὰρ τῷ λόγῳ γʼ ἔνεστί τις. ὡς

Ἑλένη

δὴ θανόντα σʼ ἐνάλιον κενῷ τάφῳ θάψαι
1075
τύραννον τῆσδε γῆς αἰτήσομαι. καὶ

Μενελέως

δὴ παρεῖκεν· εἶτα πῶς ἄνευ νεὼς σωθησόμεσθα
κενοταφοῦντʼ ἐμὸν δέμας; δοῦναι

Ἑλένη

κελεύσω πορθμίδʼ, ᾗ καθήσομαι κόσμον
τάφῳ σῷ πελαγίους ἐς ἀγκάλας. ὡς
1080

Μενελέως

εὖ τόδʼ εἶπας πλὴν ἕν· εἰ χέρσῳ ταφὰς θεῖναι
κελεύσει σʼ, οὐδὲν ἡ σκῆψις φέρει. ἀλλʼ

Ἑλένη

οὐ νομίζειν φήσομεν καθʼ Ἑλλάδα χέρσῳ
καλύπτειν τοὺς θανόντας ἐναλίους. τοῦτʼ

Μενελέως

αὖ κατορθοῖς· εἶτʼ ἐγὼ συμπλεύσομαι καὶ
1085
συγκαθήσω κόσμον ἐν ταὐτῷ σκάφει. σὲ

Ἑλένη

καὶ παρεῖναι δεῖ μάλιστα τούς τε σοὺς πλωτῆρας
οἵπερ ἔφυγον ἐκ ναυαγίας. καὶ

Μενελέως

μὴν ἐάνπερ ναῦν ἐπʼ ἀγκύρας λάβω, ἀνὴρ
παρʼ ἄνδρα στήσεται ξιφηφόρος. σὲ
1090

Ἑλένη

χρὴ βραβεύειν πάντα· πόμπιμοι μόνον λαίφει
πνοαὶ γένοιντο καὶ νεὼς δρόμος. ἔσται·

Μενελέως

πόνους γὰρ δαίμονες παύσουσί μου. ἀτὰρ
θανόντα τοῦ μʼ ἐρεῖς πεπυσμένη; σοῦ·

Ἑλένη

καὶ μόνος γε φάσκε διαφυγεῖν μόρον Ἀτρέως
1095
πλέων σὺν παιδὶ καὶ θανόνθʼ ὁρᾶν. καὶ

Μενελέως

μὴν τάδʼ ἀμφίβληστρα σώματος ῥάκη ξυμμαρτυρήσει
ναυτικῶν ἐρειπίων. ἐς

Ἑλένη

καιρὸν ἦλθε, τότε δʼ ἄκαιρʼ ἀπώλλυτο· τὸ
δʼ ἄθλιον κεῖνʼ εὐτυχὲς τάχʼ ἂν πέσοι. πότερα
1100

Μενελέως

δʼ ἐς οἴκους σοὶ συνεισελθεῖν με χρὴ ἢ
πρὸς τάφῳ τῷδʼ ἥσυχοι καθώμεθα; αὐτοῦ

Ἑλένη

μένʼ· ἢν γὰρ καί τι πλημμελές σε δρᾷ, τάφος
σʼ ὅδʼ ἂν ῥύσαιτο φάσγανόν τε σόν. ἐγὼ
δʼ ἐς οἴκους βᾶσα βοστρύχους τεμῶ πέπλων
1105
τε λευκῶν μέλανας ἀνταλλάξομαι παρῇδί
τʼ ὄνυχα φόνιον ἐμβαλῶ χροός. μέγας
γὰρ ἁγών, καὶ βλέπω δύο ῥοπάς· ἢ
γὰρ θανεῖν δεῖ μʼ, ἢν ἁλῶ τεχνωμένη, ἢ
πατρίδα τʼ ἐλθεῖν καὶ σὸν ἐκσῷσαι δέμας. ὦ
1110
πότνιʼ ἣ Δίοισιν ἐν λέκτροις πίτνεις Ἥρα,
δύʼ οἰκτρὼ φῶτʼ ἀνάψυξον πόνων, αἰτούμεθʼ
ὀρθὰς ὠλένας πρὸς οὐρανὸν ῥίπτονθʼ,
ἵνʼ οἰκεῖς ἀστέρων ποικίλματα. σύ
θʼ, ἣ ʼπὶ τὠμῷ κάλλος ἐκτήσω γάμῳ, κόρη
1115
Διώνης Κύπρι, μή μʼ ἐξεργάσῃ. ἅλις
δὲ λύμης ἥν μʼ ἐλυμήνω πάρος τοὔνομα
παρασχοῦσʼ, οὐ τὸ σῶμʼ, ἐν βαρβάροις. θανεῖν
δʼ ἔασόν μʼ, εἰ κατακτεῖναι θέλεις, ἐν
γῇ πατρῴᾳ. τί ποτʼ ἄπληστος εἶ κακῶν, ἔρωτας
1120
ἀπάτας δόλιά τʼ ἐξευρήματα ἀσκοῦσα
φίλτρα θʼ αἱματηρὰ δωμάτων; εἰ
δʼ ἦσθα μετρία, τἄλλα γʼ ἡδίστη θεῶν πέφυκας
ἀνθρώποισιν· οὐκ ἄλλως λέγω.

Χορός

σὲ τὰν ἐναύλοις ὑπὸ δενδροκόμοις
1125
μουσεῖα καὶ θάκους ἐνί-
ζουσαν ἀναβοάσω,
σὲ τὰν ἀοιδοτάταν ὄρνιθα μελῳδὸν
ἀηδόνα δακρυόεσσαν,
ἔλθʼ ὦ διὰ ξουθᾶν
1130
γενύων ἐλελιζομένα
θρήνων ἐμοὶ ξυνεργός,
Ἑλένας μελέας πόνους
τὸν Ἰλιάδων τʼ ἀει-
δούσᾳ δακρυόεντα πότμον
1135
Ἀχαιῶν ὑπὸ λόγχαις·
ὅτʼ ἔδραμε ῥόθια πεδία βαρβάρῳ πλάτᾳ
ὅτʼ ἔμολεν ἔμολε, μέλεα Πριαμίδαις ἄγων
Λακεδαίμονος ἄπο λέχεα
σέθεν, ὦ Ἑλένα, Πάρις αἰνόγαμος
1140
πομπαῖσιν Ἀφροδίτας.
πολλοὶ δʼ Ἀχαιῶν δορὶ καὶ πετρίναις
ῥιπαῖσιν ἐκπνεύσαντες Ἅι-
δαν μέλεον ἔχουσιν,
ταλαινᾶν ἀλόχων κείραντες ἔθειραν·
1145
ἄνυμφα δὲ μέλαθρα κεῖται·
πολλοὺς δὲ πυρσεύσας
φλογερὸν σέλας ἀμφιρύταν
Εὔβοιαν εἷλʼ Ἀχαιῶν
μονόκωπος ἀνήρ, πέτραις
1150
Καφηρίσιν ἐμβαλὼν
Αἰγαίαις τʼ ἐνάλοις δόλιον
ἀκταῖς ἀστέρα λάμψας.
ἀλίμενα δʼ ὄρεα Μάλεα χειμάτων πνοᾷ,
ὅτʼ ἔσυτο πατρίδος ἀποπρό, βαρβάρου στολᾶς
1155
γέρας, οὐ γέρας ἀλλʼ ἔριν,
Δαναῶν Μενέλας ἐπὶ ναυσὶν ἄγων,
εἴδωλον ἱερὸν Ἥρας.
ὅ τι θεὸς ἢ μὴ θεὸς ἢ τὸ μέσον,
τίς φησʼ ἐρευνήσας βροτῶν
1160
μακρότατον πέρας εὑρεῖν
ὃς τὰ θεῶν ἐσορᾷ
δεῦρο καὶ αὖθις ἐκεῖσε
καὶ πάλιν ἀντιλόγοις
πηδῶντʼ ἀνελπίστοις τύχαις;
1165
σὺ Διὸς ἔφυς, ὦ Ἑλένα, θυγάτηρ·
πτανὸς γὰρ ἐν κόλποις σε Λή-
δας ἐτέκνωσε πατήρ.
κᾆτʼ ἰαχήθης καθʼ Ἑλλανίαν
προδότις ἄπιστος ἄδικος ἄθεος· οὐδʼ ἔχω
1170
τί τὸ σαφὲς ἔτι ποτʼ ἐν βροτοῖς·
τὸ τῶν θεῶν δʼ ἔπος ἀλαθὲς ηὗρον.
ἄφρονες ὅσοι τὰς ἀρετὰς πολέμῳ
λόγχαισί τʼ ἀλκαίου δορὸς
κτᾶσθε, πόνους ἀμαθῶς θνα-
1175
τῶν καταπαυόμενοι·
εἰ γὰρ ἅμιλλα κρινεῖ νιν
αἵματος, οὔποτʼ ἔρις
λείψει κατʼ ἀνθρώπων πόλεις·
ᾇ Πριαμίδος γᾶς ἔλαχον θαλάμους,
1180
ἐξὸν διορθῶσαι λόγοις
σὰν ἔριν, ὦ Ἑλένα.
νῦν δʼ οἳ μὲν Ἅιδᾳ μέλονται κάτω,
τείχεα δὲ φλογμὸς ὥστε Διός ἐπέσυτο φλόξ,
ἐπὶ δὲ πάθεα πάθεσι φέρεις
1185
ἀθλίοις συμφοραῖς αἰλίνοις.

Θεοκλύμενος

ὦ χαῖρε, πατρὸς μνῆμʼ· ἐπʼ ἐξόδοισι γὰρ
ἔθαψα, Πρωτεῦ, σʼ ἕνεκʼ ἐμῆς προσρήσεως·
ἀεὶ δέ σʼ ἐξιών τε κἀσιὼν δόμους
Θεοκλύμενος παῖς ὅδε προσεννέπει, πάτερ.
1190
ὑμεῖς μὲν οὖν κύνας τε καὶ θηρῶν βρόχους,
δμῶες, κομίζετʼ ἐς δόμους τυραννικούς·
ἐγὼ δʼ ἐμαυτὸν πόλλʼ ἐλοιδόρησα δή·
οὐ γάρ τι θανάτῳ τοὺς κακοὺς κολάζομεν;
καὶ νῦν πέπυσμαι φανερὸν Ἑλλήνων τινὰ
1195
ἐς γῆν ἀφῖχθαι καὶ λεληθέναι σκοπούς,
ἤτοι κατόπτην ἢ κλοπαῖς θηρώμενον
Ἑλένην· θανεῖται δʼ, ἤν γε δὴ ληφθῇ μόνον.
ἔα·
ἀλλʼ, ὡς ἔοικε, πάντα διαπεπραγμένα
1200
ηὕρηκα· τύμβου γὰρ κενὰς λιποῦσʼ ἕδρας
ἡ Τυνδαρὶς παῖς ἐκπεπόρθμευται χθονός.
ὠή, χαλᾶτε κλῇθρα· λύεθʼ ἱππικὰ
φάτνης, ὀπαδοί, κἀκκομίζεθʼ ἅρματα,
ὡς ἂν πόνου γʼ ἕκατι μὴ λάθῃ με γῆς
1205
τῆσδʼ ἐκκομισθεῖσʼ ἄλοχος, ἧς ἐφίεμαι. —
ἐπίσχετʼ· εἰσορῶ γὰρ οὓς διώκομεν
παρόντας ἐν δόμοισι κοὐ πεφευγότας.
αὕτη, τί πέπλους μέλανας ἐξήψω χροὸς
λευκῶν ἀμείψασʼ ἔκ τε κρατὸς εὐγενοῦς
1210
κόμας σίδηρον ἐμβαλοῦσʼ ἀπέθρισας
χλωροῖς τε τέγγεις δάκρυσι σὴν παρηίδα
κλαίουσα; πότερον ἐννύχοις πεπεισμένη
στένεις ὀνείροις, ἢ φάτιν τινʼ οἴκοθεν
κλύουσα λύπῃ σὰς διέφθαρσαι ὦ φρένας; δέσποτʼ —
1215

Ἑλένη

ἤδη γὰρ τόδʼ ὀνομάζω σʼ ἔπος — ὄλωλα· φροῦδα
τἀμὰ κοὐδέν εἰμʼ ἔτι. ἐν τῷ

Θεοκλύμενος

δὲ κεῖσαι συμφορᾶς; τίς ἡ τύχη;

Ἑλένη

Μενέλαος — οἴμοι, πῶς φράσω; — τέθνηκέ οὐδέν μοι. τι

Θεοκλύμενος

χαίρω σοῖς λόγοις, τὰ δʼ εὐτυχῶ. πῶς δʼ
1220
οἶσθα; μῶν σοι Θεονόη λέγει τάδε; κείνη τε

Ἑλένη

φησὶν ὅ τε παρὼν ὅτʼ ὤλλυτο. ἥκει γὰρ

Θεοκλύμενος

ὅστις καὶ τάδʼ ἀγγέλλει σαφῆ; ἥκει· μόλοι

Ἑλένη

γὰρ οἷ σφʼ ἐγὼ χρῄζω μολεῖν. τίς ἐστι;

Θεοκλύμενος

ποῦ ʼστιν; ἵνα σαφέστερον μάθω. ὅδʼ ὃς
1225

Ἑλένη

κάθηται τῷδʼ ὑποπτήξας τάφῳ. Ἄπολλον, ὡς

Θεοκλύμενος

ἐσθῆτι δυσμόρφῳ πρέπει. οἴμοι, δοκῶ

Ἑλένη

μὲν κἀμὸν ὧδʼ ἔχειν πόσιν. ποδαπὸς δʼ

Θεοκλύμενος

ὅδʼ ἁνὴρ καὶ πόθεν κατέσχε γῆν; Ἕλλην, Ἀχαιῶν

Ἑλένη

εἷς ἐμῷ σύμπλους πόσει. θανάτῳ δὲ
1230

Θεοκλύμενος

ποίῳ φησὶ Μενέλεων θανεῖν; οἰκτρόταθʼ, ὑγροῖσιν

Ἑλένη

ἐν κλυδωνίοις ἁλός. ποῦ βαρβάροισι

Θεοκλύμενος

πελάγεσιν ναυσθλούμενον; Λιβύης ἀλιμένοις

Ἑλένη

ἐκπεσόντα πρὸς πέτραις. καὶ πῶς

Θεοκλύμενος

ὅδʼ οὐκ ὄλωλε κοινωνῶν πλάτης; ἐσθλῶν κακίους
1235

Ἑλένη

ἐνίοτʼ εὐτυχέστεροι. λιπὼν δὲ

Θεοκλύμενος

ναὸς ποῦ πάρεστιν ἔκβολα; ὅπου κακῶς

Ἑλένη

ὄλοιτο, Μενέλεως δὲ μή. ὄλωλʼ ἐκεῖνος.

Θεοκλύμενος

ἦλθε δʼ ἐν ποίῳ σκάφει; ναῦταί σφʼ

Ἑλένη

ἀνείλοντʼ ἐντυχόντες, ὡς λέγει. ποῦ δὴ
1240

Θεοκλύμενος

τὸ πεμφθὲν ἀντὶ σοῦ Τροίᾳ κακόν; νεφέλης λέγεις

Ἑλένη

ἄγαλμα; ἐς αἰθέρʼ οἴχεται. ὦ Πρίαμε

Θεοκλύμενος

καὶ γῆ Τρῳάς, ὡς ἔρρεις μάτην. κἀγὼ μετέσχον

Ἑλένη

Πριαμίδαις δυσπραξίας. πόσιν δʼ

Θεοκλύμενος

ἄθαπτον ἔλιπεν ἢ κρύπτει χθονί; ἄθαπτον· οἲ
1245

Ἑλένη

ἐγὼ τῶν ἐμῶν τλήμων κακῶν. τῶνδʼ οὕνεκʼ

Θεοκλύμενος

ἔταμες βοστρύχους ξανθῆς κόμης· φίλος γάρ

Ἑλένη

ἐστιν, ὅς ποτʼ ἐστίν, ἐνθάδʼ ὤν. ὀρθῶς μὲν

Θεοκλύμενος

ἥδε συμφορὰ δακρύεται — ἐν εὐμαρεῖ

Ἑλένη

γοῦν σὴν κασιγνήτην λαθεῖν. οὐ δῆτα.
1250

Θεοκλύμενος

πῶς οὖν; τόνδʼ ἔτʼ οἰκήσεις τάφον; τί κερτομεῖς

Ἑλένη

με, τὸν θανόντα δʼ οὐκ ἐᾷς; πιστὴ γὰρ

Θεοκλύμενος

εἶ σὺ σῷ πόσει φεύγουσά με. ἀλλʼ οὐκέτʼ·

Ἑλένη

ἤδη δʼ ἄρχε τῶν ἐμῶν γάμων. χρόνια μὲν

Θεοκλύμενος

ἦλθεν, ἀλλʼ ὅμως αἰνῶ τάδε. οἶσθʼ οὖν
1255

Ἑλένη

ὃ δρᾶσον; τῶν πάρος λαθώμεθα. ἐπὶ τῷ;

Θεοκλύμενος

χάρις γὰρ ἀντὶ χάριτος ἐλθέτω. σπονδὰς τέμωμεν

Ἑλένη

καὶ διαλλάχθητί μοι. μεθίημι νεῖκος

Θεοκλύμενος

τὸ σόν, ἴτω δʼ ὑπόπτερον. πρός νύν

Ἑλένη

σε γονάτων τῶνδʼ, ἐπείπερ εἶ φίλος — τί χρῆμα
1260

Θεοκλύμενος

θηρῶσʼ ἱκέτις ὠρέχθης ἐμοῦ; τὸν κατθανόντα

Ἑλένη

πόσιν ἐμὸν θάψαι θέλω. τί δʼ;

Θεοκλύμενος

ἔστʼ ἀπόντων τύμβος; ἢ θάψεις σκιάν; Ἕλλησίν ἐστι

Ἑλένη

νόμος, ὃς ἂν πόντῳ θάνῃ — τί δρᾶν;

Θεοκλύμενος

σοφοί τοι Πελοπίδαι τὰ τοιάδε. κενοῖσι θάπτειν
1265

Ἑλένη

ἐν πέπλων ὑφάσμασιν. κτέριζʼ· ἀνίστη

Θεοκλύμενος

τύμβον οὗ χρῄζεις χθονός. οὐχ ὧδε

Ἑλένη

ναύτας ὀλομένους τυμβεύομεν. πῶς δαί;

Θεοκλύμενος

λέλειμμαι τῶν ἐν Ἕλλησιν νόμων. ἐς πόντον

Ἑλένη

ὅσα χρὴ νέκυσιν ἐξορμίζομεν. τί σοι
1270

Θεοκλύμενος

παράσχω δῆτα τῷ τεθνηκότι; ὅδʼ οἶδʼ,

Ἑλένη

ἐγὼ δʼ ἄπειρος, εὐτυχοῦσα πρίν. ὦ ξένε,

Θεοκλύμενος

λόγων μὲν κληδόνʼ ἤνεγκας φίλην. οὔκουν ἐμαυτῷ

Μενελέως

γʼ οὐδὲ τῷ τεθνηκότι. πῶς τοὺς

Θεοκλύμενος

θανόντας θάπτετʼ ἐν πόντῳ νεκρούς; ὡς ἂν
1275

Μενελέως

παρούσης οὐσίας ἕκαστος ᾖ. πλούτου λέγʼ

Θεοκλύμενος

οὕνεχʼ ὅ τι θέλεις ταύτης χάριν. προσφάζεται μὲν

Μενελέως

αἷμα πρῶτα νερτέροις. τίνος; σύ

Θεοκλύμενος

μοι σήμαινε, πείσομαι δʼ ἐγώ. αὐτὸς σὺ

Μενελέως

γίγνωσκʼ· ἀρκέσει γὰρ ἃν διδῷς. ἐν βαρβάροις
1280

Θεοκλύμενος

μὲν ἵππον ἢ ταῦρον νόμος. διδούς γε

Μενελέως

μὲν δὴ δυσγενὲς μηδὲν δίδου. οὐ τῶνδʼ

Θεοκλύμενος

ἐν ἀγέλαις ὀλβίαις σπανίζομεν. καὶ στρωτὰ

Μενελέως

φέρεται λέκτρα σώματος κενά. ἔσται· τί

Θεοκλύμενος

δʼ ἄλλο προσφέρειν νομίζεται; χαλκήλαθʼ ὅπλα·
1285

Μενελέως

καὶ γὰρ ἦν φίλος δορί. ἄξια τάδʼ

Θεοκλύμενος

ἔσται Πελοπιδῶν ἃ δώσομεν. καὶ τἄλλʼ

Μενελέως

ὅσα χθὼν καλὰ φέρει βλαστήματα. πῶς οὖν;

Θεοκλύμενος

ἐς οἶδμα τίνι τρόπῳ καθίετε; ναῦν δεῖ

Μενελέως

παρεῖναι κἀρετμῶν ἐπιστάτας. πόσον δʼ
1290

Θεοκλύμενος

ἀπείργει μῆκος ἐκ γαίας δόρυ; ὥστʼ ἐξορᾶσθαι

Μενελέως

ῥόθια χερσόθεν μόλις. τί δή;

Θεοκλύμενος

τόδʼ Ἑλλὰς νόμιμον ἐκ τίνος σέβει; ὡς μὴ

Μενελέως

πάλιν γῇ λύματʼ ἐκβάλῃ κλύδων. Φοίνισσα κώπη

Θεοκλύμενος

ταχύπορος γενήσεται. καλῶς ἂν
1295

Μενελέως

εἴη Μενέλεῴ τε πρὸς χάριν. οὔκουν σὺ

Θεοκλύμενος

χωρὶς τῆσδε δρῶν ἀρκεῖς τάδε; μητρὸς τόδʼ

Μενελέως

ἔργον ἢ γυναικὸς ἢ τέκνων. ταύτης ὁ

Θεοκλύμενος

μόχθος, ὡς λέγεις, θάπτειν πόσιν. ἐν εὐσεβεῖ

Μενελέως

γοῦν νόμιμα μὴ κλέπτειν νεκρῶν. ἴτω· πρὸς
1300

Θεοκλύμενος

ἡμῶν ἄλοχον εὐσεβῆ τρέφειν. ἐλθὼν δʼ
ἐς οἴκους ἐξελοῦ κόσμον νεκρῷ· καὶ σὲ
οὐ κεναῖσι χερσὶ γῆς ἀποστελῶ, δράσαντα τῇδε
πρὸς χάριν· φήμας δʼ ἐμοὶ ἐσθλὰς ἐνεγκὼν
ἀντὶ τῆς ἀχλαινίας ἐσθῆτα λήψῃ
1305
σῖτά θʼ, ὥστε σʼ ἐς πάτραν ἐλθεῖν, ἐπεὶ
νῦν γʼ ἀθλίως ἔχονθʼ ὁρῶ. σὺ δʼ,
ὦ τάλαινα, μὴ ʼπὶ τοῖς ἀνηνύτοις τρύχουσα σαυτήν —
Μενέλεως δʼ ἔχει πότμον, κοὐκ ἂν
δύναιτο ζῆν ὁ κατθανὼν πόσις. σὸν ἔργον,
1310

Μενελέως

ὦ νεᾶνι· τὸν παρόντα μὲν στέργειν πόσιν
χρή, τὸν δὲ μηκέτʼ ὄντʼ ἐᾶν· ἄριστα γάρ
σοι ταῦτα πρὸς τὸ τυγχάνον. ἢν δʼ
Ἑλλάδʼ ἔλθω καὶ τύχω σωτηρίας, παύσω ψόγου
σε τοῦ πρίν, ἢν γυνὴ γένῃ οἵαν γενέσθαι
1315
χρή σε σῷ ξυνευνέτῃ. ἔσται τάδʼ·

Ἑλένη

οὐδὲ μέμψεται πόσις ποτὲ ἡμῖν· σὺ
δʼ αὐτὸς ἐγγὺς ὢν εἴσῃ τάδε. ἀλλʼ, ὦ
τάλας, εἴσελθε καὶ λουτρῶν τύχε ἐσθῆτά τʼ
ἐξάλλαξον. οὐκ ἐς ἀμβολὰς εὐεργετήσω σʼ·
1320
εὐμενέστερον γὰρ ἂν τῷ φιλτάτῳ
μοι Μενέλεῳ τὰ πρόσφορα δρῴης ἄν,
ἡμῶν τυγχάνων οἵων σε χρή.

Χορός

Ὀρεία ποτὲ δρομάδι κώ-
λῳ μάτηρ θεῶν ἐσύθη ἀνʼ
1325
ὑλάεντα νάπη
ποτάμιόν τε χεῦμʼ ὑδάτων
βαρύβρομόν τε κῦμʼ ἅλιον
πόθῳ τᾶς ἀποιχομένας
ἀρρήτου κούρας.
1330
κρόταλα δὲ βρόμια διαπρύσιον
ἱέντα κέλαδον ἀνεβόα,
θηρῶν ὅτε ζυγίους
ζευξάσᾳ θεᾷ σατίνας
τὰν ἁρπασθεῖσαν κυκλίων
1335
χορῶν ἔξω παρθενίων
μετὰ κούραν, ἀελλόποδες,
ἃ μὲν τόξοις Ἄρτεμις, ἃ δʼ
ἔγχει Γοργῶπις πάνοπλος,
συνείποντο. Ζεὺς δʼ ἑδράνων
1340
αὐγάζων ἐξ οὐρανίων
ἄλλαν μοῖραν ἔκραινε.
δρομαῖον δʼ ὅτε πολυπλάνη-
τον μάτηρ ἔπαυσε πόνον,
μαστεύουσα πόνους
1345
θυγατρὸς ἁρπαγὰς δολίους,
χιονοθρέμμονάς γʼ ἐπέρασʼ
Ἰδαιᾶν Νυμφᾶν σκοπιάς·
ῥίπτει δʼ ἐν πένθει
πέτρινα κατὰ δρία πολυνιφέα·
1350
βροτοῖσι δʼ ἄχλοα πεδία γᾶς
οὐ καρπίζουσʼ ἀρότοις
λαῶν δὲ φθείρει γενεάν·
ποίμναις δʼ οὐχ ἵει θαλερὰς
βοσκὰς εὐφύλλων ἑλίκων,
1355
πόλεων δʼ ἀπέλειπε βίος·
οὐδʼ ἦσαν θεῶν θυσίαι,
βωμοῖς δʼ ἄφλεκτοι πέλανοι·
πηγὰς δʼ ἀμπαύει δροσερὰς
λευκῶν ἐκβάλλειν ὑδάτων
1360
πένθει παιδὸς ἀλάστωρ.
ἐπεὶ δʼ ἔπαυσʼ εἰλαπίνας
θεοῖς βροτείῳ τε γένει,
Ζεὺς μειλίσσων στυγίους
ματρὸς ὀργὰς ἐνέπει·
1365
βᾶτε, σεμναὶ Χάριτες,
ἴτε, τᾷ περὶ παρθένῳ
Δηοῖ θυμωσαμένᾳ
λύπαν ἐξαλλάξατʼ ἀλαλᾷ,
Μοῦσαί θʼ ὕμνοισι χορῶν.
1370
χαλκοῦ δʼ αὐδὰν χθονίαν
τύπανά τʼ ἔλαβε βυρσοτενῆ
καλλίστα τότε πρῶτα μακά-
ρων Κύπρις· γέλασέν τε θεὰ
δέξατό τʼ ἐς χέρας
1375
βαρύβρομον αὐλὸν
τερφθεῖσʼ ἀλαλαγμῷ.
ὧν οὐ θέμις σʼ οὔθʼ ὁσία
ʼπʼύρωσας ἐν θεῶν θαλάμοις,
μῆνιν δʼ ἔσχες μεγάλας
1380
ματρός, ὦ παῖ, θυσίας
οὐ σεβίζουσα θεᾶς.
μέγα τοι δύναται νεβρῶν
παμποίκιλοι στολίδες
κισσοῦ τε στεφθεῖσα χλόα
1385
νάρθηκας εἰς ἱερούς,
ῥόμβου θʼ εἱλισσομένα
κύκλιος ἔνοσις αἰθερία,
βακχεύουσά τʼ ἔθειρα Βρομί-
ῳ καὶ παννυχίδες θεᾶς.
1390
εὖ δέ νιν ἄμασιν
ὑπέρβαλε σελάνα
μορφᾷ μόνον τὰ ηὔχεις. μὲν

Ἑλένη

κατʼ οἴκους εὐτυχοῦμεν, ὦ φίλαι· ἡ γὰρ
συνεκκλέπτουσα Πρωτέως κόρη πόσιν παρόντα
1395
τὸν ἐμὸν ἱστορουμένη οὐκ εἶπʼ
ἀδελφῷ· κατθανόντα δʼ ἐν χθονὶ οὔ φησιν
αὐγὰς εἰσορᾶν ἐμὴν χάριν. κάλλιστα δῆτʼ
ἀνήρπασʼ ἐν τύχῃ πόσις· ἃ γὰρ
καθήσειν ὅπλʼ ἔμελλεν εἰς ἅλα, ταῦτʼ ἐμβαλὼν
1400
πόρπακι γενναίαν χέρα αὐτὸς κομίζει
δόρυ τε δεξιᾷ λαβών, ὡς τῷ
θανόντι χάριτα δὴ συνεκπονῶν. προύργου δʼ
ἐς ἀλκὴν σῶμʼ ὅπλοις ἠσκήσατο, ὡς βαρβάρων
τρόπαια μυρίων χερὶ θήσων, ὅταν
1405
κωπῆρες ἐσβῶμεν σκάφος, πέπλους δʼ
ἀμείψασʼ ἀντὶ ναυφθόρου στολῆς ἐγώ νιν
ἐξήσκησα, καὶ λουτροῖς χρόα ἔδωκα, χρόνια
νίπτρα ποταμίας δρόσου. ἀλλʼ, ἐκπερᾷ
γὰρ δωμάτων ὁ τοὺς ἐμοὺς γάμους ἑτοίμους
1410
ἐν χεροῖν ἔχειν δοκῶν, σιγητέον μοι·
καὶ σὲ προσποιούμεθα εὔνουν κρατεῖν
τε στόματος, ἢν δυνώμεθα σωθέντες αὐτοὶ
καὶ σὲ συνσῶσαί ποτε. χωρεῖτʼ ἐφεξῆς,

Θεοκλύμενος

ὡς ἔταξεν ὁ ξένος, δμῶες, φέροντες
1415
ἐνάλια κτερίσματα. Ἑλένη, σὺ
δʼ, ἤν σοι μὴ κακῶς δόξω λέγειν, πείθου, μένʼ
αὐτοῦ· ταὐτὰ γὰρ παροῦσά τε πράξεις τὸν
ἄνδρα τὸν σὸν ἤν τε μὴ παρῇς. δέδοικα γάρ
σε μή τις ἐμπεσὼν πόθος πείσῃ μεθεῖναι
1420
σῶμʼ ἐς οἶδμα πόντιον τοῦ πρόσθεν
ἀνδρὸς χάρισιν ἐκπεπληγμένην· ἄγαν γὰρ
αὐτὸν οὐ παρόνθʼ ὅμως στένεις. ὦ καινὸς

Ἑλένη

ἡμῖν πόσις, ἀναγκαίως ἔχει τὰ πρῶτα
λέκτρα νυμφικάς θʼ ὁμιλίας τιμᾶν· ἐγὼ
1425
δὲ διὰ τὸ μὲν στέργειν πόσιν καὶ ξυνθάνοιμʼ
ἄν· ἀλλὰ τίς κείνῳ χάρις ξὺν κατθανόντι
κατθανεῖν; ἔα δέ με αὐτὴν μολοῦσαν
ἐντάφια δοῦναι νεκρῷ. θεοὶ δὲ
σοί τε δοῖεν οἷʼ ἐγὼ θέλω, καὶ τῷ
1430
ξένῳ τῷδʼ, ὅτι συνεκπονεῖ τάδε. ἕξεις δέ
μʼ οἵαν χρή σʼ ἔχειν ἐν δώμασι γυναῖκʼ, ἐπειδὴ
Μενέλεων εὐεργετεῖς κἄμʼ· ἔρχεται
γὰρ δή τινʼ ἐς τύχην τάδε. ὅστις δὲ
δώσει ναῦν ἐν ᾗ τάδʼ ἄξομεν, πρόσταξον, ὡς
1435
ἂν τὴν χάριν πλήρη λάβω. χώρει σὺ

Θεοκλύμενος

καὶ ναῦν τοῖσδε πεντηκόντορον Σιδωνίαν δὸς
κἀρετμῶν ἐπιστάτας. οὔκουν ὅδʼ

Ἑλένη

ἄρξει ναὸς ὃς κοσμεῖ τάφον; μάλιστʼ· ἀκούειν

Θεοκλύμενος

τοῦδε χρὴ ναύτας ἐμούς. αὖθις κέλευσον,
1440

Ἑλένη

ἵνα σαφῶς μάθωσί σου. αὖθις κελεύω

Θεοκλύμενος

καὶ τρίτον γʼ, εἴ σοι φίλον. ὄναιο· κἀγὼ

Ἑλένη

τῶν ἐμῶν βουλευμάτων. μή νυν

Θεοκλύμενος

ἄγαν σὸν δάκρυσιν ἐκτήξῃς χρόα. ἥδʼ ἡμέρα

Ἑλένη

σοι τὴν ἐμὴν δείξει χάριν. τὰ τῶν
1445

Θεοκλύμενος

θανόντων οὐδέν, ἀλλʼ ἄλλως πόνος. ἔστιν τι

Ἑλένη

κἀκεῖ κἀνθάδʼ ὧν ἐγὼ λέγω. οὐδὲν κακίω

Θεοκλύμενος

Μενέλεώ μʼ ἕξεις πόσιν. οὐδὲν σὺ

Ἑλένη

μεμπτός· τῆς τύχης με δεῖ μόνον. ἐν σοὶ

Θεοκλύμενος

τόδʼ, ἢν σὴν εἰς ἔμʼ εὔνοιαν διδῷς. οὐ νῦν
1450

Ἑλένη

διδαξόμεσθα τοὺς φίλους φιλεῖν. βούλῃ ξυνεργῶν

Θεοκλύμενος

αὐτὸς ἐκπέμψω στόλον; ἥκιστα· μὴ

Ἑλένη

δούλευε σοῖς δούλοις, ἄναξ. ἀλλʼ εἶα·

Θεοκλύμενος

τοὺς μὲν Πελοπιδῶν ἐῶ νόμους· καθαρὰ γὰρ
ἡμῖν δώματʼ· οὐ γὰρ ἐνθάδε ψυχὴν ἀφῆκε
1455
Μενέλεως· ἴτω δέ τις φράσων ὑπάρχοις
τοῖς ἐμοῖς φέρειν γάμων ἀγάλματʼ οἴκους
εἰς ἐμούς· πᾶσαν δὲ χρὴ γαῖαν βοᾶσθαι
μακαρίαις ὑμνῳδίαις ὑμέναιον Ἑλένης
κἀμόν, ὡς ζηλωτὸς ᾖ. σὺ δʼ,
1460
ὦ ξένʼ, ἐλθών, πελαγίους ἐς ἀγκάλας τῷ τῆσδε
πρίν ποτʼ ὄντι δοὺς πόσει τάδε, πάλιν πρὸς
οἴκους σπεῦδʼ ἐμὴν δάμαρτʼ ἔχων, ὡς τοὺς
γάμους τοὺς τῆσδε συνδαίσας ἐμοὶ στέλλῃ πρὸς
οἴκους ἢ μένων εὐδαιμονῇς. ὦ Ζεῦ,
1465

Μενελέως

πατήρ τε καὶ σοφὸς κλῄζῃ θεός, βλέψον πρὸς
ἡμᾶς καὶ μετάστησον κακῶν. ἕλκουσι δʼ
ἡμῖν πρὸς λέπας τὰς συμφορὰς σπουδῇ σύναψαι·
κἂν ἄκρᾳ θίγῃς χερί, ἥξομεν ἵνʼ
ἐλθεῖν βουλόμεσθα τῆς τύχης. ἅλις δὲ
1470
μόχθων οὓς ἐμοχθοῦμεν πάρος. κέκλησθέ μοι,
θεοί, πολλά χρήσθʼ ἐμοῦ κλύειν καὶ λύπρʼ·
ὀφείλω δʼ οὐκ ἀεὶ πράσσειν κακῶς, ὀρθῷ δὲ
βῆναι ποδί· μίαν δέ μοι χάριν δόντες τὸ
λοιπὸν εὐτυχῆ με θήσετε.
1475

Χορός

Φοίνισσα Σιδωνιὰς ὦ
ταχεῖα κώπα, ῥοθίοισι μάτηρ
εἰρεσίας φίλα,
χοραγὲ τῶν καλλιχόρων
δελφίνων, ὅταν αὔραις
1480
πέλαγος ἀνήνεμον ᾖ,
γλαυκὰ δὲ Πόντου θυγάτηρ
Γαλάνεια τάδʼ εἴπῃ·
κατὰ μὲν ἱστία πετάσατʼ αὔ-
ραις λιπόντες εἰναλίαις,
1485
λάβετε δʼ εἰλατίνας πλάτας,
ὦ ναῦται, ναῦται,
πέμποντες εὐλιμένους
Περσείων οἴκων Ἑλέναν ἐπʼ ἀκτάς.
ἦ που κόρας ἂν ποταμοῦ
1490
παρʼ οἶδμα Λευκιππίδας ἢ πρὸ ναοῦ
Παλλάδος ἂν λάβοις
χρόνῳ ξυνελθοῦσα χοροῖς
ἢ κώμοις Ὑακίνθου
νύχιον ἐς εὐφροσύναν,
1495
ὃν ἐξαμιλλησάμενος
τροχῷ τέρμονα δίσκου
ἔκανε Φοῖβος, τᾷ Λακαί-
νᾳ γᾷ βούθυτον ἁμέραν·
ὁ Διὸς δʼ εἶπε σέβειν γόνος·
1500
μόσχον θʼ, ἃν οἴκοις
ἔλειπες, Ἑρμιόναν,
ἇς οὔπω πεῦκαι πρὸ γάμων ἔλαμψαν.
διʼ ἀέρος εἴθε ποτανοὶ
γενοίμεσθʼ ᾇ Λιβύας
1505
οἰωνοὶ στοχάδες
ὄμβρον λιποῦσαι χειμέριον
νίσονται πρεσβυτάτᾳ
σύριγγι πειθόμεναι
ποιμένος, ὃς ἄβροχα πεδία καρποφόρα τε γᾶς
1510
ἐπιπετόμενος ἰαχεῖ.
ὦ πταναὶ δολιχαύχενες,
σύννομοι νεφέων δρόμου,
βᾶτε Πλειάδας ὑπὸ μέσας
ὠρίωνά τʼ ἐννύχιον·
1515
καρύξατʼ ἀγγελίαν,
Εὐρώταν ἐφεζόμεναι,
Μενέλεως ὅτι Δαρδάνου
πόλιν ἑλὼν δόμον ἥξει.
μόλοιτέ ποθʼ ἵππιον οἶμον
1520
διʼ αἰθέρος ἱέμενοι
παῖδες Τυνδαρίδαι,
λαμπρῶν ἄστρων ὑπʼ ἀέλλαισιν·
οἳ ναίετʼ οὐράνιοι,
σωτῆρες τᾶς Ἑλένας,
1525
γλαυκὸν ἔπιτʼ οἶδμα κυανόχροά τε κυμάτων
ῥόθια πολιὰ θαλάσσας,
ναύταις εὐαεῖς ἀνέμων
πέμποντες Διόθεν πνοάς·
δύσκλειαν δʼ ἀπὸ συγγόνου
1530
βάλετε βαρβάρων λεχέων,
ἃν Ἰδαίων ἐρίδων
ποιναθεῖσʼ ἐκτήσατο, γᾶν
οὐκ ἐλθοῦσά ποτʼ Ἰλίου
Φοιβείους ἐπὶ ἄναξ, πύργους. τὰ
1535

Ἄγγελος

κάκιστʼ ἐν δόμοις εὑρήκαμεν· ὡς καίνʼ
ἀκούσῃ πήματʼ ἐξ ἐμοῦ τάχα. τί δʼ

Θεοκλύμενος

ἔστιν; ἄλλης ἐκπόνει

Ἄγγελος

μνηστεύματα γυναικός· Ἑλένη
γὰρ βέβηκʼ ἔξω χθονός. πτεροῖσιν ἀρθεῖσʼ
1540

Θεοκλύμενος

ἢ πεδοστιβεῖ ποδί; Μενέλαος αὐτὴν

Ἄγγελος

ἐκπεπόρθμευται χθονός, ὃς αὐτὸς
αὑτὸν ἦλθεν ἀγγέλλων θανεῖν. ὦ δεινὰ

Θεοκλύμενος

λέξας· τίς δέ νιν ναυκληρία ἐκ τῆσδʼ
ἀπῆρε χθονός; ἄπιστα γὰρ λέγεις. ἥν γε
1545

Ἄγγελος

ξένῳ δίδως σύ· τούς τε σοὺς ἔχων ναύτας βέβηκεν,
ὡς ἂν ἐν βραχεῖ μάθῃς. πῶς; εἰδέναι

Θεοκλύμενος

πρόθυμος· οὐ γὰρ ἐλπίδων ἔσω βέβηκα
μίαν ὑπερδραμεῖν χέρα τοσούσδε ναύτας,
ὧν ἀπεστάλης μέτα.
1550

Ἄγγελος

ἐπεὶ λιποῦσα τούσδε βασιλείους δόμους
ἡ τοῦ Διὸς παῖς πρὸς θάλασσαν ἐστάλη
σοφώταθʼ ἁβρὸν πόδα τιθεῖσʼ ἀνέστενε
πόσιν πέλας παρόντα κοὐ τεθνηκότα.
ὡς δʼ ἤλθομεν σῶν περίβολον νεωρίων,
1555
Σιδωνίαν ναῦν πρωτόπλουν καθείλκομεν
ζυγῶν τε πεντήκοντα κἀρετμῶν μέτρα
ἔχουσαν. ἔργου δʼ ἔργον ἐξημείβετο·
ὃ μὲν γὰρ ἱστόν, ὃ δὲ πλάτην καθίσατο
ταρσόν τε χειρί, λευκά θʼ ἱστίʼ εἰς ἓν ἦν
1560
πηδάλιά τε ζεύγλαισι παρακαθίετο.
κἀν τῷδε μόχθῳ, τοῦτʼ ἄρα σκοπούμενοι,
Ἕλληνες ἄνδρες Μενέλεῳ ξυνέμποροι
προσῆλθον ἀκταῖς ναυφθόροις ἠσθημένοι
πέπλοισιν, εὐειδεῖς μέν, αὐχμηροὶ δʼ ὁρᾶν.
1565
ἰδὼν δέ νιν παρόντας Ἀτρέως γόνος
προσεῖπε δόλιον οἶκτον ἐς μέσον φέρων·
ὦ τλήμονες, πῶς ἐκ τίνος νεώς ποτε
Ἀχαιίδος θραύσαντες ἥκετε σκάφος;
ἆρʼ Ἀτρέως παῖδʼ ὀλόμενον συνθάπτετε,
1570
ὃν Τυνδαρὶς παῖς ἥδʼ ἀπόντα κενοταφεῖ;
οἳ δʼ ἐκβαλόντες δάκρυα ποιητῷ τρόπῳ,
ἐς ναῦν ἐχώρουν Μενέλεῳ ποντίσματα
φέροντες. ἡμῖν δʼ ἦν μὲν ἥδʼ ὑποψία
λόγος τʼ ἐν ἀλλήλοισι, τῶν ἐπεσβατῶν
1575
ὡς πλῆθος εἴη· διεσιωπῶμεν δʼ ὅμως
τοὺς σοὺς λόγους σῴζοντες· ἄρχειν γὰρ νεὼς
ξένον κελεύσας πάντα συνέχεας τάδε.
καὶ τἄλλα μὲν δὴ ῥᾳδίως ἔσω νεὼς
ἐθέμεθα κουφίζοντα· ταύρειος δὲ ποὺς
1580
οὐκ ἤθελʼ ὀρθὸς σανίδα προσβῆναι κάτα,
ἀλλʼ ἐξεβρυχᾶτʼ ὄμμʼ ἀναστρέφων κύκλῳ
κυρτῶν τε νῶτα κἀς κέρας παρεμβλέπων
μὴ θιγγάνειν ἀπεῖργεν. ὁ δʼ Ἑλένης πόσις
ἐκάλεσεν· ὦ πέρσαντες Ἰλίου πόλιν,
1585
οὐκ εἶʼ ἀναρπάσαντες Ἑλλήνων νόμῳ
νεανίαις ὤμοισι ταύρειον δέμας
ἐς πρῷραν ἐμβαλεῖτε, φάσγανόν θʼ ἅμα
πρόχειρον ὤσει σφάγια τῷ τεθνηκότι;
οἳ δʼ ἐς κέλευσμʼ ἐλθόντες ἐξανήρπασαν
1590
ταῦρον φέροντές τʼ εἰσέθεντο σέλματα.
μονάμπυκον δὲ Μενέλεως ψήχων δέρην
μέτωπά τʼ ἐξέπεισεν ἐσβῆναι δόρυ.
τέλος δʼ, ἐπειδὴ ναῦς τὰ πάντʼ ἐδέξατο,
πλήσασα κλιμακτῆρας εὐσφύρῳ ποδί
1595
Ἑλένη καθέζετʼ ἐν μέσοις ἑδωλίοις,
ὅ τʼ οὐκέτʼ ὢν λόγοισι Μενέλεως πέλας·
ἄλλοι δὲ τοίχους δεξιοὺς λαιούς τʼ ἴσοι
ἀνὴρ παρʼ ἄνδρʼ ἕζονθʼ, ὑφʼ εἵμασι ξίφη
λαθραῖʼ ἔχοντες, ῥόθιά τʼ ἐξεπίμπλατο
1600
βοῆς κελευστοῦ φθέγμαθʼ ὡς ἠκούσαμεν.
ἐπεὶ δὲ γαίας ἦμεν οὔτʼ ἄγαν πρόσω
οὔτʼ ἐγγύς, οὕτως ἤρετʼ οἰάκων φύλαξ·
ἔτʼ, ὦ ξένʼ, ἐς τὸ πρόσθεν — ἢ καλῶς ἔχει —
πλεύσωμεν; ἀρχαὶ γὰρ νεὼς μέλουσι σοί.
1605
ὃ δʼ εἶφʼ· ἅλις μοι. δεξιᾷ δʼ ἑλὼν ξίφος
ἐς πρῷραν εἷρπε κἀπὶ ταυρείῳ σφαγῇ
σταθεὶς νεκρῶν μὲν οὐδενὸς μνήμην ἔχων,
τέμνων δὲ λαιμὸν ηὔχετʼ· ὦ ναίων ἅλα
πόντιε Πόσειδον Νηρέως θʼ ἁγναὶ κόραι,
1610
σώσατέ μʼ ἐπʼ ἀκτὰς Ναυπλίας δάμαρτά τε
ἄσυλον ἐκ γῆς. αἵματος δʼ ἀπορροαὶ
ἐς οἶδμʼ ἐσηκόντιζον οὔριοι ξένῳ.
καί τις τόδʼ εἶπε· δόλιος ἡ ναυκληρία.
πάλιν πλέωμεν· δεξιὰν κέλευε σύ,
1615
σὺ δὲ στρέφʼ οἴακʼ. ἐκ δὲ ταυρείου φόνου
Ἀτρέως σταθεὶς παῖς ἀνεβόησε συμμάχους·
τί μέλλετʼ, ὦ γῆς Ἑλλάδος λωτίσματα,
σφάζειν φονεύειν βαρβάρους νεώς τʼ ἄπο
ῥίπτειν ἐς οἶδμα; ναυβάταις δὲ τοῖσι σοῖς
1620
βοᾷ κελευστὴς τὴν ἐναντίαν ὄπα·
οὐκ εἶʼ ὃ μέν τις λοῖσθον ἀρεῖται δόρυ,
ὃ δὲ ζύγʼ ἄξας, ὃ δʼ ἀφελὼν σκαλμοῦ πλάτην
καθαιματώσει κρᾶτα πολεμίων ξένων;
ὀρθοὶ δʼ ἀνῇξαν πάντες, οἳ μὲν ἐν χεροῖν
1625
κορμοὺς ἔχοντες ναυτικούς, οἳ δὲ ξίφη·
φόνῳ δὲ ναῦς ἐρρεῖτο. παρακέλευσμα δʼ ἦν
πρύμνηθεν Ἑλένης· ποῦ τὸ Τρωικὸν κλέος;
δείξατε πρὸς ἄνδρας βαρβάρους· σπουδῆς δʼ ὕπο
ἔπιπτον, οἳ δʼ ὠρθοῦντο, τοὺς δὲ κειμένους
1630
νεκροὺς ἂν εἶδες. Μενέλεως δʼ ἔχων ὅπλα,
ὅποι νοσοῖεν ξύμμαχοι κατασκοπῶν,
ταύτῃ προσῆγε χειρὶ δεξιᾷ ξίφος,
ὥστʼ ἐκκολυμβᾶν ναός, ἠρήμωσε δὲ
σῶν ναυβατῶν ἐρετμά. ἐπʼ οἰάκων δὲ βὰς
1635
ἄνακτʼ ἐς Ἑλλάδʼ εἶπεν εὐθύνειν δόρυ.
οἳ δʼ ἱστὸν ᾖρον, οὔριαι δʼ ἧκον πνοαί.
βεβᾶσι δʼ ἐκ γῆς. διαφυγὼν δʼ ἐγὼ φόνον
καθῆκʼ ἐμαυτὸν εἰς ἅλʼ ἄγκυραν πάρα·
ἤδη δὲ κάμνονθʼ ὁρμιατόνων μέ τις
1640
ἀνείλετʼ, ἐς δὲ γαῖαν ἐξέβησέ σοι
τάδʼ ἀγγελοῦντα. σώφρονος δʼ ἀπιστίας
οὐκ ἔστιν οὐδὲν χρησιμώτερον οὐκ βροτοῖς. ἄν

Χορός

ποτʼ ηὔχουν οὔτε σʼ οὔθʼ ἡμᾶς λαθεῖν Μενέλαον, ὦναξ,
ὡς ἐλάνθανεν παρών. ὦ γυναικείαις
1645

Θεοκλύμενος

τέχναισιν αἱρεθεὶς ἐγὼ τάλας· ἐκπεφεύγασιν γάμοι
με. κεἰ μὲν ἦν ἁλώσιμος ναῦς διώγμασιν,
πονήσας εἷλον ἂν τάχα ξένους· νῦν δὲ
τὴν προδοῦσαν ἡμᾶς τεισόμεσθα σύγγονον, ἥτις ἐν
δόμοις ὁρῶσα Μενέλεων οὐκ εἶπέ μοι. τοιγὰρ οὔποτʼ
1650
ἄλλον ἄνδρα ψεύσεται μαντεύμασιν. οὗτος ὤ,

Θεράπων

ποῖ σὸν πόδʼ αἴρεις, δέσποτʼ, ἐς ποῖον φόνον; οἷπερ ἡ

Θεοκλύμενος

δίκη κελεύει με· ἀλλʼ ἀφίστασʼ ἐκποδών. οὐκ ἀφήσομαι

Θεράπων

πέπλων σῶν· μεγάλα γὰρ σπεύδεις κακά. ἀλλὰ δεσποτῶν

Θεοκλύμενος

κρατήσεις δοῦλος ὤν; φρονῶ γὰρ
1655

Θεράπων

εὖ. οὐκ ἔμοιγʼ,

Θεοκλύμενος

εἰ μή μʼ ἐάσεις — οὐ μὲν

Θεράπων

οὖν σʼ ἐάσομεν. σύγγονον κτανεῖν

Θεοκλύμενος

κακίστην — εὐσεβεστάτην μὲν

Θεράπων

οὖν. ἥ με
1660

Θεοκλύμενος

προύδωκεν — καλήν γε

Θεράπων

προδοσίαν, δίκαια δρᾶν. τἀμὰ λέκτρʼ

Θεοκλύμενος

ἄλλῳ διδοῦσα. τοῖς γε

Θεράπων

κυριωτέροις. κύριος δὲ

Θεοκλύμενος

τῶν ἐμῶν τίς; ὃς ἔλαβεν
1665

Θεράπων

πατρὸς πάρα. ἀλλʼ ἔδωκεν

Θεοκλύμενος

ἡ τύχη μοι. τὸ δὲ

Θεράπων

χρεὼν ἀφείλετο. οὐ σὲ

Θεοκλύμενος

τἀμὰ χρὴ δικάζειν. ἤν γε

Θεράπων

βελτίω λέγω. ἀρχόμεσθʼ ἄρʼ,
1670

Θεοκλύμενος

οὐ κρατοῦμεν. ὅσια δρᾶν,

Θεράπων

τὰ δʼ ἔκδικʼ οὔ. κατθανεῖν ἐρᾶν

Θεοκλύμενος

ἔοικας. κτεῖνε· σύγγονον

Θεράπων

δὲ σὴν οὐ κτενεῖς
ἡμῶν ἑκόντων, ἀλλʼ ἔμε· ὡς πρὸ δεσποτῶν τοῖσι γενναίοισι
1675
δούλοις εὐκλεέστατον θανεῖν. ἐπίσχες ὀργὰς

Διόσκοροι

αἷσιν οὐκ ὀρθῶς φέρῃ, Θεοκλύμενε, γαίας
τῆσδʼ ἄναξ· δισσοὶ δέ σε Διόσκοροι καλοῦμεν,
οὓς Λήδα ποτὲ ἔτικτεν Ἑλένην
θʼ, ἣ πέφευγε σοὺς δόμους· οὐ γὰρ
1680
πεπρωμένοισιν ὀργίζῃ γάμοις, οὐδʼ ἡ
θεᾶς Νηρῇδος ἔκγονος κόρη ἀδικεῖ σʼ
ἀδελφὴ Θεονόη, τὰ τῶν θεῶν τιμῶσα πατρός
τʼ ἐνδίκους ἐπιστολάς. ἐς μὲν
γὰρ αἰεὶ τὸν παρόντα νῦν χρόνον κείνην κατοικεῖν
1685
σοῖσιν ἐν δόμοις ἐχρῆν· ἐπεὶ δὲ
Τροίας ἐξανεστάθη βάθρα, καὶ τοῖς
θεοῖς παρέσχε τοὔνομʼ, οὐκέτι· ἐν τοῖσι
δʼ αὑτῆς δεῖ νιν ἐζεῦχθαι γάμοις ἐλθεῖν τʼ
ἐς οἴκους καὶ συνοικῆσαι πόσει. ἀλλʼ ἴσχε
1690
μὲν σῆς συγγόνου μέλαν ξίφος, νόμιζε δʼ
αὐτὴν σωφρόνως πράσσειν τάδε. πάλαι δʼ
ἀδελφὴν κἂν πρὶν ἐξεσώσαμεν, ἐπείπερ ἡμᾶς
Ζεὺς ἐποίησεν θεούς· ἀλλʼ ἥσσονʼ
ἦμεν τοῦ πεπρωμένου θʼ ἅμα καὶ τῶν
1695
θεῶν, οἷς ταῦτʼ ἔδοξεν ὧδʼ ἔχειν. σοὶ μὲν
τάδʼ αὐδῶ, συγγόνῳ δʼ ἐμῇ λέγω· πλεῖ ξὺν
πόσει σῷ· πνεῦμα δʼ ἕξετʼ οὔριον· σωτῆρε δʼ
ἡμεῖς σὼ κασιγνήτω διπλῶ πόντον παριππεύοντε
πέμψομεν πάτραν. ὅταν δὲ
1700
κάμψῃς καὶ τελευτήσῃς βίον, θεὸς κεκλήσῃ
καὶ Διοσκόρων μέτα σπονδῶν μεθέξεις
ξένιά τʼ ἀνθρώπων πάρα ἕξεις μεθʼ
ἡμῶν· Ζεὺς γὰρ ὧδε βούλεται. οὗ δʼ
ὥρισέν σοι πρῶτα Μαιάδος τόκος, Σπάρτης ἀπάρας,
1705
τὸν κατʼ οὐρανὸν δρόμον, κλέψας δέμας
σὸν μὴ Πάρις γήμειέ σε, — φρουρὸν παρʼ
Ἀκτὴν τεταμένην νῆσον λέγω — Ἑλένη τὸ
λοιπὸν ἐν βροτοῖς κεκλήσεται, ἐπεὶ κλοπαίαν
σʼ ἐκ δόμων ἐδέξατο. καὶ τῷ
1710
πλανήτῃ Μενέλεῳ θεῶν πάρα μακάρων κατοικεῖν
νῆσόν ἐστι μόρσιμον· τοὺς εὐγενεῖς
γὰρ οὐ στυγοῦσι δαίμονες, τῶν δʼ
ἀναριθμήτων μᾶλλόν εἰσιν οἱ πόνοι. ὦ παῖδε

Θεοκλύμενος

Λήδας καὶ Διός, τὰ μὲν πάρος νείκη μεθήσω
1715
σφῶν κασιγνήτης πέρι· ἐγὼ δʼ
ἀδελφὴν οὐκέτʼ ἂν κτάνοιμʼ ἐμήν. κείνη δʼ
ἴτω πρὸς οἶκον, εἰ θεοῖς δοκεῖ. ἴστον δʼ
ἀρίστης σωφρονεστάτης θʼ ἅμα γεγῶτʼ ἀδελφῆς
ὁμογενοῦς ἀφʼ αἵματος. καὶ χαίρεθʼ
1720
Ἑλένης οὕνεκʼ εὐγενεστάτης γνώμης, ὃ
πολλαῖς ἐν γυναιξὶν οὐκ ἔνι. πολλαὶ μορφαὶ

Χορός

τῶν δαιμονίων, πολλὰ δʼ
ἀέλπτως κραίνουσι θεοί· καὶ τὰ
δοκηθέντʼ οὐκ ἐτελέσθη, τῶν δʼ
1725
ἀδοκήτων πόρον ηὗρε θεός. τοιόνδʼ ἀπέβη
τόδε πρᾶγμα.

Source Text: Euripides 3 Clarendon Press 1913. Public Domain.
Translation, Audio, Morphology, and Analyses AI-generated unless otherwise specified. Copyright LexAudio, LLC.