0:00

Frogs

Aristophanes

Ξανθίας

Εἴπω τι τῶν εἰωθότων ὦ δέσποτα,
ἐφʼ οἷς ἀεὶ γελῶσιν οἱ θεώμενοι;

Διόνυσος

νὴ τὸν Δίʼ ὅ τι Βούλει γε, πλὴν πιέζομαι,
τοῦτο δὲ φύλαξαι· πάνυ γάρ ἐστʼ ἤδη χολή.

Ξανθίας

μηδʼ ἕτερον ἀστεῖόν τι;
5

Διόνυσος

πλήν γʼ ὡς θλίβομαι.

Ξανθίας

τί δαί; τὸ πάνυ γέλοιον εἴπω;

Διόνυσος

νὴ Δία
θαρρῶν γε· μόνον ἐκεῖνʼ ὅπως μὴ ʼρεῖς,

Ξανθίας

τὸ τί;
10

Διόνυσος

μεταβαλλόμενος τἀνάφορον ὅτι χεζητιᾷς.

Ξανθίας

μηδʼ ὅτι τοσοῦτον ἄχθος ἐπʼ ἐμαυτῷ φέρων,
εἰ μὴ καθαιρήσει τις, ἀποπαρδήσομαι;

Διόνυσος

μὴ δῆθʼ, ἱκετεύω, πλήν γʼ ὅταν μέλλω ʼξεμεῖν.

Ξανθίας

τί δῆτʼ ἔδει με ταῦτα τὰ σκεύη φέρειν,
15
εἴπερ ποιήσω μηδὲν ὧνπερ Φρύνιχος
εἴωθε ποιεῖν καὶ Λύκις κἀμειψίας;

Διόνυσος

μή νυν ποιήσῃς· ὡς ἐγὼ θεώμενος,
ὅταν τι τούτων τῶν σοφισμάτων ἴδω,
πλεῖν ἢ ʼνιαυτῷ πρεσβύτερος ἀπέρχομαι.
20

Ξανθίας

ὢ τρισκακοδαίμων ἄρʼ ὁ τράχηλος οὑτοσί,
ὅτι θλίβεται μέν, τὸ δὲ γέλοιον οὐκ ἐρεῖ.

Διόνυσος

εἶτʼ οὐχ ὕβρις ταῦτʼ ἐστὶ καὶ πολλὴ τρυφή,
ὅτʼ ἐγὼ μὲν ὢν Διόνυσος υἱὸς Σταμνίου
αὐτὸς βαδίζω καὶ πονῶ, τοῦτον δʼ ὀχῶ,
25
ἵνα μὴ ταλαιπωροῖτο μηδʼ ἄχθος φέροι;

Ξανθίας

οὐ γὰρ φέρω ʼγώ;

Διόνυσος

πῶς φέρεις γὰρ ὅς γʼ ὀχεῖ;

Ξανθίας

φέρων γε ταυτί.

Διόνυσος

τίνα τρόπον;
30

Ξανθίας

Βαρέως πάνυ.

Διόνυσος

οὔκουν τὸ Βάρος τοῦθʼ ὃ σὺ φέρεις ὄνος φέρει;

Ξανθίας

οὐ δῆθʼ ὅ γʼ ἔχω ʼγὼ καὶ φέρω μὰ τὸν Δίʼ οὔ.

Διόνυσος

πῶς γὰρ φέρεις, ὅς γʼ αὐτὸς ὑφʼ ἑτέρου φέρει;

Ξανθίας

οὐκ οἶδʼ· ὁ δʼ ὦμος οὑτοσὶ πιέζεται.
35

Διόνυσος

σὺ δʼ οὖν ἐπειδὴ τὸν ὄνον οὐ φῄς σʼ ὠφελεῖν,
ἐν τῷ μέρει σὺ τὸν ὄνον ἀράμενος φέρε.

Ξανθίας

οἴμοι κακοδαίμων· τί γὰρ ἐγὼ οὐκ ἐναυμάχουν;
ἦ τἄν σε κωκύειν ἂν ἐκέλευον μακρά.

Διόνυσος

κατάβα πανοῦργε. καὶ γὰρ ἐγγὺς τῆς θύρας
40
ἤδη βαδίζων εἰμὶ τῆσδʼ, οἷ πρῶτά με
ἔδει τραπέσθαι. παιδίον, παῖ, ἠμί, παῖ.

Ἡρακλῆς

τίς τὴν θύραν ἐπάταξεν; ὡς κενταυρικῶς
ἐνήλαθʼ ὅστις· εἰπέ μοι τουτὶ τί ἦν;

Διόνυσος

ὁ παῖς.
45

Ξανθίας

τί ἔστιν;

Διόνυσος

οὐκ ἐνεθυμήθης;

Ξανθίας

τὸ τί;

Διόνυσος

ὡς σφόδρα μʼ ἔδεισε.

Ξανθίας

νὴ Δία μὴ μαίνοιό γε.
50

Ἡρακλῆς

οὔ τοι μὰ τὴν Δήμητρα δύναμαι μὴ γελᾶν·
καίτοι δάκνω γʼ ἐμαυτόν· ἀλλʼ ὅμως γελῶ.

Διόνυσος

ὦ δαιμόνιε πρόσελθε· δέομαι γάρ τί σου.

Ἡρακλῆς

ἀλλʼ οὐχ οἷός τʼ εἴμʼ ἀποσοβῆσαι τὸν γέλων
ὁρῶν λεοντῆν ἐπὶ κροκωτῷ κειμένην.
55
τίς ὁ νοῦς; τί κόθορνος καὶ ῥόπαλον ξυνηλθέτην;
ποῖ γῆς ἀπεδήμεις;

Διόνυσος

ἐπεβάτευον Κλεισθένει —

Ἡρακλῆς

κἀναυμάχησας;

Διόνυσος

καὶ κατεδύσαμέν γε ναῦς
60
τῶν πολεμίων ἢ δώδεκʼ ἢ τρεῖς καὶ δέκα.

Ἡρακλῆς

σφώ;

Διόνυσος

νὴ τὸν Ἀπόλλω.

Ξανθίας

κᾆτʼ ἔγωγʼ ἐξηγρόμην.

Διόνυσος

καὶ δῆτʼ ἐπὶ τῆς νεὼς ἀναγιγνώσκοντί μοι
65
τὴν Ἀνδρομέδαν πρὸς ἐμαυτὸν ἐξαίφνης πόθος
τὴν καρδίαν ἐπάταξε πῶς οἴει σφόδρα.

Ἡρακλῆς

πόθος; πόσος τις;

Διόνυσος

μικρὸς ἡλίκος Μόλων.

Ἡρακλῆς

γυναικός;
70

Διόνυσος

οὐ δῆτʼ.

Ἡρακλῆς

ἀλλὰ παιδός;

Διόνυσος

οὐδαμῶς.

Ἡρακλῆς

ἀλλʼ ἀνδρός;

Διόνυσος

ἀπαπαί.
75

Ἡρακλῆς

ξυνεγένου τῷ Κλεισθένει;

Διόνυσος

μὴ σκῶπτέ μʼ ὦδέλφʼ· οὐ γὰρ ἀλλʼ ἔχω κακῶς·
τοιοῦτος ἵμερός με διαλυμαίνεται.

Ἡρακλῆς

ποῖός τις ὦδελφίδιον;

Διόνυσος

οὐκ ἔχω φράσαι.
80
ὅμως γε μέντοι σοι διʼ αἰνιγμῶν ἐρῶ.
ἤδη ποτʼ ἐπεθύμησας ἐξαίφνης ἔτνους;

Ἡρακλῆς

ἔτνους; βαβαιάξ, μυριάκις γʼ ἐν τῷ βίῳ.

Διόνυσος

ἆρʼ ἐκδιδάσκω τὸ σαφὲς ἢ ʼτέρᾳ φράσω;

Ἡρακλῆς

μὴ δῆτα περὶ ἔτνους γε· πάνυ γὰρ μανθάνω.
85

Διόνυσος

τοιουτοσὶ τοίνυν με δαρδάπτει πόθος
Εὐριπίδου.

Ἡρακλῆς

καὶ ταῦτα τοῦ τεθνηκότος;

Διόνυσος

κοὐδείς γέ μʼ ἂν πείσειεν ἀνθρώπων τὸ μὴ οὐκ
ἐλθεῖν ἐπʼ ἐκεῖνον.
90

Ἡρακλῆς

πότερον εἰς Ἅιδου κάτω;

Διόνυσος

καὶ νὴ Δίʼ εἴ τί γʼ ἔστιν ἔτι κατωτέρω.

Ἡρακλῆς

τί βουλόμενος;

Διόνυσος

δέομαι ποιητοῦ δεξιοῦ.
οἱ μὲν γὰρ οὐκέτʼ εἰσίν, οἱ δʼ ὄντες κακοί.
95

Ἡρακλῆς

τί δʼ; οὐκ Ἰοφῶν ζῇ;

Διόνυσος

τοῦτο γάρ τοι καὶ μόνον
ἔτʼ ἐστὶ λοιπὸν ἀγαθόν, εἰ καὶ τοῦτʼ ἄρα·
οὐ γὰρ σάφʼ οἶδʼ οὐδʼ αὐτὸ τοῦθʼ ὅπως ἔχει.

Ἡρακλῆς

εἶτʼ οὐχὶ Σοφοκλέα πρότερον Εὐριπίδου
100
μέλλεις ἀναγαγεῖν, εἴπερ ἐκεῖθεν δεῖ σʼ ἄγειν;

Διόνυσος

οὐ πρίν γʼ ἂν Ἰοφῶντʼ, ἀπολαβὼν αὐτὸν μόνον,
ἄνευ Σοφοκλέους ὅ τι ποιεῖ κωδωνίσω.
κἄλλως ὁ μέν γʼ Εὐριπίδης πανοῦργος ὢν
κἂν ξυναποδρᾶναι δεῦρʼ ἐπιχειρήσειέ μοι·
105
ὁ δʼ εὔκολος μὲν ἐνθάδʼ εὔκολος δʼ ἐκεῖ.

Ἡρακλῆς

Ἀγάθων δὲ ποῦ ʼστιν;

Διόνυσος

ἀπολιπών μʼ ἀποίχεται,
ἀγαθὸς ποιητὴς καὶ ποθεινὸς τοῖς φίλοις.

Ἡρακλῆς

ποῖ γῆς ὁ τλήμων;
110

Διόνυσος

ἐς Μακάρων εὐωχίαν.

Ἡρακλῆς

ὁ δὲ Σενοκλέης;

Διόνυσος

ἐξόλοιτο νὴ Δία.

Ἡρακλῆς

Πυθάγγελος δέ;

Ξανθίας

περὶ ἐμοῦ δʼ οὐδεὶς λόγος
115
ἐπιτριβομένου τὸν ὦμον οὑτωσὶ σφόδρα.

Ἡρακλῆς

οὔκουν ἕτερʼ ἔστʼ ἐνταῦθα μειρακύλλια
τραγῳδίας ποιοῦντα πλεῖν ἢ μύρια,
Εὐριπίδου πλεῖν ἢ σταδίῳ λαλίστερα.

Διόνυσος

ἐπιφυλλίδες ταῦτʼ ἐστὶ καὶ στωμύλματα,
120
χελιδόνων μουσεῖα, λωβηταὶ τέχνης,
ἃ φροῦδα θᾶττον, ἢν μόνον χορὸν λάβῃ,
ἅπαξ προσουρήσαντα τῇ τραγῳδίᾳ.
γόνιμον δὲ ποιητὴν ἂν οὐχ εὕροις ἔτι
ζητῶν ἄν, ὅστις ῥῆμα γενναῖον λάκοι.
125

Ἡρακλῆς

πῶς γόνιμον;

Διόνυσος

ὡδὶ γόνιμον, ὅστις φθέγξεται
τοιουτονί τι παρακεκινδυνευμένον,
αἰθέρα Διὸς δωμάτιον, ἢ χρόνου πόδα,
ἢ φρένα μὲν οὐκ ἐθέλουσαν ὀμόσαι καθʼ ἱερῶν,
130
γλῶτταν δʼ ἐπιορκήσασαν ἰδίᾳ τῆς φρενός.

Ἡρακλῆς

σὲ δὲ ταῦτʼ ἀρέσκει;

Διόνυσος

μἀλλὰ πλεῖν ἢ μαίνομαι.

Ἡρακλῆς

ἦ μὴν κόβαλά γʼ ἐστίν, ὡς καὶ σοὶ δοκεῖ.

Διόνυσος

μὴ τὸν ἐμὸν οἴκει νοῦν· ἔχεις γὰρ οἰκίαν.
135

Ἡρακλῆς

καὶ μὴν ἀτεχνῶς γε παμπόνηρα φαίνεται.

Διόνυσος

δειπνεῖν με δίδασκε.

Ξανθίας

περὶ ἐμοῦ δʼ οὐδεὶς λόγος.

Διόνυσος

ἀλλʼ ὧνπερ ἕνεκα τήνδε τὴν σκευὴν ἔχων
ἦλθον κατὰ σὴν μίμησιν, ἵνα μοι τοὺς ξένους
140
τοὺς σοὺς φράσειας, εἰ δεοίμην, οἷσι σὺ
ἐχρῶ τόθʼ, ἡνίκʼ ἐπὶ τὸν Κέρβερον,
τούτους φράσον μοι, λιμένας ἀρτοπώλια
πορνεῖʼ ἀναπαύλας ἐκτροπὰς κρήνας ὁδοὺς
πόλεις διαίτας πανδοκευτρίας, ὅπου
145
κόρεις ὀλίγιστοι.

Ξανθίας

περὶ ἐμοῦ δʼ οὐδεὶς λόγος.

Ἡρακλῆς

ὦ σχέτλιε τολμήσεις γὰρ ἰέναι καὶ σύ γε;

Διόνυσος

μηδὲν ἔτι πρὸς ταῦτʼ, ἀλλὰ φράζε τῶν ὁδῶν
ὅπῃ τάχιστʼ ἀφιξόμεθʼ εἰς Ἅιδου κάτω·
150
καὶ μήτε θερμὴν μήτʼ ἄγαν ψυχρὰν φράσῃς.

Ἡρακλῆς

φέρε δὴ τίνʼ αὐτῶν σοι φράσω πρώτην; τίνα;
μία μὲν γὰρ ἔστιν ἀπὸ κάλω καὶ θρανίου,
κρεμάσαντι σαυτόν.

Διόνυσος

παῦε, πνιγηρὰν λέγεις.
155

Ἡρακλῆς

ἀλλʼ ἔστιν ἀτραπὸς ξύντομος τετριμμένη
ἡ διὰ θυείας.

Διόνυσος

ἆρα κώνειον λέγεις;

Ἡρακλῆς

μάλιστά γε.

Διόνυσος

ψυχράν γε καὶ δυσχείμερον·
160
εὐθὺς γὰρ ἀποπήγνυσι τἀντικνήμια.

Ἡρακλῆς

βούλει κατάντη καὶ ταχεῖαν σοι φράσω;

Διόνυσος

νὴ τὸν Δίʼ ὡς ὄντος γε μὴ βαδιστικοῦ.

Ἡρακλῆς

καθέρπυσόν νυν ἐς Κεραμεικόν.

Διόνυσος

κᾆτα τί;
165

Ἡρακλῆς

ἀναβὰς ἐπὶ τὸν πύργον τὸν ὑψηλόν —

Διόνυσος

τί δρῶ;

Ἡρακλῆς

ἀφιεμένην τὴν λαμπάδʼ ἐντεῦθεν θεῶ,
κἄπειτʼ ἐπειδὰν φῶσιν οἱ θεώμενοι
εἷναι, τόθʼ εἷναι καὶ σὺ σαυτόν.
170

Διόνυσος

ποῖ

Ἡρακλῆς

κάτω.

Διόνυσος

ἀλλʼ ἀπολέσαιμʼ ἂν ἐγκεφάλου θρίω δύο.
οὐκ ἂν βαδίσαιμι τὴν ὁδὸν ταύτην.

Ἡρακλῆς

τί δαί;
175

Διόνυσος

ἥνπερ σὺ τότε κατῆλθες.

Ἡρακλῆς

ἀλλʼ ὁ πλοῦς πολύς.
εὐθὺς γὰρ ἐπὶ λίμνην μεγάλην ἥξεις πάνυ
ἄβυσσον.

Διόνυσος

εἶτα πῶς περαιωθήσομαι;
180

Ἡρακλῆς

ἐν πλοιαρίῳ τυννουτῳί σʼ ἀνὴρ γέρων
ναύτης διάξει δύʼ ὀβολὼ μισθὸν λαβών.

Διόνυσος

φεῦ, ὡς μέγα δύνασθον πανταχοῦ τὼ δύʼ ὀβολώ.
πῶς ἠλθέτην κἀκεῖσε;

Ἡρακλῆς

Θησεὺς ἤγαγεν.
185
μετὰ ταῦτʼ ὄφεις καὶ θηρίʼ ὄψει μυρία
δεινότατα.

Διόνυσος

μή μʼ ἔκπληττε μηδὲ δειμάτου·
οὐ γάρ μʼ ἀποτρέψεις.

Ἡρακλῆς

εἶτα βόρβορον πολὺν
190
καὶ σκῶρ ἀείνων· ἐν δὲ τούτῳ κειμένους,
εἴ που ξένον τις ἠδίκησε πώποτε,
ἢ παῖδα κινῶν τἀργύριον ὑφείλετο,
ἢ μητέρʼ ἠλόασεν, ἢ πατρὸς γνάθον
ἐπάταξεν, ἢ ʼπίορκον ὅρκον ὤμοσεν,
195
ἢ Μορσίμου τις ῥῆσιν ἐξεγράψατο.

Διόνυσος

νὴ τοὺς θεοὺς ἐχρῆν γε πρὸς τούτοισι κεἰ
τὴν πυρρίχην τις ἔμαθε τὴν Κινησίου.

Ἡρακλῆς

ἐντεῦθεν αὐλῶν τίς σε περίεισιν πνοή,
ὄψει τε φῶς κάλλιστον ὥσπερ ἐνθάδε,
200
καὶ μυρρινῶνας καὶ θιάσους εὐδαίμονας
ἀνδρῶν γυναικῶν καὶ κρότον χειρῶν πολύν.

Διόνυσος

οὗτοι δὲ δὴ τίνες εἰσίν;

Ἡρακλῆς

οἱ μεμυημένοι —

Ξανθίας

νὴ τὸν Δίʼ ἐγὼ γοῦν ὄνος ἄγω μυστήρια.
205
ἀτὰρ οὐ καθέξω ταῦτα τὸν πλείω χρόνον.

Ἡρακλῆς

οἵ σοι φράσουσʼ ἁπαξάπανθʼ ὧν ἂν δέῃ.
οὗτοι γὰρ ἐγγύτατα παρʼ αὐτὴν τὴν ὁδὸν
ἐπὶ ταῖσι τοῦ Πλούτωνος οἰκοῦσιν θύραις.
καὶ χαῖρε πόλλʼ ὦδελφέ.
210

Διόνυσος

νὴ Δία καὶ σύ γε
ὑγίαινε. σὺ δὲ τὰ στρώματʼ αὖθις λάμβανε.

Ξανθίας

πρὶν καὶ καταθέσθαι;

Διόνυσος

καὶ ταχέως μέντοι πάνυ.

Ξανθίας

μὴ δῆθʼ, ἱκετεύω σʼ, ἀλλὰ μίσθωσαί τινα
215
τῶν ἐκφερομένων, ὅστις ἐπὶ τοῦτʼ ἔρχεται.

Διόνυσος

ἐὰν δὲ μὴ εὕρω;

Ξανθίας

τότε μʼ ἄγειν.

Διόνυσος

καλῶς λέγεις.
καὶ γάρ τινʼ ἐκφέρουσι τουτονὶ νεκρόν,
220
οὗτος, σὲ λέγω μέντοι, σὲ τὸν τεθνηκότα·
ἄνθρωπε βούλει σκευάριʼ εἰς Ἅιδου φέρειν;

Νέκρος

πόσʼ ἄττα;

Διόνυσος

ταυτί.

Νέκρος

δύο δραχμὰς μισθὸν τελεῖς;
225

Διόνυσος

μὰ Δίʼ ἀλλʼ ἔλαττον.

Νέκρος

ὑπάγεθʼ ὑμεῖς τῆς ὁδοῦ.

Διόνυσος

ἀνάμεινον ὦ δαιμόνιʼ, ἐὰν ξυμβῶ τί σοι.

Νέκρος

εἰ μὴ καταθήσεις δύο δραχμάς, μὴ διαλέγου.

Διόνυσος

λάβʼ ἐννέʼ ὀβολούς.
230

Νέκρος

ἀναβιοίην νυν πάλιν.

Ξανθίας

ὡς σεμνὸς ὁ κατάρατος· οὐκ οἰμώξεται;
ἐγὼ βαδιοῦμαι.

Διόνυσος

χρηστὸς εἶ καὶ γεννάδας.
χωρῶμεν ἐπὶ τὸ πλοῖον.
235

Χάρων

ὠὸπ παραβαλοῦ.

Ξανθίας

τουτὶ τί ἔστι;

Διόνυσος

τοῦτο; λίμνη νὴ Δία
αὕτη ʼστὶν ἣν ἔφραζε, καὶ πλοῖόν γʼ ὁρῶ.

Ξανθίας

νὴ τὸν Ποσειδῶ κἄστι γʼ ὁ Χάρων οὑτοσί.
240

Διόνυσος

χαῖρʼ ὦ Χάρων, χαῖρʼ ὦ Χάρων, χαῖρʼ ὦ Χάρων.

Χάρων

τίς εἰς ἀναπαύλας ἐκ κακῶν καὶ πραγμάτων;
τίς ἐς τὸ Λήθης πεδίον, ἢ σʼ Ὄνου πόκας,
ἢ σʼ Κερβερίους, ἢ σʼ κόρακας, ἢ ʼπὶ Ταίναρον;

Διόνυσος

ἐγώ.
245

Χάρων

ταχέως ἔμβαινε.

Διόνυσος

ποῖ σχήσειν δοκεῖς;
ἐς κόρακας ὄντως;

Χάρων

ναὶ μὰ Δία σοῦ γʼ οὕνεκα.
ἔσβαινε δή.
250

Διόνυσος

παῖ δεῦρο.

Χάρων

δοῦλον οὐκ ἄγω,
εἰ μὴ νεναυμάχηκε τὴν περὶ τῶν κρεῶν.

Ξανθίας

μὰ τὸν Δίʼ οὐ γὰρ ἀλλʼ ἔτυχον ὀφθαλμιῶν.

Χάρων

οὔκουν περιθρέξει δῆτα τὴν λίμνην κύκλῳ;
255

Ξανθίας

ποῦ δῆτʼ ἀναμενῶ;

Χάρων

παρὰ τὸν Αὑαίνου λίθον
ἐπὶ ταῖς ἀναπαύλαις.

Διόνυσος

μανθάνεις;

Ξανθίας

πάνυ μανθάνω.
260
οἴμοι κακοδαίμων, τῷ ξυνέτυχον ἐξιών;

Χάρων

κάθιζʼ ἐπὶ κώπην. εἴ τις ἔτι πλεῖ, σπευδέτω.
οὗτος τί ποιεῖς;

Διόνυσος

ὅ τι ποιῶ; τί δʼ ἄλλο γʼ ἢ
ἵζω ʼπὶ κώπην, οὗπερ ἐκέλευές με σύ;
265

Χάρων

οὔκουν καθεδεῖ δῆτʼ ἐνθαδὶ γάστρων;

Διόνυσος

ἰδού.

Χάρων

οὔκουν προβαλεῖ τὼ χεῖρε κἀκτενεῖς;

Διόνυσος

ἰδού.

Χάρων

οὐ μὴ φλυαρήσεις ἔχων ἀλλʼ ἀντιβὰς
270
ἐλᾷς προθύμως;

Διόνυσος

κᾆτα πῶς δυνήσομαι
ἄπειρος ἀθαλάττωτος ἀσαλαμίνιος
ὢν εἶτʼ ἐλαύνειν;

Χάρων

ῥᾷστʼ· ἀκούσει γὰρ μέλη
275
κάλλιστʼ, ἐπειδὰν ἐμβάλῃς ἅπαξ,

Διόνυσος

τίνων;

Χάρων

βατράχων κύκνων θαυμαστά.

Διόνυσος

κατακέλευε δή.

Χάρων

ὦ ὀπὸπ ὦ ὀπόπ.
280

Βάτραχοι

βρεκεκεκὲξ κοὰξ κοάξ,
βρεκεκεκὲξ κοὰξ κοάξ.
λιμναῖα κρηνῶν τέκνα,
ξύναυλον ὕμνων βοὰν
φθεγξώμεθʼ, εὔγηρυν ἐμὰν ἀοιδάν,
285
κοὰξ κοάξ,
ἣν ἀμφὶ Νυσήιον
Διὸς Διόνυσον ἐν
Λίμναισιν ἰαχήσαμεν,
ἡνίχʼ ὁ κραιπαλόκωμος
290
τοῖς ἱεροῖσι Χύτροισι
χωρεῖ κατʼ ἐμὸν τέμενος λαῶν ὄχλος.
βρεκεκεκὲξ κοὰξ κοάξ.

Διόνυσος

ἐγὼ δέ γʼ ἀλγεῖν ἄρχομαι
τὸν ὄρρον ὦ κοὰξ κοάξ·
295
ὑμῖν δʼ ἴσως οὐδὲν μέλει.

Βάτραχοι

βρεκεκεκὲξ κοὰξ κοάξ.

Διόνυσος

ἀλλʼ ἐξόλοισθʼ αὐτῷ κοάξ·
οὐδὲν γάρ ἐστʼ ἀλλʼ ἢ κοάξ.

Βάτραχοι

εἰκότως γʼ ὦ πολλὰ πράττων.
300
ἐμὲ γὰρ ἔστερξαν εὔλυροί τε Μοῦσαι
καὶ κεροβάτας Πὰν ὁ καλαμόφθογγα παίζων·
προσεπιτέρπεται δʼ ὁ φορμικτὰς Ἀπόλλων,
ἕνεκα δόνακος, ὃν ὑπολύριον
ἔνυδρον ἐν λίμναις τρέφω.
305
βρεκεκεκὲξ κοάξ κοάξ.

Διόνυσος

ἐγὼ δὲ φλυκταίνας γʼ ἔχω,
χὠ πρωκτὸς ἰδίει πάλαι,
κᾆτʼ αὐτίκʼ ἐκκύψας ἐρεῖ —

Βάτραχοι

βρεκεκεκὲξ κοὰξ κοάξ.
310

Διόνυσος

ἀλλʼ ὦ φιλῳδὸν γένος
παύσασθε.

Βάτραχοι

μᾶλλον μὲν οὖν
φθεγξόμεσθʼ, εἰ δή ποτʼ εὐηλίοις
ἐν ἁμέραισιν
315
ἡλάμεσθα διὰ κυπείρου
καὶ φλέω, χαίροντες ᾠδῆς
πολυκολύμβοισι μέλεσιν,
ἢ Διὸς φεύγοντες ὄμβρον
ἔνυδρον ἐν βυθῷ χορείαν
320
αἰόλαν ἐφθεγξάμεσθα
πομφολυγοπαφλάσμασιν.

Διόνυσος

βρεκεκεκὲξ κοὰξ κοάξ.
τουτὶ παρʼ ὑμῶν λαμβάνω.

Βάτραχοι

δεινά τἄρα πεισόμεσθα.
325

Διόνυσος

δεινότερα δʼ ἔγωγʼ, ἐλαύνων
εἰ διαρραγήσομαι.

Βάτραχοι

βρεκεκεκὲξ κοὰξ κοάξ.

Διόνυσος

οἰμώζετʼ· οὐ γάρ μοι μέλει.

Βάτραχοι

ἀλλὰ μὴν κεκραξόμεσθά γʼ
330
ὁπόσον ἡ φάρυξ ἂν ἡμῶν
χανδάνῃ διʼ ἡμέρας.

Διόνυσος

βρεκεκεκὲξ κοὰξ κοάξ.
τούτῳ γὰρ οὐ νικήσετε.

Βάτραχοι

οὐδὲ μὴν ἡμᾶς σὺ πάντως.
335

Διόνυσος

οὐδὲ μὴν ὑμεῖς γʼ ἐμὲ
οὐδέποτε· κεκράξομαι γὰρ
κἂν δέῃ διʼ ἡμέρας
βρεκεκεκὲξ κοὰξ κοάξ,
ἕως ἂν ὑμῶν ἐπικρατήσω τῷ κοάξ,
340
βρεκεκεκὲξ κοὰξ κοάξ.
ἔμελλον ἄρα παύσειν ποθʼ ὑμᾶς τοῦ κοάξ.

Χάρων

ὢ παῦε παῦε, παραβαλοῦ τὼ κωπίω,
ἔκβαινʼ, ἀπόδος τὸν ναῦλον.

Διόνυσος

ἔχε δὴ τὠβολώ.
345
ὁ Ξανθίας. ποῦ Ξανθίας; ἦ Ξανθία.

Ξανθίας

ἰαῦ.

Διόνυσος

βάδιζε δεῦρο.

Ξανθίας

χαῖρʼ ὦ δέσποτα.

Διόνυσος

τί ἔστι τἀνταυθοῖ;
350

Ξανθίας

σκότος καὶ βόρβορος.

Διόνυσος

κατεῖδες οὖν που τοὺς πατραλοίας αὐτόθι
καὶ τοὺς ἐπιόρκους, οὓς ἔλεγεν ἡμῖν;

Ξανθίας

σὺ δʼ οὔ;

Διόνυσος

νὴ τὸν Ποσειδῶ ʼγωγε, καὶ νυνί γʼ ὁρῶ.
355
ἄγε δὴ τί δρῶμεν;

Ξανθίας

προϊέναι βέλτιστα νῷν,
ὡς οὗτος ὁ τόπος ἐστὶν οὗ τὰ θηρία
τὰ δείνʼ ἔφασκʼ ἐκεῖνος.

Διόνυσος

ὡς οἰμώξεται.
360
ἠλαζονεύεθʼ ἵνα φοβηθείην ἐγώ,
εἰδώς με μάχιμον ὄντα φιλοτιμούμενος.
οὐδὲν γὰρ οὕτω γαῦρόν ἐσθʼ ὡς Ἡρακλῆς.
ἐγὼ δέ γʼ εὐξαίμην ἂν ἐντυχεῖν τινι
λαβεῖν τʼ ἀγώνισμʼ ἄξιόν τι τῆς ὁδοῦ.
365

Ξανθίας

νὴ τὸν Δία καὶ μὴν αἰσθάνομαι ψόφου τινός.

Διόνυσος

ποῦ ποῦ ʼστιν;

Ξανθίας

ἐξόπισθεν.

Διόνυσος

ἐξόπισθʼ ἴθι.

Ξανθίας

ἀλλʼ ἐστὶν ἐν τῷ πρόσθε.
370

Διόνυσος

πρόσθε νυν ἴθι.

Ξανθίας

καὶ μὴν ὁρῶ νὴ τὸν Δία θηρίον μέγα.

Διόνυσος

ποῖόν τι;

Ξανθίας

δεινόν· παντοδαπὸν γοῦν γίγνεται
τοτὲ μέν γε βοῦς, νυνὶ δʼ ὀρεύς, τοτὲ δʼ αὖ γυνὴ
375
ὡραιοτάτη τις.

Διόνυσος

ποῦ ʼστι; φέρʼ ἐπʼ αὐτὴν ἴω.

Ξανθίας

ἀλλʼ οὐκέτʼ αὖ γυνή ʼστιν, ἀλλʼ ἤδη κύων.

Διόνυσος

Ἔμπουσα τοίνυν ἐστί.

Ξανθίας

πυρὶ γοῦν λάμπεται
380
ἅπαν τὸ πρόσωπον.

Διόνυσος

καὶ σκέλος χαλκοῦν ἔχει;

Ξανθίας

νὴ τὸν Ποσειδῶ, καὶ βολίτινον θάτερον,
σάφʼ ἴσθι.

Διόνυσος

ποῖ δῆτʼ ἂν τραποίμην;
385

Ξανθίας

ποῖ δʼ ἐγώ;

Διόνυσος

ἱερεῦ διαφύλαξόν μʼ, ἵνʼ ὦ σοι ξυμπότης.

Ξανθίας

ἀπολούμεθʼ ὦναξ Ἡράκλεις.

Διόνυσος

οὐ μὴ καλεῖς μʼ
ὦνθρωφʼ, ἱκετεύω, μηδὲ κατερεῖς τοὔνομα.
390

Ξανθίας

Διόνυσε τοίνυν.

Διόνυσος

τοῦτό γʼ ἧττον θατέρου.
ἴθʼ ᾗπερ ἔρχει.

Ξανθίας

δεῦρο δεῦρʼ ὦ δέσποτα.

Διόνυσος

τί δʼ ἔστι;
395

Ξανθίας

θάρρει· πάντʼ ἀγαθὰ πεπράγαμεν,
ἔξεστί θʼ ὥσπερ Ἡγέλοχος ἡμῖν λέγειν,
ἐκ κυμάτων γὰρ αὖθις αὖ γαλῆν ὁρῶ.
ἥμπουσα φρούδη.

Διόνυσος

κατόμοσον.
400

Ξανθίας

νὴ τὸν Δία.

Διόνυσος

καὖθις κατόμοσον.

Ξανθίας

νὴ Δίʼ.

Διόνυσος

ὄμοσον.

Ξανθίας

νὴ Δία.
405

Διόνυσος

οἴμοι τάλας, ὡς ὠχρίασʼ αὐτὴν ἰδών.

Ξανθίας

ὁδὶ δὲ δείσας ὑπερεπυρρίασέ σου.

Διόνυσος

οἴμοι, πόθεν μοι τὰ κακὰ ταυτὶ προσέπεσεν;
τίνʼ αἰτιάσομαι θεῶν μʼ ἀπολλύναι;

Ξανθίας

αἰθέρα Διὸς δωμάτιον ἢ χρόνου πόδα;
410

Διόνυσος

οὗτος.

Ξανθίας

τί ἔστιν;

Διόνυσος

οὐ κατήκουσας;

Ξανθίας

τίνος;

Διόνυσος

αὐλῶν πνοῆς.
415

Ξανθίας

ἔγωγε, καὶ δᾴδων γέ με
αὔρα τις εἰσέπνευσε μυστικωτάτη.

Διόνυσος

ἀλλʼ ἠρεμὶ πτήξαντες ἀκροασώμεθα.

Χορός

Ἴακχʼ ὦ Ἴακχε.
Ἴακχʼ ὦ Ἴακχε.
420

Ξανθίας

τοῦτʼ ἔστʼ ἐκεῖνʼ ὦ δέσποθʼ· οἱ μεμυημένοι
ἐνταῦθά που παίζουσιν, οὓς ἔφραζε νῷν.
ᾄδουσι γοῦν τὸν Ἴακχον ὅνπερ Διαγόρας.

Διόνυσος

κἀμοὶ δοκοῦσιν. ἡσυχίαν τοίνυν ἄγειν
βέλτιστόν ἐσθʼ, ἕως ἂν εἰδῶμεν σαφῶς.
425

Χορός

Ἴακχʼ ὦ πολυτίμητʼ ἐν ἕδραις ἐνθάδε ναίων,
Ἴακχʼ ὦ Ἴακχε,
ἐλθὲ τόνδʼ ἀνὰ λειμῶνα χορεύσων
ὁσίους ἐς θιασώτας,
πολύκαρπον μὲν τινάσσων
430
περὶ κρατὶ σῷ βρύοντα
στέφανον μύρτων, θρασεῖ δʼ ἐγκατακρούων
ποδὶ τὰν ἀκόλαστον
φιλοπαίγμονα τιμάν,
χαρίτων πλεῖστον ἔχουσαν μέρος, ἁγνάν, ἱερὰν
435
ὁσίοις μύσταις χορείαν.

Ξανθίας

ὦ πότνια πολυτίμητε Δήμητρος κόρη,
ὡς ἡδύ μοι προσέπνευσε χοιρείων κρεῶν.

Διόνυσος

οὔκουν ἀτρέμʼ ἕξεις, ἤν τι καὶ χορδῆς λάβῃς;

Χορός

ἔγειρε φλογέας λαμπάδας ἐν χερσὶ γὰρ ἥκει τινάσσων,
440
Ἴακχʼ ὦ Ἴακχε,
νυκτέρου τελετῆς φωσφόρος ἀστήρ.
φλογὶ φέγγεται δὲ λειμών·
γόνυ πάλλεται γερόντων·
ἀποσείονται δὲ λύπας
445
χρονίους τʼ ἐτῶν παλαιῶν ἐνιαυτοὺς
ἱερᾶς ὑπὸ τιμᾶς.
σὺ δὲ λαμπάδι φλέγων
προβάδην ἔξαγʼ ἐπʼ ἀνθηρὸν ἕλειον δάπεδον
χοροποιὸν μάκαρ ἥβαν.
450
εὐφημεῖν χρὴ κἀξίστασθαι τοῖς ἡμετέροισι χοροῖσιν,
ὅστις ἄπειρος τοιῶνδε λόγων ἢ γνώμῃ μὴ καθαρεύει,
ἢ γενναίων ὄργια Μουσῶν μήτʼ εἶδεν μήτʼ ἐχόρευσεν,
μηδὲ Κρατίνου τοῦ ταυροφάγου γλώττης Βακχεῖʼ ἐτελέσθη,
ἢ βωμολόχοις ἔπεσιν χαίρει μὴ νʼ καιρῷ τοῦτο ποιοῦσιν,
455
ἢ στάσιν ἐχθρὰν μὴ καταλύει μηδʼ εὔκολός ἐστι πολίταις,
ἀλλʼ ἀνεγείρει καὶ ῥιπίζει κερδῶν ἰδίων ἐπιθυμῶν.
ἢ τῆς πόλεως χειμαζομένης ἄρχων καταδωροδοκεῖται,
ἢ προδίδωσιν φρούριον ἢ ναῦς, ἢ τἀπόρρητʼ ἀποπέμπει
ἐξ Αἰγίνης Θωρυκίων ὢν εἰκοστολόγος κακοδαίμων,
460
ἀσκώματα καὶ λίνα καὶ πίτταν διαπέμπων εἰς Ἐπίδαυρον,
ἢ χρήματα ταῖς τῶν ἀντιπάλων ναυσὶν παρέχειν τινὰ πείθει,
ἢ κατατιλᾷ τῶν Ἑκαταίων κυκλίοισι χοροῖσιν ὑπᾴδων,
ἢ τοὺς μισθοὺς τῶν ποιητῶν ῥήτωρ ὢν εἶτʼ ἀποτρώγει,
κωμῳδηθεὶς ἐν ταῖς πατρίοις τελεταῖς ταῖς τοῦ Διονύσου·
465
τούτοις αὐδῶ καὖθις ἀπαυδῶ καὖθις τὸ τρίτον μάλʼ ἀπαυδῶ
ἐξίστασθαι μύσταισι χοροῖς· ὑμεῖς δʼ ἀνεγείρετε μολπὴν
καὶ παννυχίδας τὰς ἡμετέρας αἳ τῇδε πρέπουσιν ἑορτῇ.
χώρει νυν πᾶς ἀνδρείως
ἐς τοὺς εὐανθεῖς κόλπους
470
λειμώνων ἐγκρούων
κἀπισκώπτων
καὶ παίζων καὶ χλευάζων,
ἠρίστηται δʼ ἐξαρκούντως.
ἀλλʼ ἔμβα χὤπως ἀρεῖς
475
τὴν Σώτειραν γενναίως
τῇ φωνῇ μολπάζων,
ἣ τὴν χώραν
σῴζειν φήσʼ ἐς τὰς ὥρας,
κἂν Θωρυκίων μὴ βούληται.
480
ἄγε νυν ἑτέραν ὕμνων ἰδέαν τὴν καρποφόρον βασίλειαν
Δήμητρα θεὰν ἐπικοσμοῦντες ζαθέαις μολπαῖς κελαδεῖτε.
Δήμητερ ἁγνῶν ὀργίων
ἄνασσα συμπαραστάτει,
καὶ σῷζε τὸν σαυτῆς χορόν,
485
καί μʼ ἀσφαλῶς πανήμερον
παῖσαί τε καὶ χορεῦσαι·
καὶ πολλὰ μὲν γέλοιά μʼ εἰ —
πεῖν, πολλὰ δὲ σπουδαῖα, καὶ
τῆς σῆς ἑορτῆς ἀξίως
490
παίσαντα καὶ σκώψαντα νι —
κήσαντα ταινιοῦσθαι.
ἄγʼ εἶα
νῦν καὶ τὸν ὡραῖον θεὸν παρακαλεῖτε δεῦρο
ᾠδαῖσι, τὸν ξυνέμπορον τῆσδε τῆς χορείας.
495
Ἴακχε πολυτίμητε, μέλος ἑορτῆς
ἥδιστον εὑρών, δεῦρο συνακολούθει
πρὸς τὴν θεὸν
καὶ δεῖξον ὡς ἄνευ πόνου
πολλὴν ὁδὸν περαίνεις.
500
Ἴακχε φιλοχορευτὰ συμπρόπεμπέ με.
σὺ γὰρ κατεσχίσω μὲν ἐπὶ γέλωτι
κἀπʼ εὐτελείᾳ τόδε τὸ σανδαλίσκον
καὶ τὸ ῥάκος,
κἀξηῦρες ὥστʼ ἀζημίους
505
παίζειν τε καὶ χορεύειν.
Ἴακχε φιλοχορευτὰ συμπρόπεμπέ με.
καὶ γὰρ παραβλέψας τι μειρακίσκης
νῦν δὴ κατεῖδον καὶ μάλʼ εὐπροσώπου
συμπαιστρίας
510
χιτωνίου παραρραγέν —
τος τιτθίον προκύψαν.
Ἴακχε φιλοχορευτὰ συμπρόπεμπέ με.

Διόνυσος

ἐγὼ δʼ ἀεί πως φιλακόλου —
θός εἰμι καὶ μετʼ αὐτῆς
515
παίζων χορεύειν βούλομαι.

Ξανθίας

κἄγωγε πρός.

Χορός

βούλεσθε δῆτα κοινῇ
σκώψωμεν Ἀρχέδημον;
ὃς ἑπτέτης ὢν οὐκ ἔφυσε φράτερας.
520
νυνὶ δὲ δημαγωγεῖ
ἐν τοῖς ἄνω νεκροῖσι,
κἀστὶν τὰ πρῶτα τῆς ἐκεῖ μοχθηρίας.
τὸν Κλεισθένους δʼ ἀκούω
ἐν ταῖς ταφαῖσι πρωκτὸν
525
τίλλειν ἑαυτοῦ καὶ σπαράττειν τὰς γνάθους·
κἀκόπτετʼ ἐγκεκυφώς,
κἄκλαε κἀκεκράγει
Σεβῖνον ὅστις ἐστὶν ἁναφλύστιος.
καὶ Καλλίαν γέ φασι
530
τοῦτον τὸν Ἱπποβίνου
κύσθου λεοντῆν ναυμαχεῖν ἐνημμένον.

Διόνυσος

ἔχοιτʼ ἂν οὖν φράσαι νῷν
Πλούτωνʼ ὅπου ʼνθάδʼ οἰκεῖ;
ξένω γάρ ἐσμεν ἀρτίως ἀφιγμένω.
535

Χορός

μηδὲν μακρὰν ἀπέλθῃς,
μηδʼ αὖθις ἐπανέρῃ με,
ἀλλʼ ἴσθʼ ἐπʼ αὐτὴν θύραν ἀφιγμένος.

Διόνυσος

αἴροιʼ ἂν αὖθις ὦ παῖ.

Ξανθίας

τουτὶ τί ἦν τὸ πρᾶγμα;
540
ἀλλʼ ἢ Διὸς Κόρινθος ἐν τοῖς στρώμασιν.

Χορός

χωρεῖτε
νῦν ἱερὸν ἀνὰ κύκλον θεᾶς, ἀνθοφόρον ἀνʼ ἄλσος
παίζοντες οἷς μετουσία θεοφιλοῦς ἑορτῆς·
ἐγὼ δὲ σὺν ταῖσιν κόραις εἶμι καὶ γυναιξίν,
545
οὗ παννυχίζουσιν θεᾷ, φέγγος ἱερὸν οἴσων.
χωρῶμεν ἐς πολυρρόδους
λειμῶνας ἀνθεμώδεις,
τὸν ἡμέτερον τρόπον
τὸν καλλιχορώτατον
550
παίζοντες, ὃν ὄλβιαι
Μοῖραι ξυνάγουσιν.
μόνοις γὰρ ἡμῖν ἥλιος
καὶ φέγγος ἱλαρόν ἐστιν,
ὅσοι μεμυήμεθʼ εὐ —
555
σεβῆ τε διήγομεν
τρόπον περὶ τοὺς ξένους
καὶ τοὺς ἰδιώτας.

Διόνυσος

ἄγε δὴ τίνα τρόπον τὴν θύραν κόψω; τίνα;
πῶς ἐνθάδʼ ἄρα κόπτουσιν οὑπιχώριοι;
560

Ξανθίας

οὐ μὴ διατρίψεις, ἀλλὰ γεύσει τῆς θύρας,
καθʼ Ἡρακλέα τὸ σχῆμα καὶ τὸ λῆμʼ ἔχων.

Διόνυσος

παῖ παῖ.

Ἄιακος

τίς οὗτος;

Διόνυσος

Ἡρακλῆς ὁ καρτερός.
565

Ἄιακος

ὦ βδελυρὲ κἀναίσχυντε καὶ τολμηρὲ σὺ
καὶ μιαρὲ καὶ παμμίαρε καὶ μιαρώτατε,
ὃς τὸν κύνʼ ἡμῶν ἐξελάσας τὸν Κέρβερον
ἀπῇξας ἄγχων κἀποδρὰς ᾤχου λαβών,
ὃν ἐγὼ ʼφύλαττον. ἀλλὰ νῦν ἔχει μέσος·
570
τοία Στυγός σε μελανοκάρδιος πέτρα
Ἀχερόντιός τε σκόπελος αἱματοσταγὴς
φρουροῦσι, Κωκυτοῦ τε περίδρομοι κύνες,
ἔχιδνά θʼ ἑκατογκέφαλος, ἣ τὰ σπλάγχνα σου
διασπαράξει, πλευμόνων τʼ ἀνθάψεται
575
Ταρτησία μύραινα· τὼ νεφρὼ δέ σου
αὐτοῖσιν ἐντέροισιν ᾑματωμένω
διασπάσονται Γοργόνες Τειθράσιαι,
ἐφʼ ἃς ἐγὼ δρομαῖον ὁρμήσω πόδα.

Ξανθίας

οὗτος τί δέδρακας;
580

Διόνυσος

ἐγκέχοδα· κάλει θεόν.

Ξανθίας

ὦ καταγέλαστʼ οὔκουν ἀναστήσει ταχὺ
πρίν τινά σʼ ἰδεῖν ἀλλότριον;

Διόνυσος

ἀλλʼ ὡρακιῶ.
ἀλλʼ οἶσε πρὸς τὴν καρδίαν μου σφογγιάν.
585

Ξανθίας

ἰδοὺ λαβέ, προσθοῦ.

Διόνυσος

ποῦ ʼστιν;

Ξανθίας

ὦ χρυσοῖ θεοὶ
ἐνταῦθʼ ἔχεις τὴν καρδίαν;

Διόνυσος

δείσασα γὰρ
590
ἐς τὴν κάτω μου κοιλίαν καθείρπυσεν.

Ξανθίας

ὦ δειλότατε θεῶν σὺ κἀνθρώπων.

Διόνυσος

ἐγώ;
πῶς δειλὸς ὅστις σφογγιὰν ᾔτησά σε;
οὐκ ἂν ἕτερός γʼ αὔτʼ ἠργάσατʼ ἀνήρ.
595

Ξανθίας

ἀλλὰ τί;

Διόνυσος

κατέκειτʼ ἂν ὀσφραινόμενος, εἴπερ δειλὸς ἦν·
ἐγὼ δʼ ἀνέστην καὶ προσέτʼ ἀπεψησάμην.

Ξανθίας

ἀνδρεῖά γʼ ὦ Πόσειδον.

Διόνυσος

οἶμαι νὴ Δία.
600
σὺ δʼ οὐκ ἔδεισας τὸν ψόφον τῶν ῥημάτων
καὶ τὰς ἀπειλάς;

Ξανθίας

οὐ μὰ Δίʼ οὐδʼ ἐφρόντισα.

Διόνυσος

ἴθι νυν ἐπειδὴ ληματίας κἀνδρεῖος εἶ,
σὺ μὲν γενοῦ ʼγὼ τὸ ῥόπαλον τουτὶ λαβὼν
605
καὶ τὴν λεοντῆν, εἴπερ ἀφοβόσπλαγχνος εἶ·
ἐγὼ δʼ ἔσομαί σοι σκευοφόρος ἐν τῷ μέρει.

Ξανθίας

φέρε δὴ ταχέως αὔτʼ· οὐ γὰρ ἀλλὰ πειστέον·
καὶ βλέψον ἐς τὸν Ἡρακλειοξανθίαν,
εἰ δειλὸς ἔσομαι καὶ κατὰ σὲ τὸ λῆμʼ ἔχων.
610

Διόνυσος

μὰ Δίʼ ἀλλʼ ἀληθῶς οὑκ Μελίτης μαστιγίας.
φέρε νυν ἐγὼ τὰ στρώματʼ αἴρωμαι ταδί.

Θεράπαινα

ὦ φίλταθʼ ἥκεις Ἡράκλεις; δεῦρʼ εἴσιθι.
ἡ γὰρ θεός σʼ ὡς ἐπύθεθʼ ἥκοντʼ, εὐθέως
ἔπεττεν ἄρτους, ἧψε κατερεικτῶν χύτρας
615
ἔτνους δύʼ ἢ τρεῖς, βοῦν ἀπηνθράκιζʼ ὅλον,
πλακοῦντας ὤπτα κολλάβους. ἀλλʼ εἴσιθι.

Ξανθίας

κάλλιστʼ, ἐπαινῶ.

Θεράπαινα

μὰ τὸν Ἀπόλλω οὐ μή σʼ ἐγὼ
περιόψομἀπελθόντʼ, ἐπεί τοι καὶ κρέα
620
ἀνέβραττεν ὀρνίθεια, καὶ τραγήματα
ἔφρυγε, κᾦνον ἀνεκεράννυ γλυκύτατον.
ἀλλʼ εἴσιθʼ ἅμʼ ἐμοί.

Ξανθίας

πάνυ καλῶς.

Θεράπαινα

ληρεῖς ἔχων
625
οὐ γάρ σʼ ἀφήσω. καὶ γὰρ αὐλητρίς γέ σοι
ἥδʼ ἔνδον ἔσθʼ ὡραιοτάτη κὠρχηστρίδες
ἕτεραι δύʼ ἢ τρεῖς.

Ξανθίας

πῶς λέγεις; ὀρχηστρίδες;

Θεράπαινα

ἡβυλλιῶσαι κἄρτι παρατετιλμέναι.
630
ἀλλʼ εἴσιθʼ, ὡς ὁ μάγειρος ἤδη τὰ τεμάχη
ἔμελλʼ ἀφαιρεῖν χἠ τράπεζʼ εἰσῄρετο.

Ξανθίας

ἴθι νυν φράσον πρώτιστα ταῖς ὀρχηστρίσιν
ταῖς ἔνδον οὔσαις αὐτὸς ὅτι εἰσέρχομαι.
ὁ παῖς ἀκολούθει δεῦρο τὰ σκεύη φέρων.
635

Διόνυσος

ἐπίσχες οὗτος. οὔ τί που σπουδὴν ποιεῖ,
ὁτιή σε παίζων Ἡρακλέα ʼνεσκεύασα;
οὐ μὴ φλυαρήσεις ἔχων ὦ Ξανθία,
ἀλλʼ ἀράμενος οἴσεις πάλιν τὰ στρώματα.

Ξανθίας

τί δʼ ἔστιν; οὔ τι πού μʼ ἀφελέσθαι διανοεῖ
640
ἅδωκας αὐτός;

Διόνυσος

οὐ τάχʼ, ἀλλʼ ἤδη ποιῶ.
κατάθου τὸ δέρμα.

Ξανθίας

ταῦτʼ ἐγὼ μαρτύρομαι
καὶ τοῖς θεοῖσιν ἐπιτρέπω.
645

Διόνυσος

ποίοις θεοῖς;
τὸ δὲ προσδοκῆσαί σʼ οὐκ ἀνόητον καὶ κενὸν
ὡς δοῦλος ὢν καὶ θνητὸς Ἀλκμήνης ἔσει;

Ξανθίας

ἀμέλει καλῶς· ἔχʼ αὔτʼ. ἴσως γάρ τοί ποτε
ἐμοῦ δεηθείης ἄν, εἰ θεὸς θέλοι.
650

Χορός

ταῦτα μὲν πρὸς ἀνδρός ἐστι
νοῦν ἔχοντος καὶ φρένας καὶ
πολλὰ περιπεπλευκότος,
μετακυλίνδειν αὑτὸν ἀεὶ
πρὸς τὸν εὖ πράττοντα τοῖχον
655
μᾶλλον ἢ γεγραμμένην
εἰκόνʼ ἑστάναι, λαβόνθʼ ἓν
σχῆμα· τὸ δὲ μεταστρέφεσθαι
πρὸς τὸ μαλθακώτερον
δεξιοῦ πρὸς ἀνδρός ἐστι
660
καὶ φύσει Θηραμένους.

Διόνυσος

οὐ γὰρ ἂν γέλοιον ἦν, εἰ
Ξανθίας μὲν δοῦλος ὢν ἐν
στρώμασιν Μιλησίοις
ἀνατετραμμένος κυνῶν ὀρ —
665
χηστρίδʼ εἶτʼ ᾔτησεν ἀμίδʼ, ἐγὼ
δὲ πρὸς τοῦτον βλέπων
τοὐρεβίνθου ʼδραττόμην, οὗ —
τος δʼ ἅτʼ ὢν αὐτὸς πανοῦργος
εἶδε, κᾆτʼ ἐκ τῆς γνάθου
670
πὺξ πατάξας μοὐξέκοψε
τοῦ χοροῦ τοὺς προσθίους;

Πανδοκευτρία

Πλαθάνη Πλαθάνη δεῦρʼ ἔλθʼ, ὁ πανοῦργος οὑτοσί,
ὃς ἐς τὸ πανδοκεῖον εἰσελθών ποτε
ἑκκαίδεκʼ ἄρτους κατέφαγʼ ἡμῶν.
675

Πλαθάνη

νὴ Δία
ἐκεῖνος αὐτὸς δῆτα.

Ξανθίας

κακὸν ἥκει τινί.

Πανδοκευτρία

καὶ κρέα γε πρὸς τούτοισιν ἀνάβραστʼ εἴκοσιν
ἀνʼ ἡμιωβολιαῖα.
680

Ξανθίας

δώσει τις δίκην.

Πανδοκευτρία

καὶ τὰ σκόροδα τὰ πολλά.

Διόνυσος

ληρεῖς ὦ γύναι
κοὐκ οἶσθʼ ὅ τι λέγεις.

Πανδοκευτρία

οὐ μὲν οὖν με προσεδόκας,
685
ὁτιὴ κοθόρνους εἶχες, ἂν γνῶναί σʼ ἔτι;
τί δαί; τὸ πολὺ τάριχος οὐκ εἴρηκά πω.

Πλαθάνη.

μὰ Δίʼ οὐδὲ τὸν τυρόν γε τὸν χλωρὸν τάλαν,
ὃν οὗτος αὐτοῖς τοῖς ταλάροις κατήσθιεν

Πανδοκευτρία

κἄπειτʼ ἐπειδὴ τἀργύριον ἐπραττόμην,
690
ἔβλεψεν ἔς με δριμὺ κἀμυκᾶτό γε.

Ξανθίας

τούτου πάνυ τοὔργον· οὗτος ὁ τρόπος πανταχοῦ.

Πανδοκευτρία

καὶ τὸ ξίφος γʼ ἐσπᾶτο μαίνεσθαι δοκῶν.

Πλαθάνη

νὴ Δία τάλαινα.

Πανδοκευτρία

νὼ δὲ δεισάσα γέ που
695
ἐπὶ τὴν κατήλιφʼ εὐθὺς ἀνεπηδήσαμεν·
ὁ δʼ ᾤχετʼ ἐξᾴξας γε τὰς ψιάθους λαβών.

Ξανθίας

καὶ τοῦτο τούτου τοὔργον.

Πλαθάνη

ἀλλʼ ἐχρῆν τι δρᾶν.

Πανδοκευτρία

ἴθι δὴ κάλεσον τὸν προστάτην Κλέωνά μοι.
700

Πλαθάνη

σὺ δʼ ἔμοιγʼ ἐάνπερ ἐπιτύχῃς Ὑπέρβολον,
ἵνʼ αὐτὸν ἐπιτρίψωμεν.

Πανδοκευτρία

ὦ μιαρὰ φάρυξ,
ὡς ἡδέως ἄν σου λίθῳ τοὺς γομφίους
κόπτοιμʼ ἄν, οἷς μου κατέφαγες τὰ φορτία.
705

Πλαθάνη

ἐγὼ δέ γʼ ἐς τὸ βάραθρον ἐμβάλοιμί σε.

Πανδοκευτρία

ἐγὼ δὲ τὸν λάρυγγʼ ἂν ἐκτέμοιμί σου
δρέπανον λαβοῦσʼ, ᾧ τὰς χόλικας κατέσπασας.

Πλαθάνη.

ἀλλʼ εἶμʼ ἐπὶ τὸν Κλέωνʼ, ὃς αὐτοῦ τήμερον
ἐκπηνιεῖται ταῦτα προσκαλούμενος.
710

Διόνυσος

κάκιστʼ ἀπολοίμην, Ξανθίαν εἰ μὴ φιλῶ.

Ξανθίας

οἶδʼ οἶδα τὸν νοῦν· παῦε παῦε τοῦ λόγου.
οὐκ ἂν γενοίμην Ἡρακλῆς ἄν.

Διόνυσος

μηδαμῶς
ὦ Ξανθίδιον.
715

Ξανθίας

καὶ πῶς ἂν Ἀλκμήνης ἐγὼ
υἱὸς γενοίμην δοῦλος ἅμα καὶ θνητὸς ὤν;

Διόνυσος

οἶδʼ οἶδʼ ὅτι θυμοῖ, καὶ δικαίως αὐτὸ δρᾷς·
κἂν εἴ με τύπτοις, οὐκ ἂν ἀντείποιμί σοι.
ἀλλʼ ἤν σε τοῦ λοιποῦ ποτʼ ἀφέλωμαι χρόνου,
720
πρόρριζος αὐτός, ἡ γυνή, τὰ παιδία,
κάκιστʼ ἀπολοίμην, κἀρχέδημος ὁ γλάμων.

Ξανθίας

δέχομαι τὸν ὅρκον κἀπὶ τούτοις λαμβάνω.

Χορός

νῦν σὸν ἔργον ἔστʼ, ἐπειδὴ
τὴν στολὴν εἴληφας ἥνπερ
725
εἶχες ἐξ ἀρχῆς πάλιν,
ἀνανεάζειν
καὶ βλέπειν αὖθις τὸ δεινόν,
τοῦ θεοῦ μεμνημένον
ᾧπερ εἰκάζεις σεαυτόν.
730
εἰ δὲ παραληρῶν ἁλώσει
κἀκβαλεῖς τι μαλθακόν,
αὖθις αἴρεσθαί σʼ ἀνάγκη
ʼσται πάλιν τὰ στρώματα.

Ξανθίας

οὐ κακῶς ὦνδρες παραινεῖτʼ,
735
ἀλλὰ καὐτὸς τυγχάνω ταῦτʼ
ἄρτι συννοούμενος.
ὅτι μὲν οὖν, ἢν χρηστὸν ᾖ τι,
ταῦτʼ ἀφαιρεῖσθαι πάλιν πειράσεταί
μʼ εὖ οἶδʼ ὅτι.
740
ἀλλʼ ὅμως ἐγὼ παρέξω
ʼμʼαυτὸν ἀνδρεῖον τὸ λῆμα
καὶ βλέποντʼ ὀρίγανον.
δεῖν δʼ ἔοικεν, ὡς ἀκούω
τῆς θύρας καὶ δὴ ψόφον.
745

Ἄιακος

ξυνδεῖτε ταχέως τουτονὶ τὸν κυνοκλόπον,
ἵνα δῷ δίκην· ἀνύετον.

Διόνυσος

ἥκει τῳ κακόν.

Ξανθίας

οὐκ ἐς κόρακας; μὴ πρόσιτον.

Ἄιακος

εἶεν, καὶ μάχει;
750
ὁ Διτύλας χὠ Σκεβλύας χὠ Παρδόκας
χωρεῖτε δευρὶ καὶ μάχεσθε τουτῳί.

Διόνυσος

εἶτʼ οὐχὶ δεινὰ ταῦτα, τύπτειν τουτονὶ
κλέπτοντα πρὸς τἀλλότρια;

Ἄιακος

μἀλλʼ ὑπερφυᾶ.
755

Διόνυσος

σχέτλια μὲν οὖν καὶ δεινά.

Ξανθίας

καὶ μὴν νὴ Δία
εἰ πώποτʼ ἦλθον δεῦρʼ, ἐθέλω τεθνηκέναι,
ἢ ʼκλεψα τῶν σῶν ἄξιόν τι καὶ τριχός.
καί σοι ποιήσω πρᾶγμα γενναῖον πάνυ·
760
βασάνιζε γὰρ τὸν παῖδα τουτονὶ λαβών,
κἄν ποτέ μʼ ἕλῃς ἀδικοῦντʼ, ἀπόκτεινόν μʼ ἄγων.

Ἄιακος

καὶ πῶς βασανίσω;

Ξανθίας

πάντα τρόπον, ἐν κλίμακι
δήσας κρεμάσας ὑστριχίδι μαστιγῶν, δέρων,
765
στρεβλῶν, ἔτι δʼ ἐς τὰς ῥῖνας ὄξος ἐγχέων,
πλίνθους ἐπιτιθείς, πάντα τἄλλα, πλὴν πράσῳ
μὴ τύπτε τοῦτον μηδὲ γητείῳ νέῳ.

Ἄιακος

δίκαιος ὁ λόγος· κἄν τι πηρώσω γέ σου
τὸν παῖδα τύπτων, τἀργύριόν σοι κείσεται.
770

Ξανθίας

μὴ δῆτʼ ἔμοιγʼ. οὕτω δὲ βασάνιζʼ ἀπαγαγών.

Ἄιακος

αὐτοῦ μὲν οὖν, ἵνα σοὶ κατʼ ὀφθαλμοὺς λέγῃ.
κατάθου σὺ τὰ σκεύη ταχέως, χὤπως ἐρεῖς
ἐνταῦθα μηδὲν ψεῦδος.

Διόνυσος

ἀγορεύω τινὶ
775
ἐμὲ μὴ βασανίζειν ἀθάνατον ὄντʼ· εἰ δὲ μή,
αὐτὸς σεαυτὸν αἰτιῶ.

Ἄιακος

λέγεις δὲ τί;

Διόνυσος

ἀθάνατος εἶναί φημι Διόνυσος Διός,
τοῦτον δὲ δοῦλον.
780

Ἄιακος

ταῦτʼ ἀκούεις;

Ξανθίας

φήμʼ ἐγώ.
καὶ πολύ γε μᾶλλόν ἐστι μαστιγωτέος·
εἴπερ θεὸς γάρ ἐστιν, οὐκ αἰσθήσεται.

Διόνυσος

τί δῆτʼ, ἐπειδὴ καὶ σὺ φῂς εἶναι θεός,
785
οὐ καὶ σὺ τύπτει τὰς ἴσας πληγὰς ἐμοί;

Ξανθίας

δίκαιος ὁ λόγος· χὠπότερόν γʼ ἂν νῷν ἴδῃς
κλαύσαντα πρότερον ἢ προτιμήσαντά τι
τυπτόμενον, εἶναι τοῦτον ἡγοῦ μὴ θεόν.

Ἄιακος

οὐκ ἔσθʼ ὅπως οὐκ εἶ σὺ γεννάδας ἀνήρ·
790
χωρεῖς γὰρ ἐς τὸ δίκαιον. ἀποδύεσθε δή.

Ξανθίας

πῶς οὖν βασανιεῖς νὼ δικαίως;

Ἄιακος

ῥᾳδίως·
πληγὴν παρὰ πληγὴν ἑκάτερον.

Ξανθίας

καλῶς λέγεις.
795

Ἄιακος

ἰδού.

Ξανθίας

σκόπει νυν ἤν μʼ ὑποκινήσαντʼ ἴδῃς.

Ἄιακος

ἤδη ʼπάταξά σʼ.

Ξανθίας

οὐ μὰ Δίʼ.

Ἄιακος

οὐδʼ ἐμοὶ δοκεῖς.
800
ἀλλʼ εἶμʼ ἐπὶ τονδὶ καὶ πατάξω.

Διόνυσος

πηνίκα;

Ἄιακος

καὶ δὴ ʼπάταξα.

Διόνυσος

κᾆτα πῶς οὐκ ἔπταρον;

Ἄιακος

οὐκ οἶδα· τουδὶ δʼ αὖθις ἀποπειράσομαι.
805

Ξανθίας

οὔκουν ἀνύσεις τι; ἀτταταῖ.

Ἄιακος

τί τἀτταταῖ;
μῶν ὠδυνήθης;

Ξανθίας

οὐ μὰ Δίʼ ἀλλʼ ἐφρόντισα
ὁπόθʼ Ἡράκλεια τἀν Διομείοις γίγνεται.
810

Ἄιακος

ἅνθρωπος ἱερός. δεῦρο πάλιν βαδιστέον.

Διόνυσος

ἰοὺ ἰού.

Ἄιακος

τί ἔστιν;

Διόνυσος

ἱππέας ὁρῶ.

Ἄιακος

τί δῆτα κλάεις;
815

Διόνυσος

κρομμύων ὀσφραίνομαι.

Ἄιακος

ἐπεὶ προτιμᾷς γʼ οὐδέν.

Διόνυσος

οὐδέν μοι μέλει.

Ἄιακος

βαδιστέον τἄρʼ ἐστὶν ἐπὶ τονδὶ πάλιν.

Ξανθίας

οἴμοι.
820

Ἄιακος

τί ἔστι;

Ξανθίας

τὴν ἄκανθαν ἐξελε.

Ἄιακος

τί τὸ πρᾶγμα τουτί; δεῦρο πάλιν βαδιστέον.

Διόνυσος

Ἄπολλον — ὅς που Δῆλον ἢ Πυθῶνʼ ἔχεις.

Ξανθίας

ἤλγησεν· οὐκ ἤκουσας;
825

Διόνυσος

οὐκ ἔγωγʼ, ἐπεὶ
ἴαμβον Ἱππώνακτος ἀνεμιμνῃσκόμην.

Ξανθίας

οὐδὲν ποιεῖς γάρ· ἀλλὰ τὰς λαγόνας σπόδει.

Ἄιακος

μὰ τὸν Δίʼ ἀλλʼ ἤδη πάρεχε τὴν γαστέρα.

Διόνυσος

Πόσειδον
830

Ξανθίας

ἤλγησέν τις.

Διόνυσος

ὃς Αἰγαίου πρῶνας ἢ γλαυκᾶς μέδεις ἁλὸς ἐν βένθεσιν.

Ἄιακος

οὔ τοι μὰ τὴν Δήμητρα δύναμαί πω μαθεῖν
ὁπότερος ὑμῶν ἐστι θεός. ἀλλʼ εἴσιτον·
ὁ δεσπότης γὰρ αὐτὸς ὑμᾶς γνώσεται
835
χἠ Φερρέφατθʼ, ἅτʼ ὄντε κἀκείνω θεώ.

Διόνυσος

ὀρθῶς λέγεις· ἐβουλόμην δʼ ἂν τοῦτό σε
πρότερον νοῆσαι, πρὶν ἐμὲ τὰς πληγὰς λαβεῖν.

Χορός

Μοῦσα χορῶν ἱερῶν· ἐπίβηθι καὶ ἔλθʼ ἐπὶ τέρψιν ἀοιδᾶς ἐμᾶς,
τὸν πολὺν ὀψομένη λαῶν· ὄχλον, οὗ σοφίαι
840
μυρίαι κάθηνται
φιλοτιμότεραι Κλεοφῶντος, ἐφʼ οὗ δὴ χείλεσιν ἀμφιλάλοις
δεινὸν ἐπιβρέμεται
Θρῃκία χελιδὼν
ἐπὶ βάρβαρον ἑζομένη πέταλον·
845
κελαδεῖ δʼ ἐπίκλαυτον ἀηδόνιον νόμον, ὡς ἀπολεῖται,
κἂν ἴσαι γένωνται.
τὸν ἱερὸν χορὸν δίκαιόν ἐστι χρηστὰ τῇ πόλει
ξυμπαραινεῖν καὶ διδάσκειν. πρῶτον οὖν ἡμῖν δοκεῖ
ἐξισῶσαι τοὺς πολίτας κἀφελεῖν τὰ δείματα,
850
κεἴ τις ἥμαρτε σφαλείς τι Φρυνίχου παλαίσμασιν,
ἐγγενέσθαι φημὶ χρῆναι τοῖς ὀλισθοῦσιν τότε
αἰτίαν ἐκθεῖσι λῦσαι τὰς πρότερον ἁμαρτίας.
εἶτʼ ἄτιμόν φημι χρῆναι μηδένʼ εἶνʼ ἐν τῇ πόλει·
καὶ γὰρ αἰσχρόν ἐστι τοὺς μὲν ναυμαχήσαντας μίαν
855
καὶ Πλαταιᾶς εὐθὺς εἶναι κἀντὶ δούλων δεσπότας.
κοὐδὲ ταῦτʼ ἔγωγʼ ἔχοιμʼ ἂν μὴ οὐ καλῶς φάσκειν ἔχειν,
ἀλλʼ ἐπαινῶ· μόνα γὰρ αὐτὰ νοῦν ἔχοντʼ ἐδράσατε.
πρὸς δὲ τούτοις εἰκὸς ὑμᾶς, οἳ μεθʼ ὑμῶν πολλὰ δὴ
χοἰ πατέρες ἐναυμάχησαν καὶ προσήκουσιν γένει,
860
τὴν μίαν ταύτην παρεῖναι ξυμφορὰν αἰτουμένοις.
ἀλλὰ τῆς ὀργῆς ἀνέντες ὦ σοφώτατοι φύσει
πάντας ἀνθρώπους ἑκόντες συγγενεῖς κτησώμεθα
κἀπιτίμους καὶ πολίτας, ὅστις ἂν ξυνναυμαχῇ.
εἰ δὲ ταῦτʼ ὀγκωσόμεσθα κἀποσεμνυνούμεθα,
865
τὴν πόλιν καὶ ταῦτʼ ἔχοντες κυμάτων ἐν ἀγκάλαις,
ὑστέρῳ χρόνῳ ποτʼ αὖθις εὖ φρονεῖν οὐ δόξομεν.
εἰ δʼ ἐγὼ ὀρθὸς ἰδεῖν βίον ἀνέρος ἢ τρόπον ὅστις ἔτʼ
οἰμώξεται,
οὐ πολὺν οὐδʼ ὁ πίθηκος οὗτος ὁ νῦν ἐνοχλῶν,
870
Κλειγένης ὁ μικρός,
ὁ πονηρότατος βαλανεὺς ὁπόσοι κρατοῦσι κυκησιτέφρου
ψευδολίτρου κονίας
καὶ Κιμωλίας γῆς,
χρόνον ἐνδιατρίψει· ἰδὼν δὲ τάδʼ οὐκ
875
εἰρηνικὸς ἔσθʼ, ἵνα μή ποτε κἀποδυθῇ μεθύων ἄνευ
ξύλου βαδίζων.
πολλάκις γʼ ἡμῖν ἔδοξεν ἡ πόλις πεπονθέναι
ταὐτὸν ἔς τε τῶν πολιτῶν τοὺς καλούς τε κἀγαθοὺς
ἔς τε τἀρχαῖον νόμισμα καὶ τὸ καινὸν χρυσίον.
880
οὔτε γὰρ τούτοισιν οὖσιν οὐ κεκιβδηλευμένοις,
ἀλλὰ καλλίστοις ἁπάντων, ὡς δοκεῖ, νομισμάτων
καὶ μόνοις ὀρθῶς κοπεῖσι καὶ κεκωδωνισμένοις
ἔν τε τοῖς Ἕλλησι καὶ τοῖς βαρβάροισι πανταχοῦ
χρώμεθʼ οὐδέν, ἀλλὰ τούτοις τοῖς πονηροῖς χαλκίοις
885
χθές τε καὶ πρώην κοπεῖσι τῷ κακίστῳ κόμματι.
τῶν πολιτῶν θʼ οὓς μὲν ἴσμεν εὐγενεῖς καὶ σώφρονας
ἄνδρας ὄντας καὶ δικαίους καὶ καλούς τε κἀγαθοὺς
καὶ τραφέντας ἐν παλαίστραις καὶ χοροῖς καὶ μουσικῇ,
προυσελοῦμεν. τοῖς δὲ χαλκοῖς καὶ ξένοις καὶ πυρρίαις
890
καὶ πονηροῖς κἀκ πονηρῶν εἰς ἅπαντα χρώμεθα
ὑστάτοις ἀφιγμένοισιν, οἷσιν ἡ πόλις πρὸ τοῦ
οὐδὲ φαρμακοῖσιν εἰκῇ ῥᾳδίως ἐχρήσατʼ ἄν.
ἀλλὰ καὶ νῦν ὦνόητοι μεταβαλόντες τοὺς τρόπους
χρῆσθε τοῖς χρηστοῖσιν αὖθις· καὶ κατορθώσασι γὰρ
895
εὔλογον, κἄν τι σφαλῆτʼ, ἐξ ἀξίου γοῦν τοῦ ξύλου,
ἤν τι καὶ πάσχητε, πάσχειν τοῖς σοφοῖς δοκήσετε.

Ἄιακος

νὴ τὸν Δία τὸν σωτῆρα γεννάδας ἀνὴρ
ὁ δεσπότης σου.

Ξανθίας

πῶς γὰρ οὐχὶ γεννάδας,
900
ὅστις γε πίνειν οἶδε καὶ βινεῖν μόνον;

Ἄιακος

τὸ δὲ μὴ πατάξαι σʼ ἐξελεγχθέντʼ ἄντικρυς,
ὅτι δοῦλος ὢν ἔφασκες εἶναι δεσπότης.

Ξανθίας

ᾤμωξε μέντἄν.

Ἄιακος

τοῦτο μέντοι δουλικὸν
905
εὐθὺς πεποίηκας, ὅπερ ἐγὼ χαίρω ποιῶν.

Ξανθίας

χαίρεις, ἱκετεύω;

Ἄιακος

μἀλλʼ ἐποπτεύειν δοκῶ,
ὅταν καταράσωμαι λάθρᾳ τῷ δεσπότῃ.

Ξανθίας

τί δὲ τονθορύζων, ἡνίκʼ ἂν πληγὰς λαβὼν
910
πολλὰς ἀπίῃς θύραζε;

Ἄιακος

καὶ τοῦθʼ ἥδομαι.

Ξανθίας

τί δὲ πολλὰ πράττων;

Ἄιακος

ὡς μὰ Δίʼ οὐδὲν οἶδʼ ἐγώ.

Ξανθίας

ὁμόγνιε Ζεῦ· καὶ παρακούων δεσποτῶν
915
ἅττʼ ἂν λαλῶσι;

Ἄιακος

μἀλλὰ πλεῖν ἢ μαίνομαι.

Ξανθίας

τί δὲ τοῖς θύραζε ταῦτα καταλαλῶν;

Ἄιακος

ἐγώ;
μὰ Δίʼ ἀλλʼ ὅταν δρῶ τοῦτο, κἀκμιαίνομαι.
920

Ξανθίας

ὦ Φοῖβʼ Ἄπολλον ἔμβαλέ μοι τὴν δεξιάν,
καὶ δὸς κύσαι καὐτὸς κύσον, καί μοι φράσον
πρὸς Διός, ὃς ἡμῖν ἐστιν ὁμομαστιγίας,
τίς οὗτος οὕνδον ἐστὶ θόρυβος καὶ βοὴ
χὠ λοιδορησμός;
925

Ἄιακος

Αἰσχύλου κεὐριπίδου.

Ξανθίας

ἆ.

Ἄιακος

πρᾶγμα πρᾶγμα μέγα κεκίνηται μέγα
ἐν τοῖς νεκροῖσι καὶ στάσις πολλὴ πάνυ.

Ξανθίας

ἐκ τοῦ;
930

Ἄιακος

νόμος τις ἐνθάδʼ ἐστὶ κείμενος
ἀπὸ τῶν τεχνῶν ὅσαι μεγάλαι καὶ δεξιαί,
τὸν ἄριστον ὄντα τῶν ἑαυτοῦ συντέχνων
σίτησιν αὐτὸν ἐν πρυτανείῳ λαμβάνειν
θρόνον τε τοῦ Πλούτωνος ἑξῆς —
935

Ξανθίας

μανθάνω.

Ἄιακος

ἕως ἀφίκοιτο τὴν τέχνην σοφώτερος
ἕτερός τις αὐτοῦ· τότε δὲ παραχωρεῖν ἔδει.

Ξανθίας

τί δῆτα τουτὶ τεθορύβηκεν Αἰσχύλον;

Ἄιακος

ἐκεῖνος εἶχε τὸν τραγῳδικὸν θρόνον,
940
ὡς ὢν κράτιστος τὴν τέχνην.

Ξανθίας

νυνὶ δὲ τίς;

Ἄιακος

ὅτε δὴ κατῆλθʼ Εὐριπίδης, ἐπεδείκνυτο
τοῖς λωποδύταις καὶ τοῖσι βαλλαντιοτόμοις
καὶ τοῖσι πατραλοίαισι καὶ τοιχωρύχοις,
945
ὅπερ ἔστʼ ἐν Ἅιδου πλῆθος, οἱ δʼ ἀκροώμενοι
τῶν ἀντιλογιῶν καὶ λυγισμῶν καὶ στροφῶν
ὑπερεμάνησαν κἀνόμισαν σοφώτατον·
κἄπειτʼ ἐπαρθεὶς ἀντελάβετο τοῦ θρόνου,
ἵνʼ Αἰσχύλος καθῆστο.
950

Ξανθίας

κοὐκ ἐβάλλετο;

Ἄιακος

μὰ Δίʼ ἀλλʼ ὁ δῆμος ἀνεβόα κρίσιν ποιεῖν
ὁπότερος εἴη τὴν τέχνην σοφώτερος.

Ξανθίας

ὁ τῶν πανούργων;

Ἄιακος

νὴ Δίʼ οὐράνιόν γʼ ὅσον.
955

Ξανθίας

μετʼ Αἰσχύλου δʼ οὐκ ἦσαν ἕτεροι σύμμαχοι;

Ἄιακος

ὀλίγον τὸ χρηστόν ἐστιν, ὥσπερ ἐνθάδε.

Ξανθίας

τί δῆθʼ ὁ Πλούτων δρᾶν παρασκευάζεται;

Ἄιακος

ἀγῶνα ποιεῖν αὐτίκα μάλα καὶ κρίσιν
κἄλεγχον αὐτῶν τῆς τέχνης.
960

Ξανθίας

κἄπειτα πῶς
οὐ καὶ Σοφοκλέης ἀντελάβετο τοῦ θρόνου;

Ἄιακος

μὰ Δίʼ οὐκ ἐκεῖνος, ἀλλʼ ἔκυσε μὲν Αἰσχύλον,
ὅτε δὴ κατῆλθε, κἀνέβαλε τὴν δεξιάν,
κἀκεῖνος ὑπεχώρησεν αὐτῷ τοῦ θρόνου·
965
νυνὶ δʼ ἔμελλεν, ὡς ἔφη Κλειδημίδης,
ἔφεδρος καθεδεῖσθαι· κἂν μὲν Αἰσχύλος κρατῇ,
ἕξειν κατὰ χώραν· εἰ δὲ μή, περὶ τῆς τέχνης
διαγωνιεῖσθʼ ἔφασκε πρός γʼ Εὐριπίδην.

Ξανθίας

τὸ χρῆμʼ ἄρʼ ἔσται;
970

Ἄιακος

νὴ Δίʼ ὀλίγον ὕστερον.
κἀνταῦθα δὴ τὰ δεινὰ κινηθήσεται.
καὶ γὰρ ταλάντῳ μουσικὴ σταθμήσεται —

Ξανθίας

τί δέ; μειαγωγήσουσι τὴν τραγῳδίαν;

Ἄιακος

καὶ κανόνας ἐξοίσουσι καὶ πήχεις ἐπῶν
975
καὶ πλαίσια ξύμπτυκτα —

Ξανθίας

πλινθεύσουσι γάρ;

Ἄιακος

καὶ διαμέτρους καὶ σφῆνας. ὁ γὰρ Εὐριπίδης
κατʼ ἔπος βασανιεῖν φησι τὰς τραγῳδίας.

Ξανθίας

ἦ που βαρέως οἶμαι τὸν Αἰσχύλον φέρειν.
980

Ἄιακος

ἔβλεψε γοῦν ταυρηδὸν ἐγκύψας κάτω.

Ξανθίας

κρινεῖ δὲ δὴ τίς ταῦτα;

Ἄιακος

τοῦτʼ ἦν δύσκολον·
σοφῶν γὰρ ἀνδρῶν ἀπορίαν ηὑρισκέτην.
οὔτε γὰρ Ἀθηναίοισι συνέβαινʼ Αἰσχύλος —
985

Ξανθίας

πολλοὺς ἴσως ἐνόμιζε τοὺς τοιχωρύχους.

Ἄιακος

λῆρόν τε τἄλλʼ ἡγεῖτο τοῦ γνῶναι πέρι
φύσεις ποιητῶν· εἶτα τῷ σῷ δεσπότῃ
ἐπέτρεψαν, ὁτιὴ τῆς τέχνης ἔμπειρος ἦν.
ἀλλʼ εἰσίωμεν· ὡς ὅταν γʼ οἱ δεσπόται
990
ἐσπουδάκωσι, κλαύμαθʼ ἡμῖν γίγνεται.

Χορός

ἦ που δεινὸν ἐριβρεμέτας χόλον ἔνδοθεν ἕξει,
ἡνίκʼ ἂν ὀξύλαλον παρίδῃ θήγοντος ὀδόντα
ἀντιτέχνου· τότε δὴ μανίας ὑπὸ δεινῆς
ὄμματα στροβήσεται.
995
ἔσται δʼ ἱππολόφων τε λόγων κορυθαίολα νείκη
σχινδαλάμων τε παραξόνια σμιλεύματά τʼ ἔργων,
φωτὸς ἀμυνομένου φρενοτέκτονος ἀνδρὸς
ῥήμαθʼ ἱπποβάμονα.
φρίξας δʼ αὐτοκόμου λοφιᾶς λασιαύχενα χαίταν,
1000
δεινὸν ἐπισκύνιον ξυνάγων βρυχώμενος ἥσει
ῥήματα γομφοπαγῆ πινακηδὸν ἀποσπῶν
γηγενεῖ φυσήματι·
ἔνθεν δὴ στοματουργὸς ἐπῶν βασανίστρια λίσφη
γλῶσσʼ ἀνελισσομένη φθονεροὺς κινοῦσα χαλινοὺς
1005
ῥήματα δαιομένη καταλεπτολογήσει
πλευμόνων πολὺν πόνον.

Εὐριπίδης

οὐκ ἂν μεθείμην τοῦ θρόνου, μὴ νουθέτει.
κρείττων γὰρ εἶναί φημι τούτου τὴν τέχνην.

Διόνυσος

Αἰσχύλε τί σιγᾷς; αἰσθάνει γὰρ τοῦ λόγου.
1010

Εὐριπίδης

ἀποσεμνυνεῖται πρῶτον, ἅπερ ἑκάστοτε
ἐν ταῖς τραγῳδίαισιν ἐτερατεύετο.

Διόνυσος

ὦ δαιμόνιʼ ἀνδρῶν μὴ μεγάλα λίαν λέγε.

Εὐριπίδης

ἐγᾦδα τοῦτον καὶ διέσκεμμαι πάλαι,
ἄνθρωπον ἀγριοποιὸν αὐθαδόστομον,
1015
ἔχοντʼ ἀχάλινον ἀκρατὲς ἀπύλωτον στόμα,
ἀπεριλάλητον κομποφακελορρήμονα.

Αἰσχύλος

ἄληθες ὦ παῖ τῆς ἀρουραίας θεοῦ;
σὺ δή με ταῦτʼ ὦ στωμυλιοσυλλεκτάδη
καὶ πτωχοποιὲ καὶ ῥακιοσυρραπτάδη;
1020
ἀλλʼ οὔ τι χαίρων αὔτʼ ἐρεῖς.

Διόνυσος

παῦʼ Αἰσχύλε,
καὶ μὴ πρὸς ὀργὴν σπλάγχνα θερμήνῃς κότῳ.

Αἰσχύλος

οὐ δῆτα πρίν γʼ ἂν τοῦτον ἀποφήνω σαφῶς
τὸν χωλοποιὸν οἷος ὢν θρασύνεται.
1025

Διόνυσος

ἄρνʼ ἄρνα μέλανα παῖδες ἐξενέγκατε·
τυφὼς γὰρ ἐκβαίνειν παρασκευάζεται.

Αἰσχύλος

ὦ Κρητικὰς μὲν συλλέγων μονῳδίας,
γάμους δʼ ἀνοσίους ἐσφέρων ἐς τὴν τέχνην.

Διόνυσος

ἐπίσχες οὗτος ὦ πολυτίμητʼ Αἰσχύλε.
1030
ἀπὸ τῶν χαλαζῶν δʼ ὦ πόνηρʼ Εὐριπίδη
ἄναγε σεαυτὸν ἐκποδών, εἰ σωφρονεῖς,
ἵνα μὴ κεφαλαίῳ τὸν κρόταφόν σου ῥήματι
θενὼν ὑπʼ ὀργῆς ἐκχέῃ τὸν Τήλεφον·
σὺ δὲ μὴ πρὸς ὀργὴν Αἰσχύλʼ ἀλλὰ πρᾳόνως
1035
ἔλεγχʼ ἐλέγχου· λοιδορεῖσθαι δʼ οὐ πρέπει
ἄνδρας ποιητὰς ὥσπερ ἀρτοπώλιδας.
σὺ δʼ εὐθὺς ὥσπερ πρῖνος ἐμπρησθεὶς βοᾷς.

Εὐριπίδης

ἕτοιμός εἰμʼ ἔγωγε, κοὐκ ἀναδύομαι,
δάκνειν δάκνεσθαι πρότερος, εἰ τούτῳ δοκεῖ,
1040
τἄπη, τὰ μέλη, τὰ νεῦρα τῆς τραγῳδίας,
καὶ νὴ Δία τὸν Πηλέα γε καὶ τὸν Αἴολον
καὶ τὸν Μελέαγρον κἄτι μάλα τὸν Τήλεφον.

Διόνυσος

τί δαὶ σὺ βουλεύει ποιεῖν; λέγʼ Αἰσχύλε.

Αἰσχύλος

ἐβουλόμην μὲν οὐκ ἐρίζειν ἐνθάδε·
1045
οὐκ ἐξ ἴσου γάρ ἐστιν ἁγὼν νῷν.

Διόνυσος

τί δαί;

Αἰσχύλος

ὅτι ἡ ποίησις οὐχὶ συντέθνηκέ μοι,
τούτῳ δὲ συντέθνηκεν, ὥσθʼ ἕξει λέγειν.
ὅμως δʼ ἐπειδή σοι δοκεῖ, δρᾶν ταῦτα χρή.
1050

Διόνυσος

ἴθι νυν λιβανωτὸν δεῦρό τις καὶ πῦρ δότω.
ὅπως ἂν εὔξωμαι πρὸ τῶν σοφισμάτων
ἀγῶνα κρῖναι τόνδε μουσικώτατα·
ὑμεῖς δὲ ταῖς Μούσαις τι μέλος ὑπᾴσατε.

Χορός

ὦ Διὸς ἐννέα παρθένοι ἁγναὶ
1055
Μοῦσαι, λεπτολόγους ξυνετὰς φρένας αἳ καθορᾶτε
ἀνδρῶν γνωμοτύπων, ὅταν εἰς ἔριν ὀξυμερίμνοις
ἔλθωσι στρεβλοῖσι παλαίσμασιν ἀντιλογοῦντες,
ἔλθετʼ ἐποψόμεναι δύναμιν
δεινοτάτοιν στομάτοιν πορίσασθαι
1060
ῥήματα καὶ παραπρίσματʼ ἐπῶν.
νῦν γὰρ ἀγὼν σοφίας ὁ μέγας χωρεῖ πρὸς ἔργον ἤδη.

Διόνυσος

εὔχεσθε δὴ καὶ σφώ τι πρὶν τἄπη λέγειν.

Αἰσχύλος

Δήμητερ ἡ θρέψασα τὴν ἐμὴν φρένα,
εἶναί με τῶν σῶν ἄξιον μυστηρίων.
1065

Διόνυσος

ἐπίθες λαβὼν δὴ καὶ σὺ λιβανωτόν.

Εὐριπίδης

καλῶς·
ἕτεροι γάρ εἰσιν οἷσιν εὔχομαι θεοῖς.

Διόνυσος

ἴδιοί τινές σοι, κόμμα καινόν;

Εὐριπίδης

καὶ μάλα.
1070

Διόνυσος

ἴθι δὴ προσεύχου τοῖσιν ἰδιώταις θεοῖς.

Εὐριπίδης

αἰθὴρ ἐμὸν βόσκημα καὶ γλώσσης στρόφιγξ
καὶ ξύνεσι καὶ μυκτῆρες ὀσφραντήριοι,
ὀρθῶς μʼ ἐλέγχειν ὧν ἂν ἅπτωμαι λόγων.

Χορός

καὶ μὴν ἡμεῖς ἐπιθυμοῦμεν
1075
παρὰ σοφοῖν ἀνδροῖν ἀκοῦσαι
τίνα λόγων ἐμμέλειαν
ἔπιτε δαΐαν ὁδόν.
γλῶσσα μὲν γὰρ ἠγρίωται,
λῆμα δʼ οὐκ ἄτολμον ἀμφοῖν,
1080
οὐδʼ ἀκίνητοι φρένες.
προσδοκᾶν οὖν εἰκός ἐστι
τὸν μὲν ἀστεῖόν τι λέξειν
καὶ κατερρινημένον,
τὸν δʼ ἀνασπῶντʼ αὐτοπρέμνοις
1085
τοῖς λόγοισιν
ἐμπεσόντα συσκεδᾶν πολλὰς
ἀλινδήθρας ἐπῶν.

Διόνυσος

ἀλλʼ ὡς τάχιστα χρὴ λέγειν· οὕτω δʼ ὅπως ἐρεῖτον
ἀστεῖα καὶ μήτʼ εἰκόνας μήθʼ οἷʼ ἂν ἄλλος εἴποι.
1090

Εὐριπίδης

καὶ μὴν ἐμαυτὸν μέν γε τὴν ποίησιν οἷός εἰμι,
ἐν τοῖσιν ὑστάτοις φράσω, τοῦτον δὲ πρῶτʼ ἐλέγξω,
ὡς ἦν ἀλαζὼν καὶ φέναξ οἵοις τε τοὺς θεατὰς
ἐξηπάτα μώρους λαβὼν παρὰ Φρυνίχῳ τραφέντας.
πρώτιστα μὲν γὰρ ἕνα τινʼ ἂν καθῖσεν ἐγκαλύψας,
1095
Ἀχιλλέα τινʼ ἢ Νιόβην, τὸ πρόσωπον οὐχὶ δεικνύς,
πρόσχημα τῆς τραγῳδίας, γρύζοντας οὐδὲ τουτί.

Διόνυσος

μὰ τὸν Δίʼ οὐ δῆθʼ.

Εὐριπίδης

ὁ δὲ χορός γʼ ἤρειδεν ὁρμαθοὺς ἂν
μελῶν ἐφεξῆς τέτταρας ξυνεχῶς ἄν οἱ δʼ ἐσίγων.
1100

Διόνυσος

ἐγὼ δʼ ἔχαιρον τῇ σιωπῇ, καί με τοῦτʼ ἔτερπεν
οὐχ ἧττον ἢ νῦν οἱ λαλοῦντες.

Εὐριπίδης

ἠλίθιος γὰρ ἦσθα,
σάφʼ ἴσθι.

Διόνυσος

κἀμαυτῷ δοκῶ. τί δὲ ταῦτʼ ἔδρασʼ ὁ δεῖνα;
1105

Εὐριπίδης

ὑπʼ ἀλαζονείας, ἵνʼ ὁ θεατὴς προσδοκῶν καθοῖτο,
ὁπόθʼ ἡ Νιόβη τι φθέγξεται· τὸ δρᾶμα δʼ ἂν διῄει.

Διόνυσος

ὢ παμπόνηρος, οἷʼ ἄρʼ ἐφενακιζόμην ὑπʼ αὐτοῦ.
τί σκορδινᾷ καὶ δυσφορεῖς;

Εὐριπίδης

ὅτι αὐτὸν ἐξελέγχω.
1110
κἄπειτʼ ἐπειδὴ ταῦτα ληρήσειε καὶ τὸ δρᾶμα
ἤδη μεσοίη, ῥήματʼ ἂν βόεια δώδεκʼ εἶπεν,
ὀφρῦς ἔχοντα καὶ λόφους, δείνʼ ἄττα μορμορωπά,
ἄγνωτα τοῖς θεωμένοις.

Αἰσχύλος

οἴμοι τάλας.
1115

Διόνυσος

σιώπα.

Εὐριπίδης

σαφὲς δʼ ἂν εἶπεν οὐδὲ ἕν —

Διόνυσος

μὴ πρῖε τοὺς ὀδόντας.

Εὐριπίδης

ἀλλʼ ἢ Σκαμάνδρους ἢ τάφρους ἢ ʼπʼ ἀσπίδων ἐπόντας
γρυπαιέτους χαλκηλάτους καὶ ῥήμαθʼ ἱππόκρημνα,
1120
ἃ ξυμβαλεῖν οὐ ῥᾴδιʼ ἦν.

Διόνυσος

νὴ τοὺς θεοὺς ἐγὼ γοῦν
ἤδη ποτʼ ἐν μακρῷ χρόνῳ νυκτὸς διηγρύπνησα
τὸν ξουθὸν ἱππαλεκτρυόνα ζητῶν τίς ἐστιν ὄρνις.

Αἰσχύλος

σημεῖον ἐν ταῖς ναυσὶν ὦμαθέστατʼ ἐνεγέγραπτο.
1125

Διόνυσος

ἐγὼ δὲ τὸν Φιλοξένου γʼ ᾤμην Ἔρυξιν εἶναι.

Εὐριπίδης

εἶτʼ ἐν τραγῳδίαις ἐχρῆν κἀλεκτρυόνα ποιῆσαι;

Αἰσχύλος

σὺ δʼ ὦ θεοῖσιν ἐχθρὲ ποῖʼ ἄττʼ ἐστὶν ἅττʼ ἐποίεις;

Εὐριπίδης

οὐχ ἱππαλεκτρυόνας μὰ Δίʼ οὐδὲ τραγελάφους, ἅπερ σύ,
ἃν τοῖσι παραπετάσμασιν τοῖς Μηδικοῖς γράφουσιν·
1130
ἀλλʼ ὡς παρέλαβον τὴν τέχνην παρὰ σοῦ τὸ πρῶτον εὐθὺς
οἰδοῦσαν ὑπὸ κομπασμάτων καὶ ῥημάτων ἐπαχθῶν,
ἴσχνανα μὲν πρώτιστον αὐτὴν καὶ τὸ βάρος ἀφεῖλον
ἐπυλλίοις καὶ περιπάτοις καὶ τευτλίοισι λευκοῖς,
χυλὸν διδοὺς στωμυλμάτων ἀπὸ βιβλίων ἀπηθῶν·
1135
εἶτʼ ἀνέτρεφον μονῳδίαις —

Διόνυσος

Κηφισοφῶντα μιγνύς.

Εὐριπίδης

εἶτʼ οὐκ ἐλήρουν ὅ τι τύχοιμʼ οὐδʼ ἐμπεσὼν ἔφυρον,
ἀλλʼ οὑξιὼν πρώτιστα μέν μοι τὸ γένος εἶπʼ ἂν εὐθὺς
τοῦ δράματος.
1140

Διόνυσος

κρεῖττον γὰρ ἦν σοι νὴ Δίʼ ἢ τὸ σαυτοῦ.

Εὐριπίδης

ἔπειτʼ ἀπὸ τῶν πρώτων ἐπῶν οὐδὲν παρῆκʼ ἂν ἀργόν,
ἀλλʼ ἔλεγεν ἡ γυνή τέ μοι χὠ δοῦλος οὐδὲν ἧττον,
χὠ δεσπότης χἠ παρθένος χἠ γραῦς ἄν.

Αἰσχύλος

εἶτα δῆτα
1145
οὐκ ἀποθανεῖν σε ταῦτʼ ἐχρῆν τολμῶντα;

Εὐριπίδης

μὰ τὸν Ἀπόλλω·
δημοκρατικὸν γὰρ αὔτʼ ἔδρων.

Διόνυσος

τοῦτο μὲν ἔασον ὦ τᾶν.
οὐ σοὶ γάρ ἐστι περίπατος κάλλιστα περί γε τούτου.
1150

Εὐριπίδης

ἔπειτα τουτουσὶ λαλεῖν ἐδίδαξα —

Αἰσχύλος

φημὶ κἀγώ.
ὡς πρὶν διδάξαι γʼ ὤφελες μέσος διαρραγῆναι.

Εὐριπίδης

λεπτῶν τε κανόνων ἐσβολὰς ἐπῶν τε γωνιασμούς,
νοεῖν ὁρᾶν ξυνιέναι στρέφειν ἐρᾶν τεχνάζειν,
1155
κάχʼ ὑποτοπεῖσθαι, περινοεῖν ἅπαντα —

Αἰσχύλος

φημὶ κἀγώ.

Εὐριπίδης

οἰκεῖα πράγματʼ εἰσάγων, οἷς χρώμεθʼ, οἷς ξύνεσμεν,
ἐξ ὧν γʼ ἂν ἐξηλεγχόμην· ξυνειδότες γὰρ οὗτοι
ἤλεγχον ἄν μου τὴν τέχνην· ἀλλʼ οὐκ ἐκομπολάκουν
1160
ἀπὸ τοῦ φρονεῖν ἀποσπάσας, οὐδʼ ἐξέπληττον αὐτούς,
Κύκνους ποιῶν καὶ Μέμνονας κωδωνοφαλαροπώλους.
γνώσει δὲ τοὺς τούτου τε κἀμοὺς ἑκατέρου μαθητάς.
τουτουμενὶ Φορμίσιος Μεγαίνετός θʼ ὁ Μανῆς,
σαλπιγγολογχυπηνάδαι, σαρκασμοπιτυοκάμπται,
1165
οὑμοὶ δὲ Κλειτοφῶν τε καὶ Θηραμένης ὁ κομψός.

Διόνυσος

Θηραμένης; σοφός γʼ ἀνὴρ καὶ δεινὸς ἐς τὰ πάντα,
ὃς ἢν κακοῖς που περιπέσῃ καὶ πλησίον παραστῇ,
πέπτωκεν ἔξω τῶν κακῶν, οὐ Χῖος ἀλλὰ Κεῖος.

Εὐριπίδης

τοιαῦτα μέντοὐγὼ φρονεῖν
1170
τούτοισιν εἰσηγησάμην,
λογισμὸν ἐνθεὶς τῇ τέχνῃ
καὶ σκέψιν, ὥστʼ ἤδη νοεὶν
ἅπαντα καὶ διειδέναι
τά τʼ ἄλλα καὶ τὰς οἰκίας
1175
οἰκεῖν ἄμεινον ἢ πρὸ τοῦ
κἀνασκοπεῖν, ‘ πῶς τοῦτʼ ἔχει;
ποῦ μοι τοδί; τίς τοῦτʼ ἔλαβε; ’

Διόνυσος

νὴ τοὺς θεοὺς νῦν γοῦν Ἀθηναίων
ἅπας τις εἰσιὼν
1180
κέκραγε πρὸς τοὺς οἰκέτας
ζητεῖ τε, ‘ ποῦ ʼστιν ἡ χύτρα;
τίς τὴν κεφαλὴν ἀπεδήδοκεν
τῆς μαινίδος; τὸ τρύβλιον
τὸ περυσινὸν τέθνηκέ μοι·
1185
ποῦ τὸ σκόροδον τὸ χθιζινόν;
τίς τῆς ἐλάας παρέτραγεν; ’
τέως δʼ ἀβελτερώτατοι
κεχηνότες Μαμμάκυθοι
Μελιτίδαι καθῆντο.
1190

Χορός

τάδε μὲν λεύσσεις φαίδιμʼ Ἀχιλλεῦ·
σὺ δὲ τί φέρε πρὸς ταῦτα λέξεις;
μόνον ὅπως
μή σʼ ὁ θυμὸς ἁρπάσας
ἐκτὸς οἴσει τῶν ἐλαῶν·
1195
δεινὰ γὰρ κατηγόρηκεν.
ἀλλʼ ὅπως ὦ γεννάδα
μὴ πρὸς ὀργὴν ἀντιλέξεις,
ἀλλὰ συστείλας ἄκροισι
χρώμενος τοῖς ἱστίοις,
1200
εἶτα μᾶλλον μᾶλλον ἄξεις
καὶ φυλάξεις,
ἡνίκʼ ἂν τὸ πνεῦμα λεῖον
καὶ καθεστηκὸς λάβῃς.

Διόνυσος

ἀλλʼ ὦ πρῶτος τῶν Ἑλλήνων πυργώσας ῥήματα σεμνὰ
1205
καὶ κοσμήσας τραγικὸν λῆρον, θαρρῶν τὸν κρουνὸν ἀφίει.

Αἰσχύλος

θυμοῦμαι μὲν τῇ ξυντυχίᾳ, καὶ μου τὰ σπλάγχνʼ ἀγανακτεῖ,
εἰ πρὸς τοῦτον δεῖ μʼ ἀντιλέγειν· ἵνα μὴ φάσκῃ δʼ ἀπορεῖν με,
ἀπόκριναί μοι, τίνος οὕνεκα χρὴ θαυμάζειν ἄνδρα ποιητήν;

Εὐριπίδης

δεξιότητος καὶ νουθεσίας, ὅτι βελτίους τε ποιοῦμεν
1210
τοὺς ἀνθρώπους ἐν ταῖς πόλεσιν.

Αἰσχύλος

τοῦτʼ οὖν εἰ μὴ πεποίηκας,
ἀλλʼ ἐκ χρηστῶν καὶ γενναίων μοχθηροτάτους ἀπέδειξας,
τί παθεῖν φήσεις ἄξιος εἶναι;

Διόνυσος

τεθνάναι· μὴ τοῦτον ἐρώτα.
1215

Αἰσχύλος

σκέψαι τοίνυν οἵους αὐτοὺς παρʼ ἐμοῦ παρεδέξατο πρῶτον,
εἰ γενναίους καὶ τετραπήχεις, καὶ μὴ διαδρασιπολίτας,
μηδʼ ἀγοραίους μηδὲ κοβάλους ὥσπερ νῦν μηδὲ πανούργους,
ἀλλὰ πνέοντας δόρυ καὶ λόγχας καὶ λευκολόφους τρυφαλείας
καὶ πήληκας καὶ κνημῖδας καὶ θυμοὺς ἑπταβοείους.
1220

Διόνυσος

καὶ δὴ χωρεῖ τουτὶ τὸ κακόν· κρανοποιῶν αὖ μʼ ἐπιτρίψει.

Εὐριπίδης

καὶ τί σὺ δράσας οὕτως αὐτοὺς γενναίους ἐξεδίδαξας;

Διόνυσος

Αἰσχύλε λέξον, μηδʼ αὐθάδως σεμνυνόμενος χαλέπαινε.

Αἰσχύλος

δρᾶμα ποιήσας Ἄρεως μεστόν.

Διόνυσος

ποῖον;
1225

Αἰσχύλος

τοὺς ἕπτʼ ἐπὶ Θήβας·
ὃ θεασάμενος πᾶς ἄν τις ἀνὴρ ἠράσθη δάιος εἶναι.

Διόνυσος

τουτὶ μέν σοι κακὸν εἴργασται· Θηβαίους γὰρ πεποίηκας
ἀνδρειοτέρους ἐς τὸν πόλεμον, καὶ τούτου γʼ οὕνεκα τύπτου.

Αἰσχύλος

ἀλλʼ ὑμῖν αὔτʼ ἐξῆν ἀσκεῖν, ἀλλʼ οὐκ ἐπὶ τοῦτʼ ἐτράπεσθε.
1230
εἶτα διδάξας Πέρσας μετὰ τοῦτʼ ἐπιθυμεῖν ἐξεδίδαξα
νικᾶν ἀεὶ τοὺς ἀντιπάλους, κοσμήσας ἔργον ἄριστον.

Διόνυσος

ἐχάρην γοῦν, ἡνίκʼ ἤκουσα περὶ Δαρείου τεθνεῶτος,
ὁ χορὸς δʼ εὐθὺς τὼ χεῖρʼ ὡδὶ συγκρούσας εἶπεν ἰαυοῖ.

Αἰσχύλος

ταῦτα γὰρ ἄνδρας χρὴ ποιητὰς ἀσκεῖν. σκέψαι γὰρ ἀπʼ ἀρχῆς
1235
ὡς ὠφέλιμοι τῶν ποιητῶν οἱ γενναῖοι γεγένηνται.
Ὀρφεὺς μὲν γὰρ τελετάς θʼ ἡμῖν κατέδειξε φόνων τʼ ἀπέχεσθαι,
Μουσαῖος δʼ ἐξακέσεις τε νόσων καὶ χρησμούς, Ἡσίοδος δὲ
γῆς ἐργασίας, καρπῶν ὥρας, ἀρότους· ὁ δὲ θεῖος Ὅμηρος
ἀπὸ τοῦ τιμὴν καὶ κλέος ἔσχεν πλὴν τοῦδʼ ὅτι χρήστʼ ἐδίδαξεν,
1240
τάξεις ἀρετὰς ὁπλίσεις ἀνδρῶν;

Διόνυσος

καὶ μὴν οὐ Παντακλέα γε
ἐδίδαξεν ὅμως τὸν σκαιότατον· πρώην γοῦν, ἡνίκʼ ἔπεμπεν,
τὸ κράνος πρῶτον περιδησάμενος τὸν λόφον ἤμελλʼ ἐπιδήσειν.

Αἰσχύλος

ἀλλʼ ἄλλους τοι πολλοὺς ἀγαθούς, ὧν ἦν καὶ Λάμαχος ἥρως·
1245
ὅθεν ἡμὴ φρὴν ἀπομαξαμένη πολλὰς ἀρετὰς ἐποίησεν,
Πατρόκλων, Τεύκρων θυμολεόντων, ἵνʼ ἐπαίροιμʼ ἄνδρα πολίτην
ἀντεκτείνειν αὑτὸν τούτοις, ὁπόταν σάλπιγγος ἀκούσῃ.
ἀλλʼ οὐ μὰ Δίʼ οὐ Φαίδρας ἐποίουν πόρνας οὐδὲ Σθενεβοίας,
οὐδʼ οἶδʼ οὐδεὶς ἥντινʼ ἐρῶσαν πώποτʼ ἐποίησα γυναῖκα.
1250

Εὐριπίδης

μὰ Δίʼ οὐ γὰρ ἐπῆν τῆς Ἀφροδίτης οὐδέν σοι.

Αἰσχύλος

μηδέ γʼ ἐπείη.
ἀλλʼ ἐπί τοι σοὶ καὶ τοῖς σοῖσιν πολλὴ πολλοῦ ʼπικαθῆτο,
ὥστε γε καὐτόν σε κατʼ οὖν ἔβαλεν.

Διόνυσος

νὴ τὸν Δία τοῦτό γέ τοι δή.
1255
ἃ γὰρ ἐς τὰς ἀλλοτρίας ἐποίεις, αὐτὸς τούτοισιν ἐπλήγης.

Εὐριπίδης

καὶ τί βλάπτουσʼ ὦ σχέτλιʼ ἀνδρῶν τὴν πόλιν ἁμαὶ Σθενέβοιαι;

Αἰσχύλος

ὅτι γενναίας καὶ γενναίων ἀνδρῶν ἀλόχους ἀνέπεισας
κώνεια πιεῖν αἰσχυνθείσας διὰ τοὺς σοὺς Βελλεροφόντας.

Εὐριπίδης

πότερον δʼ οὐκ ὄντα λόγον τοῦτον περὶ τῆς Φαίδρας ξυνέθηκα;
1260

Αἰσχύλος

μὰ Δίʼ ἀλλʼ ὄντʼ· ἀλλʼ ἀποκρύπτειν χρὴ τὸ πονηρὸν τόν γε ποιητήν,
καὶ μὴ παράγειν μηδὲ διδάσκειν. τοῖς μὲν γὰρ παιδαρίοισιν
ἔστι διδάσκαλος ὅστις φράζει, τοῖσιν δʼ ἡβῶσι ποιηταί.
πάνυ δὴ δεῖ χρηστὰ λέγειν ἡμᾶς.

Εὐριπίδης

ἢν οὖν σὺ λέγῃς Λυκαβηττοὺς
1265
καὶ Παρνασσῶν ἡμῖν μεγέθη, τοῦτʼ ἐστὶ τὸ χρηστὰ διδάσκειν,
ὃν χρῆν φράζειν ἀνθρωπείως;

Αἰσχύλος

ἀλλʼ ὦ κακόδαιμον ἀνάγκη
μεγάλων γνωμῶν καὶ διανοιῶν ἴσα καὶ τὰ ῥήματα τίκτειν.
κἄλλως εἰκὸς τοὺς ἡμιθέους τοῖς ῥήμασι μείζοσι χρῆσθαι·
1270
καὶ γὰρ τοῖς ἱματίοις ἡμῶν χρῶνται πολὺ σεμνοτέροισιν.
ἁμοῦ χρηστῶς καταδείξαντος διελυμήνω σύ.

Εὐριπίδης

τί δράσας;

Αἰσχύλος

πρῶτον μὲν τοὺς βασιλεύοντας ῥάκιʼ ἀμπισχών, ἵνʼ ἐλεινοὶ
τοῖς ἀνθρώποις φαίνοιντʼ εἶναι.
1275

Εὐριπίδης

τοῦτʼ οὖν ἔβλαψά τι δράσας;

Αἰσχύλος

οὔκουν ἐθέλει γε τριηραρχεῖν πλουτῶν οὐδεὶς διὰ ταῦτα,
ἀλλὰ ῥακίοις περιειλάμενος κλάει καὶ φησὶ πένεσθαι.

Διόνυσος

νὴ τὴν Δήμητρα χιτῶνά γʼ ἔχων οὔλων ἐρίων ὑπένερθεν.
κἂν ταῦτα λέγων ἐξαπατήσῃ, παρὰ τοὺς ἰχθῦς ἀνέκυψεν.
1280

Αἰσχύλος

εἶτʼ αὖ λαλιὰν ἐπιτηδεῦσαι καὶ στωμυλίαν ἐδίδαξας,
ἣ ʼξεκένωσεν τάς τε παλαίστρας καὶ τὰς πυγὰς ἐνέτριψεν
τῶν μειρακίων στωμυλλομένων, καὶ τοὺς Παράλους ἀνέπεισεν
ἀνταγορεύειν τοῖς ἄρχουσιν. καίτοι τότε γʼ ἡνίκʼ ἐγὼ ʼζων,
οὐκ ἠπίσταντʼ ἀλλʼ ἢ μᾶζαν καλέσαι καὶ ῥυππαπαῖ εἰπεῖν.
1285

Διόνυσος

νὴ τὸν Ἀπόλλω, καὶ προσπαρδεῖν γʼ ἐς τὸ στόμα τῷ θαλάμακι,
καὶ μινθῶσαι τὸν ξύσσιτον κἀκβάς τινα λωποδυτῆσαι·
νῦν δʼ ἀντιλέγει κοὐκέτʼ ἐλαύνων πλεῖ δευρὶ καὖθις ἐκεῖσε.

Αἰσχύλος

ποίων δὲ κακῶν οὐκ αἴτιός ἐστʼ;
οὐ προαγωγοὺς κατέδειξʼ οὗτος,
1290
καὶ τικτούσας ἐν τοῖς ἱεροῖς,
καὶ μιγνυμένας τοῖσιν ἀδελφοῖς,
καὶ φασκούσας οὐ ζῆν τὸ ζῆν;
κᾆτʼ ἐκ τούτων ἡ πόλις ἡμῶν
ὑπογραμματέων ἀνεμεστώθη
1295
καὶ βωμολόχων δημοπιθήκων
ἐξαπατώντων τὸν δῆμον ἀεί,
λαμπάδα δʼ οὐδεὶς οἷός τε φέρειν
ὑπʼ ἀγυμνασίας ἔτι νυνί.

Διόνυσος

μὰ Δίʼ οὐ δῆθʼ, ὥστʼ ἐπαφαυάνθην
1300
Παναθηναίοισι γελῶν, ὅτε δὴ
βραδὺς ἄνθρωπός τις ἔθει κύψας
λευκὸς πίων ὑπολειπόμενος
καὶ δεινὰ ποιῶν· κᾆθʼ οἱ Κεραμῆς
ἐν ταῖσι πύλαις παίουσʼ αὐτοῦ
1305
γαστέρα πλευρὰς λαγόνας πυγήν,
ὁ δὲ τυπτόμενος ταῖσι πλατείαις
ὑποπερδόμενος
φυσῶν τὴν λαμπάδʼ ἔφευγεν.

Χορός

μέγα τὸ πρᾶγμα, πολὺ τὸ νεῖκος, ἁδρὸς ὁ πόλεμος ἔρχεται.
1310
χαλεπὸν οὖν ἔργον διαιρεῖν,
ὅταν ὁ μὲν τείνῃ βιαίως,
ὁ δʼ ἐπαναστρέφειν δύνηται κἀπερείδεσθαι τορῶς.
ἀλλὰ μὴ νʼ ταὐτῷ κάθησθον·
ἐσβολαὶ γάρ εἰσι πολλαὶ χἄτεραι σοφισμάτων.
1315
ὅ τι περ οὖν ἔχετον ἐρίζειν,
λέγετον ἔπιτον ἀνά τε δέρετον
τά τε παλαιὰ καὶ τὰ καινά,
κἀποκινδυνεύετον λεπτόν τι καὶ σοφὸν λέγειν.
εἰ δὲ τοῦτο καταφοβεῖσθον, μή τις ἀμαθία προσῇ
1320
τοῖς θεωμένοισιν, ὡς τὰ
λεπτὰ μὴ γνῶναι λεγόντοιν,
μηδὲν ὀρρωδεῖτε τοῦθʼ· ὡς οὐκέθʼ οὕτω ταῦτʼ ἔχει.
ἐστρατευμένοι γάρ εἰσι,
βιβλίον τʼ ἔχων ἕκαστος μανθάνει τὰ δεξιά·
1325
αἱ φύσεις τʼ ἄλλως κράτισται,
νῦν δὲ καὶ παρηκόνηνται.
μηδὲν οὖν δείσητον, ἀλλὰ
πάντʼ ἐπέξιτον θεατῶν γʼ οὕνεχʼ ὡς ὄντων σοφῶν.

Εὐριπίδης

καὶ μὴν ἐπʼ αὐτοὺς τοὺς προλόγους σου τρέψομαι,
1330
ὅπως τὸ πρῶτον τῆς τραγῳδίας μέρος
πρώτιστον αὐτοῦ βασανιῶ τοῦ δεξιοῦ.
ἀσαφὴς γὰρ ἦν ἐν τῇ φράσει τῶν πραγμάτων.

Διόνυσος

καὶ ποῖον αὐτοῦ βασανιεῖς;

Εὐριπίδης

πολλοὺς πάνυ.
1335
πρῶτον δέ μοι τὸν ἐξ Ὀρεστείας λέγε.

Διόνυσος

ἄγε δὴ σιώπα πᾶς ἀνήρ. λέγʼ Αἰσχύλε.

Αἰσχύλος

‘ Ἑρμῆ χθόνιε πατρῷʼ ἐποπτεύων κράτη,
σωτὴρ γενοῦ μοι σύμμαχός τʼ αἰτουμένῳ.
ἥκω γὰρ ἐς γῆν τήνδε καὶ κατέρχομαι.
1340

Διόνυσος

τούτων ἔχεις ψέγειν τι;

Εὐριπίδης

πλεῖν ἢ δώδεκα.

Διόνυσος

ἀλλʼ οὐδὲ πάντα ταῦτά γʼ ἔστʼ ἀλλʼ ἢ τρία.

Εὐριπίδης

ἔχει δʼ ἕκαστον εἴκοσίν γʼ ἁμαρτίας.

Διόνυσος

Αἰσχύλε παραινῶ σοι σιωπᾶν· εἰ δὲ μή,
1345
πρὸς τρισὶν ἰαμβείοισι προσοφείλων φανεῖ.

Αἰσχύλος

ἐγὼ σιωπῶ τῷδʼ;

Διόνυσος

ἐὰν πείθῃ γʼ ἐμοί.

Εὐριπίδης

εὐθὺς γὰρ ἡμάρτηκεν οὐράνιόν γʼ ὅσον.

Αἰσχύλος

ὁρᾷς ὅτι ληρεῖς;
1350

Διόνυσος

ἀλλʼ ὀλίγον γέ μοι μέλει.

Αἰσχύλος

πῶς φῄς μʼ ἁμαρτεῖν;

Εὐριπίδης

αὖθις ἐξ ἀρχῆς λέγε.

Αἰσχύλος

Ἑρμῆ χθόνιε πατρῷʼ ἐποπτεύων κράτη.

Εὐριπίδης

οὔκουν Ὀρέστης τοῦτʼ ἐπὶ τῷ τύμβῳ λέγει
1355
τῷ τοῦ πατρὸς τεθνεῶτος;

Αἰσχύλος

οὐκ ἄλλως λέγω.

Εὐριπίδης

πότερʼ οὖν τὸν Ἑρμῆν, ὡς ὁ πατὴρ ἀπώλετο
αὐτοῦ βιαίως ἐκ γυναικείας χερὸς
δόλοις λαθραίοις, ταῦτʼ ἐποπτεύειν ἔφη;
1360

Αἰσχύλος

οὐ δῆτʼ ἐκεῖνον, ἀλλὰ τὸν Ἐριούνιον
Ἑρμῆν χθόνιον προσεῖπε, κἀδήλου λέγων
ὁτιὴ πατρῷον τοῦτο κέκτηται γέρας —

Εὐριπίδης

ἔτι μεῖζον ἐξήμαρτες ἢ ʼγὼ ʼβουλόμην·
εἰ γὰρ πατρῷον τὸ χθόνιον ἔχει γέρας —
1365

Διόνυσος

οὕτω γʼ ἂν εἴη πρὸς πατρὸς τυμβωρύχος.

Αἰσχύλος

Διόνυσε πίνεις οἶνον οὐκ ἀνθοσμίαν.

Διόνυσος

λέγʼ ἕτερον αὐτῷ· σὺ δʼ ἐπιτήρει τὸ βλάβος.

Αἰσχύλος

‘ σωτὴρ γενοῦ μοι σύμμαχός τʼ αἰτουμένῳ.
ἥκω γὰρ ἐς γῆν τήνδε καὶ κατέρχομαι — ’
1370

Εὐριπίδης

δὶς ταὐτὸν ἡμῖν εἶπεν ὁ σοφὸς Αἰσχύλος.

Διόνυσος

πῶς δίς;

Εὐριπίδης

σκόπει τὸ ῥῆμʼ· ἐγὼ δέ σοι φράσω.
ἥκω γὰρ ἐς γῆν, φησί, καὶ κατέρχομαι·
ἥκω δὲ ταὐτόν ἐστι τῷ κατέρχομαι.
1375

Διόνυσος

νὴ τὸν Δίʼ ὥσπερ γʼ εἴ τις εἴποι γείτονι,
χρῆσον σὺ μάκτραν, εἰ δὲ βούλει, κάρδοπον.

Αἰσχύλος

οὐ δῆτα τοῦτό γʼ ὦ κατεστωμυλμένε
ἄνθρωπε ταὔτʼ ἔστʼ, ἀλλʼ ἄριστʼ ἐπῶν ἔχον.

Εὐριπίδης

πῶς δή; δίδαξον γάρ με καθʼ ὅ τι δὴ λέγεις;
1380

Αἰσχύλος

ἐλθεῖν μὲν ἐς γῆν ἔσθʼ ὅτῳ μετῇ πάτρας·
χωρὶς γὰρ ἄλλης συμφορᾶς ἐλήλυθεν·
φεύγων δʼ ἀνὴρ ἥκει τε καὶ κατέρχεται.

Διόνυσος

εὖ νὴ τὸν Ἀπόλλω. τί σὺ λέγεις Εὐριπίδη;

Εὐριπίδης

οὐ φημὶ τὸν Ὀρέστην κατελθεῖν οἴκαδε·
1385
λάθρᾳ γὰρ ἦλθεν οὐ πιθὼν τοὺς κυρίους.

Διόνυσος

εὖ νὴ τὸν Ἑρμῆν· ὅ τι λέγεις δʼ οὐ μανθάνω.

Εὐριπίδης

πέραινε τοίνυν ἕτερον.

Διόνυσος

ἴθι πέραινε σὺ
Αἰσχύλʼ ἀνύσας· σὺ δʼ ἐς τὸ κακὸν ἀπόβλεπε.
1390

Αἰσχύλος

‘ τύμβου δʼ ἐπʼ ὄχθῳ τῷδε κηρύσσω πατρὶ
κλύειν ἀκοῦσαι.

Εὐριπίδης

τοῦθʼ ἕτερον αὖθις λέγει,
κλύειν ἀκοῦσαι, ταὐτὸν ὂν σαφέστατα.

Διόνυσος

τεθνηκόσιν γὰρ ἔλεγεν ὦ μόχθηρε σύ,
1395
οἷς οὐδὲ τρὶς λέγοντες ἐξικνούμεθα.

Αἰσχύλος

σὺ δὲ πῶς ἐποίεις τοὺς προλόγους;

Εὐριπίδης

ἐγὼ φράσω.
κἄν που δὶς εἴπω ταὐτόν, ἢ στοιβὴν ἴδῃς
ἐνοῦσαν ἔξω τοῦ λόγου, κατάπτυσον.
1400

Διόνυσος

ἴθι δὴ λέγʼ· οὐ γάρ μοὔστιν ἀλλʼ ἀκουστέα
τῶν σῶν προλόγων τῆς ὀρθότητος τῶν ἐπῶν.

Εὐριπίδης

ἦν Οἰδίπους τὸ πρῶτον εὐδαίμων ἀνήρ —

Αἰσχύλος

μὰ τὸν Δίʼ οὐ δῆτʼ, ἀλλὰ κακοδαίμων φύσει,
ὅντινά γε πρὶν φῦναι μὲν Ἁπόλλων ἔφη
1405
ἀποκτενεῖν τὸν πατέρα, πρὶν καὶ γεγονέναι·
πῶς οὗτος ἦν τὸ πρῶτον εὐδαίμων ἀνήρ;

Εὐριπίδης

εἶτʼ ἐγένετʼ αὖθις ἀθλιώτατος βροτῶν.

Αἰσχύλος

μὰ τὸν Δίʼ οὐ δῆτʼ, οὐ μὲν οὖν ἐπαύσατο.
πῶς γάρ; ὅτε δὴ πρῶτον μὲν αὐτὸν γενόμενον
1410
χειμῶνος ὄντος ἐξέθεσαν ἐν ὀστράκῳ,
ἵνα μὴ ʼκτραφεὶς γένοιτο τοῦ πατρὸς φονεύς·
εἶθʼ ὡς Πόλυβον ἤρρησεν οἰδῶν τὼ πόδε·
ἔπειτα γραῦν ἔγημεν αὐτὸς ὢν νέος
καὶ πρός γε τούτοις τὴν ἑαυτοῦ μητέρα·
1415
εἶτʼ ἐξετύφλωσεν αὑτόν.

Διόνυσος

εὐδαίμων ἄρʼ ἦν,
εἰ κἀστρατήγησέν γε μετʼ Ἐρασινίδου.

Εὐριπίδης

ληρεῖς· ἐγὼ δὲ τοὺς προλόγους καλοὺς ποιῶ.

Αἰσχύλος

καὶ μὴν μὰ τὸν Δίʼ οὐ κατʼ ἔπος γέ σου κνίσω
1420
τὸ ῥῆμʼ ἕκαστον, ἀλλὰ σὺν τοῖσιν θεοῖς
ἀπὸ ληκυθίου σου τοὺς προλόγους διαφθερῶ.

Εὐριπίδης

ἀπὸ ληκυθίου σὺ τοὺς ἐμούς;

Αἰσχύλος

ἑνὸς μόνου.
ποιεῖς γὰρ οὕτως ὥστʼ ἐναρμόττειν ἅπαν,
1425
καὶ κῳδάριον καὶ ληκύθιον καὶ θύλακον,
ἐν τοῖς ἰαμβείοισι. δείξω δʼ αὐτίκα.

Εὐριπίδης

ἰδού, σὺ δείξεις;

Αἰσχύλος

φημί.

Διόνυσος

καὶ δὴ χρὴ λέγειν.
1430

Εὐριπίδης

Αἴγυπτος, ὡς ὁ πλεῖστος ἔσπαρται λόγος,
ξὺν παισὶ πεντήκοντα ναυτίλῳ πλάτῃ
Ἄργος κατασχών —

Αἰσχύλος

ληκύθιον ἀπώλεσεν.

Διόνυσος

τουτὶ τί ἦν τὸ ληκύθιον; οὐ κλαύσεται;
1435
λέγʼ ἕτερον αὐτῷ πρόλογον, ἵνα καὶ γνῶ πάλιν.

Εὐριπίδης

‘ Διόνυσος, ὃς θύρσοισι καὶ νεβρῶν δοραῖς
καθαπτὸς ἐν πεύκαισι Παρνασσὸν κάτα
πηδᾷ χορεύων’ —

Αἰσχύλος

ληκύθιον ἀπώλεσεν.
1440

Διόνυσος

οἴμοι πεπλήγμεθʼ αὖθις ὑπὸ τῆς ληκύθου.

Εὐριπίδης

ἀλλʼ οὐδὲν ἔσται πρᾶγμα· πρὸς γὰρ τουτονὶ
τὸν πρόλογον οὐχ ἕξει προσάψαι λήκυθον.
‘ οὐκ ἔστιν ὅστις πάντʼ ἀνὴρ εὐδαιμονεῖ·
ἢ γὰρ πεφυκὼς ἐσθλὸς οὐκ ἔχει βίον,
1445
ἢ δυσγενὴς ὤν’ —

Αἰσχύλος

ληκύθιον ἀπώλεσεν.

Διόνυσος

Εὐριπίδη —

Εὐριπίδης

τί ἔσθʼ;

Διόνυσος

ὑφέσθαι μοι δοκεῖ·
1450
τὸ ληκύθιον γὰρ τοῦτο πνευσεῖται πολύ.

Εὐριπίδης

οὐδʼ ἂν μὰ τὴν Δήμητρα φροντίσαιμί γε·
νυνὶ γὰρ αὐτοῦ τοῦτό γʼ ἐκκεκόψεται.

Διόνυσος

ἴθι δὴ λέγʼ ἕτερον κἀπέχου τῆς ληκύθου.

Εὐριπίδης

‘ Σιδώνιόν ποτʼ ἄστυ Κάδμος ἐκλιπὼν
1455
Ἀγήνορος παῖσ’ —

Αἰσχύλος

ληκύθιον ἀπώλεσεν.

Διόνυσος

ὦ δαιμόνιʼ ἀνδρῶν ἀποπρίω τὴν λήκυθον,
ἵνα μὴ διακναίσῃ τοὺς προλόγους ἡμῶν.

Εὐριπίδης

τὸ τί;
1460
ἐγὼ πρίωμαι τῷδʼ;

Διόνυσος

ἐὰν πείθῃ γʼ ἐμοί.

Εὐριπίδης

οὐ δῆτʼ, ἐπεὶ πολλοὺς προλόγους ἕξω λέγειν
ἵνʼ οὗτος οὐχ ἕξει προσάψαι ληκύθιον.
‘ Πέλοψ ὁ Ταντάλειος ἐς Πῖσαν μολὼν
1465
θοαῖσιν ἵπποισ’ —

Αἰσχύλος

ληκύθιον ἀπώλεσεν.

Διόνυσος

ὁρᾷς, προσῆψεν αὖθις αὖ τὴν λήκυθον.
ἀλλʼ ὦγάθʼ ἔτι καὶ νῦν ἀπόδος πάσῃ τέχνῃ·
λήψει γὰρ ὀβολοῦ πάνυ καλήν τε κἀγαθήν.
1470

Εὐριπίδης

μὰ τὸν Δίʼ οὔπω γʼ· ἔτι γὰρ εἰσί μοι συχνοί.
Οἰνεύς ποτʼ ἐκ γῆς —

Αἰσχύλος

ληκύθιον ἀπώλεσεν.

Εὐριπίδης

ἔασον εἰπεῖν πρῶθʼ ὅλον με τὸν στίχον.
‘ Οἰνεύς ποτʼ ἐκ γῆς πολύμετρον λαβὼν στάχυν
1475
θύων ἀπαρχάσ’ —

Αἰσχύλος

ληκύθιον ἀπώλεσεν.

Διόνυσος

μεταξὺ θύων; καὶ τίς αὔθʼ ὑφείλετο;

Εὐριπίδης

ἔα αὐτὸν ὦ τᾶν· πρὸς τοδὶ γὰρ εἰπάτω.
Ζεύς, ὡς λέλεκται τῆς ἀληθείας ὕπο —
1480

Διόνυσος

ἀπολεῖ σʼ· ἐρεῖ γάρ, ληκύθιον ἀπώλεσεν.
τὸ ληκύθιον γὰρ τοῦτʼ ἐπὶ τοῖς προλόγοισί σου
ὥσπερ τὰ σῦκʼ ἐπὶ τοῖσιν ὀφθαλμοῖς ἔφυ.
ἀλλʼ ἐς τὰ μέλη πρὸς τῶν θεῶν αὐτοῦ τραποῦ.

Εὐριπίδης

καὶ μὴν ἔχω γʼ οἷς αὐτὸν ἀποδείξω κακὸν
1485
μελοποιὸν ὄντα καὶ ποιοῦντα ταὔτʼ ἀεί.

Χορός

τί ποτε πρᾶγμα γενήσεται;
φροντίζειν γὰρ ἔγωγʼ ἔχω,
τίνʼ ἄρα μέμψιν ἐποίσει
ἀνδρὶ τῷ πολὺ πλεῖστα δὴ
1490
καὶ κάλλιστα μέλη ποιήσαντι
τῶν μέχρι νυνί.
θαυμάζω γὰρ ἔγωγʼ ὅπῃ
μέμψεταί ποτε τοῦτον
τὸν Βακχεῖον ἄνακτα,
1495
καὶ δέδοιχʼ ὑπὲρ αὐτοῦ.

Εὐριπίδης

πάνυ γε μέλη θαυμαστά· δείξει δὴ τάχα.
εἰς ἓν γὰρ αὐτοῦ πάντα τὰ μέλη ξυντεμῶ.

Διόνυσος

καὶ μὴν λογιοῦμαι ταῦτα τῶν ψήφων λαβών· ʽδιαύλιον προσαυλεῖ τισ̓

Εὐριπίδης

Φθιῶτʼ Ἀχιλλεῦ, τί ποτʼ ἀνδροδάικτον ἀκούων
1500
ἰὴ κόπον οὐ πελάθεις ἐπʼ ἀρωγάν;
Ἑρμᾶν μὲν πρόγονον τίομεν γένος οἱ περὶ λίμναν.
ἰὴ κόπον οὐ πελάθεις ἐπʼ ἀρωγάν;

Διόνυσος

δύο σοὶ κόπω Αἰσχύλε τούτω.

Εὐριπίδης

κύδιστʼ Ἀχαιῶν Ἀτρέως πολυκοίρανε μάνθανέ μου παῖ.
1505
ἰὴ κόπον οὐ πελάθεις ἐπʼ ἀρωγάν;

Διόνυσος

τρίτος ᾠσχύλε σοὶ κόπος οὗτος.

Εὐριπίδης

εὐφαμεῖτε· μελισσονόμοι δόμον Ἀρτέμιδος πέλας οἴγειν.
ἰὴ κόπον οὐ πελάθεις ἐπʼ ἀρωγάν;
κύριός εἰμι θροεῖν ὅδιον κράτος αἴσιον ἀνδρῶν.
1510
ἰὴ κόπον οὐ πελάθεις ἐπʼ ἀρωγάν;

Διόνυσος

ὦ Ζεῦ βασιλεῦ τὸ χρῆμα τῶν κόπων ὅσον.
ἐγὼ μὲν οὖν ἐς τὸ βαλανεῖον βούλομαι·
ὑπὸ τῶν κόπων γὰρ τὼ νεφρὼ βουβωνιῶ.

Εὐριπίδης

μὴ πρίν γʼ ἂν ἀκούσῃς χἀτέραν στάσιν μελῶν
1515
ἐκ τῶν κιθαρῳδικῶν νόμων εἰργασμένην.

Διόνυσος

ἴθι δὴ πέραινε, καὶ κόπον μὴ προστίθει.

Εὐριπίδης

ὅπως Ἀχαιῶν δίθρονον κράτος, Ἑλλάδος ἥβας,
τοφλαττοθρατ τοφλαττοθρατ,
Σφίγγα δυσαμεριᾶν πρύτανιν κύνα, πέμπει,
1520
τοφλαττοθρατ τοφλαττοθρατ,
σὺν δορὶ καὶ χερὶ πράκτορι θούριος ὄρνις,
τοφλαττοθρατ τοφλαττοθρατ,
κυρεῖν παρασχὼν ἰταμαῖς κυσὶν ἀεροφοίτοις,
τοφλαττοθρατ τοφλαττοθρατ,
1525
τὸ συγκλινές τʼ ἐπʼ Αἴαντι,
τοφλαττοθρατ τοφλαττοθρατ.

Διόνυσος

τί τὸ φλαττοθρατ τοῦτʼ ἐστίν; ἐκ Μαραθῶνος ἢ
πόθεν συνέλεξας ἱμονιοστρόφου μέλη;

Αἰσχύλος

ἀλλʼ οὖν ἐγὼ μὲν ἐς τὸ καλὸν ἐκ τοῦ καλοῦ
1530
ἤνεγκον αὔθʼ, ἵνα μὴ τὸν αὐτὸν Φρυνίχῳ
λειμῶνα Μουσῶν ἱερὸν ὀφθείην δρέπων·
οὗτος δʼ ἀπὸ πάντων μὲν φέρει, πορνιδίων,
σκολίων Μελήτου, Καρικῶν αὐλημάτων,
θρήνων, χορειῶν. τάχα δὲ δηλωθήσεται.
1535
ἐνεγκάτω τις τὸ λύριον. καίτοι τί δεῖ
λύρας ἐπὶ τούτων; ποῦ ʼστιν ἡ τοῖς ὀστράκοις
αὕτη κροτοῦσα; δεῦρο Μοῦσʼ Εὐριπίδου,
πρὸς ἥνπερ ἐπιτήδεια ταῦτʼ ᾄδειν μέλη.

Διόνυσος

αὕτη ποθʼ ἡ Μοῦσʼ οὐκ ἐλεσβίαζεν, οὔ.
1540

Αἰσχύλος

ἀλκυόνες, αἳ παρʼ ἀενάοις θαλάσσης
κύμασι στωμύλλετε,
τέγγουσαι νοτίοις πτερῶν
ῥανίσι χρόα δροσιζόμεναι·
αἵ θʼ ὑπωρόφιοι κατὰ γωνίας
1545
εἱειειειλίσσετε δακτύλοις φάλαγγες
ἱστόπονα πηνίσματα,
κερκίδος ἀοιδοῦ μελέτας,
ἵνʼ ὁ φίλαυλος ἔπαλλε δελφὶς
πρῴραις κυανεμβόλοις
1550
μαντεῖα καὶ σταδίους,
οἰνάνθας γάνος ἀμπέλου,
βότρυος ἕλικα παυσίπονον.
περίβαλλʼ ὦ τέκνον ὠλένας.
ὁρᾷς τὸν πόδα τοῦτον;
1555

Διόνυσος

ὁρῶ.

Αἰσχύλος

τί δαί; τοῦτον ὁρᾷς;

Διόνυσος

ὁρῶ.

Αἰσχύλος

τοιαυτὶ μέντοι σὺ ποιῶν
τολμᾷς τἀμὰ μέλη ψέγειν,
1560
ἀνὰ τὸ δωδεκαμήχανον
Κυρήνης μελοποιῶν;
τὰ μὲν μέλη σου ταῦτα· βούλομαι δʼ ἔτι
τὸν τῶν μονῳδιῶν διεξελθεῖν τρόπον.
ὦ νυκτὸς κελαινοφαὴς
1565
ὄρφνα, τίνα μοι
δύστανον ὄνειρον
πέμπεις ἐξ ἀφανοῦς,
Ἀίδα πρόμολον,
ψυχὰν ἄψυχον ἔχοντα,
1570
μελαίνας Νυκτὸς παῖδα,
φρικώδη δεινὰν ὄψιν,
μελανονεκυείμονα,
φόνια φόνια δερκόμενον,
μεγάλους ὄνυχας ἔχοντα.
1575
ἀλλά μοι ἀμφίπολοι λύχνον ἅψατε
κάλπισί τʼ ἐκ ποταμῶν δρόσον ἄρατε, θέρμετε δʼ ὕδωρ,
ὡς ἂν θεῖον ὄνειρον ἀποκλύσω.
ἰὼ πόντιε δαῖμον,
τοῦτʼ ἐκεῖνʼ· ἰὼ ξύνοικοι,
1580
τάδε τέρα θεάσασθε.
τὸν ἀλεκτρυόνα μου συναρπάσασα
φρούδη Γλύκη.
Νύμφαι ὀρεσσίγονοι.
ὦ Μανία ξύλλαβε.
1585
ἐγὼ δʼ ἁ τάλαινα προσέχουσʼ ἔτυχον
ἐμαυτῆς ἔργοισι,
λίνου μεστὸν ἄτρακτον
εἱειειειλίσσουσα χεροῖν
κλωστῆρα ποιοῦσʼ, ὅπως
1590
κνεφαῖος εἰς ἀγορὰν
φέρουσʼ ἀποδοίμαν·
ὁ δʼ ἀνέπτατʼ ἀνέπτατʼ ἐς αἰθέρα
κουφοτάταις πτερύγων ἀκμαῖς·
ἐμοὶ δʼ ἄχεʼ ἄχεα κατέλιπε,
1595
δάκρυα δάκρυά τʼ ἀπʼ ὀμμάτων
ἔβαλον ἔβαλον ἁ τλάμων.
ἀλλʼ ὦ Κρῆτες, Ἴδας τέκνα,
τὰ τόξα λαβόντες ἐπαμύνατε,
τὰ κῶλά τʼ ἀμπάλλετε κυκλούμενοι τὴν οἰκίαν.
1600
ἅμα δὲ Δίκτυννα παῖς Ἄρτεμις καλὰ
τὰς κυνίσκας ἔχουσʼ ἐλθέτω διὰ δόμων πανταχῇ,
σὺ δʼ ὦ Διὸς διπύρους ἀνέχουσα
λαμπάδας ὀξυτάτας χεροῖν Ἑκάτα παράφηνον
ἐς Γλύκης, ὅπως ἂν
1605
εἰσελθοῦσα φωράσω.

Διόνυσος

παύσασθον ἤδη τῶν μελῶν.

Αἰσχύλος

κἄμοιγʼ ἅλις.
ἐπὶ τὸν σταθμὸν γὰρ αὐτὸν ἀγαγεῖν βούλομαι,
ὅπερ ἐξελέγξει τὴν ποίησιν νῷν μόνον.
1610
τὸ γὰρ βάρος νὼ βασανιεῖ τῶν ῥημάτων.

Διόνυσος

ἴτε δεῦρό νυν, εἴπερ γε δεῖ καὶ τοῦτό με
ἀνδρῶν ποιητῶν τυροπωλῆσαι τέχνην.

Χορός

ἐπίπονοί γʼ οἱ δεξιοί.
τόδε γὰρ ἕτερον αὖ τέρας
1615
νεοχμόν, ἀτοπίας πλέων,
ὃ τίς ἂν ἐπενόησεν ἄλλος;
μὰ τὸν ἐγὼ μὲν οὐδʼ ἂν εἴ τις
ἔλεγέ μοι τῶν ἐπιτυχόντων,
ἐπιθόμην, ἀλλʼ ᾠόμην ἂν
1620
αὐτὸν αὐτὰ ληρεῖν.

Διόνυσος

ἴθι δὴ παρίστασθον παρὰ τὼ πλάστιγγʼ,

Αἰσχύλος καί Εὐριπίδης

ἰδού.

Διόνυσος

καὶ λαβομένω τὸ ῥῆμʼ ἑκάτερος εἴπατον,
καὶ μὴ μεθῆσθον, πρὶν ἂν ἐγὼ σφῷν κοκκύσω.
1625

Αἰσχύλος καὶ Εὐριπίδης

ἐχόμεθα.

Διόνυσος

τοὔπος νῦν λέγετον ἐς τὸν σταθμόν.

Εὐριπίδης

εἴθʼ ὤφελʼ Ἀργοῦς μὴ διαπτάσθαι σκάφος.

Αἰσχύλος

Σπερχειὲ ποταμὲ βουνόμοι τʼ ἐπιστροφαί.

Διόνυσος

κόκκυ, μέθεσθε· καὶ πολύ γε κατωτέρω
1630
χωρεῖ τὸ τοῦδε.

Εὐριπίδης

καὶ τί ποτʼ ἐστὶ ταἴτιον;

Διόνυσος

ὅτι εἰσέθηκε ποταμόν, ἐριοπωλικῶς
ὑγρὸν ποιήσας τοὔπος ὥσπερ τἄρια,
σὺ δʼ εἰσέθηκας τοὔπος ἐπτερωμένον.
1635

Εὐριπίδης

ἀλλʼ ἕτερον εἰπάτω τι κἀντιστησάτω.

Διόνυσος

λάβεσθε τοίνυν αὖθις.

Αἰσχύλος καί Εὐριπίδης

ἢν ἰδού.

Διόνυσος

λέγε.

Εὐριπίδης

οὐκ ἔστι Πειθοῦς ἱερὸν ἄλλο πλὴν λόγος.
1640

Αἰσχύλος

μόνος θεῶν γὰρ Θάνατος οὐ δώρων ἐρᾷ.

Διόνυσος

μέθεσθε μέθεσθε· καὶ τὸ τοῦδέ γʼ αὖ ῥέπει·
θάνατον γὰρ εἰσέθηκε βαρύτατον κακόν.

Εὐριπίδης

ἐγὼ δὲ πειθώ γʼ ἔπος ἄριστʼ εἰρημένον.

Διόνυσος

πειθὼ δὲ κοῦφόν ἐστι καὶ νοῦν οὐκ ἔχον.
1645
ἀλλʼ ἕτερον αὖ ζήτει τι τῶν βαρυστάθμων,
ὅ τι σοι καθέλξει, καρτερόν τε καὶ μέγα.

Εὐριπίδης

φέρε ποῦ τοιοῦτον δῆτά μοὐστί; ποῦ;

Διόνυσος

φράσω·
βέβληκʼ Ἀχιλλεὺς δύο κύβω καὶ τέτταρα.
1650
λέγοιτʼ ἄν, ὡς αὕτη ʼστὶ λοιπὴ σφῷν στάσις.

Εὐριπίδης

σιδηροβριθές τʼ ἔλαβε δεξιᾷ ξύλον.

Αἰσχύλος

ἐφʼ ἅρματος γὰρ ἅρμα καὶ νεκρῷ νεκρός.

Διόνυσος

ἐξηπάτηκεν αὖ σὲ καὶ νῦν.

Εὐριπίδης

τῷ τρόπῳ;
1655

Διόνυσος

δύʼ ἅρματʼ εἰσέθηκε καὶ νεκρὼ δύο,
οὓς οὐκ ἂν ἄραιντʼ οὐδʼ ἑκατὸν Αἰγύπτιοι.

Αἰσχύλος

καὶ μηκέτʼ ἔμοιγε κατʼ ἔπος, ἀλλʼ ἐς τὸν σταθμὸν
αὐτὸς τὰ παιδίʼ ἡ γυνὴ Κηφισοφῶν
ἐμβὰς καθήσθω, συλλαβὼν τὰ βιβλία·
1660
ἐγὼ δὲ δύʼ ἔπη τῶν ἐμῶν ἐρῶ μόνον.

Διόνυσος

ἅνδρες φίλοι, κἀγὼ μὲν αὐτοὺς οὐ κρινῶ.
οὐ γὰρ διʼ ἔχθρας οὐδετέρῳ γενήσομαι.
τὸν μὲν γὰρ ἡγοῦμαι σοφὸν τῷ δʼ ἥδομαι.

Πλούτων

οὐδὲν ἄρα πράξεις ὧνπερ ἦλθες οὕνεκα;
1665

Διόνυσος

ἐὰν δὲ κρίνω;

Πλούτων

τὸν ἕτερον λαβὼν ἄπει,
ὁπότερον ἂν κρίνῃς, ἵνʼ ἔλθῃς μὴ μάτην.

Διόνυσος

εὐδαιμονοίης. φέρε πύθεσθέ μου ταδί.
ἐγὼ κατῆλθον ἐπὶ ποιητήν. τοῦ χάριν;
1670
ἵνʼ ἡ πόλις σωθεῖσα τοὺς χοροὺς ἄγῃ.
ὁπότερος οὖν ἂν τῇ πόλει παραινέσῃ
μᾶλλόν τι χρηστόν, τοῦτον ἄξειν μοι δοκῶ.
πρῶτον μὲν οὖν περὶ Ἀλκιβιάδου τίνʼ ἔχετον
γνώμην ἑκάτερος; ἡ πόλις γὰρ δυστοκεῖ.
1675

Εὐριπίδης

ἔχει δὲ περὶ αὐτοῦ τίνα γνώμην;

Διόνυσος

τίνα;
ποθεῖ μέν, ἐχθαίρει δέ, βούλεται δʼ ἔχειν.
ἀλλʼ ὅ τι νοεῖτον εἴπατον τούτου πέρι.

Εὐριπίδης

μισῶ πολίτην, ὅστις ὠφελεῖν πάτραν
1680
βραδὺς πέφυκε μεγάλα δὲ βλάπτειν ταχύς,
καὶ πόριμον αὑτῷ τῇ πόλει δʼ ἀμήχανον.

Διόνυσος

εὖ γʼ ὦ Πόσειδον· σὺ δὲ τίνα γνώμην ἔχεις;

Δις.

οὐ χρὴ λέοντος σκύμνον ἐν πόλει τρέφειν,
μάλιστα μὲν λέοντα μὴ νʼ πόλει τρέφειν,
1685
ἢν δʼ ἐκτραφῇ τις, τοῖς τρόποις ὑπηρετεῖν.

Διόνυσος

νὴ τὸν Δία τὸν σωτῆρα δυσκρίτως γʼ ἔχω·
ὁ μὲν σοφῶς γὰρ εἶπεν, ὁ δʼ ἕτερος σαφῶς.
ἀλλʼ ἔτι μίαν γνώμην ἑκάτερος εἴπατον
περὶ τῆς πόλεως ἥντινʼ ἔχετον σωτηρίαν.
1690

Εὐριπίδης

εἴ τις πτερώσας Κλεόκριτον Κινησίᾳ,
αἴροιεν αὖραι πελαγίαν ὑπὲρ πλάκα.

Διόνυσος

γέλοιον ἂν φαίνοιτο· νοῦν δʼ ἔχει τίνα;

Εὐριπίδης

εἰ ναυμαχοῖεν κᾆτʼ ἔχοντες ὀξίδας
ῥαίνοιεν ἐς τὰ βλέφαρα τῶν ἐναντίων.
1695
ἐγὼ μὲν οἶδα καὶ θέλω φράζειν.

Διόνυσος

λέγε.

Εὐριπίδης

ὅταν τὰ νῦν ἄπιστα πίσθʼ ἡγώμεθα,
τὰ δʼ ὄντα πίστʼ ἄπιστα.

Διόνυσος

πῶς; οὐ μανθάνω.
1700
ἀμαθέστερόν πως εἰπὲ καὶ σαφέστερον.

Εὐριπίδης

εἰ τῶν πολιτῶν οἷσι νῦν πιστεύομεν,
τούτοις ἀπιστήσαιμεν, οἷς δʼ οὐ χρώμεθα,
τούτοισι χρησαίμεσθʼ, ἴσως σωθεῖμεν ἄν.
εἰ νῦν γε δυστυχοῦμεν ἐν τούτοισι, πῶς
1705
τἀναντίʼ ἂν πράττοντες οὐ σῳζοίμεθʼ ἄν;

Διόνυσος

εὖ γʼ ὦ Παλάμηδες, ὦ σοφωτάτη φύσις.
ταυτὶ πότερʼ αὐτὸς ηὗρες ἢ Κηφισοφῶν;

Εὐριπίδης

ἐγὼ μόνος· τὰς δʼ ὀξίδας Κηφισοφῶν.
τί δαὶ σύ; τί λέγεις;
1710

Αἰσχύλος

τὴν πόλιν νῦν μοι φράσον
πρῶτον τίσι χρῆται· πότερα τοῖς χρηστοῖς;

Διόνυσος

πόθεν;
μισεῖ κάκιστα.

Αἰσχύλος

τοῖς πονηροῖς δʼ ἥδεται;
1715

Διόνυσος

οὐ δῆτʼ ἐκείνη γʼ, ἀλλὰ χρῆται πρὸς βίαν.

Αἰσχύλος

πῶς οὖν τις ἂν σώσειε τοιαύτην πόλιν,
ᾗ μήτε χλαῖνα μήτε σισύρα συμφέρει;

Διόνυσος

εὕρισκε νὴ Δίʼ, εἴπερ ἀναδύσει πάλιν.

Αἰσχύλος

ἐκεῖ φράσαιμʼ ἄν· ἐνθαδὶ δʼ οὐ βούλομαι.
1720

Διόνυσος

μὴ δῆτα σύ γʼ, ἀλλʼ ἐνθένδʼ ἀνίει τἀγαθά.

Αἰσχύλος

τὴν γῆν ὅταν νομίσωσι τὴν τῶν πολεμίων
εἶναι σφετέραν, τὴν δὲ σφετέραν τῶν πολεμίων,
πόρον δὲ τὰς ναῦς ἀπορίαν δὲ τὸν πόρον.

Διόνυσος

εὖ, πλήν γʼ ὁ δικαστὴς αὐτὰ καταπίνει μόνος.
1725

Πλούτων

κρίνοις ἄν.

Διόνυσος

αὕτη σφῷν κρίσις γενήσεται·
αἱρήσομαι γὰρ ὅνπερ ἡ ψυχὴ θέλει.

Εὐριπίδης

μεμνημένος νυν τῶν θεῶν οὓς ὤμοσας
ἦ μὴν ἀπάξειν μʼ οἴκαδʼ, αἱροῦ τοὺς φίλους.
1730

Διόνυσος

ἡ γλῶττʼ ὀμώμοκʼ, Αἰσχύλον δʼ αἱρήσομαι.

Εὐριπίδης

τί δέδρακας ὦ μιαρώτατʼ ἀνθρώπων;

Διόνυσος

ἐγώ;
ἔκρινα νικᾶν Αἰσχύλον. τιὴ γὰρ οὔ;

Εὐριπίδης

αἴσχιστον ἔργον προσβλέπεις μʼ εἰργασμένος;
1735

Διόνυσος

τί δʼ αἰσχρόν, ἢν μὴ τοῖς θεωμένοις δοκῇ;

Εὐριπίδης

ὦ σχέτλιε περιόψει με δὴ τεθνηκότα;

Διόνυσος

τίς οἶδεν εἰ τὸ ζῆν μέν ἐστι κατθανεῖν,
τὸ πνεῖν δὲ δειπνεῖν, τὸ δὲ καθεύδειν κῴδιον;

Πλούτων

χωρεῖτε τοίνυν ὦ Διόνυσʼ εἴσω.
1740

Διόνυσος

τί δαί;

Πλούτων

ἵνα ξενίσω ʼγʼὼ σφὼ πρὶν ἀποπλεῖν.

Διόνυσος

εὖ λέγεις
νὴ τὸν Δίʼ· οὐ γὰρ ἄχθομαι τῷ πράγματι.

Χορός

μακάριός γʼ ἀνὴρ ἔχων
1745
ξύνεσιν ἠκριβωμένην.
πάρα δὲ πολλοῖσιν μαθεῖν.
ὅδε γὰρ εὖ φρονεῖν δοκήσας
πάλιν ἄπεισιν οἴκαδʼ αὖ,
ἐπʼ ἀγαθῶ μὲν τοῖς πολίταις,
1750
ἐπʼ ἀγαθῷ δὲ τοῖς ἑαυτοῦ
ξυγγενέσι τε καὶ φίλοισι,
διὰ τὸ συνετὸς εἶναι.
χαρίεν οὖν μὴ Σωκράτει
παρακαθήμενον λαλεῖν,
1755
ἀποβαλόντα μουσικὴν
τά τε μέγιστα παραλιπόντα
τῆς τραγῳδικῆς τέχνης.
τὸ δʼ ἐπὶ σεμνοῖσιν λόγοισι
καὶ σκαριφησμοῖσι λήρων
1760
διατριβὴν ἀργὸν ποιεῖσθαι,
παραφρονοῦντος ἀνδρός.

Πλούτων

ἄγε δὴ χαίρων Αἰσχύλε χώρει,
καὶ σῷζε πόλιν τὴν ἡμετέραν
γνώμαις ἀγαθαῖς καὶ παίδευσον
1765
τοὺς ἀνοήτους· πολλοὶ δʼ εἰσίν·
καὶ δὸς τουτὶ Κλεοφῶντι φέρων
καὶ τουτὶ τοῖσι πορισταῖς
Μύρμηκί θʼ ὁμοῦ καὶ Νικομάχῳ,
τόδε δʼ Ἀρχενόμῳ·
1770
καὶ φράζʼ αὐτοῖς ταχέως ἥκειν
ὡς ἐμὲ δευρὶ καὶ μὴ μέλλειν·
κἂν μὴ ταχέως ἥκωσιν, ἐγὼ
νὴ τὸν Ἀπόλλω στίξας αὐτοὺς
καὶ συμποδίσας
1775
μετʼ Ἀδειμάντου τοῦ Λευκολόφου
κατὰ γῆς ταχέως ἀποπέμψω.

Αἰσχύλος

ταῦτα ποιήσω· σὺ δὲ τὸν θᾶκον
τὸν ἐμὸν παράδος Σοφοκλεῖ τηρεῖν
καὶ διασῴζειν, ἢν ἄρʼ ἐγώ ποτε
1780
δεῦρʼ ἀφίκωμαι. τοῦτον γὰρ ἐγὼ
σοφίᾳ κρίνω δεύτερον εἶναι.
μέμνησο δʼ ὅπως ὁ πανοῦργος ἀνὴρ
καὶ ψευδολόγος καὶ βωμολόχος
μηδέποτʼ ἐς τὸν θᾶκον τὸν ἐμὸν
1785
μηδʼ ἄκων ἐγκαθεδεῖται.

Πλούτων

φαίνετε τοίνυν ὑμεῖς τούτῳ
λαμπάδας ἱεράς, χἄμα προπέμπετε
τοῖσιν τούτου τοῦτον μέλεσιν
καὶ μολπαῖσιν κελαδοῦντες.
1790

Χορός

πρῶτα μὲν εὐοδίαν ἀγαθὴν ἀπιόντι ποιητῇ
ἐς φάος ὀρνυμένῳ δότε δαίμονες οἱ κατὰ γαίας,
τῇ δὲ πόλει μεγάλων ἀγαθῶν ἀγαθὰς ἐπινοίας.
πάγχυ γὰρ ἐκ μεγάλων ἀχέων παυσαίμεθʼ ἂν οὕτως
ἀργαλέων τʼ ἐν ὅπλοις ξυνόδων. Κλεοφῶν δὲ μαχέσθω
1795
κἄλλος ὁ βουλόμενος τούτων πατρίοις ἐν ἀρούραις.

Source Text: Aristophanes Aristophanes Comoediae, ed. F.W. Hall and W.M. Geldart, vol. 2 Clarendon Press, Oxford 1907. Public Domain.
Translation, Audio, Morphology, and Analyses AI-generated unless otherwise specified. Copyright LexAudio, LLC.