0:00

Knights

Aristophanes

Δημοσθένης

ἰατταταιὰξ τῶν κακῶν, ἰατταταῖ.
κακῶς Παφλαγόνα τὸν νεώνητον κακὸν
αὐταῖσι βουλαῖς ἀπολέσειαν οἱ θεοί.
ἐξ οὗ γὰρ εἰσήρρησεν ἐς τὴν οἰκίαν
πληγὰς ἀεὶ προστρίβεται τοῖς οἰκέταις.
5

Νικίας

κάκιστα δῆθʼ οὗτός γε πρῶτος Παφλαγόνων
αὐταῖς διαβολαῖς.

Δημοσθένης

ὦ κακόδαιμον πῶς ἔχεις;

Νικίας

κακῶς καθάπερ σύ.

Δημοσθένης

δεῦρο δὴ πρόσελθʼ, ἵνα
10
ξυναυλίαν κλαύσωμεν Οὐλύμπου νόμον.

Δημοσθένης καὶ Νικίας

μυμῦ μυμῦ μυμῦ μυμῦ μυμῦ μυμῦ.

Δημοσθένης

τί κινυρόμεθʼ ἄλλως; οὐκ ἐχρῆν ζητεῖν τινα
σωτηρίαν νῷν, ἀλλὰ μὴ κλάειν ἔτι;

Νικίας

τίς οὖν γένοιτʼ ἄν;
15

Δημοσθένης

λέγε σύ.

Νικίας

σὺ μὲν οὖν μοι λέγε,
ἵνα μὴ μάχωμαι.

Δημοσθένης

μὰ τὸν Ἀπόλλω ʼγὼ μὲν οὔ.

Νικίας

πῶς ἂν σύ μοι λέξειας ἁμὲ χρὴ λέγειν;
20

Δημοσθένης

ἀλλʼ εἰπὲ θαρρῶν, εἶτα κἀγὼ σοὶ φράσω.

Νικίας

ἀλλʼ οὐκ ἔνι μοι τὸ θρέττε. πῶς ἂν οὖν ποτε
εἴποιμʼ ἂν αὐτὸ δῆτα κομψευριπικῶς;

Δημοσθένης

μὴ ʼμοί γε, μὴ ʼμοί, μὴ διασκανδικίσῃς·
ἀλλʼ εὑρέ τινʼ ἀπόκινον ἀπὸ τοῦ δεσπότου.
25

Νικίας

λέγε δὴ μόλωμεν ξυνεχὲς ὡδὶ ξυλλαβών.

Δημοσθένης

καὶ δὴ λέγω μόλωμεν.

Νικίας

ἐξόπισθε νῦν
αὐτὸ φάθι τοῦ μόλωμεν.

Δημοσθένης

αὐτό.
30

Νικίας

πάνυ καλῶς.
ὥσπερ δεφόμενος νῦν ἀτρέμα πρῶτον λέγε
τὸ μόλωμεν, εἶτα δʼ αὐτό, κᾆτʼ ἐπάγων πυκνόν.

Δημοσθένης

μόλωμεν αὐτὸ μόλωμεν αὐτομολῶμεν.

Νικίας

ἢν
35
οὐχ ἡδύ;

Δημοσθένης

νὴ Δία· πλήν γε περὶ τῷ δέρματι
δέδοικα τουτονὶ τὸν οἰωνόν.

Νικίας

τί δαί;

Δημοσθένης

ὁτιὴ τὸ δέρμα δεφομένων ἀπέρχεται.
40

Νικίας

κράτιστα τοίνυν τῶν παρόντων ἐστὶ νῷν,
θεῶν ἰόντε προσπεσεῖν του πρὸς βρέτας.

Δημοσθένης

ποῖον βρέτας; ἐτεὸν ἡγεῖ γὰρ θεούς;

Νικίας

ἔγωγε.

Δημοσθένης

ποίῳ χρώμενος τεκμηρίῳ;
45

Νικίας

ὁτιὴ θεοῖσιν ἐχθρός εἰμʼ. οὐκ εἰκότως;

Δημοσθένης

εὖ προσβιβάζεις μʼ. ἀλλʼ ἑτέρᾳ πῃ σκεπτέον.
βούλει τὸ πρᾶγμα τοῖς θεαταῖσιν φράσω;

Νικίας

οὐ χεῖρον· ἓν δʼ αὐτοὺς παραιτησώμεθα,
ἐπίδηλον ἡμῖν τοῖς προσώποισιν ποιεῖν,
50
ἢν τοῖς ἔπεσι χαίρωσι καὶ τοῖς πράγμασιν.

Δημοσθένης

λέγοιμʼ ἂν ἤδη. νῷν γάρ ἐστι δεσπότης
ἄγροικος ὀργὴν κυαμοτρὼξ ἀκράχολος,
Δῆμος πυκνίτης, δύσκολον γερόντιον
ὑπόκωφον. οὗτος τῇ προτέρᾳ νουμηνίᾳ
55
ἐπρίατο δοῦλον, βυρσοδέψην Παφλαγόνα,
πανουργότατον καὶ διαβολώτατόν τινα.
οὗτος καταγνοὺς τοῦ γέροντος τοὺς τρόπους,
ὁ βυρσοπαφλαγών, ὑποπεσὼν τὸν δεσπότην
ᾔκαλλʼ ἐθώπευʼ ἐκολάκευʼ ἐξηπάτα
60
κοσκυλματίοις ἄκροισι τοιαυτὶ λέγων·
ὦ Δῆμε λοῦσαι πρῶτον ἐκδικάσας μίαν,
ἐνθοῦ ῥόφησον ἔντραγʼ ἔχε τριώβολον.
βούλει παραθῶ σοι δόρπον; εἶτʼ ἀναρπάσας
ὅ τι ἄν τις ἡμῶν σκευάσῃ, τῷ δεσπότῃ
65
Παφλαγὼν κεχάρισται τοῦτο. καὶ πρώην γʼ ἐμοῦ
μᾶζαν μεμαχότος ἐν Πύλῳ Λακωνικήν,
πανουργότατά πως περιδραμὼν ὑφαρπάσας
αὐτὸς παρέθηκε τὴν ὑπʼ ἐμοῦ μεμαγμένην,
ἡμᾶς δʼ ἀπελαύνει κοὐκ ἐᾷ τὸν δεσπότην
70
ἄλλον θεραπεύειν, ἀλλὰ βυρσίνην ἔχων
δειπνοῦντος ἑστὼς ἀποσοβεῖ τοὺς ῥήτορας.
ᾄδει δὲ χρησμούς· ὁ δὲ γέρων σιβυλλιᾷ.
ὁ δʼ αὐτὸν ὡς ὁρᾷ μεμακκοακότα,
τέχνην πεποίηται. τοὺς γὰρ ἔνδον ἄντικρυς
75
ψευδῆ διαβάλλει· κᾆτα μαστιγούμεθα
ἡμεῖς· Παφλαγὼν δὲ περιθέων τοὺς οἰκέτας
αἰτεῖ ταράττει δωροδοκεῖ λέγων τάδε·
‘ὁρᾶτε τὸν Ὕλαν διʼ ἐμὲ μαστιγούμενον;
εἰ μή μʼ ἀναπείσετʼ, ἀποθανεῖσθε τήμερον.’
80
ἡμεῖς δὲ δίδομεν· εἰ δὲ μή, πατούμενοι
ὑπὸ τοῦ γέροντος ὀκταπλάσιον χέζομεν.
νῦν οὖν ἀνύσαντε φροντίσωμεν ὦγαθέ,
ποίαν ὁδὸν νὼ τρεπτέον καὶ πρὸς τίνα.

Νικίας

κράτιστʼ ἐκείνην τὴν μόλωμεν ὦγαθέ.
85

Δημοσθένης

ἀλλʼ οὐχ οἷόν τε τὸν Παφλαγόνʼ οὐδὲν λαθεῖν·
ἐφορᾷ γὰρ οὗτος πάντʼ. ἔχει γὰρ τὸ σκέλος
τὸ μὲν ἐν Πύλῳ, τὸ δʼ ἓτερον ἐν τἠκκλησίᾳ.
τοσόνδε δʼ αὐτοῦ βῆμα διαβεβηκότος
ὁ πρωκτός ἐστιν αὐτόχρημʼ ἐν Χάοσιν,
90
τὼ χεῖρʼ ἐν Αἰτωλοῖς, ὁ νοῦς δʼ ἐν Κλωπιδῶν.

Νικίας

κράτιστον οὖν νῷν ἀποθανεῖν.

Δημοσθένης

ἀλλὰ σκόπει,
ὅπως ἂν ἀποθάνοιμεν ἀνδρικώτατα.

Νικίας

πῶς δῆτα πῶς γένοιτʼ ἂν ἀνδρικώτατα;
95
βέλτιστον ἡμῖν αἷμα ταύρειον πιεῖν.
ὁ Θεμιστοκλέους γὰρ θάνατος αἱρετώτερος.

Δημοσθένης

μὰ Δίʼ ἀλλʼ ἄκρατον οἶνον ἀγαθοῦ δαίμονος.
ἴσως γὰρ ἂν χρηστόν τι βουλευσαίμεθα.

Νικίας

ἰδού γʼ ἄκρατον. περὶ πότου γοῦν ἐστί σοι;
100
πῶς δʼ ἂν μεθύων χρηστόν τι βουλεύσαιτʼ ἀνήρ;

Δημοσθένης

ἄληθες οὗτος; κρουνοχυτρολήραιον εἶ.
οἶνον σὺ τολμᾷς εἰς ἐπίνοιαν λοιδορεῖν;
οἴνου γὰρ εὕροις ἄν τι πρακτικώτερον;
ὁρᾷς, ὅταν πίνωσιν ἄνθρωποι τότε
105
πλουτοῦσι διαπράττουσι νικῶσιν δίκας
εὐδαιμονοῦσιν ὠφελοῦσι τοὺς φίλους.
ἀλλʼ ἐξένεγκέ μοι ταχέως οἴνου χοᾶ,
τὸν νοῦν ἵνʼ ἄρδω καὶ λέγω τι δεξιόν.

Νικίας

οἴμοι τί ποθʼ ἡμᾶς ἐργάσει τῷ σῷ πότῳ;
110

Δημοσθένης

ἀγάθʼ· ἀλλʼ ἔνεγκʼ· ἐγὼ δὲ κατακλινήσομαι.
ἢν γὰρ μεθυσθῶ, πάντα ταυτὶ καταπάσω
βουλευματίων καὶ γνωμιδίων καὶ νοιδίων.

Νικίας

ὡς εὐτυχῶς ὅτι οὐκ ἐλήφθην ἔνδοθεν
κλέπτων τὸν οἶνον.
115

Δημοσθένης

εἰπέ μοι Παφλαγὼν τί δρᾷ;

Νικίας

ἐπίπαστα λείξας δημιόπραθʼ ὁ βάσκανος
ῥέγκει μεθύων ἐν ταῖσι βύρσαις ὕπτιος.

Δημοσθένης

ἴθι νυν ἄκρατον ἐγκάναξόν μοι πολὺν
σπονδήν.
120

Νικίας

λαβὲ δὴ καὶ σπεῖσον ἀγαθοῦ δαίμονος.

Δημοσθένης

ἕλχʼ ἕλκε τὴν τοῦ δαίμονος τοῦ Πραμνίου.
ὦ δαῖμον ἀγαθὲ σὸν τὸ βούλευμʼ, οὐκ ἐμόν.

Νικίας

εἴπʼ, ἀντιβολῶ, τί ἔστι;

Δημοσθένης

τοὺς χρησμοὺς ταχὺ
125
κλέψας ἔνεγκε τοῦ Παφλαγόνος ἔνδοθεν,
ἕως καθεύδει.

Νικίας

ταῦτʼ. ἀτὰρ τοῦ δαίμονος
δέδοιχʼ ὅπως μὴ τεύξομαι κακοδαίμονος.

Δημοσθένης

φέρε νυν ἐγὼ μʼ αὐτῷ προσαγάγω τὸν χοᾶ.
130
τὸν νοῦν ἵνʼ ἄρδω καὶ λέγω τι δεξιόν.

Νικίας

ὡς μεγάλʼ ὁ Παφλαγὼν πέρδεται καὶ ῥέγκεται,
ὥστʼ ἔλαθον αὐτὸν τὸν ἱερὸν χρησμὸν λαβών,
ὅνπερ μάλιστʼ ἐφύλαττεν.

Δημοσθένης

ὦ σοφώτατε.
135
φέρʼ αὐτὸν ἵνʼ ἀναγνῶ· σὺ δʼ ἔγχεον πιεῖν
ἀνύσας τι. φέρʼ ἴδω τί ἄρʼ ἔνεστιν αὐτόθι.
ὦ λόγια. δός μοι δὸς τὸ ποτήριον ταχύ.

Νικίας

ἰδού. τί φησʼ ὁ χρησμός;

Δημοσθένης

ἑτέραν ἔγχεον.
140

Νικίας

ἐν τοῖς λογίοις ἔνεστιν ἑτέραν ἔγχεον;

Δημοσθένης

ὦ Βάκι.

Νικίας

τί ἔστι;

Δημοσθένης

δὸς τὸ ποτήριον ταχύ.

Νικίας

πολλῷ γʼ ὁ Βάκις ἐχρῆτο τῷ ποτηρίῳ.
145

Δημοσθένης

ὦ μιαρὲ Παφλαγὼν ταῦτʼ ἄρʼ ἐφυλάττου πάλαι,
τὸν περὶ σεαυτοῦ χρησμὸν ὀρρωδῶν;

Νικίας

τιή;

Δημοσθένης

ἐνταῦθʼ ἔνεστιν, αὐτὸς ὡς ἀπόλλυται.

Νικίας

καὶ πῶς;
150

Δημοσθένης

ὅπως; ὁ χρησμὸς ἄντικρυς λέγει
ὡς πρῶτα μὲν στυππειοπώλης γίγνεται,
ὃς πρῶτος ἕξει τῆς πόλεως τὰ πράγματα.

Νικίας

εἷς οὑτοσὶ πώλης. τί τοὐντεῦθεν; λέγε.

Δημοσθένης

μετὰ τοῦτον αὖθις προβατοπώλης δεύτερος.
155

Νικίας

δύο τώδε πώλα. καὶ τί τόνδε χρὴ παθεῖν;

Δημοσθένης

κρατεῖν, ἕως ἕτερος ἀνὴρ βδελυρώτερος
αὐτοῦ γένοιτο· μετὰ δὲ ταῦτʼ ἀπόλλυται.
ἐπιγίγνεται γὰρ βυρσοπώλης ὁ Παφλαγών,
ἅρπαξ κεκράκτης Κυκλοβόρου φωνὴν ἔχων.
160

Νικίας

τὸν προβατοπώλην ἦν ἄρʼ ἀπολέσθαι χρεὼν
ὑπὸ βυρσοπώλου;

Δημοσθένης

νὴ Δίʼ.

Νικίας

οἴμοι δείλαιος.
πόθεν οὖν ἂν ἔτι γένοιτο πώλης εἶς μόνος;
165

Δημοσθένης

ἔτʼ ἐστὶν εἷς ὑπερφυᾶ τέχνην ἔχων.

Νικίας

εἴπʼ, ἀντιβολῶ, τίς ἐστιν;

Δημοσθένης

εἴπω;

Νικίας

νὴ Δία.

Δημοσθένης

ἀλλαντοπώλης ἔσθʼ ὁ τοῦτον ἐξολῶν.
170

Νικίας

ἀλλαντοπώλης; ὦ Πόσειδον τῆς τέχνης.
φέρε ποῦ τὸν ἄνδρα τοῦτον ἐξευρήσομεν;

Δημοσθένης

ζητῶμεν αὐτόν.

Νικίας

ἀλλʼ ὁδὶ προσέρχεται
ὥσπερ κατὰ θεὸν εἰς ἀγοράν.
175

Δημοσθένης

ὦ μακάριε
ἀλλαντοπῶλα, δεῦρο δεῦρʼ ὦ φίλτατε
ἀνάβαινε σωτὴρ τῇ πόλει καὶ νῷν φανείς.

Ἀλλαντοπώλης

τί ἔστι; τί με καλεῖτε;

Δημοσθένης

δεῦρʼ ἔλθʼ, ἵνα πύθῃ
180
ὡς εὐτυχὴς εἶ καὶ μεγάλως εὐδαιμονεῖς.

Νικίας

ἴθι δὴ κάθελʼ αὐτοῦ τοὐλεὸν καὶ τοῦ θεοῦ
τὸν χρησμὸν ἀναδίδαξον αὐτὸν ὡς ἔχει·
ἐγὼ δʼ ἰὼν προσκέψομαι τὸν Παφλαγόνα.

Δημοσθένης

ἄγε δὴ σὺ κατάθου πρῶτα τὰ σκεύη χαμαί·
185
ἔπειτα τὴν γῆν πρόσκυσον καὶ τοὺς θεούς.

Ἀλλαντοπώλης

ἰδού· τί ἔστιν;

Δημοσθένης

ὦ μακάριʼ ὦ πλούσιε,
ὦ νῦν μὲν οὐδεὶς αὔριον δʼ ὑπέρμεγας,
ὦ τῶν Ἀθηνῶν ταγὲ τῶν εὐδαιμόνων.
190

Ἀλλαντοπώλης

τί μʼ ὦγάθʼ οὐ πλύνειν ἐᾷς τὰς κοιλίας
πωλεῖν τε τοὺς ἀλλᾶντας, ἀλλὰ καταγελᾷς;

Δημοσθένης

ὦ μῶρε ποίας κοιλίας; δευρὶ βλέπε.
τὰς στίχας ὁρᾷς τὰς τῶνδε τῶν λαῶν;

Ἀλλαντοπώλης

ὁρῶ.
195

Δημοσθένης

τούτων ἁπάντων αὐτὸς ἀρχέλας ἔσει,
καὶ τῆς ἀγορᾶς καὶ τῶν λιμένων καὶ τῆς πυκνός·
βουλὴν πατήσεις καὶ στρατηγοὺς κλαστάσεις,
δήσεις φυλάξεις, ἐν πρυτανείῳ λαικάσει.

Ἀλλαντοπώλης

ἐγώ;
200

Δημοσθένης

σὺ μέντοι· κοὐδέπω γε πάνθʼ ὁρᾷς.
ἀλλʼ ἐπανάβηθι κἀπὶ τοὐλεὸν τοδὶ
καὶ κάτιδε τὰς νήσους ἁπάσας ἐν κύκλῳ.

Ἀλλαντοπώλης

καθορῶ.

Δημοσθένης

τί δαί; τἀμπόρια καὶ τὰς ὁλκάδας;
205

Ἀλλαντοπώλης

ἔγωγε.

Δημοσθένης

πῶς οὖν οὐ μεγάλως εὐδαιμονεῖς;
ἔτι νῦν τὸν ὀφθαλμὸν παράβαλλʼ ἐς Καρίαν
τὸν δεξιόν, τὸν δʼ ἕτερον ἐς Καρχηδόνα.

Ἀλλαντοπώλης

εὐδαιμονήσω δʼ εἰ διαστραφήσομαι;
210

Δημοσθένης

οὐκ ἀλλὰ διὰ σοῦ ταῦτα πάντα πέρναται.
γίγνει γάρ, ὡς ὁ χρησμὸς οὑτοσὶ λέγει,
ἀνὴρ μέγιστος.

Ἀλλαντοπώλης

εἰπέ μοι καὶ πῶς ἐγὼ
ἀλλαντοπώλης ὢν ἀνὴρ γενήσομαι;
215

Δημοσθένης

διʼ αὐτὸ γάρ τοι τοῦτο καὶ γίγνει μέγας,
ὁτιὴ πονηρὸς κἀξ ἀγορᾶς εἶ καὶ θρασύς.

Ἀλλαντοπώλης

οὐκ ἀξιῶ ʼγὼ ʼμαυτὸν ἰσχύειν μέγα.

Δημοσθένης

οἴμοι τί ποτʼ ἔσθʼ ὅτι σαυτὸν οὐ φῂς ἄξιον;
ξυνειδέναι τί μοι δοκεῖς σαυτῷ καλόν.
220
μῶν ἐκ καλῶν εἶ κἀγαθῶν;

Ἀλλαντοπώλης

μὰ τοὺς θεοὺς
εἰ μὴ ʼκ πονηρῶν γʼ.

Δημοσθένης

ὦ μακάριε τῆς τύχης
ὅσον πέπονθας ἀγαθὸν ἐς τὰ πράγματα.
225

Ἀλλαντοπώλης

ἀλλʼ ὦγάθʼ οὐδὲ μουσικὴν ἐπίσταμαι
πλὴν γραμμάτων, καὶ ταῦτα μέντοι κακὰ κακῶς.

Δημοσθένης

τουτὶ μόνον σʼ ἔβλαψεν, ὅτι καὶ κακὰ κακῶς.
ἡ δημαγωγία γὰρ οὐ πρὸς μουσικοῦ
ἔτʼ ἐστὶν ἀνδρὸς οὐδὲ χρηστοῦ τοὺς τρόπους,
230
ἀλλʼ εἰς ἀμαθῆ καὶ βδελυρόν. ἀλλὰ μὴ παρῇς
ἅ σοι διδόασʼ ἐν τοῖς λογίοισιν οἱ θεοί.

Ἀλλαντοπώλης

πῶς δῆτά φησʼ ὁ χρησμός;

Δημοσθένης

εὖ νὴ τοὺς θεοὺς
καὶ ποικίλως πως καὶ σοφῶς ᾐνιγμένος·
235
ἀλλʼ ὁπόταν μάρψῃ βυρσαίετος ἀγκυλοχήλης
γαμφηλῇσι δράκοντα κοάλεμον αἱματοπώτην,
δὴ τότε Παφλαγόνων μὲν ἀπόλλυται ἡ σκοροδάλμη,
κοιλιοπώλῃσιν δὲ θεὸς μέγα κῦδος ὀπάζει,
αἴ κεν μὴ πωλεῖν ἀλλᾶντας μᾶλλον ἕλωνται.
240

Ἀλλαντοπώλης

πῶς οὖν πρὸς ἐμὲ ταῦτʼ ἐστίν; ἀναδίδασκέ με.

Δημοσθένης

βυρσαίετος μὲν ὁ Παφλαγών ἐσθʼ οὑτοσί.

Ἀλλαντοπώλης

τί δʼ ἀγκυλοχήλης ἐστίν;

Δημοσθένης

αὐτό που λέγει,
ὅτι ἀγκύλαις ταῖς χερσὶν ἁρπάζων φέρει.
245

Ἀλλαντοπώλης

ὁ δράκων δὲ πρὸς τί;

Δημοσθένης

τοῦτο περιφανέστατον.
ὁ δράκων γάρ ἐστι μακρὸν ὅ τʼ ἀλλᾶς αὖ μακρόν.
εἶθʼ αἱματοπώτης ἔσθʼ ὅ τʼ ἀλλᾶς χὠ δράκων·
τὸν οὖν δράκοντά φησι τὸν βυρσαίετον
250
ἤδη κρατήσειν, αἴ κε μὴ θαλφθῇ λόγοις.

Ἀλλαντοπώλης

τὰ μὲν λόγιʼ αἰκάλλει με· θαυμάζω δʼ ὅπως
τὸν δῆμον οἷός τʼ ἐπιτροπεύειν εἴμʼ ἐγώ.

Δημοσθένης

φαυλότατον ἔργον· ταῦθʼ ἅπερ ποιεῖς ποίει·
τάραττε καὶ χόρδευʼ ὁμοῦ τὰ πράγματα
255
ἅπαντα, καὶ τὸν δῆμον ἀεὶ προσποιοῦ
ὑπογλυκαίνων ῥηματίοις μαγειρικοῖς.
τὰ δʼ ἄλλα σοι πρόσεστι δημαγωγικά,
φωνὴ μιαρά, γέγονας κακῶς, ἀγοραῖος εἶ·
ἔχεις ἅπαντα πρὸς πολιτείαν ἃ δεῖ·
260
χρησμοί τε συμβαίνουσι καὶ τὸ Πυθικόν.
ἀλλὰ στεφανοῦ καὶ σπένδε τῷ Κοαλέμῳ·
χὤπως ἀμυνεῖ τὸν ἄνδρα.

Ἀλλαντοπώλης

καὶ τίς ξύμμαχος
γενήσεταί μοι; καὶ γὰρ οἵ τε πλούσιοι
265
δεδίασιν αὐτὸν ὅ τε πένης βδύλλει λεώς.

Δημοσθένης

ἀλλʼ εἰσὶν ἱππῆς ἄνδρες ἀγαθοὶ χίλιοι
μισοῦντες αὐτόν, οἳ βοηθήσουσί σοι,
καὶ τῶν πολιτῶν οἱ καλοί τε κἀγαθοί,
καὶ τῶν θεατῶν ὅστις ἐστὶ δεξιός,
270
κἀγὼ μετʼ αὐτῶν χὠ θεὸς ξυλλήψεται.
καὶ μὴ δέδιθʼ· οὐ γάρ ἐστιν ἐξῃκασμένος,
ὑπὸ τοῦ δέους γὰρ αὐτὸν οὐδεὶς ἤθελεν
τῶν σκευοποιῶν εἰκάσαι. πάντως γε μὴν
γνωσθήσεται· τὸ γὰρ θέατρον δεξιόν.
275

Ἀλλαντοπώλης

οἴμοι κακοδαίμων ὁ Παφλαγὼν ἐξέρχεται.

Κλέων

οὔτοι μὰ τοὺς δώδεκα θεοὺς χαιρήσετον,
ὁτιὴ ʼπὶ τῷ δήμῳ ξυνόμνυτον πάλαι.
τουτὶ τί δρᾷ τὸ Χαλκιδικὸν ποτήριον;
οὐκ ἔσθʼ ὅπως οὐ Χαλκιδέας ἀφίστατον.
280
ἀπολεῖσθον ἀποθανεῖσθον ὦ μιαρωτάτω.

Δημοσθένης

οὗτος τί φεύγεις; οὐ μενεῖς; ὦ γεννάδα
ἀλλαντοπῶλα μὴ προδῷς τὰ πράγματα.
ἄνδρες ἱππῆς παραγένεσθε· νῦν ὁ καιρός. ὦ Σίμων,
ὦ Παναίτιʼ οὐκ ἐλᾶτε πρὸς τὸ δεξιὸν κέρας;
285
ἅνδρες ἐγγύς. ἀλλʼ ἀμύνου κἀπαναστρέφου πάλιν.
ὁ κονιορτὸς δῆλος αὐτῶν ὡς ὁμοῦ προσκειμένων.
ἀλλʼ ἀμύνου καὶ δίωκε καὶ τροπὴν αὐτοῦ ποιοῦ.

Χορός Ἱππεῶν

παῖε παῖε τὸν πανοῦργον καὶ ταραξιππόστρατον
καὶ τελώνην καὶ φάραγγα καὶ Χάρυβδιν ἁρπαγῆς,
290
καὶ πανοῦργον καὶ πανοῦργον· πολλάκις γὰρ αὔτʼ ἐρῶ.
καὶ γὰρ οὗτος ἦν πανοῦργος πολλάκις τῆς ἡμέρας.
ἀλλὰ παῖε καὶ δίωκε καὶ τάραττε καὶ κύκα
καὶ βδελύττου, καὶ γὰρ ἡμεῖς, κἀπικείμενος βόα·
εὐλαβοῦ δὲ μὴ ʼκφύγῃ σε· καὶ γὰρ οἶδε τὰς ὁδούς,
295
ἅσπερ Εὐκράτης ἔφευγεν εὐθὺ τῶν κυρηβίων.

Κλέων

ὦ γέροντες ἡλιασταί, φράτερες τριωβόλου,
οὓς ἐγὼ βόσκω κεκραγὼς καὶ δίκαια κἄδικα,
παραβοηθεῖθʼ, ὡς ὑπʼ ἀνδρῶν τύπτομαι ξυνωμοτῶν.

Χορός

ἐν δίκῃ γʼ, ἐπεὶ τὰ κοινὰ πρὶν λαχεῖν κατεσθίεις,
300
κἀποσυκάζεις πιέζων τοὺς ὑπευθύνους σκοπῶν,
ὅστις αὐτῶν ὠμός ἐστιν ἢ πέπων ἢ μὴ πέπων,
κἄν τινʼ αὐτῶν γνῷς ἀπράγμονʼ ὄντα καὶ κεχηνότα,
καταγαγὼν ἐκ Χερρονήσου διαβαλὼν ἀγκυρίσας
εἶτʼ ἀποστρέψας τὸν ὦμον αὐτὸν ἐνεκολήβασας·
305
καὶ σκοπεῖς γε τῶν πολιτῶν ὅστις ἐστὶν ἀμνοκῶν,
πλούσιος καὶ μὴ πονηρὸς καὶ τρέμων τὰ πράγματα.

Κλέων

ξυνεπίκεισθʼ ὑμεῖς; ἐγὼ δʼ ἄνδρες διʼ ὑμᾶς τύπτομαι,
ὅτι λέγειν γνώμην ἔμελλον ὡς δίκαιον ἐν πόλει
ἑστάναι μνημεῖον ὑμῶν ἐστιν ἀνδρείας χάριν.
310

Χορός

ὡς δʼ ἀλαζών, ὡς δὲ μάσθλης· εἶδες οἷʼ ὑπέρχεται
ὡσπερεὶ γέροντας ἡμᾶς καὶ κοβαλικεύεται;
ἀλλʼ ἐὰν ταύτῃ γε νικᾷ, ταυτῃὶ πεπλήξεται·
ἢν δʼ ὑπεκκλίνῃ γε δευρί, τὸ σκέλος κυρηβάσει.

Κλέων

ὦ πόλις καὶ δῆμʼ ὑφʼ οἵων θηρίων γαστρίζομαι.
315

Χορός

καὶ κέκραγας, ὥσπερ ἀεὶ τὴν πόλιν καταστρέφει;

Κλέων

ἀλλʼ ἐγώ σε τῇ βοῇ ταύτῃ γε πρῶτα τρέψομαι.

Χορός

ἀλλʼ ἐὰν μέντοι γε νικᾷς τῇ βοῇ, τήνελλος εἶ·
ἢν δʼ ἀναιδείᾳ παρέλθῃ σʼ, ἡμέτερος ὁ πυραμοῦς.

Κλέων

τουτονὶ τὸν ἄνδρʼ ἐγὼ ʼνδείκνυμι, καὶ φήμʼ ἐξάγειν
320
ταῖσι Πελοποννησίων τριήρεσι ζωμεύματα.

Ἀλλαντοπώλης

ναὶ μὰ Δία κἄγωγε τοῦτον, ὅτι κενῇ τῇ κοιλίᾳ
ἐσδραμὼν ἐς τὸ πρυτανεῖον, εἶτα πάλιν ἐκθεῖ πλέᾳ.

Δημοσθένης

νὴ Δίʼ ἐξάγων γε τἀπόρρηθʼ, ἅμʼ ἄρτον καὶ κρέας
καὶ τέμαχος, οὗ Περικλέης οὐκ ἠξιώθη πώποτε.
325

Κλέων

ἀποθανεῖσθον αὐτίκα μάλα.

Ἀλλαντοπώλης

τριπλάσιον κεκράξομαί σου.

Κλέων

καταβοήσομαι βοῶν σε.

Ἀλλαντοπώλης

κατακεκράξομαί σε κράζων.

Κλέων

διαβαλῶ σʼ ἐὰν στρατηγῇς.
330

Ἀλλαντοπώλης

κυνοκοπήσω σου τὸ νῶτον.

Κλέων

περιελῶ σʼ ἀλαζονείαις.

Ἀλλαντοπώλης

ὑποτεμοῦμαι τὰς ὁδούς σου.

Κλέων

βλέψον ἔς μʼ ἀσκαρδάμυκτος.

Ἀλλαντοπώλης

ἐν ἀγορᾷ κἀγὼ τέθραμμαι.
335

Κλέων

διαφορήσω σʼ εἴ τι γρύξει.

Ἀλλαντοπώλης

κοπροφορήσω σʼ εἰ λαλήσεις.

Κλέων

ὁμολογῶ κλέπτειν· σὺ δʼ οὐχί.

Ἀλλαντοπώλης

νὴ τὸν Ἑρμῆν τὸν ἀγοραῖον,
κἀπιορκῶ γε βλεπόντων.
340

Κλέων

ἀλλότρια τοίνυν σοφίζει,
καὶ φανῶ σε τοῖς πρυτάνεσιν
ἀδεκατεύτους τῶν θεῶν ἱερὰς
ἔχοντα κοιλίας.

Χορός

ὦ μιαρὲ καὶ βδελυρὲ καὶ κεκράκτα, τοῦ σοῦ θράσους
345
πᾶσα μὲν γῆ πλέα, πᾶσα δʼ ἐκκλησία, καὶ τέλη
καὶ γραφαὶ καὶ δικαστήριʼ, ὦ βορβοροτάραξι καὶ
τὴν πόλιν ἅπασαν ἡμῶν ἀνατετυρβακώς,
ὅστις ἡμῶν τὰς Ἀθήνας ἐκκεκώφωκας βοῶν,
κἀπὸ τῶν πετρῶν ἄνωθεν τοὺς φόρους θυννοσκοπῶν.
350

Κλέων

οἶδʼ ἐγὼ τὸ πρᾶγμα τοῦθʼ ὅθεν πάλαι καττύεται.

Ἀλλαντοπώλης

εἰ δὲ μὴ σύ γʼ οἶσθα κάττυμʼ, οὐδʼ ἐγὼ χορδεύματα,
ὅστις ὑποτέμνων ἐπώλεις δέρμα μοχθηροῦ βοὸς
τοῖς ἀγροίκοισιν πανούργως, ὥστε φαίνεσθαι παχύ,
καὶ πρὶν ἡμέραν φορῆσαι μεῖζον ἦν δυοῖν δοχμαῖν.
355

Δημοσθένης

νὴ Δία κἀμὲ τοῦτʼ ἔδρασε ταὐτόν, ὥστε κατάγελων
πάμπολυν τοῖς δημόταισι καὶ φίλοις παρασχεθεῖν·
πρὶν γὰρ εἶναι Περγασῆσιν ἔνεον ἐν ταῖς ἐμβάσιν.

Χορός

ἆρα δῆτʼ οὐκ ἀπʼ ἀρχῆς ἐδήλους ἀναίδειαν,
ἥπερ μόνη προστατεῖ ῥητόρων;
360
ᾗ σὺ πιστεύων ἀμέλγεις τῶν ξένων τοὺς καρπίμους,
πρῶτος ὤν· ὁ δʼ Ἱπποδάμου λείβεται θεώμενος.
ἀλλʼ ἐφάνη γὰρ ἀνὴρ ἕτερος πολὺ
σοῦ μιαρώτερος, ὥστε με χαίρειν,
ὅς σε παύσει καὶ πάρεισι, δῆλός ἐστιν αὐτόθεν,
365
πανουργίᾳ τε καὶ θράσει
καὶ κοβαλικεύμασιν.
ἀλλʼ ὦ τραφεὶς ὅθενπέρ εἰσιν ἄνδρες οἵπερ εἰσίν,
νῦν δεῖξον ὡς οὐδὲν λέγει τὸ σωφρόνως τραφῆναι.

Ἀλλαντοπώλης

καὶ μὴν ἀκούσαθʼ οἷός ἐστιν οὑτοσὶ πολίτης.
370

Κλέων

οὐκ αὖ μʼ ἐάσεις;

Ἀλλαντοπώλης

μὰ Δίʼ ἐπεὶ κἀγὼ πονηρός εἰμι.

Χορός

ἐὰν δὲ μὴ ταύτῃ γʼ ὑπείκῃ, λέγʼ ὅτι κἀκ πονηρῶν.

Κλέων

οὐκ αὖ μʼ ἐάσεις;

Ἀλλαντοπώλης

μὰ Δία.
375

Κλέων

ναὶ μὰ Δία.

Ἀλλαντοπώλης

μὰ τὸν Ποσειδῶ.
ἀλλʼ αὐτὸ περὶ τοῦ πρότερος εἰπεῖν πρῶτα διαμαχοῦμαι.

Κλέων

οἴμοι διαρραγήσομαι.

Ἀλλαντοπώλης

καὶ μὴν ἐγὼ οὐ παρήσω.
380

Χορός

πάρες πάρες πρὸς τῶν θεῶν αὐτῷ διαρραγῆναι.

Κλέων

τῷ καὶ πεποιθὼς ἀξιοῖς ἐμοῦ λέγειν ἔναντα;

Ἀλλαντοπώλης

ὁτιὴ λέγειν οἷός τε κἀγὼ καὶ καρυκοποιεῖν.

Κλέων

ἰδοὺ λέγειν. καλῶς γʼ ἂν οὖν σὺ πρᾶγμα προσπεσόν σοι
ὠμοσπάρακτον παραλαβὼν μεταχειρίσαιο χρηστῶς.
385
ἀλλʼ οἶσθʼ ὅπερ πεπονθέναι δοκεῖς; ὅπερ τὸ πλῆθος.
εἴ που δικίδιον εἶπας εὖ κατὰ ξένου μετοίκου,
τὴν νύκτα θρυλῶν καὶ λαλῶν ἐν ταῖς ὁδοῖς σεαυτῷ,
ὕδωρ τε πίνων κἀπιδεικνὺς τοὺς φίλους τʼ ἀνιῶν,
ᾤου δυνατὸς εἶναι λέγειν. ὦ μῶρε τῆς ἀνοίας.
390

Ἀλλαντοπώλης

τί δαὶ σὺ πίνων τὴν πόλιν πεποίηκας, ὥστε νυνὶ
ὑπὸ σοῦ μονωτάτου κατεγλωττισμένην σιωπᾶν;

Κλέων

ἐμοὶ γὰρ ἀντέθηκας ἀνθρώπων τίνʼ; ὅστις εὐθὺς
θύννεια θερμὰ καταφαγών, κᾆτʼ ἐπιπιὼν ἀκράτου
οἴνου χοᾶ κασαλβάσω τοὺς ἐν Πύλῳ στρατηγούς.
395

Ἀλλαντοπώλης

ἐγὼ δέ γʼ ἤνυστρον βοὸς καὶ κοιλίαν ὑείαν
καταβροχθίσας κᾆτʼ ἐπιπιὼν τὸν ζωμὸν ἀναπόνιπτος
λαρυγγιῶ τοὺς ῥήτορας καὶ Νικίαν ταράξω.

Χορός

τὰ μὲν ἄλλα μʼ ἤρεσας λέγων· ἓν δʼ οὐ προσίεταί με,
τῶν πραγμάτων ὁτιὴ μόνος τὸν ζωμὸν ἐκροφήσει.
400

Κλέων

ἀλλʼ οὐ λάβρακας καταφαγὼν Μιλησίους κλονήσεις.

Ἀλλαντοπώλης

ἀλλὰ σχελίδας ἐδηδοκὼς ὠνήσομαι μέταλλα.

Κλέων

ἐγὼ δʼ ἐπεσπηδῶν γε τὴν βουλὴν βίᾳ κυκήσω.

Ἀλλαντοπώλης

ἐγὼ δὲ κινήσω γέ σου τὸν πρωκτὸν ἀντὶ φύσκης.

Κλέων

ἐγὼ δέ γʼ ἐξέλξω σε τῆς πυγῆς θύραζε κύβδα.
405

Χορός

νὴ τὸν Ποσειδῶ κἀμέ τἄρʼ, ἤνπερ γε τοῦτον ἕλκῃς.

Κλέων

οἷόν σε δήσω ʼνʼ τῷ ξύλῳ.

Ἀλλαντοπώλης

διώξομαί σε δειλίας.

Κλέων

ἡ βύρσα σου θρανεύσεται.

Ἀλλαντοπώλης

δερῶ σε θύλακον κλοπῆς.
410

Κλέων

διαπατταλευθήσει χαμαί.

Ἀλλαντοπώλης

περικόμματʼ ἔκ σου σκευάσω.

Κλέων

τὰς βλεφαρίδας σου παρατιλῶ.

Ἀλλαντοπώλης

τὸν πρηγορεῶνά σοὐκτεμῶ.

Δημοσθένης

καὶ νὴ Δίʼ ἐμβαλόντες αὐτῷ
415
πάτταλον μαγειρικῶς
ἐς τὸ στόμʼ, εἶτα δʼ ἔνδοθεν
τὴν γλῶτταν ἐξείραντες αὐτοῦ
σκεψόμεσθʼ εὖ κἀνδρικῶς
κεχηνότος
420
τὸν πρωκτὸν εἰ χαλαζᾷ.

Χορός

ἦν ἄρα πυρός γʼ ἕτερα θερμότερα καὶ λόγων
ἐν πόλει τῶν ἀναιδῶν ἀναιδέστεροι· καὶ τὸ πρᾶγμʼ
ἦν ἄρʼ οὐ φαῦλον ὧδʼ ἀλλʼ ἔπιθι καὶ στρόβει,
μηδὲν ὀλίγον ποίει. νῦν γὰρ ἔχεται μέσος·
425
ὡς ἐὰν νυνὶ μαλάξῃς αὐτὸν ἐν τῇ προσβολῇ,
δειλὸν εὑρήσεις· ἐγὼ γὰρ τοὺς τρόπους ἐπίσταμαι.

Ἀλλαντοπώλης

ἀλλʼ ὅμως οὗτος τοιοῦτος ὢν ἅπαντα τὸν βίον,
κᾆτʼ ἀνὴρ ἔδοξεν εἶναι, τἀλλότριον ἀμῶν θέρος.
νῦν δὲ τοὺς στάχυς ἐκείνους, οὓς ἐκεῖθεν ἤγαγεν,
430
ἐν ξύλῳ δήσας ἀφαύει κἀποδόσθαι βούλεται.

Κλέων

οὐ δέδοιχʼ ὑμᾶς, ἕως ἂν ζῇ τὸ βουλευτήριον
καὶ τὸ τοῦ δήμου πρόσωπον μακκοᾷ καθήμενον.

Χορός

ὡς δὲ πρὸς πᾶν ἀναιδεύεται κοὐ μεθίστησι
τοῦ χρώματος τοῦ παρεστηκότος.
435
εἴ σε μὴ μισῶ, γενοίμην ἐν Κρατίνου κῴδιον,
καὶ διδασκοίμην προσᾴδειν Μορσίμου τραγῳδίᾳ.
ὦ περὶ πάντʼ ἐπὶ πᾶσί τε πράγμασι
δωροδόκοισιν ἐπʼ ἄνθεσιν ἵζων,
εἴθε φαύλως ὥσπερ ηὗρες ἐκβάλοις τὴν ἔνθεσιν.
440
ᾄσαιμι γὰρ τότʼ ἂν μόνον,
πῖνε πῖνʼ ἐπὶ συμφοραῖς.
τὸν Ἰουλίου τʼ ἂν οἴομαι γέροντα πυροπίπην
ἡσθέντʼ ἰηπαιωνίσαι καὶ βακχέβακχον ᾆσαι.

Κλέων

οὔτοί μʼ ὑπερβαλεῖσθʼ ἀναιδείᾳ μὰ τὸν Ποσειδῶ,
445
ἢ μή ποτʼ ἀγοραίου Διὸς σπλάλχνοισι παραγενοίμην.

Ἀλλαντοπώλης

ἔγωγε νὴ τοὺς κονδύλους οὓς πολλὰ δὴ ʼπὶ πολλοῖς
ἠνεσχόμην ἐκ παιδίων, μαχαιρίδων τε πληγάς,
ὑπερβαλεῖσθαί σʼ οἴομαι τούτοισιν, ἢ μάτην γʼ ἂν
ἀπομαγδαλιὰς σιτούμενος τοσοῦτος ἐκτραφείην.
450

Κλέων

ἀπομαγδαλιὰς ὥσπερ κύων; ὦ παμπόνηρε πῶς οὖν
κυνὸς βορὰν σιτούμενος μαχεῖ σὺ κυνοκεφάλλῳ;

Ἀλλαντοπώλης

καὶ νὴ Δίʼ ἄλλα γʼ ἐστί μου κόβαλα παιδὸς ὄντος.
ἐξηπάτων γὰρ τοὺς μαγείρους ἐπιλέγων τοιαυτί·
σκέψασθε παῖδες· οὐχ ὁρᾶθʼ; ὥρα νέα, χελιδών.
455
οἱ δʼ ἔβλεπον, κἀγὼ ʼν τοσούτῳ τῶν κρεῶν ἔκλεπτον.

Χορός

ὦ δεξιώτατον κρέας σοφῶς γε προὐνοήσω·
ὥσπερ ἀκαλήφας ἐσθίων πρὸ χελιδόνων ἔκλεπτες.

Ἀλλαντοπώλης

καὶ ταῦτα δρῶν ἐλάνθανόν γʼ· εἰ δʼ οὖν ἴδοι τις αὐτῶν,
ἀποκρυπτόμενος ἐς τὼ κοχώνα τοὺς θεοὺς ἀπώμνυν·
460
ὥστʼ εἶπʼ ἀνὴρ τῶν ῥητόρων ἰδών με τοῦτο δρῶντα·
οὐκ ἔσθʼ ὅπως ὁ παῖς ὅδʼ οὐ τὸν δῆμον ἐπιτροπεύσει.

Χορός

εὖ γε ξυνέβαλεν αὔτʼ· ἀτὰρ δῆλόν γʼ ἀφʼ οὗ ξυνέγνω·
ὁτιὴ ʼπιώρκεις θʼ ἡρπακὼς καὶ κρέας ὁ πρωκτὸς εἶχεν.

Κλέων

ἐγώ σε παύσω τοῦ θράσους, οἶμαι δὲ μᾶλλον ἄμφω.
465
ἔξειμι γάρ σοι λαμπρὸς ἤδη καὶ μέγας καθιείς,
ὁμοῦ ταράττων τήν τε γῆν καὶ τὴν θάλατταν εἰκῇ.

Ἀλλαντοπώλης

ἐγὼ δὲ συστείλας γε τοὺς ἀλλᾶντας εἶτʼ ἀφήσω
κατὰ κῦμʼ ἐμαυτὸν οὔριον, κλάειν σε μακρὰ κελεύσας.

Δημοσθένης

κἄγωγʼ, ἐάν τι παραχαλᾷ, τὴν ἀντλίαν φυλάξω.
470

Κλέων

οὔτοι μὰ τὴν Δήμητρα καταπροίξει τάλαντα πολλὰ
κλέψας Ἀθηναίων.

Δημοσθένης

ἄθρει καὶ τοῦ ποδὸς παρίει·
ὡς οὗτος ἤδη καικίας καὶ συκοφαντίας πνεῖ.

Ἀλλαντοπώλης

σὲ δʼ ἐκ Ποτειδαίας ἔχοντʼ εὖ οἶδα δέκα τάλαντα.
475

Κλέων

τί δῆτα; βούλει τῶν ταλάντων ἓν λαβὼν σιωπᾶν;

Χορός

ἁνὴρ ἂν ἡδέως λάβοι. τοὺς τερθρίους παρίει·
τὸ πνεῦμʼ ἔλαττον γίγνεται.

Κλέων

φεύξει γραφὰς
ἑκατονταλάντους τέτταρας.
480

Ἀλλαντοπώλης

σὺ δʼ ἀστρατείας γʼ εἴκοσιν,
κλοπῆς δὲ πλεῖν ἢ χιλίας.

Κλέων

ἐκ τῶν ἀλιτηρίων σέ φημι
γεγονέναι τῶν τῆς θεοῦ.

Ἀλλαντοπώλης

τὸν πάππον εἶναί φημί σου
485
τῶν δορυφόρων —

Κλέων

ποίων; φράσον.

Ἀλλαντοπώλης

τῶν Βυρσίνης τῆς Ἱππίου.

Κλέων

κόβαλος εἶ.

Ἀλλαντοπώλης

πανοῦργος εἶ.
490

Χορός

παῖʼ ἀνδρικῶς.

Κλέων

ἰοὺ ἰού,
τύπτουσί μʼ οἱ ξυνωμόται.

Χορός

παῖʼ αὐτὸν ἀνδρειότατα, καὶ
γάστριζε καὶ τοῖς ἐντέροις
495
καὶ τοῖς κόλοις,
χὤπως κολᾷ τὸν ἄνδρα.
ὦ γεννικώτατον κρέας ψυχήν τʼ ἄριστε πάντων,
καὶ τῇ πόλει σωτὴρ φανεὶς ἡμῖν τε τοῖς πολίταις,
ὡς εὖ τὸν ἄνδρα ποικίλως θʼ ὑπῆλθες ἐν λόγοισιν.
500
πῶς ἄν σʼ ἐπαινέσαιμεν οὕτως ὥσπερ ἡδόμεσθα;

Κλέων

ταυτὶ μὰ τὴν Δήμητρά μʼ οὐκ ἐλάνθανεν
τεκταινόμενα τὰ πράγματʼ, ἀλλʼ ἠπιστάμην
γομφούμενʼ αὐτὰ πάντα καὶ κολλώμενα.

Χορός

οἴμοι σὺ δʼ οὐδὲν ἐξ ἁμαξουργοῦ λέγεις;
505

Ἀλλαντοπώλης

οὔκουν μʼ ἐν Ἄργει γʼ οἷα πράττεις λανθάνει.
πρόφασιν μὲν Ἀργείους φίλους ἡμῖν ποιεῖ,
ἰδίᾳ δʼ ἐκεῖ Λακεδαιμονίοις ξυγγίγνεται.
καὶ ταῦτʼ ἐφʼ οἷσίν ἐστι συμφυσώμενα
ἐγᾦδʼ· ἐπὶ γὰρ τοῖς δεδεμένοις χαλκεύεται.
510

Χορός

εὖ γʼ εὖ γε, χάλκεὐ ἀντὶ τῶν κολλωμένων.

Ἀλλαντοπώλης

καὶ ξυγκροτοῦσιν ἄνδρες αὔτʼ ἐκεῖθεν αὖ,
καὶ ταῦτά μʼ οὔτʼ ἀργύριον οὔτε χρυσίον
διδοὺς ἀναπείσεις οὔτε προσπέμπων φίλους,
ὅπως ἐγὼ ταῦτʼ οὐκ Ἀθηναίοις φράσω.
515

Κλέων

ἐγὼ μὲν οὖν αὐτίκα μάλʼ ἐς βουλὴν ἰὼν
ὑμῶν ἁπάντων τὰς ξυνωμοσίας ἐρῶ,
καὶ τὰς ξυνόδους τὰς νυκτερινὰς τὰς ἐν πόλει,
καὶ πάνθʼ ἃ Μήδοις καὶ βασιλεῖ ξυνόμνυτε,
καὶ τἀκ Βοιωτῶν ταῦτα συντυρούμενα.
520

Ἀλλαντοπώλης

πῶς οὖν ὁ τυρὸς ἐν Βοιωτοῖς ὤνιος;

Κλέων

ἐγώ σε νὴ τὸν Ἡρακλέα παραστορῶ.

Χορός

ἄγε δὴ σὺ τίνα νοῦν ἢ τίνα ψυχὴν ἔχεις;
νυνί γε δείξεις, εἴπερ ἀπεκρύψω τότε
ἐς τὼ κοχώνα τὸ κρέας, ὡς αὐτὸς λέγεις·
525
θεύσει γὰρ ᾄξας ἐς τὸ βουλευτήριον,
ὡς οὗτος ἐσπεσὼν ἐκεῖσε διαβαλεῖ
ἡμᾶς ἅπαντας καὶ κράγον κεκράξεται.

Ἀλλαντοπώλης

ἀλλʼ εἶμι· πρῶτον δʼ ὡς ἔχω τὰς κοιλίας
καὶ τὰς μαχαίρας ἐνθαδὶ καταθήσομαι.
530

Δημοσθένης

ἔχε νυν, ἄλειψον τὸν τράχηλον τουτῳί,
ἵνʼ ἐξολισθάνειν δύνῃ τὰς διαβολάς.

Ἀλλαντοπώλης

ἀλλʼ εὖ λέγεις καὶ παιδοτριβικῶς ταυταγί.

Δημοσθένης

ἔχε νυν, ἐπέγκαψον λαβὼν ταδί.

Ἀλλαντοπώλης

τί δαί;
535

Δημοσθένης

ἵνʼ ἄμεινον ὦ τᾶν ἐσκοροδισμένος μάχῃ.
καὶ σπεῦδε ταχέως.

Ἀλλαντοπώλης

ταῦτα δρῶ.

Δημοσθένης

μέμνησό νυν
δάκνειν διαβάλλειν, τοὺς λόφους κατεσθίειν,
540
χὤπως τὰ κάλλαἰ ἀποφαγὼν ἥξεις πάλιν.

Χορός

ἄλλʼ ἴθι χαίρων, καὶ πράξειας
κατὰ νοῦν τὸν ἐμόν, καί σε φυλάττοι
Ζεὺς ἀγοραῖος· καὶ νικήσας
αὖθις ἐκεῖθεν πάλιν ὡς ἡμᾶς
545
ἔλθοις στεφάνοις κατάπαστος.
ὑμεῖς δʼ ἡμῖν προσέχετε τὸν νοῦν
τοῖς ἀναπαίστοις,
ὦ παντοίας ἤδη Μούσης
πειραθέντες καθʼ ἑαυτούς.
550
εἰ μέν τις ἀνὴρ τῶν ἀρχαίων κωμῳδοδιδάσκαλος ἡμᾶς
ἠνάγκαζεν λέξοντας ἔπη πρὸς τὸ θέατρον παραβῆναι,
οὐκ ἂν φαύλως ἔτυχεν τούτου· νῦν δʼ ἄξιός ἐσθʼ ὁ ποιητής,
ὅτι τοὺς αὐτοὺς ἡμῖν μισεῖ τολμᾷ τε λέγειν τὰ δίκαια,
καὶ γενναίως πρὸς τὸν τυφῶ χωρεῖ καὶ τὴν ἐριώλην.
555
ἃ δὲ θαυμάζειν ὑμῶν φησιν πολλοὺς αὐτῷ προσιόντας
καὶ βασανίζειν ὡς οὐχὶ πάλαι χορὸν αἰτοίη καθʼ ἑαυτόν,
ἡμᾶς ὑμῖν ἐκέλευε φράσαι περὶ τούτου. φησὶ γὰρ ἁνὴρ
οὐχ ὑπʼ ἀνοίας τοῦτο πεπονθὼς διατρίβειν, ἀλλὰ νομίζων
κωμῳδοδιδασκαλίαν εἶναι χαλεπώτατον ἔργον ἁπάντων·
560
πολλῶν γὰρ δὴ πειρασάντων αὐτὴν ὀλίγοις χαρίσασθαι·
ὑμᾶς τε πάλαι διαγιγνώσκων ἐπετείους τὴν φύσιν ὄντας
καὶ τοὺς προτέρους τῶν ποιητῶν ἅμα τῷ γήρᾳ προδιδόντας·
τοῦτο μὲν εἰδὼς ἅπαθε Μάγνης ἅμα ταῖς πολιαῖς κατιούσαις,
ὃς πλεῖστα χορῶν τῶν ἀντιπάλων νίκης ἔστησε τροπαῖα·
565
πάσας δʼ ὑμῖν φωνὰς ἱεὶς καὶ ψάλλων καὶ πτερυγίζων
καὶ λυδίζων καὶ ψηνίζων καὶ βαπτόμενος βατραχείοις
οὐκ ἐξήρκεσεν, ἀλλὰ τελευτῶν ἐπὶ γήρως, οὐ γὰρ ἐφʼ ἥβης,
ἐξεβλήθη πρεσβύτης ὤν, ὅτι τοῦ σκώπτειν ἀπελείφθη·
εἶτα Κρατίνου μεμνημένος, ὃς πολλῷ ῥεύσας ποτʼ ἐπαίνῳ
570
διὰ τῶν ἀφελῶν πεδίων ἔρρει, καὶ τῆς στάσεως παρασύρων
ἐφόρει τὰς δρῦς καὶ τὰς πλατάνους καὶ τοὺς ἐχθροὺς προθελύμνους·
ᾆσαι δʼ οὐκ ἦν ἐν ξυμποσίῳ πλὴν Δωροῖ συκοπέδιλε,
καὶ τέκτονες εὐπαλάμων ὕμνων· οὕτως ἤνθησεν ἐκεῖνος.
νυνὶ δʼ ὑμεῖς αὐτὸν ὁρῶντες παραληροῦντʼ οὐκ ἐλεεῖτε,
575
ἐκπιπτουσῶν τῶν ἠλέκτρων καὶ τοῦ τόνου οὐκέτʼ ἐνόντος
τῶν θʼ ἁρμονιῶν διαχασκουσῶν· ἀλλὰ γέρων ὢν περιέρρει,
ὥσπερ Κοννᾶς, στέφανον μὲν ἔχων αὖον δίψῃ δʼ ἀπολωλώς,
ὃν χρῆν διὰ τὰς προτέρας νίκας πίνειν ἐν τῷ πρυτανείῳ,
καὶ μὴ ληρεῖν ἀλλὰ θεᾶσθαι λιπαρὸν παρὰ τῷ Διονύσῳ.
580
οἵας δὲ Κράτης ὀργὰς ὑμῶν ἠνέσχετο καὶ στυφελιγμούς,
ὃς ἀπὸ σμικρᾶς δαπάνης ὑμᾶς ἀριστίζων ἀπέπεμπεν,
ἀπὸ κραμβοτάτου στόματος μάττων ἀστειοτάτας ἐπινοίας·
χοὖτος μέντοι μόνος ἀντήρκει, τοτὲ μὲν πίπτων τοτὲ δʼ οὐχί.
ταῦτʼ ὀρρωδῶν διέτριβεν ἀεί, καὶ πρὸς τούτοισιν ἔφασκεν
585
ἐρέτην χρῆναι πρῶτα γενέσθαι πρὶν πηδαλίοις ἐπιχειρεῖν,
κᾆτʼ ἐντεῦθεν πρῳρατεῦσαι καὶ τοὺς ἀνέμους διαθρῆσαι,
κᾆτα κυβερνᾶν αὐτὸν ἑαυτῷ. τούτων οὖν οὕνεκα πάντων,
ὅτι σωφρονικῶς κοὐκ ἀνοήτως ἐσπηδήσας ἐφλυάρει,
αἴρεσθʼ αὐτῷ πολὺ τὸ ῥόθιον, παραπέμψατʼ ἐφʼ ἕνδεκα κώπαις
590
θόρυβον χρηστὸν ληναΐτην,
ἵνʼ ὁ ποιητὴς ἀπίῃ χαίρων
κατὰ νοῦν πράξας,
φαιδρὸς λάμποντι μετώπῳ.
ἵππιʼ ἄναξ Πόσειδον, ᾧ
595
χαλκοκρότων ἵππων κτύπος
καὶ χρεμετισμὸς ἁνδάνει
καὶ κυανέμβολοι θοαὶ
μισθοφόροι τριήρεις,
μειρακίων θʼ ἅμιλλα λαμπρυνομένων ἐν ἅρμασιν
600
καὶ βαρυδαιμονούντων,
δεῦρʼ ἔλθʼ ἐς χορὸν ὦ χρυσοτρίαινʼ ὦ
δελφίνων μεδέων Σουνιάρατε,
ὦ Γεραίστιε παῖ Κρόνου,
Φαρμίωνί τε φίλτατʼ ἐκ
605
τῶν ἄλλων τε θεῶν Ἀθηναίοις
πρὸς τὸ παρεστός.
εὐλογῆσαι βουλόμεσθα τοὺς πατέρας ἡμῶν, ὅτι
ἄνδρες ἦσαν τῆσδε τῆς γῆς ἄξιοι καὶ τοῦ πέπλου,
οἵτινες πεζαῖς μάχαισιν ἔν τε ναυφάρκτῳ στρατῷ
610
πανταχοῦ νικῶντες ἀεὶ τήνδʼ ἐκόσμησαν πόλιν·
οὐ γὰρ οὐδεὶς πώποτʼ αὐτῶν τοῦς ἐναντίους ἰδὼν
ἠρίθμησεν, ἀλλʼ ὁ θυμὸς εὐθὺς ἦν Ἀμυνίας·
εἰ δέ που πέσοιεν ἐς τὸν ὦμον ἐν μάχῃ τινί,
τοῦτʼ ἀπεψήσαντʼ ἄν, εἶτʼ ἠρνοῦντο μὴ πεπτωκέναι,
615
ἀλλὰ διεπάλαιον αὖθις. καὶ στρατηγὸς οὐδʼ ἂν εἷς
τῶν πρὸ τοῦ σίτησιν ᾔτησʼ ἐρόμενος Κλεαίνετον·
νῦν δʼ ἐὰν μὴ προεδρίαν φέρωσι καὶ τὰ σιτία,
οὐ μαχεῖσθαί φασιν. ἡμεῖς δʼ ἀξιοῦμεν τῇ πόλει
προῖκα γενναίως ἀμύνειν καὶ θεοῖς ἐγχωρίοις.
620
καὶ πρὸς οὐκ αἰτοῦμεν οὐδὲν πλὴν τοσουτονὶ μόνον·
ἤν ποτʼ εἰρήνη γένηται καὶ πόνων παυσώμεθα,
μὴ φθονεῖθʼ ἡμῖν κομῶσι μηδʼ ἀπεστλεγγισμένοις.
Ὦ πολιοῦχε Παλλάς, ὦ
τῆς ἱερωτάτης ἁπασῶν
625
πολέμῳ τε καὶ ποιηταῖς
δυνάμει θʼ ὑπερφερούσης
μεδέουσα χώρας,
δεῦρʼ ἀφικοῦ λαβοῦσα τὴν
ἐν στρατιαῖς τε καὶ μάχαις
630
ἡμετέραν ξυνεργὸν
Νίκην, ἣ χορικῶν ἐστιν ἑταίρα
τοῖς τʼ ἐχθροῖσι μεθʼ ἡμῶν στασιάζει.
νῦν οὖν δεῦρο φάνηθι· δεῖ
γὰρ τοῖς ἀνδράσι τοῖσδε πάσῃ
635
τέχνῃ πορίσαι σε νίκην
εἴπερ ποτὲ καὶ νῦν.
ἃ ξύνισμεν τοῖσιν ἵπποις, βουλόμεσθʼ ἐπαινέσαι.
ἄξιοι δʼ εἴσʼ εὐλογεῖσθαι· πολλὰ γὰρ δὴ πράγματα
ξυνδιήνεγκαν μεθʼ ἡμῶν, ἐσβολάς τε καὶ μάχας.
640
ἀλλὰ τἀν τῇ μὲν αὐτῶν οὐκ ἄγαν θαυμάζομεν,
ὡς ὅτʼ ἐς τὰς ἱππαγωγοὺς εἰσεπήδων ἀνδρικῶς,
πριάμενοι κώθωνας, οἱ δὲ καὶ σκόροδα καὶ κρόμμυα·
εἶτα τὰς κώπας λαβόντες ὥσπερ ἡμεῖς οἱ βροτοὶ
ἐμβαλόντες ἀνεβρύαξαν, ‘ἱππαπαῖ, τίς ἐμβαλεῖ;
645
ληπτέον μᾶλλον. τί δρῶμεν; οὐκ ἐλᾷς ὦ σαμφόρα;’
ἐξεπήδων τʼ ἐς Κόρινθον· εἶτα δʼ οἱ νεώτεροι
ταῖς ὁπλαῖς ὤρυττον εὐνὰς καὶ μετῇσαν στρώματα·
ἤσθιον δὲ τοὺς παγούρους ἀντὶ ποίας Μηδικῆς,
εἴ τις ἐξέρποι θύραζε κἀκ βυθοῦ θηρώμενοι·
650
ὥστʼ ἔφη Θέωρος εἰπεῖν καρκίνον Κορίνθιον,
‘δεινά γʼ ὦ Πόσειδον εἰ μήτʼ ἐν βυθῷ δυνήσομαι
μήτε γῇ μήτʼ ἐν θαλάττῃ διαφυγεῖν τοὺς ἱππέας.’
ὦ φίλτατʼ ἀνδρῶν καὶ νεανικώτατε.
ὅσην ἀπὼν παρέσχες ἡμῖν φροντίδα·
655
καὶ νῦν ἐπειδὴ σῶς ἐλήλυθας πάλιν,
ἄγγειλον ἡμῖν πῶς τὸ πρᾶγμʼ ἠγωνίσω.

Ἀλλαντοπώλης

τί δʼ ἄλλο γʼ εἰ μὴ Νικόβουλος ἐγενόμην;

Χορός

νῦν ἄρʼ ἄξιόν γε πᾶσίν ἐστιν ἐπολολύξαι.
ὦ καλὰ λέγων πολὺ δʼ ἀμείνονʼ ἔτι τῶν λόγων
660
ἐργασάμενʼ, εἴθʼ ἐπέλθοις
ἅπαντά μοι σαφῶς·
ὡς ἐγώ μοι δοκῶ
κἂν μακρὰν ὁδὸν διελθεῖν
ὥστʼ ἀκοῦσαι. πρὸς τάδʼ ὦ βέλτιστε
665
θαρρήσας λέγʼ, ὡς, ἅπαντες
ἡδόμεσθά σοι.

Ἀλλαντοπώλης

καὶ μὴν ἀκοῦσαί γʼ ἄξιον τῶν πραγμάτων.
εὐθὺς γὰρ αὐτοῦ κατόπιν ἐνθένδʼ ἱέμην·
ὁ δʼ ἄρʼ ἔνδον ἐλασίβροντʼ ἀναρρηγνὺς ἔπη
670
τερατευόμενος ἤρειδε κατὰ τῶν ἱππέων,
κρημνοὺς ἐρείδων καὶ ξυνωμότας λέγων
πιθανώταθʼ· ἡ βουλὴ δʼ ἅπασʼ ἀκροωμένη
ἐγένεθʼ ὑπʼ αὐτοῦ ψευδατραφάξυος πλέα,
κἄβλεψε νᾶπυ καὶ τὰ μέτωπʼ ἀνέσπασεν.
675
κἄγωγʼ ὅτε δὴ ʼγνων ἐνδεχομένην τοὺς λόγους
καὶ τοῖς φενακισμοῖσιν ἐξαπατωμένην,
ἄγε δὴ Σκίταλοι καὶ Φένακες, ἦν δʼ ἐγώ,
‘Βερέσχεθοί τε καὶ Κόβαλοι καὶ Μόθων,
ἀγορά τʼ ἐν ᾗ παῖς ὢν ἐπαιδεύθην ἐγώ,
680
νῦν μοι θράσος καὶ γλῶτταν εὔπορον δότε
φωνήν τʼ ἀναιδῆ.’ ταῦτα φροντίζοντί μοι
ἐκ δεξιᾶς ἀπέπαρδε καταπύγων ἀνήρ.
κἀγὼ προσέκυσα· κᾆτα τῷ πρωκτῷ θενὼν
τὴν κιγκλίδʼ ἐξήραξα κἀναχανὼν μέγα
685
ἀνέκραγον· ‘ὦ βουλὴ λόγους ἀγαθοὺς φέρων
εὐαγγελίσασθαι πρῶτον ὑμῖν βούλομαι·
ἐξ οὗ γὰρ ἡμῖν ὁ πόλεμος κατερράγη,
οὐπώποτʼ ἀφύας εἶδον ἀξιωτέρας.’
τῶν δʼ εὐθέως τὰ πρόσωπα διεγαλήνισεν·
690
εἶτʼ ἐστεφάνουν μʼ εὐαγγέλια· κἀγὼ φρασα
αὐτοῖς ἀπόρρητον ποιησάμενος ταχύ,
ἵνα τὰς ἀφύας ὠνοῖντο πολλὰς τοὐβολοῦ,
τῶν δημιουργῶν ξυλλαβεῖν τὰ τρύβλια.
οἱ δʼ ἀνεκρότησαν καὶ πρὸς ἔμʼ ἐκεχήνεσαν.
695
ὁ δʼ ὑπονοήσας ὁ Παφλαγών, εἰδὼς ἄρα
οἶς ἥδεθʼ ἡ βουλὴ μάλιστα ῥήμασιν,
γνώμην ἔλεξεν· ‘ἄνδρες, ἤδη μοι δοκεῖ
ἐπὶ συμφοραῖς ἀγαθαῖσιν εἰσηγγελμέναις
εὐαγγέλια θύειν ἑκατὸν βοῦς τῇ θεῷ.’
700
ἐπένευσεν εἰς ἐκεῖνον ἡ βουλὴ πάλιν.
κἄγωγʼ ὅτε δὴ ʼγνων τοῖς βολίτοις ἡττημένος,
διακοσίαισι βουσὶν ὑπερηκόντισα,
τῇ δʼ Ἀγροτέρᾳ κατὰ χιλιῶν παρῄνεσα
εὐχὴν ποιήσασθαι χιμάρων εἰς αὔριον,
705
αἱ τριχίδες εἰ γενοίαθʼ ἑκατὸν τοὐβολοῦ.
ἐκαραδόκησεν εἰς ἔμʼ ἡ βουλὴ πάλιν.
ὁ δὲ ταῦτʼ ἀκούσας ἐκπλαγεὶς ἐφληνάφα.
κᾆθʼ εἷλκον αὐτὸν οἱ πρυτάνεις χοἰ τοξόται.
οἱ δʼ ἐθορύβουν περὶ τῶν ἀφύων ἑστηκότες·
710
ὁ δʼ ἠντεβόλει γʼ αὐτοὺς ὀλίγον μεῖναι χρόνον,
‘ἵνʼ ἅτθʼ ὁ κῆρυξ οὑκ Λακεδαίμονος λέγει
πύθησθʼ, ἀφῖκται γὰρ περὶ σπονδῶν,’ λέγων.
οἱ δʼ ἐξ ἑνὸς στόματος ἅπαντες ἀνέκραγον·
‘νυνὶ περὶ σπονδῶν; ἐπειδή γʼ ὦ μέλε
715
ᾔσθοντο τὰς ἀφύας παρʼ ἡμῖν ἀξίας.
οὐ δεόμεθα σπονδῶν· ὁ πόλεμος ἑρπέτω.’
ἐκεκράγεσάν τε τοὺς πρυτάνεις ἀφιέναι·
εἶθʼ ὑπερεπήδων τοὺς δρυφάκτους πανταχῇ.
ἐγὼ δὲ τὰ κορίαννʼ ἐπριάμην ὑποδραμὼν
720
ἅπαντα τά τε γήτειʼ ὅσʼ ἦν ἐν τἀγορᾷ·
ἔπειτα ταῖς ἀφύαις ἐδίδουν ἡδύσματα
ἀποροῦσιν αὐτοῖς προῖκα κἀχαριζόμην.
οἱ δʼ ὑπερεπῄνουν ὑπερεπύππαζόν τέ με
ἅπαντες οὕτως ὥστε τὴν βουλὴν ὅλην
725
ὀβολοῦ κοριάννοις ἀναλαβὼν ἐλήλυθα.

Χορός

πάντα τοι πέπραγας οἷα χρὴ τὸν εὐτυχοῦντα·
ηὗρε δʼ ὁ πανοῦργος ἕτερον πολὺ πανουργίαις
μείζοσι κεκασμένον
καὶ δόλοισι ποικίλοις
730
ῥήμασίν θʼ αἱμύλοις.
ἀλλʼ ὅπως ἀγωνιεῖ φρόντιζε
τἀπίλοιπʼ ἄριστα·
συμμάχους δʼ ἡμᾶς ἔχων εὔνους
ἐπίστασαι πάλαι.
735

Ἀλλαντοπώλης

καὶ μὴν ὁ Παφλαγὼν οὑτοσὶ προσέρχεται,
ὠθῶν κολόκυμα καὶ ταράττων καὶ κυκῶν,
ὡς δὴ καταπιόμενός με. μορμὼ τοῦ θράσους.

Κλέων

εἰ μή σʼ ἀπολέσαιμʼ, εἴ τι τῶν αὐτῶν ἐμοὶ
ψευδῶν ἐνείη, διαπέσοιμι πανταχῇ.
740

Ἀλλαντοπώλης

ἥσθην ἀπειλαῖς, ἐγέλασα ψολοκομπίαις,
ἀπεπυδάρισα μόθωνα, περιεκόκκασα.

Κλέων

οὔτοι μὰ τὴν Δήμητρʼ, ἐὰν μή σʼ ἐκφάγω
ἐκ τῆσδε τῆς γῆς, οὐδέποτε βιώσομαι.

Ἀλλαντοπώλης

ἣν μὴ κʼφάγῃς; ἐγὼ δέ γʼ, ἢν μή σʼ ἐκπίω
745
κἀπεκροφήσας αὐτὸς ἐπιδιαρραγῶ.

Κλέων

ἀπολῶ σε νὴ τὴν προεδρίαν τὴν ἐκ Πύλου.

Ἀλλαντοπώλης

ἰδοὺ προεδρίαν· οἷον ὅψομαί σʼ ἐγὼ
ἐκ τῆς προεδρίας ἔσχατον θεώμενον.

Κλέων

ἐν τῷ ξύλῳ δήσω σε νὴ τὸν οὐρανόν.
750

Ἀλλαντοπώλης

ὡς ὀξύθυμος. φέρε τί σοι δῶ καταφαγεῖν;
ἐπὶ τῷ φάγοις ἥδιστʼ ἄν; ἐπὶ βαλλαντίῳ;

Κλέων

ἐξαρπάσομαί σου τοῖς ὄνυξι τἄντερα.

Ἀλλαντοπώλης

ἀπονυχιῶ σου τἀν πρυτανείῳ σιτία.

Κλέων

ἕλξω σε πρὸς τὸν δῆμον, ἵνα δῷς μοι δίκην.
755

Ἀλλαντοπώλης

κἀγὼ δέ σʼ ἕλξω καὶ διαβαλῶ πλείονα.

Κλέων

ἀλλʼ ὦ πόνηρε σοὶ μὲν οὐδὲν πείθεται·
ἐγὼ δʼ ἐκείνου καταγελῶ γʼ ὅσον θέλω.

Ἀλλαντοπώλης

ὡς σφόδρα σὺ τὸν δῆμον σεαυτοῦ νενόμικας.

Κλέων

ἐπίσταμαι γὰρ αὐτὸν οἷς ψωμίζεται.
760

Ἀλλαντοπώλης

κᾆθʼ ὥσπερ αἱ τίτθαι γε σιτίζεις κακῶς.
μασώμενος γὰρ τῷ μὲν ὀλίγον ἐντίθης,
αὐτὸς δʼ ἐκείνου τριπλάσιον κατέσπακας.

Κλέων

καὶ νὴ Δίʼ ὑπό γε δεξιότητος τῆς ἐμῆς
δύναμαι ποιεῖν τὸν δῆμον εὐρὺν καὶ στενόν.
765

Ἀλλαντοπώλης

χὠ πρωκτὸς οὑμὸς τουτογὶ σοφίζεται.

Κλέων

οὐκ ὦγάθʼ ἐν βουλῇ με δόξεις καθυβρίσαι.
ἴωμεν ἐς τὸν δῆμον.

Ἀλλαντοπώλης

οὐδὲν κωλύει·
ἰδοὺ βάδιζε, μηδὲν ἡμᾶς ἰσχέτω.
770

Κλέων

ὦ Δῆμε δεῦρʼ ἔξελθε.

Ἀλλαντοπώλης

νὴ Δίʼ ὦ πάτερ
ἔξελθε δῆτʼ.

Κλέων

ὦ Δημίδιον ὦ φίλτατον
ἔξελθʼ, ἵνʼ εἰδῇς οἷα περιυβρίζομαι.
775

Δῆμος

τίνες οἱ βοῶντες; οὐκ ἄπιτʼ ἀπὸ τῆς θύρας;
τὴν εἰρεσιώνην μου κατεσπαράξατε.
τίς ὦ Παφλαγὼν ἀδικεῖ σε;

Κλέων

διὰ σὲ τύπτομαι
ὑπὸ τουτουὶ καὶ τῶν νεανίσκων.
780

Δῆμος

τιή;

Κλέων

ὁτιὴ φιλῶ σʼ ὦ Δῆμʼ ἐραστής τʼ εἰμὶ σός.

Δῆμος

σὺ δʼ εἶ τίς ἐτεόν;

Ἀλλαντοπώλης

ἀντεραστὴς τουτουί,
ἐρῶν πάλαι σου βουλόμενός τέ σʼ εὖ ποιεῖν,
785
ἄλλοι τε πολλοὶ καὶ καλοί τε κἀγαθοί.
ἀλλʼ οὐχ οἷοί τʼ ἐσμὲν διὰ τουτονί. σὺ γὰρ
ὅμοιος εἶ τοῖς παισὶ τοῖς ἐρωμένοις·
τοὺς μὲν καλούς τε κἀγαθοὺς οὐ προσδέχει,
σαυτὸν δὲ λυχνοπώλαισι καὶ νευρορράφοις
790
καὶ σκυτοτόμοις καὶ βυρσοπώλαισιν δίδως·

Κλέων

εὖ γὰρ ποιῶ τὸν δῆμον.

Ἀλλαντοπώλης

εἰπέ νυν τί δρῶν;

Κλέων

ὅ τι; τῶν στρατηγῶν ὑποδραμὼν τῶν ἐκ Πύλου,
πλεύσας ἐκεῖσε, τοὺς Λάκωνας ἤγαγον.
795

Ἀλλαντοπώλης

ἐγὼ δὲ περιπατῶν γʼ ἀπʼ ἐργαστηρίου
ἕψοντος ἑτερου τὴν χύτραν ὑφειλόμην.

Κλέων

καὶ μὴν ποιήσας αὐτίκα μάλʼ ἐκκλησίαν
ὦ Δῆμʼ ἵνʼ εἰδῇς ὁπότερος νῷν ἐστί σοι
εὐνούστερος, διάκρινον, ἵνα τοῦτον φιλῇς.
800

Ἀλλαντοπώλης

ναὶ ναὶ διάκρινον δῆτα, πλὴν μὴ ʼν τῇ πυκνί.

Δῆμος

οὐκ ἂν καθιζοίμην ἐν ἄλλῳ χωρίῳ.
ἀλλʼ ἐς τὸ πρόσθε. χρὴ παρεῖνʼ ἐς τὴν πύκνα.

Ἀλλαντοπώλης

οἴμοι κακοδαίμων ὡς ἀπόλωλʼ. ὁ γὰρ γέρων
οἴκοι μὲν ἀνδρῶν ἐστι δεξιώτατος,
805
ὅταν δʼ ἐπὶ ταυτησὶ καθῆται τῆς πέτρας,
κέχηνεν ὥσπερ ἐμποδίζων ἰσχάδας.

Χορός

νῦν δή σε πάντα δεῖ κάλων ἐξιέναι σεαυτοῦ,
καὶ λῆμα θούριον φορεῖν καὶ λόγους ἀφύκτους
ὅτοισι τόνδʼ ὑπερβαλεῖ. ποικίλος γὰρ ἁνὴρ
810
κἀκ τῶν ἀμηχάνων πόρους εὐμήχανος πορίζειν.
πρὸς ταῦθʼ ὅπως ἔξει πολὺς καὶ λαμπρὸς ἐς τὸν ἄνδρα.
ἀλλὰ φυλάττου καὶ πρὶν ἐκεῖνον προσκεῖσθαί σοι πρότερος σὺ
τοὺς δελφῖνας μετεωρίζου καὶ τὴν ἄκατον παραβάλλου.

Κλέων

τῇ μὲν δεσποίνῃ Ἀθηναίᾳ τῇ τῆς πόλεως μεδεούσῃ
815
εὔχομαι, εἰ μὲν περὶ τὸν δῆμον τὸν Ἀθηναίων γεγένημαι
βέλτιστος ἀνὴρ μετὰ Λυσικλέα καὶ Κύνναν καὶ Σαλαβακχώ,
ὥσπερ νυνὶ μηδὲν δράσας δειπνεῖν ἐν πρυτανείῳ·
εἰ δέ σε μισῶ καὶ μὴ περὶ σοῦ μάχομαι μόνος ἀντιβεβηκώς,
ἀπολοίμην καὶ διαπρισθείην κατατμηθείην τε λέπαδνα.
820

Ἀλλαντοπώλης

κἄγωγʼ ὦ Δῆμʼ, εἰ μή σε φιλῶ καὶ μὴ στέργω, κατατμηθεὶς
ἑψοίμην ἐν περικομματίοις· κεἰ μὴ τούτοισι πέποιθας,
ἐπὶ ταυτησὶ κατακνησθείην ἐν μυττωτῷ μετὰ τυροῦ,
καὶ τῇ κρεάγρᾳ τῶν ὀρχιπέδων ἑλκοίμην ἐς Κεραμεικόν.

Κλέων

καὶ πῶς ἂν ἐμοῦ μᾶλλόν σε φιλῶν ὦ Δῆμε γένοιτο πολίτης;
825
ὃς πρῶτα μὲν ἡνίκʼ ἐβούλευον σοὶ χρήματα πλεῖστʼ ἀπέδειξα
ἐν τῷ κοινῷ, τοὺς μὲν στρεβλῶν τοὺς δʼ ἄγχων τοὺς δὲ μεταιτῶν,
οὐ φροντίζων τῶν ἰδιωτῶν οὐδενός, εἰ σοὶ χαριοίμην.

Ἀλλαντοπώλης

τοῦτο μὲν ὦ Δῆμʼ οὐδὲν σεμνόν· κἀγὼ γὰρ τοῦτό σε δράσω.
ἁρπάζων γὰρ τοὺς ἄρτους σοι τοὺς ἀλλοτρίους παραθήσω.
830
ὡς δʼ οὐχὶ φιλεῖ σʼ οὐδʼ ἔστʼ εὔνους, τοῦτʼ αὐτό σε πρῶτα διδάξω,
ἀλλʼ ἢ διὰ τοῦτʼ αὔθʼ ὁτιή σου τῆς ἀνθρακιᾶς ἀπολαύει.
σὲ γάρ, ὃς Μήδοισι διεξιφίσω περὶ τῆς χώρας Μαραθῶνι,
καὶ νικήσας ἡμῖν μεγάλως ἐγγλωττοτυπεῖν παρέδωκας,
ἐπὶ ταῖσι πέτραις οὐ φροντίζει σκληρῶς σε καθήμενον οὕτως,
835
οὐχ ὥσπερ ἐγὼ ῥαψάμενός σοι τουτὶ φέρω. ἀλλʼ ἐπαναίρου,
κᾆτα καθίζου μαλακῶς, ἵνα μὴ τρίβῃς τὴν ἐν Σαλαμῖνι.

Δῆμος

ἄνθρωπε τίς εἶ; μῶν ἔκγονος εἶ τῶν Ἁρμοδίου τις ἐκείνων;
τοῦτό γέ τοί σου τοὔργον ἀληθῶς γενναῖον καὶ φιλόδημον.

Κλέων

ὡς ἀπὸ μικρῶν εὔνους αὐτῷ θωπευματίων γεγένησαι.
840

Ἀλλαντοπώλης

καὶ σὺ γὰρ αὐτὸν πολὺ μικροτέροις τούτων δελεάσμασιν εἷλες.

Κλέων

καὶ μὴν εἴ πού τις ἀνὴρ ἐφάνη τῷ δήμῳ μᾶλλον ἀμύνων
ἢ μᾶλλον ἐμοῦ σε φιλῶν, ἐθέλω περὶ τῆς κεφαλῆς περιδόσθαι.

Ἀλλαντοπώλης

καὶ πῶς σὺ φιλεῖς, ὃς τοῦτον ὁρῶν οἰκοῦντʼ ἐν ταῖς φιδάκναισι
καὶ γυπαρίοις καὶ πυργιδίοις ἔτος ὄγδοον οὐκ ἐλεαίρεις,
845
ἀλλὰ καθείρξας αὐτὸν βλίττεις; Ἀρχεπτολέμου δὲ φέροντος
τὴν εἰρήνην ἐξεσκέδασας, τὰς πρεσβείας τʼ ἀπελαύνεις
ἐκ τῆς πόλεως ῥαθαπυγίζων, αἳ τὰς σπονδὰς προκαλοῦνται.

Κλέων

ἵνα γʼ Ἑλλήνων ἄρξῃ πάντων. ἔστι γὰρ ἐν τοῖς λογίοισιν
ὡς τοῦτον δεῖ ποτʼ ἐν Ἀρκαδίᾳ πεντώβολον ἡλιάσασθαι,
850
ἢν ἀναμείνῃ· πάντως δʼ αὐτὸν θρέψω γʼὼ καὶ θεραπεύσω,
ἐξευρίσκων εὖ καὶ μιαρῶς ὁπόθεν τὸ τριώβολον ἕξει.

Ἀλλαντοπώλης

οὐχ ἵνα γʼ ἄρξῃ μὰ Δίʼ Ἀρκαδίας προνοούμενος, ἀλλʼ ἵνα μᾶλλον
σὺ μὲν ἁρπάζῃς καὶ δωροδοκῇς παρὰ τῶν πόλεων, ὁ δὲ δῆμος
ὑπὸ τοῦ πολέμου καὶ τῆς ὁμίχλης ἃ πανουργεῖς μὴ καθορᾷ σου,
855
ἀλλʼ ὑπʼ ἀνάγκης ἅμα καὶ χρείας καὶ μισθοῦ πρός σε κεχήνῃ.
ἢν δέ ποτʼ εἰς ἀγρὸν οὗτος ἀπελθὼν εἰρηναῖος διατρίψῃ,
καὶ χῖδρα φαγὼν ἀναθαρρήσῃ καὶ στεμφύλῳ ἐς λόγον ἔλθῃ,
γνώσεται οἵων ἀγαθῶν αὐτὸν τῇ μισθοφορᾷ παρεκόπτου·
εἶθʼ ἥξει σοι δριμὺς ἄγροικος κατὰ σοῦ τὴν ψῆφον ἰχνεύων.
860
ἃ σὺ γιγνώσκων τόνδʼ ἐξαπατᾷς καὶ ὀνειροπολεῖς περὶ σαυτοῦ.

Κλέων

οὔκουν δεινὸν ταυτί σε λέγειν δῆτʼ ἔστʼ ἐμὲ καὶ διαβάλλειν
πρὸς Ἀθηναίους καὶ τὸν δῆμον, πεποιηκότα πλείονα χρηστὰ
νὴ τὴν Δήμητρα Θεμιστοκλέους πολλῷ περὶ τὴν πόλιν ἤδη;

Ἀλλαντοπώλης

ὦ πόλις Ἄργους κλύεθʼ οἷα λέγει. σὺ Θεμιστοκλεῖ ἀντιφερίζεις;
865
ὃς ἐποίησεν τὴν πόλιν ἡμῶν μεστὴν εὑρὼν ἐπιχειλῆ,
καὶ πρὸς τούτοις ἀριστώσῃ τὸν Πειραιᾶ προσέμαξεν,
ἀφελών τʼ οὐδὲν τῶν ἀρχαίων ἰχθῦς καινοὺς παρέθηκεν·
σὺ δʼ Ἀθηναίους ἐζήτησας μικροπολίτας ἀποφῆναι
διατειχίζων καὶ χρησμῳδῶν, ὁ Θεμιστοκλεῖ ἀντιφερίζων.
870
κἀκεῖνος μὲν φεύγει τὴν γῆν σὺ δʼ Ἀχιλλείων ἀπομάττει.

Κλέων

οὔκουν ταυτὶ δεινὸν ἀκούειν ὦ Δῆμʼ ἐστίν μʼ ὑπὸ τούτου,
ὁτιή σε φιλῶ;

Δῆμος

παὖ ὦ οὗτος, καὶ μὴ σκέρβολλε πονηρά.
πολλοῦ δὲ πολύν με χρόνον καὶ νῦν ἐλελήθης ἐγκρυφιάζων.
875

Ἀλλαντοπώλης

μιαρώτατος, ὦ Δημακίδιον, καὶ πλεῖστα πανοῦργα δεδρακώς,
ὁπόταν χασμᾷ, καὶ τοὺς καυλοὺς
τῶν εὐθυνῶν ἐκκαυλίζων
καταβροχθίζει, κἀμφοῖν χειροῖν
μυστιλᾶται τῶν δημοσίων.
880

Κλέων

οὐ χαιρήσεις, ἀλλά σε κλέπτονθʼ
αἱρήσω γʼὼ τρεῖς μυριάδας.

Ἀλλαντοπώλης

τί θαλαττοκοπεῖς καὶ πλατυγίζεις,
μιαρώτατος ὢν περὶ τὸν δῆμον
τὸν Ἀθηναίων; καί σʼ ἐπιδείξω
885
νὴ τὴν Δήμητρʼ, ἢ μὴ ζῴην,
δωροδοκήσαντʼ ἐκ Μυτιλήνης
πλεῖν ἢ μνᾶς τετταράκοντα.

Χορός

ὦ πᾶσιν ἀνθρώποις φανεὶς μέγιστον ὠφέλημα,
ζηλῶ σε τῆς εὐγλωττίας. εἰ γὰρ ὧδʼ ἐποίσεις,
890
μέγιστος Ἑλλήνων ἔσει, καὶ μόνος καθέξεις
τἀν τῇ πόλει τῶν ξυμμάχων τʼ ἄρξεις ἔχων τρίαιναν,
ᾗ πολλὰ χρήματʼ ἐργάσει σείων τε καὶ ταράττων.
καὶ μὴ μεθῇς τὸν ἄνδρʼ, ἐπειδή σοι λαβὴν δέδωκεν·
κατεργάσει γὰρ ῥᾳδίως πλευρὰς ἔχων τοιαύτας.
895

Κλέων

οὐκ ὦγαθοὶ ταῦτʼ ἐστί πω ταύτῃ μὰ τὸν Ποσειδῶ.
ἐμοὶ γάρ ἐστʼ εἰργασμένον τοιοῦτον ἔργον ὥστε
ἁπαξάπαντας τοὺς ἐμοὺς ἐχθροὺς ἐπιστομίζειν,
ἕως ἂν ᾖ τῶν ἀσπίδων τῶν ἐκ Πύλου τι λοιπόν.

Ἀλλαντοπώλης

ἐπίσχες ἐν ταῖς ἀσπίσιν· λαβὴν γὰρ ἐνδέδωκας.
900
οὐ γάρ σʼ ἐχρῆν, εἴπερ φιλεῖς τὸν δῆμον, ἐκ προνοίας
ταύτας ἐᾶν αὐτοῖσι τοῖς πόρπαξιν ἀνατεθῆναι.
ἀλλʼ ἐστὶ τοῦτʼ ὦ Δῆμε μηχάνημʼ, ἵνʼ ἢν σὺ βούλῃ
τὸν ἄνδρα κολάσαι τουτονί, σοὶ τοῦτο μὴ κʼγένηται.
ὁρᾷς γὰρ αὐτῷ στῖφος οἷόν ἐστι βυρσοπωλῶν
905
νεανιῶν· τούτους δὲ περιοικοῦσι μελιτοπῶλαι
καὶ τυροπῶλαι· τοῦτο δʼ εἰς ἕν ἐστι συγκεκυφός,
ὥστʼ εἰ σὺ βριμήσαιο καὶ βλέψειας ὀστρακίνδα,
νύκτωρ καθαρπάσαντες ἂν τὰς ἀσπίδας θέοντες
τὰς ἐσβολὰς τῶν ἀλφίτων ἂν καταλάβοιεν ἡμῶν.
910

Δῆμος

οἴμοι τάλας· ἔχουσι γὰρ πόρπακας; ὦ πόνηρε
ὅσον με παρεκόπτου χρόνον τοιαῦτα κρουσιδημῶν.

Κλέων

ὦ δαιμόνιε μὴ τοῦ λέγοντος ἴσθι, μηδʼ οἰηθῇς
ἐμοῦ ποθʼ εὑρήσειν φίλον βελτίονʼ· ὅστις εἷς ὢν
ἔπαυσα τοὺς ξυνωμότας, καί μʼ οὐ λέληθεν οὐδὲν
915
ἐν τῇ πόλει ξυνιστάμενον, ἀλλʼ εὐθέως κέκραγα.

Ἀλλαντοπώλης

ὅπερ γὰρ οἱ τὰς ἐγχέλεις θηρώμενοι πέπονθας.
ὅταν μὲν ἡ λίμνη καταστῇ, λαμβάνουσιν οὐδέν·
ἐὰν δʼ ἄνω τε καὶ κάτω τὸν βόρβορον κυκῶσιν,
αἱροῦσι· καὶ σὺ λαμβάνεις, ἢν τὴν πόλιν ταράττῃς.
920
ἓν δʼ εἰπέ μοι τοσουτονί· σκύτη τοσαῦτα πωλῶν
ἔδωκας ἤδη τουτῳὶ κάττυμα παρὰ σεαυτοῦ
ταῖς ἐμβάσιν φάσκων φιλεῖν;

Δῆμος

οὐ δῆτα μὰ τὸν Ἀπόλλω.

Ἀλλαντοπώλης

ἔγνωκας οὖν δῆτʼ αὐτὸν οἷός ἐστιν; ἀλλʼ ἐγώ σοι
925
ζεῦγος πριάμενος ἐμβάδων τουτὶ φορεῖν δίδωμι.

Δῆμος

κρίνω σʼ ὅσων ἐγᾦδα περὶ τὸν δῆμον ἄνδρʼ ἄριστον
εὐνούστατόν τε τῇ πόλει καὶ τοῖσι δακτύλοισιν.

Κλέων

οὐ δεινὸν οὖν δῆτʼ ἐμβάδας τοσουτονὶ δύνασθαι,
ἐμοῦ δὲ μὴ μνείαν ἔχειν ὅσων πέπονθας; ὅστις
930
ἔπαυσα τοὺς βινουμένους, τὸν Γρύττον ἐξαλείψας.

Ἀλλαντοπώλης

οὔκουν σε δῆτα ταῦτα δεινόν ἐστι πρωκτοτηρεῖν
παῦσαί τε τοὺς βινουμένους; κοὐκ ἔσθʼ ὅπως ἐκείνους
οὐχὶ φθονῶν ἔπαυσας, ἵνα μὴ ῥήτορες γένωνται.
τονδὶ δʼ ὁρῶν ἄνευ χιτῶνος ὄντα τηλικοῦτον
935
οὐπώποτʼ ἀμφιμασχάλου τὸν Δῆμον ἠξίωσας
χειμῶνος ὄντος· ἀλλʼ ἐγώ σοι τουτονὶ δίδωμι.

Δῆμος

τοιουτονὶ Θεμιστοκλῆς οὐπώποτʼ ἐπενόησεν.
καίτοι σοφὸν κἀκεῖνʼ ὁ Πειραιεύς· ἔμοιγε μέντοι
οὐ μεῖζον εἶναι φαίνετʼ ἐξεύρημα τοῦ χιτῶνος.
940

Κλέων

οἴμοι τάλας οἵοις πιθηκισμοῖς με περιελαύνεις.

Ἀλλαντοπώλης

οὔκ, ἀλλʼ ὅπερ πίνων ἀνὴρ πέπονθʼ ὅταν χεσείῃ,
τοῖσιν τρόποις τοῖς σοῖσιν ὥσπερ βλαυτίοισι χρῶμαι.

Κλέων

ἀλλʼ οὐχ ὑπερβαλεῖ με θωπείαις· ἐγὼ γὰρ αὐτὸν
προσαμφιῶ τοδί· σὺ δʼ οἴμωζʼ ὦ πόνηρʼ.
945

Δῆμος

ἰαιβοῖ.
οὐκ ἐς κόρακας ἀποφθερεῖ βύρσης κάκιστον ὄζων;

Ἀλλαντοπώλης

καὶ τοῦτό γʼ ἐπίτηδές σε περιήμπεσχʼ, ἵνα σʼ ἀποπνίξῃ·
καὶ πρότερον ἐπεβούλευσέ σοι. τὸν καυλὸν οἶσθʼ ἐκεῖνον
τοῦ σιλφίου τὸν ἄξιον γενόμενον;
950

Δῆμος

οἶδα μέντοι.

Ἀλλαντοπώλης

ἐπίτηδες οὗτος αὐτὸν ἔσπευδʼ ἄξιον γενέσθαι,
ἵνʼ ἐσθίοιτʼ ὠνούμενοι, κἄπειτʼ ἐν ἡλιαίᾳ
βδέοντες ἀλλήλους ἀποκτείνειαν οἱ δικασταί.

Δῆμος

νὴ τὸν Ποσειδῶ καὶ πρὸς ἐμὲ τοῦτʼ εἶπʼ ἀνὴρ Κόπρειος.
955

Ἀλλαντοπώλης

οὐ γὰρ τόθʼ ὑμεῖς βδεόμενοι δήπου ʼγένεσθε πυρροί;

Δῆμος

καὶ νὴ Δίʼ ἦν γε τοῦτο Πυρράνδρου τὸ μηχάνημα.

Κλέων

οἵοισί μʼ ὦ πανοῦργε βωμολοχεύμασιν ταράττεις.

Ἀλλαντοπώλης

ἡ γὰρ θεός μʼ ἐκέλευσε νικῆσαί σʼ ἀλαζονείαις.

Κλέων

ἀλλʼ οὐχὶ νικήσεις. ἐγὼ γάρ φημί σοι παρέξειν
960
ὦ Δῆμε μηδὲν δρῶντι μισθοῦ τρύβλιον ῥοφῆσαι.

Ἀλλαντοπώλης

ἐγὼ δὲ κυλίχνιόν γέ σοι καὶ φάρμακον δίδωμι
τἀν τοῖσιν ἀντικνημίοις ἑλκύδρια περιαλείφειν.

Κλέων

ἐγὼ δὲ τὰς πολιάς γέ σοὐκλέγων νέον ποιήσω.

Ἀλλαντοπώλης

ἰδοὺ δέχου κέρκον λαγῶ τὠφθαλμιδίω περιψῆν.
965

Κλέων

ἀπομυξάμενος ὦ Δῆμέ μου πρὸς τὴν κεφαλὴν ἀποψῶ.

Ἀλλαντοπώλης

ἐμοῦ μὲν οὖν.

Κλέων

ἐμοῦ μὲν οὖν.
ἐγώ σε ποιήσω τριηραρχεῖν
ἀναλίσκοντα τῶν
970
σαυτοῦ, παλαιὰν ναῦν ἔχοντʼ,
εἰς ἣν ἀναλῶν οὐκ ἐφέξεις
οὐδὲ ναυπηγούμενος·
διαμηχανήσομαί θʼ ὅπως
ἂν ἱστίον σαπρὸν λάβῃς.
975

Χορός

ἁνὴρ παφλάζει, παῦε παῦʼ,
ὑπερζέων· ὑφελκτέον
τῶν δᾳδίων ἀπαρυστέον
τε τῶν ἀπειλῶν ταυτῃί.

Κλέων

δώσεις ἐμοὶ καλὴν δίκην
980
ἰπούμενος ταῖς ἐσφοραῖς.
ἐγὼ γὰρ ἐς τοὺς πλουσίους
σπεύσω σʼ ὅπως ἂν ἐγγραφῇς.

Ἀλλαντοπώλης

ἐγὼ δʼ ἀπειλήσω μὲν οὐδέν,
εὔχομαι δέ σοι ταδί·
985
τὸ μὲν τάγηνον τευθίδων
ἐφεστάναι σίζον· σὲ δὲ
γνώμην ἐρεῖν μέλλοντα περὶ
Μιλησίων καὶ κερδανεῖν
τάλαντον, ἢν κατεργάσῃ,
990
σπεύδειν ὅπως τῶν τευθίδων
ἐμπλήμενος φθαίης ἔτʼ εἰς
ἐκκλησίαν ἐλθών· ἔπειτα
πρὶν φαγεῖν ἀνὴρ μεθήκοι,
καὶ σὺ τὸ τάλαντον λαβεῖν
995
βουλόμενος ἐσθίων
ἐναποπνιγείης.

Χορός

εὖ γε νὴ τὸν Δία καὶ τὸν Ἀπόλλω καὶ τὴν Δήμητρα.

Δῆμος

κἀμοὶ δοκεῖ· καὶ τἄλλα γʼ εἶναι καταφανῶς
ἀγαθὸς πολίτης, οἶος οὐδείς πω χρόνου
1000
ἀνὴρ γεγένηται τοῖσι πολλοῖς τοὐβολοῦ.
σὺ δʼ ὦ Παφλαγὼν φάσκων φιλεῖν μʼ ἐσκορόδισας.
καὶ νῦν ἀπόδος τὸν δακτύλιον, ὡς οὐκέτι
ἐμοὶ ταμιεύσεις.

Κλέων

ἔχε· τοσοῦτον δʼ ἴσθʼ ὅτι,
1005
εἰ μή μʼ ἐάσεις ἐπιτροπεύειν, ἕτερος αὖ
ἐμοῦ πανουργότερός τις ἀναφανήσεται.

Δῆμος

οὐκ ἔσθʼ ὅπως ὁ δακτύλιός ἐσθʼ οὑτοσὶ
οὑμός· τὸ γοῦν σημεῖον ἕτερον φαίνεται,
ἀλλʼ ἢ οὐ καθορῶ.
1010

Ἀλλαντοπώλης

φέρʼ ἴδω τί σοι σημεῖον ἦν;

Δῆμος

δημοῦ βοείου θρῖον ἐξωπτημένον.

Ἀλλαντοπώλης

οὐ τοῦτʼ ἔνεστιν.

Δῆμος

οὐ τὸ θρῖον; ἀλλὰ τί;

Ἀλλαντοπώλης

λάρος κεχηνὼς ἐπὶ πέτρας δημηγορῶν.
1015

Δῆμος

αἰβοῖ τάλας.

Ἀλλαντοπώλης

τί ἔστιν;

Δῆμος

ἀπόφερʼ ἐκποδών.
οὐ τὸν ἐμὸν εἶχεν ἀλλὰ τὸν Κλεωνύμου.
παρʼ ἐμοῦ δὲ τουτονὶ λαβὼν ταμίευέ μοι.
1020

Κλέων

μὴ δῆτά πώ γʼ ὦ δέσποτʼ, ἀντιβολῶ σʼ ἐγώ,
πρὶν ἄν γε τῶν χρησμῶν ἀκούσῃς τῶν ἐμῶν.

Ἀλλαντοπώλης

καὶ τῶν ἐμῶν νυν.

Κλέων

ἀλλʼ ἐὰν τούτῳ πίθῃ,
μολγὸν γενέσθαι δεῖ σε.
1025

Ἀλλαντοπώλης

κἄν γε τουτῳί,
ψωλὸν γενέσθαι δεῖ σε μέχρι τοῦ μυρρίνου.

Κλέων

ἀλλʼ οἵ γʼ ἐμοὶ λέγουσιν ὡς ἄρξαι σε δεῖ
χώρας ἁπάσης ἐστεφανωμένον ῥόδοις.

Ἀλλαντοπώλης

οὑμοὶ δέ γʼ αὖ λέγουσιν ὡς ἁλουργίδα
1030
ἔχων κατάπαστον καὶ στεφάνην ἐφʼ ἅρματος
χρυσοῦ διώξει Σμικύθην καὶ κύριον.

Χορός

καὶ μὴν ἔνεγκʼ αὐτοὺς ἰών, ἵνʼ οὑτοσὶ
αὐτῶν ἀκούσῃ.

Δῆμος

πάνυ γε. καὶ σύ νυν φέρε.
1035

Κλέων

ἰδού.

Ἀλλαντοπώλης

ἰδοὺ νὴ τὸν Δίʼ· οὐδὲν κωλύει.

Χορός

ἥδιστον φάος ἡμέρας
ἔσται τοῖσι παροῦσι καὶ
τοῖσι δεῦρʼ ἀφικνουμένοις,
1040
ἢν Κλέων ἀπόληται.
καίτοι πρεσβυτέρων τινῶν
οἵων ἀργαλεωτάτων
ἐν τῷ δείγματι τῶν δικῶν
ἤκουσʼ ἀντιλεγόντων,
1045
ὡς εἰ μὴ ʼγένεθʼ οὗτος ἐν
τῇ πόλει μέγας, οὐκ ἂν ἤστην
σκεύη δύο χρησίμω,
δοῖδυξ οὐδὲ τορύνη.
ἀλλὰ καὶ τόδʼ ἔγωγε θαυμάζω
1050
τῆς ὑομουσίας
αὐτοῦ· φασὶ γὰρ αὐτὸν οἱ
παῖδες οἳ ξυνεφοίτων,
τὴν Δωριστὶ μόνην ἂν ἁρμόττεσθαι
θαμὰ τὴν λύραν,
1055
ἄλλην δʼ οὐκ ἐθέλειν μαθεῖν·
κᾆτα τὸν κιθαριστὴν
ὀργισθέντʼ ἀπάγειν κελεύειν,
ὡς ἁρμονίαν ὁ παῖς
οὗτος οὐ δύναται μαθεῖν
1060
ἢν μὴ Δωροδοκιστί.

Κλέων

ἰδοὺ θέασαι, κοὐχ ἅπαντας ἐκφέρω.

Ἀλλαντοπώλης

οἴμʼ ὡς χεσείω, κοὐχ ἅπαντας ἐκφέρω.

Δῆμος

ταυτὶ τί ἔστι;

Κλέων

λόγια.
1065

Δῆμος

πάντʼ;

Κλέων

ἐθαύμασας;
καὶ νὴ Δίʼ ἔτι γέ μοὔστι κιβωτὸς πλέα.

Ἀλλαντοπώλης

ἐμοὶ δʼ ὑπερῷον καὶ ξυνοικία δύο.

Δῆμος

φέρʼ ἴδω, τίνος γάρ εἰσιν οἱ χρησμοί ποτε;
1070

Κλέων

οὑμοὶ μέν εἰσι Βάκιδος.

Δῆμος

οἱ δὲ σοὶ τίνος;

Ἀλλαντοπώλης

Γλάνιδος, ἀδελφοῦ τοῦ Βάκιδος γεραιτέρου.

Δῆμος

εἰσὶν δὲ περὶ τοῦ;

Κλέων

περὶ Ἀθηνῶν, περὶ Πύλου,
1075
περὶ σοῦ, περὶ ἐμοῦ, περὶ ἁπάντων πραγμάτων.

Δῆμος

οἱ σοὶ δὲ περὶ τοῦ;

Ἀλλαντοπώλης

περὶ Ἀθηνῶν, περὶ φακῆς,
περὶ Λακεδαιμονίων, περὶ σκόμβρων νέων,
περὶ τῶν μετρούντων τἄλφιτʼ ἐν ἀγορᾷ κακῶς,
1080
περὶ σοῦ, περὶ ἐμοῦ, περὶ ἁπάντων πραγμάτων.

Δῆμος

ἄγε νυν ὅπως αὐτοὺς ἀναγνώσεσθέ μοι,
καὶ τὸν περὶ ἐμοῦ ʼκεῖνον ᾧπερ ἥδομαι,
ὡς ἐν νεφέλαισιν αἰετὸς γενήσομαι.

Κλέων

ἄκουε δή νυν καὶ πρόσεχε τὸν νοῦν ἐμοί.
1085
φράζευ Ἐρεχθεΐδη λογίων ὁδόν, ἥν σοι Ἀπόλλων
ἴαχεν ἐξ ἀδύτοιο διὰ τριπόδων ἐριτίμων.
σῴζεσθαί σʼ ἐκέλευσʼ ἱερὸν κύνα καρχαρόδοντα,
ὃς πρὸ σέθεν λάσκων καὶ ὑπὲρ σοῦ δεινὰ κεκραγὼς
σοὶ μισθὸν ποριεῖ, κἂν μὴ δρᾷ ταῦτʼ ἀπολεῖται.
1090
πολλοὶ γὰρ μίσει σφε κατακρώζουσι κολοιοί.

Δῆμος

ταυτὶ μὰ τὴν Δήμητρʼ ἐγὼ οὐκ οἶδʼ ὅ τι λέγει.
τί γάρ ἐστʼ Ἐρεχθεῖ καὶ κολοιοῖς καὶ κυνί;

Κλέων

ἐγὼ μέν εἰμʼ ὁ κύων· πρὸ σοῦ γὰρ ἀπύω·
σοὶ δʼ εἶπε σῴζεσθαί μʼ ὁ Φοῖβος τὸν κύνα.
1095

Ἀλλαντοπώλης

οὐ τοῦτό φησʼ ὁ χρησμός, ἀλλʼ ὁ κύων ὁδὶ
ὥσπερ θύρας σοῦ τῶν λογίων παρεσθίει.
ἐμοὶ γάρ ἐστʼ ὀρθῶς περὶ τούτου τοῦ κυνός.

Δῆμος

λέγε νυν· ἐγὼ δὲ πρῶτα λήψομαι λίθον,
ἵνα μή μʼ ὁ χρησμὸς τὸ πέος οὑτοσὶ δάκῃ.
1100

Ἀλλαντοπώλης

φράζευ Ἐρεχθεΐδη κύνα Κέρβερον ἀνδραποδιστήν,
ὃς κέρκῴ σαίνων σʼ ὁπόταν δειπνῇς ἐπιτηρῶν
ἐξέδεταί σου τοὔψον, ὅταν σύ ποι ἄλλοσε χάσκῃς·
ἐσφοιτῶν τʼ ἐς τοὐπτάνιον λήσει σε κυνηδὸν
νύκτωρ τὰς λοπάδας καὶ τὰς νήσους διαλείχων.
1105

Δῆμος

νὴ τὸν Ποσειδῶ πολύ γʼ ἄμεινον ὦ Γλάνι.

Κλέων

ὦ τᾶν ἄκουσον, εἶτα διάκρινον τόδε.
ἔστι γυνή, τέξει δὲ λέονθʼ ἱεραῖς ἐν Ἀθήναις,
ὃς περὶ τοῦ δήμου πολλοῖς κώνωψι μαχεῖται
ὥστε περὶ σκύμνοισι βεβηκώς· τὸν σὺ φυλάξαι,
1110
τεῖχος ποιήσας ξύλινον πύργους τε σιδηροῦς.
ταῦτʼ οἶσθʼ ὅ τι λέγει;

Δῆμος

μὰ τὸν Ἀπόλλω ʼγὼ μὲν οὔ.

Κλέων

ἔφραζεν ὁ θεός σοι σαφῶς σῴζειν ἐμέ·
ἐγὼ γὰρ ἀντὶ τοῦ λέοντός εἰμί σοι.
1115

Δῆμος

καὶ πῶς μʼ ἐλελήθης Ἀντιλέων γεγενημένος;

Ἀλλαντοπώλης

ἓν οὐκ ἀναδιδάσκει σε τῶν λογίων ἑκών,
ὃ μόνον σιδηροῦν ἐστι τεῖχος καὶ ξύλον,
ἐν ᾧ σε σῴζειν τόνδʼ ἐκέλευσʼ ὁ Λοξίας.

Δῆμος

πῶς δῆτα τοῦτʼ ἔφραζεν ὁ θεός;
1120

Ἀλλαντοπώλης

τουτονὶ
δῆσαί σʼ ἐκέλευʼ ἐν πεντεσυρίγγῳ ξύλῳ.

Δῆμος

ταυτὶ τελεῖσθαι τὰ λόγιʼ ἤδη μοι δοκεῖ.

Κλέων

μὴ πείθου· φθονεραὶ γὰρ ἐπικρώζουσι κορῶναι.
ἀλλʼ ἱέρακα φίλει μεμνημένος ἐν φρεσὶν ὅς σοι
1125
ἤγαγε συνδήσας Λακεδαιμονίων κορακίνους.

Ἀλλαντοπώλης

τοῦτό γέ τοι Παφλαγὼν παρεκινδύνευσε μεθυσθείς.
Κεκροπίδη κακόβουλε τί τοῦθʼ ἡγεῖ μέγα τοὔργον;
καί κε γυνὴ φέροι ἄχθος, ἐπεί κεν ἀνὴρ ἀναθείη·
ἀλλʼ οὐκ ἂν μαχέσαιτο· χέσαιτο γάρ, εἰ μαχέσαιτο.
1130

Κλέων

ἀλλὰ τόδε φράσσαι, πρὸ Πύλου Πύλον ἥν σοι ἔφραζεν.
ἔστι Πύλος πρὸ Πύλοιο —

Δῆμος

τί τοῦτο λέγει, πρὸ Πύλοιο;

Ἀλλαντοπώλης

τὰς πυέλους φησὶν καταλήψεσθʼ ἐν βαλανείῳ.

Δῆμος

ἐγὼ δʼ ἄλουτος τήμερον γενήσομαι;
1135

Ἀλλαντοπώλης

οὗτος γὰρ ἡμῶν τὰς πυέλους ἀφήρπασεν.
ἀλλʼ οὑτοσὶ γάρ ἐστι περὶ τοῦ ναυτικοῦ
ὁ χρησμός, ᾧ σε δεῖ προσέχειν τὸν νοῦν πάνυ.

Δῆμος

προσέχω· σὺ δʼ ἀναγίγνωσκε, τοῖς ναύταισί μου
ὅπως ὁ μισθὸς πρῶτον ἀποδοθήσεται.
1140

Ἀλλαντοπώλης

Αἰγεΐδη φράσσαι κυναλώπεκα, μή σε δολώσῃ,
λαίθαργον ταχύπουν, δολίαν κερδὼ πολύιδριν.
οἶσθʼ ὅ τι ἐστὶν τοῦτο;

Δῆμος

Φιλόστρατος ἡ κυναλώπηξ.

Ἀλλαντοπώλης

οὐ τοῦτό φησιν, ἀλλὰ ναῦς ἑκάστοτε
1145
αἰτεῖ ταχείας ἀργυρολόγους οὑτοσί·
ταύτας ἀπαυδᾷ μὴ διδόναι σʼ ὁ Λοξίας.

Δῆμος

πῶς δὴ τριήρης ἐστὶ κυναλώπηξ;

Ἀλλαντοπώλης

ὅπως;
ὅτι ἡ τριήρης ἐστὶ χὠ κύων ταχύ.
1150

Δῆμος

πῶς οὖν ἀλώπηξ προσετέθη πρὸς τῷ κυνί;

Ἀλλαντοπώλης

ἀλωπεκίοισι τοὺς στρατιώτας ᾔκασεν,
ὁτιὴ βότρυς τρώγουσιν ἐν τοῖς χωρίοις.

Δῆμος

εἶεν·
τούτοις ὁ μισθὸς τοῖς ἀλωπεκίοισι ποῦ;
1155

Ἀλλαντοπώλης

ἐγὼ ποριῶ, καὶ τοῦτον ἡμερῶν τριῶν.
ἀλλʼ ἔτι τόνδʼ ἐπάκουσον, ὃν εἶπέ σοι ἐξαλέασθαι
χρησμὸν Λητοΐδης, Κυλλήνην, μή σε δολώσῃ.

Δῆμος

ποίαν Κυλλήνην;

Ἀλλαντοπώλης

τὴν τούτου χεῖρʼ ἐποίησεν
1160
Κυλλήνην ὀρθῶς, ὁτιή φησʼ, ἔμβαλε κυλλῇ.

Κλέων

οὐκ ὀρθῶς φράζει· τὴν Κυλλήνην γὰρ ὁ Φοῖβος
ἐς τὴν χεῖρʼ ὀρθῶς ᾐνίξατο τὴν Διοπείθους.
ἀλλὰ γάρ ἐστιν ἐμοὶ χρησμὸς περὶ σοῦ πτερυγωτός,
αἰετὸς ὡς γίγνει καὶ πάσης γῆς βασιλεύεις.
1165

Ἀλλαντοπώλης

καὶ γὰρ ἐμοί· καὶ γῆς καὶ τῆς ἐρυθρᾶς γε θαλάσσης,
χὤτι γʼ ἐν Ἐκβατάνοις δικάσεις, λείχων ἐπίπαστα.

Κλέων

ἀλλʼ ἐγὼ εἶδον ὄναρ, καί μοὐδόκει ἡ θεὸς αὐτὴ
τοῦ δήμου καταχεῖν ἀρυταίνῃ πλουθυγίειαν.

Ἀλλαντοπώλης

νὴ Δία καὶ γὰρ ἐγώ· καί μοὐδόκει ἡ θεὸς αὐτὴ
1170
ἐκ πόλεως ἐλθεῖν καὶ γλαῦξ αὐτῇ ʼπικαθῆσθαι·
εἶτα κατασπένδειν κατὰ τῆς κεφαλῆς ἀρυβάλλῳ
ἀμβροσίαν κατὰ σοῦ, κατὰ τούτου δὲ σκοροδάλμην.

Δῆμος

ἰοὺ ἰού.
οὐκ ἦν ἄρʼ οὐδεὶς τοῦ Γλάνιδος σοφώτερος.
1175
καὶ νῦν ἐμαυτὸν ἐπιτρέπω σοι τουτονὶ
γερονταγωγεῖν κἀναπαιδεύειν πάλιν.

Κλέων

μήπω γʼ, ἱκετεύω σʼ, ἀλλʼ ἀνάμεινον, ὡς ἐγὼ
κριθὰς ποριῶ σοι καὶ βίον καθʼ ἡμέραν.

Δῆμος

οὐκ ἀνέχομαι κριθῶν ἀκούων· πολλάκις
1180
ἐξηπατήθην ὑπό τε σοῦ καὶ Θουφάνους.

Κλέων

ἀλλʼ ἄλφιτʼ ἤδη σοι ποριῶ ʼσκευασμένα.

Ἀλλαντοπώλης

ἐγὼ δὲ μαζίσκας γε διαμεμαγμένας
καὶ τοὔψον ὀπτόν· μηδὲν ἄλλʼ εἰ μὴ ʼσθιε.

Δῆμος

ἀνύσατέ νυν ὅ τι περ ποιήσεθʼ· ὡς ἐγώ,
1185
ὁπότερος ἂν σφῷν νῦν με μᾶλλον εὖ ποιῇ,
τούτῳ παραδώσω τῆς πυκνὸς τὰς ἡνίας.

Κλέων

τρέχοιμʼ ἂν εἴσω πρότερος.

Ἀλλαντοπώλης

οὐ δῆτʼ ἀλλʼ ἐγώ.

Χορός

ὦ Δῆμε καλήν γʼ ἔχεις
1190
ἀρχήν, ὅτε πάντες ἄνθρωποι
δεδίασί σʼ ὥσπερ
ἄνδρα τύραννον.
ἀλλʼ εὐπαράγωγος εἶ,
θωπευόμενός τε χαίρεις
1195
κἀξαπατώμενος,
πρὸς τόν τε λέγοντʼ ἀεὶ
κέχηνας· ὁ νοῦς δέ σου
παρὼν ἀποδημεῖ.

Δῆμος

νοῦς οὐκ ἔνι ταῖς κόμαις
1200
ὑμῶν, ὅτε μʼ οὐ φρονεῖν
νομίζετʼ· ἐγὼ δʼ ἑκὼν
ταῦτʼ ἠλιθιάζω.
αὐτός τε γὰρ ἥδομαι
βρύλλων τὸ καθʼ ἡμέραν,
1205
κλέπτοντά τε βούλομαι
τρέφειν ἕνα προστάτην·
τοῦτον δʼ, ὅταν ᾖ πλέως,
ἄρας ἐπάταξα.

Χορός

χοὔτω μὲν ἂν εὖ ποιοῖς,
1210
εἴ σοι πυκνότης ἔνεστʼ
ἐν τῷ τρόπῳ, ὡς λέγεις,
τούτῳ πάνυ πολλή,
εἰ τούσδʼ ἐπίτηδες ὥσπερ
δημοσίους τρέφεις
1215
ἐν τῇ πυκνί, κᾆθʼ ὅταν
μή σοι τύχῃ ὄψον ὄν,
τούτων ὃς ἂν ᾖ παχύς,
θύσας ἐπιδειπνεῖς.

Δῆμος

σκέψασθε δέ μʼ, εἰ σοφῶς
1220
αὐτοὺς περιέρχομαι
τοὺς οἰομένους φρονεῖν
κἄμʼ ἐξαπατύλλειν.
τηρῶ γὰρ ἑκάστοτʼ αὐτοὺς
οὐδὲ δοκῶν ὁρᾶν
1225
κλέπτοντας· ἔπειτʼ ἀναγκάζω
πάλιν ἐξεμεῖν
ἅττʼ ἂν κεκλόφωσί μου,
κημὸν καταμηλῶν.

Κλέων

ἄπαγʼ ἐς μακαρίαν ἐκποδών.
1230

Ἀλλαντοπώλης

σύ γʼ ὦ φθόρε.

Κλέων

ὦ Δῆμʼ ἐγὼ μέντοι παρεσκευασμένος
τρίπαλαι κάθημαι βουλόμενός σʼ εὐεργετεῖν.

Ἀλλαντοπώλης

ἐγὼ δὲ δεκάπαλαί γε καὶ δωδεκάπαλαι
καὶ χιλιόπαλαι καὶ προπαλαιπαλαίπαλαι.
1235

Δῆμος

ἐγὼ δὲ προσδοκῶν γε τρισμυριόπαλαι
βδελύττομαί σφω καὶ προπαλαιπαλαίπαλαι.

Ἀλλαντοπώλης

οἶσθʼ οὖν ὃ δρᾶσον;

Δῆμος

εἰ δὲ μή, φράσεις γε σύ.

Ἀλλαντοπώλης

ἄφες ἀπὸ βαλβίδων ἐμέ τε καὶ τουτονί,
1240
ἵνα σʼ εὖ ποιῶμεν ἐξ ἴσου.

Δῆμος

δρᾶν ταῦτα χρή.
ἄπιτον.

Κλέων καὶ Ἀλλαντοπώλης

ἰδού.

Δῆμος

θέοιτʼ ἄν.
1245

Ἀλλαντοπώλης

ὑποθεῖν οὐκ ἐῶ.

Δῆμος

ἀλλʼ ἢ μεγάλως εὐδαιμονήσω τήμερον
ὑπὸ τῶν ἐραστῶν νὴ Δίʼ ἢ ʼγὼ θρύψομαι.

Κλέων

ὁρᾷς; ἐγώ σοι πρότερος ἐκφέρω δίφρον.

Ἀλλαντοπώλης

ἀλλʼ οὐ τράπεζαν, ἀλλʼ ἐγὼ προτεραίτερος.
1250

Κλέων

ἰδοὺ φέρω σοι τήνδε μαζίσκην ἐγὼ
ἐκ τῶν ὀλῶν τῶν ἐκ Πύλου μεμαγμένην.

Ἀλλαντοπώλης

ἐγὼ δὲ μυστίλας μεμυστιλημένας
ὑπὸ τῆς θεοῦ τῇ χειρὶ τἠλεφαντίνῃ.

Δῆμος

ὡς μέγαν ἄρʼ εἶχες ὦ πότνια τὸν δάκτυλον.
1255

Κλέων

ἐγὼ δʼ ἔτνος γε πίσινον εὔχρων καὶ καλόν·
ἐτόρυνε δʼ αὔθʼ ἡ Παλλὰς ἡ Πυλαιμάχος.

Ἀλλαντοπώλης

ὦ Δῆμʼ ἐναργῶς ἡ θεός σʼ ἐπισκοπεῖ,
καὶ νῦν ὑπερέχει σου χύτραν ζωμοῦ πλέαν.

Δῆμος

οἴει γὰρ οἰκεῖσθʼ ἂν ἔτι τήνδε τὴν πόλιν,
1260
εἰ μὴ φανερῶς ἡμῶν ὑπερεῖχε τὴν χύτραν;

Κλέων

τουτὶ τέμαχός σοὔδωκεν ἡ Φοβεσιστράτη.

Ἀλλαντοπώλης

ἡ δʼ Ὀβριμοπάτρα γʼ ἑφθὸν ἐκ ζωμοῦ κρέας
καὶ χόλικος ἠνύστρου τε καὶ γαστρὸς τόμον.

Δῆμος

καλῶς γʼ ἐποίησε τοῦ πέπλου μεμνημένη.
1265

Κλέων

ἡ Γοργολόφα σʼ ἐκέλευε τουτουὶ φαγεῖν
ἐλατῆρος, ἵνα τὰς ναῦς ἐλαύνωμεν καλῶς.

Ἀλλαντοπώλης

λαβὲ καὶ ταδί νυν.

Δῆμος

καὶ τί τούτοις χρήσομαι
τοῖς ἐντέροις;
1270

Ἀλλαντοπώλης

ἐπίτηδες αὔτʼ ἔπεμψέ σοι
ἐς τὰς τριήρεις ἐντερόνειαν ἡ θεός·
ἐπισκοπεῖ γὰρ περιφανῶς τὸ ναυτικόν.
ἔχε καὶ πιεῖν κεκραμένον τρία καὶ δύο.

Δῆμος

ὡς ἡδὺς ὦ Ζεῦ καὶ τὰ τρία φέρων καλῶς.
1275

Ἀλλαντοπώλης

ἡ Τριτογενὴς γὰρ αὐτὸν ἐνετριτώνισεν.

Κλέων

λαβέ νυν πλακοῦντος πίονος παρʼ ἐμοῦ τόμον.

Ἀλλαντοπώλης

παρʼ ἐμοῦ δʼ ὅλον γε τὸν πλακοῦντα τουτονί.

Κλέων

ἀλλʼ οὐ λαγῷʼ ἕξεις ὁπόθεν δῷς, ἀλλʼ ἐγώ.

Ἀλλαντοπώλης

οἴμοι, πόθεν λαγῷά μοι γενήσεται;
1280
ὦ θυμὲ νυνὶ βωμολόχον ἔξευρέ τι.

Κλέων

ὁρᾷς τάδʼ ὦ κακόδαιμον;

Ἀλλαντοπώλης

ὀλίγον μοι μέλει·
ἐκεινοιὶ γὰρ ὡς ἔμʼ ἔρχονταί τινες
πρέσβεις ἔχοντες ἀργυρίου βαλλάντια.
1285

Κλέων

ποῦ ποῦ;

Ἀλλαντοπώλης

τί δέ σοι τοῦτʼ; οὐκ ἐάσεις τοὺς ξένους;
ὦ Δημίδιον ὁρᾷς τὰ λαγῷʼ ἅ σοι φέρω;

Κλέων

οἴμοι τάλας ἀδίκως γε τἄμʼ ὑφήρπασας.

Ἀλλαντοπώλης

νὴ τὸν Ποσειδῶ καὶ σὺ γὰρ τοὺς ἐκ Πύλου.
1290

Δῆμος

εἴπʼ, ἀντιβολῶ, πῶς ἐπενόησας ἁρπάσαι;

Ἀλλαντοπώλης

τὸ μὲν νόημα τῆς θεοῦ, τὸ δὲ κλέμμʼ ἐμόν.

Κλέων

ἐγὼ δʼ ἐκινδύνευσʼ, ἐγὼ δʼ ὤπτησά γε.

Δῆμος

ἄπιθʼ· οὐ γὰρ ἀλλὰ τοῦ παραθέντος ἡ χάρις.

Κλέων

οἴμοι κακοδαίμων, ὑπεραναιδευθήσομαι.
1295

Ἀλλαντοπώλης

τί οὐ διακρίνεις Δῆμʼ ὁπότερός ἐστι νῷν
ἀνὴρ ἀμείνων περὶ σὲ καὶ τὴν γαστέρα;

Δῆμος

τῷ δῆτʼ ἂν ὑμᾶς χρησάμενος τεκμηρίῳ
δόξαιμι κρίνειν τοῖς θεαταῖσιν σοφῶς;

Ἀλλαντοπώλης

ἐγὼ φράσω σοι. τὴν ἐμὴν κίστην ἰὼν
1300
ξύλλαβε σιωπῇ καὶ βασάνισον ἅττʼ ἔνι,
καὶ τὴν Παφλαγόνος· κἀμέλει κρινεῖς καλῶς.

Δῆμος

φέρʼ ἴδω τί οὖν ἔνεστιν;

Ἀλλαντοπώλης

οὐχ ὁρᾷς κενὴν
ὦ παππίδιον; ἅπαντα γάρ σοι παρεφόρουν.
1305

Δῆμος

αὕτη μὲν ἡ κίστη τὰ τοῦ Δήμου φρονεῖ.

Ἀλλαντοπώλης

βάδιζέ νυν καὶ δεῦρο πρὸς τὴν Παφλαγόνος.
ὁρᾷς τάδʼ;

Δῆμος

οἴμοι τῶν ἀγαθῶν ὅσων πλέα.
ὅσον τὸ χρῆμα τοῦ πλακοῦντος ἀπέθετο·
1310
ἐμοὶ δʼ ἔδωκεν ἀποτεμὼν τυννουτονί.

Ἀλλαντοπώλης

τοιαῦτα μέντοι καὶ πρότερόν σʼ ἠργάζετο·
σοὶ μὲν προσεδίδου μικρὸν ὧν ἐλάμβανεν,
αὐτὸς δʼ ἑαυτῷ παρετίθει τὰ μείζονα.

Δῆμος

ὦ μιαρὲ κλέπτων δή με ταῦτʼ ἐξηπάτας;
1315
ἐγὼ δέ τυ ἐστεφάνιξα κἀδωρησάμαν.

Κλέων

ἐγὼ δʼ ἔκλεπτον ἐπʼ ἀγαθῷ γε τῇ πόλει.

Δῆμος

κατάθου ταχέως τὸν στέφανον, ἵνʼ ἐγὼ τουτῳὶ
αὐτὸν περιθῶ.

Ἀλλαντοπώλης

κατάθου ταχέως μαστιγία.
1320

Κλέων

οὐ δῆτʼ, ἐπεί μοι χρησμός ἐστι Πυθικὸς
φράζων ὑφʼ οὗ δεήσει μʼ ἡττᾶσθαι μόνου.

Ἀλλαντοπώλης

τοὐμόν γε φράζων ὄνομα καὶ λίαν σαφῶς.

Κλέων

καὶ μήν σʼ ἐλέγξαι βούλομαι τεκμηρίῳ,
εἴ τι ξυνοίσεις τοῦ θεοῦ τοῖς θεσφάτοις.
1325
καί σου τοσοῦτον πρῶτον ἐκπειράσομαι·
παῖς ὢν ἐφοίτας ἐς τίνος διδασκάλου;

Ἀλλαντοπώλης

ἐν ταῖσιν εὕστραις κονδύλοις ἡρμοττόμην.

Κλέων

πῶς εἶπας; ὥς μου χρησμὸς ἅπτεται φρενῶν.
εἶεν.
1330
ἐν παιδοτρίβου δὲ τίνα πάλην ἐμάνθανες;

Ἀλλαντοπώλης

κλέπτων ἐπιορκεῖν καὶ βλέπειν ἐναντίον·

Κλέων

ὦ Φοῖβʼ Ἄπολλον Λύκιε τί ποτέ μʼ ἐργάσει;
τέχνην δὲ τίνα ποτʼ εἶχες ἐξανδρούμενος;

Ἀλλαντοπώλης

ἠλλαντοπώλουν καί τι καὶ βινεσκόμην.
1335

Κλέων

οἴμοι κακοδαίμων· οὐκέτʼ οὐδέν εἰμʼ ἐγώ.
λεπτή τις ἐλπίς ἐστʼ ἐφʼ ἧς ὀχούμεθα.
καί μοι τοσοῦτον εἰπέ· πότερον ἐν ἀγορᾷ
ἠλλαντοπώλεις ἐτεὸν ἢ ʼπὶ ταῖς πύλαις;

Ἀλλαντοπώλης

ἐπὶ ταῖς πύλαισιν, οὗ τὸ τάριχος ὤνιον.
1340

Κλέων

οἴμοι πέπρακται τοῦ θεοῦ τὸ θέσφατον.
κυλίνδετʼ εἴσω τόνδε τὸν δυσδαίμονα.
ὦ στέφανε χαίρων ἄπιθι, κεἴ σʼ ἄκων ἐγὼ
λείπω· σὲ δʼ ἄλλος τις λαβὼν κεκτήσεται,
κλέπτης μὲν οὐκ ἂν μᾶλλον, εὐτυχὴς δʼ ἴσως.
1345

Ἀλλαντοπώλης

Ἑλλάνιε Ζεῦ σὸν τὸ νικητήριον.

Χορός

ὦ χαῖρε καλλίνικε καὶ μέμνησʼ ὅτι
ἀνὴρ γεγένησαι διʼ ἐμέ· καί σʼ αἰτῶ βραχύ,
ὅπως ἔσομαί σοι Φανὸς ὑπογραφεὺς δικῶν.

Δῆμος

ἐμοὶ δέ γʼ ὅ τι σοι τοὔνομʼ εἴπʼ.
1350

Ἀλλαντοπώλης

Ἀγοράκριτος·
ἐν τἀγορᾷ γὰρ κρινόμενος ἐβοσκόμην.

Δῆμος

Ἀγορακρίτῳ τοίνυν ἐμαυτὸν ἐπιτρέπω,
καὶ τὸν Παφλαγόνα παραδίδωμι τουτονί.

Ἀλλαντοπώλης

καὶ μὴν ἐγώ σʼ ὦ Δῆμε θεραπεύσω καλῶς,
1355
ὥσθʼ ὁμολογεῖν σε μηδένʼ ἀνθρώπων ἐμοῦ
ἰδεῖν ἀμείνω τῇ Κεχηναίων πόλει.

Χορός

τί κάλλιον ἀρχομένοισιν
ἢ καταπαυομένοισιν
ἢ θοᾶν ἵππων ἐλατῆρας ἀείδειν, μηδὲν ἐσ Λυσίστρατον,
1360
μηδὲ Θούμαντιν τὸν ἀνέστιον αὖ λυπεῖν ἑκούσῃ καρδίᾳ;
καὶ γὰρ οὗτος ὦ φίλʼ Ἄπολλον ἀεὶ πεινῇ, θαλεροῖς δακρύοις
σᾶς ἁπτόμενος φαρέτρας Πυθῶνι δίᾳ μὴ κακῶς πένεσθαι.
λοιδορῆσαι τοὺς πονηροὺς οὐδέν ἐστʼ ἐπίφθονον,
ἀλλὰ τιμὴ τοῖσι χρηστοῖς, ὅστις εὖ λογίζεται.
1365
εἰ μὲν οὖν ἄνθρωπος, ὃν δεῖ πόλλʼ ἀκοῦσαι καὶ κακά,
αὐτὸς ἦν ἔνδηλος, οὐκ ἂν ἀνδρὸς ἐμνήσθην φίλου.
νῦν δʼ Ἀρίγνωτον γὰρ οὐδεὶς ὅστις οὐκ ἐπίσταται,
ὅστις ἢ τὸ λευκὸν οἶδεν ἢ τὸν ὄρθιον νόμον.
ἔστιν οὖν ἀδελφὸς αὐτῷ τοὺς τρόπους οὐ συγγενής,
1370
Ἀριφράδης πονηρός. ἀλλὰ τοῦτο μὲν καὶ βούλεται·
ἔστι δʼ οὐ μόνον πονηρός, οὐ γὰρ οὐδʼ ἂν ᾐσθόμην,
οὐδὲ παμπόνηρος, ἀλλὰ καὶ προσεξηύρηκέ τι.
τὴν γὰρ αὑτοῦ γλῶτταν αἰσχραῖς ἡδοναῖς λυμαίνεται,
ἐν κασωρείοισι λείχων τὴν ἀπόπτυστον δρόσον,
1375
καὶ μολύνων τὴν ὑπήνην καὶ κυκῶν τὰς ἐσχάρας,
καὶ Πολυμνήστεια ποιῶν καὶ ξυνὼν Οἰωνίχῳ.
ὅστις οὖν τοιοῦτον ἄνδρα μὴ σφόδρα βδελύττεται,
οὔ ποτʼ ἐκ ταὐτοῦ μεθʼ ἡμῶν πίεται ποτηρίου.
ἦ πολλάκις ἐννυχίαισι
1380
φροντίσι συγγεγένημαι,
καὶ διεζήτηχʼ ὁπόθεν ποτὲ φαύλως ἐσθίει Κλεώνυμος.
φασὶ μὲν γὰρ αὐτὸν ἐρεπτόμενον τὰ τῶν ἐχόντων ἀνέρων
οὐκ ἂν ἐξελθεῖν ἀπὸ τῆς σιπύης· τοὺς δʼ ἀντιβολεῖν ἂν ὅμως·
ἴθʼ ὦ ἄνα πρὸς γονάτων, ἔξελθε καὶ σύγγνωθι τῇ τραπέζῃ.
1385
φασὶν ἀλλήλαις ξυνελθεῖν τὰς τριήρεις ἐς λόγον,
καὶ μίαν λέξαι τινʼ αὐτῶν ἥτις ἦν γεραιτέρα·
‘οὐδὲ πυνθάνεσθε ταῦτʼ ὦ παρθένοι τἀν τῇ πόλει;
φασὶν αἰτεῖσθαί τινʼ ἡμῶν ἑκατὸν ἐς Καρχηδόνα
ἄνδρα μοχθηρὸν πολίτην ὀξίνην Ὑπέρβολον·’
1390
ταῖς δὲ δόξαι δεινὸν εἶναι τοῦτο κοὐκ ἀνασχετόν,
καί τινʼ εἰπεῖν ἥτις ἀνδρῶν ἆσσον οὐκ ἐληλύθει·
‘ἀποτρόπαἰ οὐ δῆτʼ ἐμοῦ γʼ ἄρξει ποτʼ, ἀλλʼ ἐάν με χρῇ,
ὑπὸ τερηδόνων σαπεῖσʼ ἐνταῦθα καταγηράσομαι·’
‘οὐδὲ Ναυφάντης γε τῆς Ναύσωνος, οὐ δῆτʼ ὦ θεοί,
1395
εἴπερ ἐκ πεύκης γε κἀγὼ καὶ ξύλων ἐπηγνύμην.
ἢν δʼ ἀρέσκῃ ταῦτʼ Ἀθηναίοις, καθῆσθαί μοι δοκεῖ
ἐς τὸ Θησεῖον πλεούσαις ἢ ʼπὶ τῶν σεμνῶν θεῶν.
οὐ γὰρ ἡμῶν γε στρατηγῶν ἐγχανεῖται τῇ πόλει·
ἀλλὰ πλείτω χωρὶς αὐτὸς ἐς κόρακας, εἰ βούλεται,
1400
τὰς σκάφας, ἐν αἷς ἐπώλει τοὺς λύχνους, καθελκύσας.’

Ἀλλαντοπώλης

εὐφημεῖν χρὴ καὶ στόμα κλῄειν καὶ μαρτυριῶν ἀπέχεσθαι,
καὶ τὰ δικαστήρια συγκλῄειν οἷς ἡ πόλις ἥδε γέγηθεν,
ἐπὶ καιναῖσιν δʼ εὐτυχίαισιν παιωνίζειν τὸ θέατρον.

Χορός

ὦ ταῖς ἱεραῖς φέγγος Ἀθήναις καὶ ταῖς νήσοις ἐπίκουρε,
1405
τίνʼ ἔχων φήμην ἀγαθὴν ἥκεις, ἐφʼ ὅτῳ κνισῶμεν ἀγυιάς;

Ἀλλαντοπώλης

τὸν Δῆμον ἀφεψήσας ὑμῖν καλὸν ἐξ αἰσχροῦ πεποίηκα.

Χορός

καὶ ποῦ ʼστιν νῦν ὦ θαυμαστὰς ἐξευρίσκων ἐπινοίας;

Ἀλλαντοπώλης

ἐν ταῖσιν ἰοστεφάνοις οἰκεῖ ταῖς ἀρχαίαισιν Ἀθήναις.

Χορός

πῶς ἂν ἴδοιμεν; ποίαν τινʼ ἔχει σκευήν; ποῖος γεγένηται;
1410

Ἀλλαντοπώλης

οἷός περ Ἀριστείδῃ πρότερον καὶ Μιλτιάδῃ ξυνεσίτει.
ὄψεσθε δέ· καὶ γὰρ ἀνοιγνυμένων ψόφος ἤδη τῶν προπυλαίων.
ἀλλʼ ὀλολύξατε φαινομέναισιν ταῖς ἀρχαίαισιν Ἀθήναις
καὶ θαυμασταῖς καὶ πολυύμνοις, ἵνʼ ὁ κλεινὸς Δῆμος ἐνοικεῖ.

Χορός

ὦ ταὶ λιπαραὶ καὶ ἰοστέφανοι καὶ ἀριζήλωτοι Ἀθῆναι,
1415
δείξατε τὸν τῆς Ἑλλάδος ὑμῖν καὶ τῆς γῆς τῆσδε μόναρχον.

Ἀλλαντοπώλης

ὅδʼ ἐκεῖνος ὁρᾶν τεττιγοφόρας, ἀρχαίῳ σχήματι λαμπρός,
οὐ χοιρινῶν ὄζων ἀλλὰ σπονδῶν, σμύρνῃ κατάλειπτος.

Χορός

χαῖρʼ ὦ βασιλεῦ τῶν Ἑλλήνων· καί σοι ξυγχαίρομεν ἡμεῖς.
τῆς γὰρ πόλεως ἄξια πράττεις καὶ τοῦ ʼν Μαραθῶνι τροπαίου.
1420

Δῆμος

ὦ φίλτατʼ ἀνδρῶν ἐλθὲ δεῦρʼ Ἀγοράκριτε.
ὅσα με δέδρακας ἀγάθʼ ἀφεψήσας.

Ἀλλαντοπώλης

ἐγώ;
ἀλλʼ ὦ μέλʼ οὐκ οἶσθʼ οἷος ἦσθʼ αὐτὸς πάρος,
οὐδʼ οἷʼ ἔδρας· ἐμὲ γὰρ νομίζοις ἂν θεόν.
1425

Δῆμος

τί δʼ ἔδρων, κάτειπέ μοι, πρὸ τοῦ; ποῖός τις ἦ;

Ἀλλαντοπώλης

πρῶτον μέν, ὁπότʼ εἴποι τις ἐν τἠκκλησίᾳ,
‘ὦ Δῆμʼ ἐραστής εἰμι σὸς φιλῶ τέ σε
καὶ κήδομαί σου καὶ προβουλεύω μόνος,’
τούτοις ὁπότε χρήσαιτό τις προοιμίοις,
1430
ἀνωρτάλιζες κἀκερουτίας.

Δῆμος

ἐγώ;

Ἀλλαντοπώλης

εἶτʼ ἐξαπατήσας σʼ ἀντὶ τούτων ᾤχετο.

Δῆμος

τί φῄς;
ταυτί μʼ ἔδρων, ἐγὼ δὲ τοῦτʼ οὐκ ᾐσθόμην;
1435

Ἀλλαντοπώλης

τὰ δʼ ὦτά γʼ ἄν σου νὴ Δίʼ ἐξεπετάννυτο
ὥσπερ σκιάδειον καὶ πάλιν ξυνήγετο.

Δῆμος

οὕτως ἀνόητος ἐγεγενήμην καὶ γέρων;

Ἀλλαντοπώλης

καὶ νὴ Δίʼ εἴ γε δύο λεγοίτην ῥήτορε,
ὁ μὲν ποιεῖσθαι ναῦς μακρὰς ὁ δʼ ἕτερος αὖ
1440
καταμισθοφορῆσαι τοῦθʼ, ὁ τὸν μισθὸν λέγων
τὸν τὰς τριήρεις παραδραμὼν ἂν ᾤχετο.
οὗτος τί κύπτεις; οὐχὶ κατὰ χώραν μενεῖς;

Δῆμος

αἰσχύνομαί τοι ταῖς πρότερον ἁμαρτίαις.

Ἀλλαντοπώλης

ἀλλʼ οὐ σὺ τούτων αἴτιος, μὴ φροντίσῃς,
1445
ἀλλʼ οἵ σε ταῦτʼ ἐξηπάτων. νυνδὶ φράσον·
ἐάν τις εἴπῃ βωμολόχος ξυνήγορος·
‘οὐκ ἔστιν ὑμῖν τοῖς δικασταῖς ἄλφιτα,
εἰ μὴ καταγνώσεσθε ταύτην τὴν δίκην·’
τοῦτον τί δράσεις, εἰπέ, τὸν ξυνήγορον;
1450

Δῆμος

ἄρας μετέωρον ἐς τὸ βάραθρον ἐμβαλῶ,
ἐκ τοῦ λάρυγγος ἐκκρεμάσας Ὑπέρβολον.

Ἀλλαντοπώλης

τουτὶ μὲν ὀρθῶς καὶ φρονίμως ἤδη λέγεις·
τὰ δʼ ἄλλα, φέρʼ ἴδω, πῶς πολιτεύσει φράσον.

Δῆμος

πρῶτον μὲν ὁπόσοι ναῦς ἐλαύνουσιν μακράς,
1455
καταγομένοις τὸν μισθὸν ἀποδώσω ʼντελῆ.

Ἀλλαντοπώλης

πολλοῖς γʼ ὑπολίσφοις πυγιδίοισιν ἐχαρίσω.

Δῆμος

ἔπειθʼ ὁπλίτης ἐντεθεὶς ἐν καταλόγῳ
οὐδεὶς κατὰ σπουδὰς μετεγγραφήσεται,
ἀλλʼ ὥσπερ ἦν τὸ πρῶτον ἐγγεγράψεται.
1460

Ἀλλαντοπώλης

τοῦτʼ ἔδακε τὸν πόρπακα τὸν Κλεωνύμου.

Δῆμος

οὐδʼ ἀγοράσει γʼ ἀγένειος οὐδεὶς ἐν ἀγορᾷ.

Ἀλλαντοπώλης

ποῦ δῆτα Κλεισθένης ἀγοράσει καὶ Στράτων;

Δῆμος

τὰ μειράκια ταυτὶ λέγω τἀν τῷ μύρῳ,
ἃ στωμυλεῖται τοιαδὶ καθήμενα·
1465
‘σοφός γʼ ὁ Φαίαξ δεξιῶς τʼ οὐκ ἀπέθανεν.
συνερτικὸς γάρ ἐστι καὶ περαντικός,
καὶ γνωμοτυπικὸς καὶ σαφὴς καὶ κρουστικός,
καταληπτικός τʼ ἄριστα τοῦ θορυβητικοῦ.’

Ἀλλαντοπώλης

οὔκουν καταδακτυλικὸς σὺ τοῦ λαλητικοῦ;
1470

Δῆμος

μὰ Δίʼ ἀλλʼ ἀναγκάσω κυνηγετεῖν ἐγὼ
τούτους ἅπαντας, παυσαμένους ψηφισμάτων.

Ἀλλαντοπώλης

ἔχε νυν ἐπὶ τούτοις τουτονὶ τὸν ὀκλαδίαν,
καὶ παῖδʼ ἐνόρχην, ὅσπερ οἴσει τόνδε σοι·
κἄν που δοκῇ σοι, τοῦτον ὀκλαδίαν ποίει.
1475

Δῆμος

μακάριος ἐς τἀρχαῖα δὴ καθίσταμαι.

Ἀλλαντοπώλης

φήσεις γʼ, ἐπειδὰν τὰς τριακοντούτιδας
σπονδὰς παραδῶ σοι. δεῦρʼ ἴθʼ αἱ Σπονδαὶ ταχύ.

Δῆμος

ὦ Ζεῦ πολυτίμηθʼ ὡς καλαί· πρὸς τῶν θεῶν,
ἔξεστιν αὐτῶν κατατριακοντουτίσαι;
1480
πῶς ἔλαβες αὐτὰς ἐτέον;

Ἀλλαντοπώλης

οὐ γὰρ ὁ Παφλαγὼν
ἀπέκρυπτε ταύτας ἔνδον, ἵνα σὺ μὴ λάβῃς;
νῦν οὖν ἐγώ σοι παραδίδωμʼ ἐς τοὺς ἀγροὺς
αὐτὰς ἰέναι λαβόντα.
1485

Δῆμος

τὸν δὲ Παφλαγόνα,
ὃς ταῦτʼ ἔδρασεν, εἴφʼ ὅ τι ποιήσεις κακόν.

Ἀλλαντοπώλης

οὐδὲν μέγʼ ἀλλʼ ἢ τὴν ἐμὴν ἕξει τέχνην·
ἐπὶ ταῖς πύλαις ἀλλαντοπωλήσει μόνος,
τὰ κύνεια μιγνὺς τοῖς ὀνείοις πράγμασιν,
1490
μεθύων τε ταῖς πόρναισι λοιδορήσεται,
κἀκ τῶν βαλανείων πίεται τὸ λούτριον.

Δῆμος

εὖ γʼ ἐπενόησας οὗπέρ ἐστιν ἄξιος,
πόρναισι καὶ βαλανεῦσι διακεκραγέναι,
καί σʼ ἀντὶ τούτων ἐς τὸ πρυτανεῖον καλῶ
1495
ἐς τὴν ἕδραν θʼ, ἵνʼ ἐκεῖνος ἦν ὁ φαρμακός.
ἕπου δὲ ταυτηνὶ λαβὼν τὴν βατραχίδα·
κἀκεῖνον ἐκφερέτω τις ὡς ἐπὶ τὴν τέχνην,
ἵνʼ ἴδωσιν αὐτὸν οἷς ἐλωβᾶθʼ οἱ ξένοι.

Source Text: Aristophanes Aristophanes Comoediae, ed. F.W. Hall and W.M. Geldart, vol. 1 Clarendon Press, Oxford 1907. Public Domain.
Translation, Audio, Morphology, and Analyses AI-generated unless otherwise specified. Copyright LexAudio, LLC.