0:00
Iliad
Book 5
Homer
Narrator
ἔνθʼ αὖ Τυδεΐδῃ Διομήδεϊ Παλλὰς Ἀθήνη
1
δῶκε μένος καὶ θάρσος, ἵνʼ ἔκδηλος μετὰ πᾶσιν
2
Ἀργείοισι γένοιτο ἰδὲ κλέος ἐσθλὸν ἄροιτο·
3
δαῖέ οἱ ἐκ κόρυθός τε καὶ ἀσπίδος ἀκάματον πῦρ
4
ἀστέρʼ ὀπωρινῷ ἐναλίγκιον, ὅς τε μάλιστα
5
λαμπρὸν παμφαίνῃσι λελουμένος ὠκεανοῖο·
6
τοῖόν οἱ πῦρ δαῖεν ἀπὸ κρατός τε καὶ ὤμων,
7
ὦρσε δέ μιν κατὰ μέσσον ὅθι πλεῖστοι κλονέοντο.
8
ἦν δέ τις ἐν Τρώεσσι Δάρης ἀφνειὸς ἀμύμων
9
ἱρεὺς Ἡφαίστοιο· δύω δέ οἱ υἱέες ἤστην
10
Φηγεὺς Ἰδαῖός τε μάχης εὖ εἰδότε πάσης.
11
τώ οἱ ἀποκρινθέντε ἐναντίω ὁρμηθήτην·
12
τὼ μὲν ἀφʼ ἵπποιιν, ὃ δʼ ἀπὸ χθονὸς ὄρνυτο πεζός.
13
οἳ δʼ ὅτε δὴ σχεδὸν ἦσαν ἐπʼ ἀλλήλοισιν ἰόντες
14
Φηγεύς ῥα πρότερος προΐει δολιχόσκιον ἔγχος·
15
Τυδεΐδεω δʼ ὑπὲρ ὦμον ἀριστερὸν ἤλυθʼ ἀκωκὴ
16
ἔγχεος, οὐδʼ ἔβαλʼ αὐτόν· ὃ δʼ ὕστερος ὄρνυτο χαλκῷ
17
Τυδεΐδης· τοῦ δʼ οὐχ ἅλιον βέλος ἔκφυγε χειρός,
18
ἀλλʼ ἔβαλε στῆθος μεταμάζιον, ὦσε δʼ ἀφʼ ἵππων.
19
Ἰδαῖος δʼ ἀπόρουσε λιπὼν περικαλλέα δίφρον,
20
οὐδʼ ἔτλη περιβῆναι ἀδελφειοῦ κταμένοιο·
21
οὐδὲ γὰρ οὐδέ κεν αὐτὸς ὑπέκφυγε κῆρα μέλαιναν,
22
ἀλλʼ Ἥφαιστος ἔρυτο, σάωσε δὲ νυκτὶ καλύψας,
23
ὡς δή οἱ μὴ πάγχυ γέρων ἀκαχήμενος εἴη.
24
ἵππους δʼ ἐξελάσας μεγαθύμου Τυδέος υἱὸς
25
δῶκεν ἑταίροισιν κατάγειν κοίλας ἐπὶ νῆας.
26
Τρῶες δὲ μεγάθυμοι ἐπεὶ ἴδον υἷε Δάρητος
27
τὸν μὲν ἀλευάμενον, τὸν δὲ κτάμενον παρʼ ὄχεσφι,
28
πᾶσιν ὀρίνθη θυμός· ἀτὰρ γλαυκῶπις Ἀθήνη
29
χειρὸς ἑλοῦσʼ ἐπέεσσι προσηύδα θοῦρον Ἄρηα·
30
Athena
Ἆρες Ἄρες βροτολοιγὲ μιαιφόνε τειχεσιπλῆτα
31
οὐκ ἂν δὴ Τρῶας μὲν ἐάσαιμεν καὶ Ἀχαιοὺς
32
μάρνασθʼ, ὁπποτέροισι πατὴρ Ζεὺς κῦδος ὀρέξῃ,
33
νῶϊ δὲ χαζώμεσθα, Διὸς δʼ ἀλεώμεθα μῆνιν;
34
Narrator
ὣς εἰποῦσα μάχης ἐξήγαγε θοῦρον Ἄρηα·
35
τὸν μὲν ἔπειτα καθεῖσεν ἐπʼ ἠϊόεντι Σκαμάνδρῳ,
36
Τρῶας δʼ ἔκλιναν Δαναοί· ἕλε δʼ ἄνδρα ἕκαστος
37
ἡγεμόνων· πρῶτος δὲ ἄναξ ἀνδρῶν Ἀγαμέμνων
38
ἀρχὸν Ἁλιζώνων Ὀδίον μέγαν ἔκβαλε δίφρου·
39
πρώτῳ γὰρ στρεφθέντι μεταφρένῳ ἐν δόρυ πῆξεν
40
ὤμων μεσσηγύς, διὰ δὲ στήθεσφιν ἔλασσε,
41
δούπησεν δὲ πεσών, ἀράβησε δὲ τεύχεʼ ἐπʼ αὐτῷ.
42
Ἰδομενεὺς δʼ ἄρα Φαῖστον ἐνήρατο Μῄονος υἱὸν
43
Βώρου, ὃς ἐκ Τάρνης ἐριβώλακος εἰληλούθει.
44
τὸν μὲν ἄρʼ Ἰδομενεὺς δουρικλυτὸς ἔγχεϊ μακρῷ
45
νύξʼ ἵππων ἐπιβησόμενον κατὰ δεξιὸν ὦμον·
46
ἤριπε δʼ ἐξ ὀχέων, στυγερὸς δʼ ἄρα μιν σκότος εἷλε.
47
τὸν μὲν ἄρʼ Ἰδομενῆος ἐσύλευον θεράποντες·
48
υἱὸν δὲ Στροφίοιο Σκαμάνδριον αἵμονα θήρης
49
Ἀτρεΐδης Μενέλαος ἕλʼ ἔγχεϊ ὀξυόεντι
50
ἐσθλὸν θηρητῆρα· δίδαξε γὰρ Ἄρτεμις αὐτὴ
51
βάλλειν ἄγρια πάντα, τά τε τρέφει οὔρεσιν ὕλη·
52
ἀλλʼ οὔ οἱ τότε γε χραῖσμʼ Ἄρτεμις ἰοχέαιρα,
53
οὐδὲ ἑκηβολίαι ᾗσιν τὸ πρίν γε κέκαστο·
54
ἀλλά μιν Ἀτρεΐδης δουρικλειτὸς Μενέλαος
55
πρόσθεν ἕθεν φεύγοντα μετάφρενον οὔτασε δουρὶ
56
ὤμων μεσσηγύς, διὰ δὲ στήθεσφιν ἔλασσεν,
57
ἤριπε δὲ πρηνής, ἀράβησε δὲ τεύχεʼ ἐπʼ αὐτῷ.
58
Μηριόνης δὲ Φέρεκλον ἐνήρατο, τέκτονος υἱὸν
59
Ἁρμονίδεω, ὃς χερσὶν ἐπίστατο δαίδαλα πάντα
60
τεύχειν· ἔξοχα γάρ μιν ἐφίλατο Παλλὰς Ἀθήνη·
61
ὃς καὶ Ἀλεξάνδρῳ τεκτήνατο νῆας ἐΐσας
62
ἀρχεκάκους, αἳ πᾶσι κακὸν Τρώεσσι γένοντο
63
οἷ τʼ αὐτῷ, ἐπεὶ οὔ τι θεῶν ἐκ θέσφατα ᾔδη.
64
τὸν μὲν Μηριόνης ὅτε δὴ κατέμαρπτε διώκων
65
βεβλήκει γλουτὸν κατὰ δεξιόν· ἣ δὲ διαπρὸ
66
ἀντικρὺ κατὰ κύστιν ὑπʼ ὀστέον ἤλυθʼ ἀκωκή·
67
γνὺξ δʼ ἔριπʼ οἰμώξας, θάνατος δέ μιν ἀμφεκάλυψε.
68
Πήδαιον δʼ ἄρʼ ἔπεφνε Μέγης Ἀντήνορος υἱὸν
69
ὅς ῥα νόθος μὲν ἔην, πύκα δʼ ἔτρεφε δῖα Θεανὼ
70
ἶσα φίλοισι τέκεσσι χαριζομένη πόσεϊ ᾧ.
71
τὸν μὲν Φυλεΐδης δουρὶ κλυτὸς ἐγγύθεν ἐλθὼν
72
βεβλήκει κεφαλῆς κατὰ ἰνίον ὀξέϊ δουρί·
73
ἀντικρὺ δʼ ἀνʼ ὀδόντας ὑπὸ γλῶσσαν τάμε χαλκός·
74
ἤριπε δʼ ἐν κονίῃ, ψυχρὸν δʼ ἕλε χαλκὸν ὀδοῦσιν.
75
Εὐρύπυλος δʼ Εὐαιμονίδης Ὑψήνορα δῖον
76
υἱὸν ὑπερθύμου Δολοπίονος, ὅς ῥα Σκαμάνδρου
77
ἀρητὴρ ἐτέτυκτο, θεὸς δʼ ὣς τίετο δήμῳ,
78
τὸν μὲν ἄρʼ Εὐρύπυλος, Εὐαίμονος ἀγλαὸς υἱός,
79
πρόσθεν ἕθεν φεύγοντα μεταδρομάδην ἔλασʼ ὦμον
80
φασγάνῳ ἀΐξας, ἀπὸ δʼ ἔξεσε χεῖρα βαρεῖαν·
81
αἱματόεσσα δὲ χεὶρ πεδίῳ πέσε· τὸν δὲ κατʼ ὄσσε
82
ἔλλαβε πορφύρεος θάνατος καὶ μοῖρα κραταιή.
83
ὣς οἳ μὲν πονέοντο κατὰ κρατερὴν ὑσμίνην·
84
Τυδεΐδην δʼ οὐκ ἂν γνοίης ποτέροισι μετείη
85
ἠὲ μετὰ Τρώεσσιν ὁμιλέοι ἦ μετʼ Ἀχαιοῖς.
86
θῦνε γὰρ ἂμ πεδίον ποταμῷ πλήθοντι ἐοικὼς
87
χειμάρρῳ, ὅς τʼ ὦκα ῥέων ἐκέδασσε γεφύρας·
88
τὸν δʼ οὔτʼ ἄρ τε γέφυραι ἐεργμέναι ἰσχανόωσιν,
89
οὔτʼ ἄρα ἕρκεα ἴσχει ἀλωάων ἐριθηλέων
90
ἐλθόντʼ ἐξαπίνης ὅτʼ ἐπιβρίσῃ Διὸς ὄμβρος·
91
πολλὰ δʼ ὑπʼ αὐτοῦ ἔργα κατήριπε κάλʼ αἰζηῶν·
92
ὣς ὑπὸ Τυδεΐδῃ πυκιναὶ κλονέοντο φάλαγγες
93
Τρώων, οὐδʼ ἄρα μιν μίμνον πολέες περ ἐόντες.
94
τὸν δʼ ὡς οὖν ἐνόησε Λυκάονος ἀγλαὸς υἱὸς
95
θύνοντʼ ἂμ πεδίον πρὸ ἕθεν κλονέοντα φάλαγγας,
96
αἶψʼ ἐπὶ Τυδεΐδῃ ἐτιταίνετο καμπύλα τόξα,
97
καὶ βάλʼ ἐπαΐσσοντα τυχὼν κατὰ δεξιὸν ὦμον
98
θώρηκος γύαλον· διὰ δʼ ἔπτατο πικρὸς ὀϊστός,
99
ἀντικρὺ δὲ διέσχε, παλάσσετο δʼ αἵματι θώρηξ.
100
τῷ δʼ ἐπὶ μακρὸν ἄϋσε Λυκάονος ἀγλαὸς υἱός·
101
Pandarus
ὄρνυσθε Τρῶες μεγάθυμοι κέντορες ἵππων·
102
βέβληται γὰρ ἄριστος Ἀχαιῶν, οὐδέ ἕ φημι
103
δήθʼ ἀνσχήσεσθαι κρατερὸν βέλος, εἰ ἐτεόν με
104
ὦρσεν ἄναξ Διὸς υἱὸς ἀπορνύμενον Λυκίηθεν.
105
Narrator
ὣς ἔφατʼ εὐχόμενος· τὸν δʼ οὐ βέλος ὠκὺ δάμασσεν,
106
ἀλλʼ ἀναχωρήσας πρόσθʼ ἵπποιιν καὶ ὄχεσφιν
107
ἔστη, καὶ Σθένελον προσέφη Καπανήϊον υἱόν·
108
Diomedes
ὄρσο πέπον Καπανηϊάδη, καταβήσεο δίφρου,
109
ὄφρά μοι ἐξ ὤμοιο ἐρύσσῃς πικρὸν ὀϊστόν.
110
Narrator
ὣς ἄρʼ ἔφη, Σθένελος δὲ καθʼ ἵππων ἆλτο χαμᾶζε,
111
πὰρ δὲ στὰς βέλος ὠκὺ διαμπερὲς ἐξέρυσʼ ὤμου·
112
αἷμα δʼ ἀνηκόντιζε διὰ στρεπτοῖο χιτῶνος.
113
δὴ τότʼ ἔπειτʼ ἠρᾶτο βοὴν ἀγαθὸς Διομήδης·
114
Diomedes
κλῦθί μευ αἰγιόχοιο Διὸς τέκος Ἀτρυτώνη,
115
εἴ ποτέ μοι καὶ πατρὶ φίλα φρονέουσα παρέστης
116
δηΐῳ ἐν πολέμῳ, νῦν αὖτʼ ἐμὲ φῖλαι Ἀθήνη·
117
δὸς δέ τέ μʼ ἄνδρα ἑλεῖν καὶ ἐς ὁρμὴν ἔγχεος ἐλθεῖν
118
ὅς μʼ ἔβαλε φθάμενος καὶ ἐπεύχεται, οὐδέ μέ φησι
119
δηρὸν ἔτʼ ὄψεσθαι λαμπρὸν φάος ἠελίοιο.
120
Narrator
ὣς ἔφατʼ εὐχόμενος· τοῦ δʼ ἔκλυε Παλλὰς Ἀθήνη,
121
γυῖα δʼ ἔθηκεν ἐλαφρά, πόδας καὶ χεῖρας ὕπερθεν·
122
ἀγχοῦ δʼ ἱσταμένη ἔπεα πτερόεντα προσηύδα·
123
Athena
θαρσῶν νῦν Διόμηδες ἐπὶ Τρώεσσι μάχεσθαι·
124
ἐν γάρ τοι στήθεσσι μένος πατρώϊον ἧκα
125
ἄτρομον, οἷον ἔχεσκε σακέσπαλος ἱππότα Τυδεύς·
126
ἀχλὺν δʼ αὖ τοι ἀπʼ ὀφθαλμῶν ἕλον ἣ πρὶν ἐπῆεν,
127
ὄφρʼ εὖ γιγνώσκῃς ἠμὲν θεὸν ἠδὲ καὶ ἄνδρα.
128
τὼ νῦν αἴ κε θεὸς πειρώμενος ἐνθάδʼ ἵκηται
129
μή τι σύ γʼ ἀθανάτοισι θεοῖς ἀντικρὺ μάχεσθαι
130
τοῖς ἄλλοις· ἀτὰρ εἴ κε Διὸς θυγάτηρ Ἀφροδίτη
131
ἔλθῃσʼ ἐς πόλεμον, τήν γʼ οὐτάμεν ὀξέϊ χαλκῷ.
132
Narrator
ἣ μὲν ἄρʼ ὣς εἰποῦσʼ ἀπέβη γλαυκῶπις Ἀθήνη,
133
Τυδεΐδης δʼ ἐξαῦτις ἰὼν προμάχοισιν ἐμίχθη
134
καὶ πρίν περ θυμῷ μεμαὼς Τρώεσσι μάχεσθαι·
135
δὴ τότε μιν τρὶς τόσσον ἕλεν μένος ὥς τε λέοντα
136
ὅν ῥά τε ποιμὴν ἀγρῷ ἐπʼ εἰροπόκοις ὀΐεσσι
137
χραύσῃ μέν τʼ αὐλῆς ὑπεράλμενον οὐδὲ δαμάσσῃ·
138
τοῦ μέν τε σθένος ὦρσεν, ἔπειτα δέ τʼ οὐ προσαμύνει,
139
ἀλλὰ κατὰ σταθμοὺς δύεται, τὰ δʼ ἐρῆμα φοβεῖται·
140
αἳ μέν τʼ ἀγχιστῖναι ἐπʼ ἀλλήλῃσι κέχυνται,
141
αὐτὰρ ὃ ἐμμεμαὼς βαθέης ἐξάλλεται αὐλῆς·
142
ὣς μεμαὼς Τρώεσσι μίγη κρατερὸς Διομήδης.
143
ἔνθʼ ἕλεν Ἀστύνοον καὶ Ὑπείρονα ποιμένα λαῶν,
144
τὸν μὲν ὑπὲρ μαζοῖο βαλὼν χαλκήρεϊ δουρί,
145
τὸν δʼ ἕτερον ξίφεϊ μεγάλῳ κληῗδα παρʼ ὦμον
146
πλῆξʼ, ἀπὸ δʼ αὐχένος ὦμον ἐέργαθεν ἠδʼ ἀπὸ νώτου.
147
τοὺς μὲν ἔασʼ, ὃ δʼ Ἄβαντα μετῴχετο καὶ Πολύειδον
148
υἱέας Εὐρυδάμαντος ὀνειροπόλοιο γέροντος·
149
τοῖς οὐκ ἐρχομένοις ὃ γέρων ἐκρίνατʼ ὀνείρους,
150
ἀλλά σφεας κρατερὸς Διομήδης ἐξενάριξε·
151
βῆ δὲ μετὰ Ξάνθόν τε Θόωνά τε Φαίνοπος υἷε
152
ἄμφω τηλυγέτω· ὃ δὲ τείρετο γήραϊ λυγρῷ,
153
υἱὸν δʼ οὐ τέκετʼ ἄλλον ἐπὶ κτεάτεσσι λιπέσθαι.
154
ἔνθʼ ὅ γε τοὺς ἐνάριζε, φίλον δʼ ἐξαίνυτο θυμὸν
155
ἀμφοτέρω, πατέρι δὲ γόον καὶ κήδεα λυγρὰ
156
λεῖπʼ, ἐπεὶ οὐ ζώοντε μάχης ἐκνοστήσαντε
157
δέξατο· χηρωσταὶ δὲ διὰ κτῆσιν δατέοντο.
158
ἔνθʼ υἷας Πριάμοιο δύω λάβε Δαρδανίδαο
159
εἰν ἑνὶ δίφρῳ ἐόντας Ἐχέμμονά τε Χρομίον τε.
160
ὡς δὲ λέων ἐν βουσὶ θορὼν ἐξ αὐχένα ἄξῃ
161
πόρτιος ἠὲ βοὸς ξύλοχον κάτα βοσκομενάων,
162
ὣς τοὺς ἀμφοτέρους ἐξ ἵππων Τυδέος υἱὸς
163
βῆσε κακῶς ἀέκοντας, ἔπειτα δὲ τεύχεʼ ἐσύλα·
164
ἵππους δʼ οἷς ἑτάροισι δίδου μετὰ νῆας ἐλαύνειν.
165
τὸν δʼ ἴδεν Αἰνείας ἀλαπάζοντα στίχας ἀνδρῶν,
166
βῆ δʼ ἴμεν ἄν τε μάχην καὶ ἀνὰ κλόνον ἐγχειάων
167
Πάνδαρον ἀντίθεον διζήμενος εἴ που ἐφεύροι·
168
εὗρε Λυκάονος υἱὸν ἀμύμονά τε κρατερόν τε,
169
στῆ δὲ πρόσθʼ αὐτοῖο ἔπος τέ μιν ἀντίον ηὔδα·
170
Athena
Πάνδαρε ποῦ τοι τόξον ἰδὲ πτερόεντες ὀϊστοὶ
171
καὶ κλέος; ᾧ οὔ τίς τοι ἐρίζεται ἐνθάδε γʼ ἀνήρ,
172
οὐδέ τις ἐν Λυκίῃ σέο γʼ εὔχεται εἶναι ἀμείνων.
173
ἀλλʼ ἄγε τῷδʼ ἔφες ἀνδρὶ βέλος Διὶ χεῖρας ἀνασχὼν
174
ὅς τις ὅδε κρατέει καὶ δὴ κακὰ πολλὰ ἔοργε
175
Τρῶας, ἐπεὶ πολλῶν τε καὶ ἐσθλῶν γούνατʼ ἔλυσεν·
176
εἰ μή τις θεός ἐστι κοτεσσάμενος Τρώεσσιν
177
ἱρῶν μηνίσας· χαλεπὴ δὲ θεοῦ ἔπι μῆνις.
178
Narrator
τὸν δʼ αὖτε προσέειπε Λυκάονος ἀγλαὸς υἱός·
179
Pandarus
Αἰνεία Τρώων βουληφόρε χαλκοχιτώνων
180
Τυδεΐδῃ μιν ἔγωγε δαΐφρονι πάντα ἐΐσκω,
181
ἀσπίδι γιγνώσκων αὐλώπιδί τε τρυφαλείῃ,
182
ἵππους τʼ εἰσορόων· σάφα δʼ οὐκ οἶδʼ εἰ θεός ἐστιν.
183
εἰ δʼ ὅ γʼ ἀνὴρ ὅν φημι δαΐφρων Τυδέος υἱὸς
184
οὐχ ὅ γʼ ἄνευθε θεοῦ τάδε μαίνεται, ἀλλά τις ἄγχι
185
ἕστηκʼ ἀθανάτων νεφέλῃ εἰλυμένος ὤμους,
186
ὃς τούτου βέλος ὠκὺ κιχήμενον ἔτραπεν ἄλλῃ.
187
ἤδη γάρ οἱ ἐφῆκα βέλος, καί μιν βάλον ὦμον
188
δεξιὸν ἀντικρὺ διὰ θώρηκος γυάλοιο·
189
καί μιν ἔγωγʼ ἐφάμην Ἀϊδωνῆϊ προϊάψειν,
190
ἔμπης δʼ οὐκ ἐδάμασσα· θεός νύ τίς ἐστι κοτήεις.
191
ἵπποι δʼ οὐ παρέασι καὶ ἅρματα τῶν κʼ ἐπιβαίην·
192
ἀλλά που ἐν μεγάροισι Λυκάονος ἕνδεκα δίφροι
193
καλοὶ πρωτοπαγεῖς νεοτευχέες· ἀμφὶ δὲ πέπλοι
194
πέπτανται· παρὰ δέ σφιν ἑκάστῳ δίζυγες ἵπποι
195
ἑστᾶσι κρῖ λευκὸν ἐρεπτόμενοι καὶ ὀλύρας.
196
ἦ μέν μοι μάλα πολλὰ γέρων αἰχμητὰ Λυκάων
197
ἐρχομένῳ ἐπέτελλε δόμοις ἔνι ποιητοῖσιν·
198
ἵπποισίν μʼ ἐκέλευε καὶ ἅρμασιν ἐμβεβαῶτα
199
ἀρχεύειν Τρώεσσι κατὰ κρατερὰς ὑσμίνας·
200
ἀλλʼ ἐγὼ οὐ πιθόμην· ἦ τʼ ἂν πολὺ κέρδιον ἦεν·
201
ἵππων φειδόμενος, μή μοι δευοίατο φορβῆς
202
ἀνδρῶν εἰλομένων εἰωθότες ἔδμεναι ἄδην.
203
ὣς λίπον, αὐτὰρ πεζὸς ἐς Ἴλιον εἰλήλουθα
204
τόξοισιν πίσυνος· τὰ δέ μʼ οὐκ ἄρʼ ἔμελλον ὀνήσειν.
205
ἤδη γὰρ δοιοῖσιν ἀριστήεσσιν ἐφῆκα
206
Τυδεΐδῃ τε καὶ Ἀτρεΐδῃ, ἐκ δʼ ἀμφοτέροιιν
207
ἀτρεκὲς αἷμʼ ἔσσευα βαλών, ἤγειρα δὲ μᾶλλον.
208
τώ ῥα κακῇ αἴσῃ ἀπὸ πασσάλου ἀγκύλα τόξα
209
ἤματι τῷ ἑλόμην ὅτε Ἴλιον εἰς ἐρατεινὴν
210
ἡγεόμην Τρώεσσι φέρων χάριν Ἕκτορι δίῳ.
211
εἰ δέ κε νοστήσω καὶ ἐσόψομαι ὀφθαλμοῖσι
212
πατρίδʼ ἐμὴν ἄλοχόν τε καὶ ὑψερεφὲς μέγα δῶμα,
213
αὐτίκʼ ἔπειτʼ ἀπʼ ἐμεῖο κάρη τάμοι ἀλλότριος φὼς
214
εἰ μὴ ἐγὼ τάδε τόξα φαεινῷ ἐν πυρὶ θείην
215
χερσὶ διακλάσσας· ἀνεμώλια γάρ μοι ὀπηδεῖ.
216
Narrator
τὸν δʼ αὖτʼ Αἰνείας Τρώων ἀγὸς ἀντίον ηὔδα·
217
Aeneas
μὴ δʼ οὕτως ἀγόρευε· πάρος δʼ οὐκ ἔσσεται ἄλλως,
218
πρίν γʼ ἐπὶ νὼ τῷδʼ ἀνδρὶ σὺν ἵπποισιν καὶ ὄχεσφιν
219
ἀντιβίην ἐλθόντε σὺν ἔντεσι πειρηθῆναι.
220
ἀλλʼ ἄγʼ ἐμῶν ὀχέων ἐπιβήσεο, ὄφρα ἴδηαι
221
οἷοι Τρώϊοι ἵπποι ἐπιστάμενοι πεδίοιο
222
κραιπνὰ μάλʼ ἔνθα καὶ ἔνθα διωκέμεν ἠδὲ φέβεσθαι·
223
τὼ καὶ νῶϊ πόλιν δὲ σαώσετον, εἴ περ ἂν αὖτε
224
Ζεὺς ἐπὶ Τυδεΐδῃ Διομήδεϊ κῦδος ὀρέξῃ.
225
ἀλλʼ ἄγε νῦν μάστιγα καὶ ἡνία σιγαλόεντα
226
δέξαι, ἐγὼ δʼ ἵππων ἀποβήσομαι ὄφρα μάχωμαι·
227
ἠὲ σὺ τόνδε δέδεξο, μελήσουσιν δʼ ἐμοὶ ἵπποι.
228
Narrator
τὸν δʼ αὖτε προσέειπε Λυκάονος ἀγλαὸς υἱός·
229
Pandarus
Αἰνεία σὺ μὲν αὐτὸς ἔχʼ ἡνία καὶ τεὼ ἵππω·
230
μᾶλλον ὑφʼ ἡνιόχῳ εἰωθότι καμπύλον ἅρμα
231
οἴσετον, εἴ περ ἂν αὖτε φεβώμεθα Τυδέος υἱόν·
232
μὴ τὼ μὲν δείσαντε ματήσετον, οὐδʼ ἐθέλητον
233
ἐκφερέμεν πολέμοιο τεὸν φθόγγον ποθέοντε,
234
νῶϊ δʼ ἐπαΐξας μεγαθύμου Τυδέος υἱὸς
235
αὐτώ τε κτείνῃ καὶ ἐλάσσῃ μώνυχας ἵππους.
236
ἀλλὰ σύ γʼ αὐτὸς ἔλαυνε τέʼ ἅρματα καὶ τεὼ ἵππω,
237
τὸν δὲ δʼ ἐγὼν ἐπιόντα δεδέξομαι ὀξέϊ δουρί.
238
Narrator
ὣς ἄρα φωνήσαντες ἐς ἅρματα ποικίλα βάντες
239
ἐμμεμαῶτʼ ἐπὶ Τυδεΐδῃ ἔχον ὠκέας ἵππους.
240
τοὺς δὲ ἴδε Σθένελος Καπανήϊος ἀγλαὸς υἱός,
241
αἶψα δὲ Τυδεΐδην ἔπεα πτερόεντα προσηύδα·
242
Sthenelus
Τυδεΐδη Διόμηδες ἐμῷ κεχαρισμένε θυμῷ,
243
ἄνδρʼ ὁρόω κρατερὼ ἐπὶ σοὶ μεμαῶτε μάχεσθαι
244
ἶνʼ ἀπέλεθρον ἔχοντας· ὃ μὲν τόξων ἐῢ εἰδὼς
245
Πάνδαρος, υἱὸς δʼ αὖτε Λυκάονος εὔχεται εἶναι·
246
Αἰνείας δʼ υἱὸς μὲν ἀμύμονος Ἀγχίσαο
247
εὔχεται ἐκγεγάμεν, μήτηρ δέ οἵ ἐστʼ Ἀφροδίτη.
248
ἀλλʼ ἄγε δὴ χαζώμεθʼ ἐφʼ ἵππων, μηδέ μοι οὕτω
249
θῦνε διὰ προμάχων, μή πως φίλον ἦτορ ὀλέσσῃς.
250
Narrator
τὸν δʼ ἄρʼ ὑπόδρα ἰδὼν προσέφη κρατερὸς Διομήδης·
251
Diomedes
μή τι φόβον δʼ ἀγόρευʼ, ἐπεὶ οὐδὲ σὲ πεισέμεν οἴω.
252
οὐ γάρ μοι γενναῖον ἀλυσκάζοντι μάχεσθαι
253
οὐδὲ καταπτώσσειν· ἔτι μοι μένος ἔμπεδόν ἐστιν·
254
ὀκνείω δʼ ἵππων ἐπιβαινέμεν, ἀλλὰ καὶ αὔτως
255
ἀντίον εἶμʼ αὐτῶν· τρεῖν μʼ οὐκ ἐᾷ Παλλὰς Ἀθήνη.
256
τούτω δʼ οὐ πάλιν αὖτις ἀποίσετον ὠκέες ἵπποι
257
ἄμφω ἀφʼ ἡμείων, εἴ γʼ οὖν ἕτερός γε φύγῃσιν.
258
ἄλλο δέ τοι ἐρέω, σὺ δʼ ἐνὶ φρεσὶ βάλλεο σῇσιν·
259
αἴ κέν μοι πολύβουλος Ἀθήνη κῦδος ὀρέξῃ
260
ἀμφοτέρω κτεῖναι, σὺ δὲ τούσδε μὲν ὠκέας ἵππους
261
αὐτοῦ ἐρυκακέειν ἐξ ἄντυγος ἡνία τείνας,
262
Αἰνείαο δʼ ἐπαΐξαι μεμνημένος ἵππων,
263
ἐκ δʼ ἐλάσαι Τρώων μετʼ ἐϋκνήμιδας Ἀχαιούς.
264
τῆς γάρ τοι γενεῆς ἧς Τρωΐ περ εὐρύοπα Ζεὺς
265
δῶχʼ υἷος ποινὴν Γανυμήδεος, οὕνεκʼ ἄριστοι
266
ἵππων ὅσσοι ἔασιν ὑπʼ ἠῶ τʼ ἠέλιόν τε,
267
τῆς γενεῆς ἔκλεψεν ἄναξ ἀνδρῶν Ἀγχίσης
268
λάθρῃ Λαομέδοντος ὑποσχὼν θήλεας ἵππους·
269
τῶν οἱ ἓξ ἐγένοντο ἐνὶ μεγάροισι γενέθλη.
270
τοὺς μὲν τέσσαρας αὐτὸς ἔχων ἀτίταλλʼ ἐπὶ φάτνῃ,
271
τὼ δὲ δύʼ Αἰνείᾳ δῶκεν μήστωρε φόβοιο.
272
εἰ τούτω κε λάβοιμεν, ἀροίμεθά κε κλέος ἐσθλόν.
273
Narrator
ὣς οἳ μὲν τοιαῦτα πρὸς ἀλλήλους ἀγόρευον,
274
τὼ δὲ τάχʼ ἐγγύθεν ἦλθον ἐλαύνοντʼ ὠκέας ἵππους.
275
τὸν πρότερος προσέειπε Λυκάονος ἀγλαὸς υἱός·
276
Pandarus
καρτερόθυμε δαΐφρον ἀγαυοῦ Τυδέος υἱὲ
277
ἦ μάλα σʼ οὐ βέλος ὠκὺ δαμάσσατο πικρὸς ὀϊστός·
278
νῦν αὖτʼ ἐγχείῃ πειρήσομαι αἴ κε τύχωμι.
279
Narrator
ἦ ῥα καὶ ἀμπεπαλὼν προΐει δολιχόσκιον ἔγχος
280
καὶ βάλε Τυδεΐδαο κατʼ ἀσπίδα· τῆς δὲ διὰ πρὸ
281
αἰχμὴ χαλκείη πταμένη θώρηκι πελάσθη·
282
τῷ δʼ ἐπὶ μακρὸν ἄϋσε Λυκάονος ἀγλαὸς υἱός·
283
Diomedes
βέβληαι κενεῶνα διαμπερές, οὐδέ σʼ ὀΐω
284
δηρὸν ἔτʼ ἀνσχήσεσθαι· ἐμοὶ δὲ μέγʼ εὖχος ἔδωκας.
285
Narrator
τὸν δʼ οὐ ταρβήσας προσέφη κρατερὸς Διομήδης·
286
Aeneas
ἤμβροτες οὐδʼ ἔτυχες· ἀτὰρ οὐ μὲν σφῶΐ γʼ ὀΐω
287
πρίν γʼ ἀποπαύσεσθαι πρίν γʼ ἢ ἕτερόν γε πεσόντα
288
αἵματος ἆσαι Ἄρηα, ταλαύρινον πολεμιστήν.
289
Narrator
ὣς φάμενος προέηκε· βέλος δʼ ἴθυνεν Ἀθήνη
290
ῥῖνα παρʼ ὀφθαλμόν, λευκοὺς δʼ ἐπέρησεν ὀδόντας.
291
τοῦ δʼ ἀπὸ μὲν γλῶσσαν πρυμνὴν τάμε χαλκὸς ἀτειρής,
292
αἰχμὴ δʼ ἐξελύθη παρὰ νείατον ἀνθερεῶνα·
293
ἤριπε δʼ ἐξ ὀχέων, ἀράβησε δὲ τεύχεʼ ἐπʼ αὐτῷ
294
αἰόλα παμφανόωντα, παρέτρεσσαν δέ οἱ ἵπποι
295
ὠκύποδες· τοῦ δʼ αὖθι λύθη ψυχή τε μένος τε.
296
Αἰνείας δʼ ἀπόρουσε σὺν ἀσπίδι δουρί τε μακρῷ
297
δείσας μή πώς οἱ ἐρυσαίατο νεκρὸν Ἀχαιοί.
298
ἀμφὶ δʼ ἄρʼ αὐτῷ βαῖνε λέων ὣς ἀλκὶ πεποιθώς,
299
πρόσθε δέ οἱ δόρυ τʼ ἔσχε καὶ ἀσπίδα πάντοσʼ ἐΐσην,
300
τὸν κτάμεναι μεμαὼς ὅς τις τοῦ γʼ ἀντίος ἔλθοι
301
σμερδαλέα ἰάχων· ὃ δὲ χερμάδιον λάβε χειρὶ
302
Τυδεΐδης μέγα ἔργον ὃ οὐ δύο γʼ ἄνδρε φέροιεν,
303
οἷοι νῦν βροτοί εἰσʼ· ὃ δέ μιν ῥέα πάλλε καὶ οἶος.
304
τῷ βάλεν Αἰνείαο κατʼ ἰσχίον ἔνθά τε μηρὸς
305
ἰσχίῳ ἐνστρέφεται, κοτύλην δέ τέ μιν καλέουσι·
306
θλάσσε δέ οἱ κοτύλην, πρὸς δʼ ἄμφω ῥῆξε τένοντε·
307
ὦσε δʼ ἀπὸ ῥινὸν τρηχὺς λίθος· αὐτὰρ ὅ γʼ ἥρως
308
ἔστη γνὺξ ἐριπὼν καὶ ἐρείσατο χειρὶ παχείῃ
309
γαίης· ἀμφὶ δὲ ὄσσε κελαινὴ νὺξ ἐκάλυψε.
310
καί νύ κεν ἔνθʼ ἀπόλοιτο ἄναξ ἀνδρῶν Αἰνείας,
311
εἰ μὴ ἄρʼ ὀξὺ νόησε Διὸς θυγάτηρ Ἀφροδίτη
312
μήτηρ, ἥ μιν ὑπʼ Ἀγχίσῃ τέκε βουκολέοντι·
313
ἀμφὶ δʼ ἑὸν φίλον υἱὸν ἐχεύατο πήχεε λευκώ,
314
πρόσθε δέ οἱ πέπλοιο φαεινοῦ πτύγμα κάλυψεν
315
ἕρκος ἔμεν βελέων, μή τις Δαναῶν ταχυπώλων
316
χαλκὸν ἐνὶ στήθεσσι βαλὼν ἐκ θυμὸν ἕλοιτο.
317
ἣ μὲν ἑὸν φίλον υἱὸν ὑπεξέφερεν πολέμοιο·
318
οὐδʼ υἱὸς Καπανῆος ἐλήθετο συνθεσιάων
319
τάων ἃς ἐπέτελλε βοὴν ἀγαθὸς Διομήδης,
320
ἀλλʼ ὅ γε τοὺς μὲν ἑοὺς ἠρύκακε μώνυχας ἵππους
321
νόσφιν ἀπὸ φλοίσβου ἐξ ἄντυγος ἡνία τείνας,
322
Αἰνείαο δʼ ἐπαΐξας καλλίτριχας ἵππους
323
ἐξέλασε Τρώων μετʼ ἐϋκνήμιδας Ἀχαιούς.
324
δῶκε δὲ Δηϊπύλῳ ἑτάρῳ φίλῳ, ὃν περὶ πάσης
325
τῖεν ὁμηλικίης ὅτι οἱ φρεσὶν ἄρτια ᾔδη,
326
νηυσὶν ἔπι γλαφυρῇσιν ἐλαυνέμεν· αὐτὰρ ὅ γʼ ἥρως
327
ὧν ἵππων ἐπιβὰς ἔλαβʼ ἡνία σιγαλόεντα,
328
αἶψα δὲ Τυδεΐδην μέθεπε κρατερώνυχας ἵππους
329
ἐμμεμαώς· ὃ δὲ Κύπριν ἐπῴχετο νηλέϊ χαλκῷ
330
γιγνώσκων ὅ τʼ ἄναλκις ἔην θεός, οὐδὲ θεάων
331
τάων αἵ τʼ ἀνδρῶν πόλεμον κάτα κοιρανέουσιν,
332
οὔτʼ ἄρʼ Ἀθηναίη οὔτε πτολίπορθος Ἐνυώ.
333
ἀλλʼ ὅτε δή ῥʼ ἐκίχανε πολὺν καθʼ ὅμιλον ὀπάζων,
334
ἔνθʼ ἐπορεξάμενος μεγαθύμου Τυδέος υἱὸς
335
ἄκρην οὔτασε χεῖρα μετάλμενος ὀξέϊ δουρὶ
336
ἀβληχρήν· εἶθαρ δὲ δόρυ χροὸς ἀντετόρησεν
337
ἀμβροσίου διὰ πέπλου, ὅν οἱ Χάριτες κάμον αὐταί,
338
πρυμνὸν ὕπερ θέναρος· ῥέε δʼ ἄμβροτον αἷμα θεοῖο
339
ἰχώρ, οἷός πέρ τε ῥέει μακάρεσσι θεοῖσιν·
340
οὐ γὰρ σῖτον ἔδουσʼ, οὐ πίνουσʼ αἴθοπα οἶνον,
341
τοὔνεκʼ ἀναίμονές εἰσι καὶ ἀθάνατοι καλέονται.
342
ἣ δὲ μέγα ἰάχουσα ἀπὸ ἕο κάββαλεν υἱόν·
343
καὶ τὸν μὲν μετὰ χερσὶν ἐρύσατο Φοῖβος Ἀπόλλων
344
κυανέῃ νεφέλῃ, μή τις Δαναῶν ταχυπώλων
345
χαλκὸν ἐνὶ στήθεσσι βαλὼν ἐκ θυμὸν ἕλοιτο·
346
τῇ δʼ ἐπὶ μακρὸν ἄϋσε βοὴν ἀγαθὸς Διομήδης·
347
Aphrodite
εἶκε Διὸς θύγατερ πολέμου καὶ δηϊοτῆτος·
348
ἦ οὐχ ἅλις ὅττι γυναῖκας ἀνάλκιδας ἠπεροπεύεις;
349
εἰ δὲ σύ γʼ ἐς πόλεμον πωλήσεαι, ἦ τέ σʼ ὀΐω
350
ῥιγήσειν πόλεμόν γε καὶ εἴ χʼ ἑτέρωθι πύθηαι.
351
Narrator
ὣς ἔφαθʼ, ἣ δʼ ἀλύουσʼ ἀπεβήσετο, τείρετο δʼ αἰνῶς·
352
τὴν μὲν ἄρʼ Ἶρις ἑλοῦσα ποδήνεμος ἔξαγʼ ὁμίλου
353
ἀχθομένην ὀδύνῃσι, μελαίνετο δὲ χρόα καλόν.
354
εὗρεν ἔπειτα μάχης ἐπʼ ἀριστερὰ θοῦρον Ἄρηα
355
ἥμενον· ἠέρι δʼ ἔγχος ἐκέκλιτο καὶ ταχέʼ ἵππω·
356
ἣ δὲ γνὺξ ἐριποῦσα κασιγνήτοιο φίλοιο
357
πολλὰ λισσομένη χρυσάμπυκας ᾔτεεν ἵππους·
358
Aphrodite
φίλε κασίγνητε κόμισαί τέ με δός τέ μοι ἵππους,
359
ὄφρʼ ἐς Ὄλυμπον ἵκωμαι ἵνʼ ἀθανάτων ἕδος ἐστί.
360
λίην ἄχθομαι ἕλκος ὅ με βροτὸς οὔτασεν ἀνὴρ
361
Τυδεΐδης, ὃς νῦν γε καὶ ἂν Διὶ πατρὶ μάχοιτο.
362
Narrator
ὣς φάτο, τῇ δʼ ἄρʼ Ἄρης δῶκε χρυσάμπυκας ἵππους·
363
ἣ δʼ ἐς δίφρον ἔβαινεν ἀκηχεμένη φίλον ἦτορ,
364
πὰρ δέ οἱ Ἶρις ἔβαινε καὶ ἡνία λάζετο χερσί,
365
μάστιξεν δʼ ἐλάαν, τὼ δʼ οὐκ ἀέκοντε πετέσθην.
366
αἶψα δʼ ἔπειθʼ ἵκοντο θεῶν ἕδος αἰπὺν Ὄλυμπον·
367
ἔνθʼ ἵππους ἔστησε ποδήνεμος ὠκέα Ἶρις
368
λύσασʼ ἐξ ὀχέων, παρὰ δʼ ἀμβρόσιον βάλεν εἶδαρ·
369
ἣ δʼ ἐν γούνασι πῖπτε Διώνης δῖʼ Ἀφροδίτη
370
μητρὸς ἑῆς· ἣ δʼ ἀγκὰς ἐλάζετο θυγατέρα ἥν,
371
χειρί τέ μιν κατέρεξεν ἔπος τʼ ἔφατʼ ἐκ τʼ ὀνόμαζε·
372
Dione
τίς νύ σε τοιάδʼ ἔρεξε φίλον τέκος Οὐρανιώνων
373
μαψιδίως, ὡς εἴ τι κακὸν ῥέζουσαν ἐνωπῇ;
374
Narrator
τὴν δʼ ἠμείβετʼ ἔπειτα φιλομμειδὴς Ἀφροδίτη·
375
Aphrodite
οὖτά με Τυδέος υἱὸς ὑπέρθυμος Διομήδης,
376
οὕνεκʼ ἐγὼ φίλον υἱὸν ὑπεξέφερον πολέμοιο
377
Αἰνείαν, ὃς ἐμοὶ πάντων πολὺ φίλτατός ἐστιν.
378
οὐ γὰρ ἔτι Τρώων καὶ Ἀχαιῶν φύλοπις αἰνή,
379
ἀλλʼ ἤδη Δαναοί γε καὶ ἀθανάτοισι μάχονται.
380
Narrator
τὴν δʼ ἠμείβετʼ ἔπειτα Διώνη, δῖα θεάων·
381
Dione
τέτλαθι τέκνον ἐμόν, καὶ ἀνάσχεο κηδομένη περ·
382
πολλοὶ γὰρ δὴ τλῆμεν Ὀλύμπια δώματʼ ἔχοντες
383
ἐξ ἀνδρῶν χαλέπʼ ἄλγεʼ ἐπʼ ἀλλήλοισι τιθέντες.
384
τλῆ μὲν Ἄρης ὅτε μιν Ὦτος κρατερός τʼ Ἐφιάλτης
385
παῖδες Ἀλωῆος, δῆσαν κρατερῷ ἐνὶ δεσμῷ·
386
χαλκέῳ δʼ ἐν κεράμῳ δέδετο τρισκαίδεκα μῆνας·
387
καί νύ κεν ἔνθʼ ἀπόλοιτο Ἄρης ἆτος πολέμοιο,
388
εἰ μὴ μητρυιὴ περικαλλὴς Ἠερίβοια
389
Ἑρμέᾳ ἐξήγγειλεν· ὃ δʼ ἐξέκλεψεν Ἄρηα
390
ἤδη τειρόμενον, χαλεπὸς δέ ἑ δεσμὸς ἐδάμνα.
391
τλῆ δʼ Ἥρη, ὅτε μιν κρατερὸς πάϊς Ἀμφιτρύωνος
392
δεξιτερὸν κατὰ μαζὸν ὀϊστῷ τριγλώχινι
393
βεβλήκει· τότε καί μιν ἀνήκεστον λάβεν ἄλγος.
394
τλῆ δʼ Ἀΐδης ἐν τοῖσι πελώριος ὠκὺν ὀϊστόν,
395
εὖτέ μιν ωὐτὸς ἀνὴρ υἱὸς Διὸς αἰγιόχοιο
396
ἐν Πύλῳ ἐν νεκύεσσι βαλὼν ὀδύνῃσιν ἔδωκεν·
397
αὐτὰρ ὃ βῆ πρὸς δῶμα Διὸς καὶ μακρὸν Ὄλυμπον
398
κῆρ ἀχέων ὀδύνῃσι πεπαρμένος· αὐτὰρ ὀϊστὸς
399
ὤμῳ ἔνι στιβαρῷ ἠλήλατο, κῆδε δὲ θυμόν.
400
τῷ δʼ ἐπὶ Παιήων ὀδυνήφατα φάρμακα πάσσων
401
ἠκέσατʼ· οὐ μὲν γάρ τι καταθνητός γε τέτυκτο.
402
σχέτλιος ὀβριμοεργὸς ὃς οὐκ ὄθετʼ αἴσυλα ῥέζων,
403
ὃς τόξοισιν ἔκηδε θεοὺς οἳ Ὄλυμπον ἔχουσι.
404
σοὶ δʼ ἐπὶ τοῦτον ἀνῆκε θεὰ γλαυκῶπις Ἀθήνη·
405
νήπιος, οὐδὲ τὸ οἶδε κατὰ φρένα Τυδέος υἱὸς
406
ὅττι μάλʼ οὐ δηναιὸς ὃς ἀθανάτοισι μάχηται,
407
οὐδέ τί μιν παῖδες ποτὶ γούνασι παππάζουσιν
408
ἐλθόντʼ ἐκ πολέμοιο καὶ αἰνῆς δηϊοτῆτος.
409
τὼ νῦν Τυδεΐδης, εἰ καὶ μάλα καρτερός ἐστι,
410
φραζέσθω μή τίς οἱ ἀμείνων σεῖο μάχηται,
411
μὴ δὴν Αἰγιάλεια περίφρων Ἀδρηστίνη
412
ἐξ ὕπνου γοόωσα φίλους οἰκῆας ἐγείρῃ
413
κουρίδιον ποθέουσα πόσιν τὸν ἄριστον Ἀχαιῶν
414
ἰφθίμη ἄλοχος Διομήδεος ἱπποδάμοιο.
415
Narrator
ἦ ῥα καὶ ἀμφοτέρῃσιν ἀπʼ ἰχῶ χειρὸς ὀμόργνυ·
416
ἄλθετο χείρ, ὀδύναι δὲ κατηπιόωντο βαρεῖαι.
417
αἳ δʼ αὖτʼ εἰσορόωσαι Ἀθηναίη τε καὶ Ἥρη
418
κερτομίοις ἐπέεσσι Δία Κρονίδην ἐρέθιζον.
419
τοῖσι δὲ μύθων ἦρχε θεὰ γλαυκῶπις Ἀθήνη·
420
Hera
Ζεῦ πάτερ ἦ ῥά τί μοι κεχολώσεαι ὅττι κεν εἴπω;
421
ἦ μάλα δή τινα Κύπρις Ἀχαιϊάδων ἀνιεῖσα
422
Τρωσὶν ἅμα σπέσθαι, τοὺς νῦν ἔκπαγλα φίλησε,
423
τῶν τινα καρρέζουσα Ἀχαιϊάδων ἐϋπέπλων
424
πρὸς χρυσῇ περόνῃ καταμύξατο χεῖρα ἀραιήν.
425
Narrator
ὣς φάτο, μείδησεν δὲ πατὴρ ἀνδρῶν τε θεῶν τε,
426
καί ῥα καλεσσάμενος προσέφη χρυσῆν Ἀφροδίτην·
427
Zeus
οὔ τοι τέκνον ἐμὸν δέδοται πολεμήϊα ἔργα,
428
ἀλλὰ σύ γʼ ἱμερόεντα μετέρχεο ἔργα γάμοιο,
429
ταῦτα δʼ Ἄρηϊ θοῷ καὶ Ἀθήνῃ πάντα μελήσει.
430
Narrator
ὣς οἳ μὲν τοιαῦτα πρὸς ἀλλήλους ἀγόρευον,
431
Αἰνείᾳ δʼ ἐπόρουσε βοὴν ἀγαθὸς Διομήδης,
432
γιγνώσκων ὅ οἱ αὐτὸς ὑπείρεχε χεῖρας Ἀπόλλων·
433
ἀλλʼ ὅ γʼ ἄρʼ οὐδὲ θεὸν μέγαν ἅζετο, ἵετο δʼ αἰεὶ
434
Αἰνείαν κτεῖναι καὶ ἀπὸ κλυτὰ τεύχεα δῦσαι.
435
τρὶς μὲν ἔπειτʼ ἐπόρουσε κατακτάμεναι μενεαίνων,
436
τρὶς δέ οἱ ἐστυφέλιξε φαεινὴν ἀσπίδʼ Ἀπόλλων·
437
ἀλλʼ ὅτε δὴ τὸ τέταρτον ἐπέσσυτο δαίμονι ἶσος,
438
δεινὰ δʼ ὁμοκλήσας προσέφη ἑκάεργος Ἀπόλλων·
439
Apollo
φράζεο Τυδεΐδη καὶ χάζεο, μηδὲ θεοῖσιν
440
ἶσʼ ἔθελε φρονέειν, ἐπεὶ οὔ ποτε φῦλον ὁμοῖον
441
ἀθανάτων τε θεῶν χαμαὶ ἐρχομένων τʼ ἀνθρώπων.
442
Narrator
ὣς φάτο, Τυδεΐδης δʼ ἀνεχάζετο τυτθὸν ὀπίσσω
443
μῆνιν ἀλευάμενος ἑκατηβόλου Ἀπόλλωνος.
444
Αἰνείαν δʼ ἀπάτερθεν ὁμίλου θῆκεν Ἀπόλλων
445
Περγάμῳ εἰν ἱερῇ, ὅθι οἱ νηός γε τέτυκτο.
446
ἤτοι τὸν Λητώ τε καὶ Ἄρτεμις ἰοχέαιρα
447
ἐν μεγάλῳ ἀδύτῳ ἀκέοντό τε κύδαινόν τε·
448
αὐτὰρ ὃ εἴδωλον τεῦξʼ ἀργυρότοξος Ἀπόλλων
449
αὐτῷ τʼ Αἰνείᾳ ἴκελον καὶ τεύχεσι τοῖον,
450
ἀμφὶ δʼ ἄρʼ εἰδώλῳ Τρῶες καὶ δῖοι Ἀχαιοὶ
451
δῄουν ἀλλήλων ἀμφὶ στήθεσσι βοείας
452
ἀσπίδας εὐκύκλους λαισήϊά τε πτερόεντα.
453
δὴ τότε θοῦρον Ἄρηα προσηύδα Φοῖβος Ἀπόλλων·
454
Apollo
Ἆρες Ἄρες βροτολοιγὲ μιαιφόνε τειχεσιπλῆτα,
455
οὐκ ἂν δὴ τόνδʼ ἄνδρα μάχης ἐρύσαιο μετελθὼν
456
Τυδεΐδην, ὃς νῦν γε καὶ ἂν Διὶ πατρὶ μάχοιτο;
457
Κύπριδα μὲν πρῶτα σχεδὸν οὔτασε χεῖρʼ ἐπὶ καρπῷ,
458
αὐτὰρ ἔπειτʼ αὐτῷ μοι ἐπέσσυτο δαίμονι ἶσος.
459
Narrator
ὣς εἰπὼν αὐτὸς μὲν ἐφέζετο Περγάμῳ ἄκρῃ,
460
Τρῳὰς δὲ στίχας οὖλος Ἄρης ὄτρυνε μετελθὼν
461
εἰδόμενος Ἀκάμαντι θοῷ ἡγήτορι Θρῃκῶν·
462
υἱάσι δὲ Πριάμοιο διοτρεφέεσσι κέλευεν·
463
Ares
ὦ υἱεῖς Πριάμοιο διοτρεφέος βασιλῆος
464
ἐς τί ἔτι κτείνεσθαι ἐάσετε λαὸν Ἀχαιοῖς;
465
ἦ εἰς ὅ κεν ἀμφὶ πύλῃς εὖ ποιητῇσι μάχωνται;
466
κεῖται ἀνὴρ ὃν ἶσον ἐτίομεν Ἕκτορι δίῳ
467
Αἰνείας υἱὸς μεγαλήτορος Ἀγχίσαο·
468
ἀλλʼ ἄγετʼ ἐκ φλοίσβοιο σαώσομεν ἐσθλὸν ἑταῖρον.
469
Narrator
ὣς εἰπὼν ὄτρυνε μένος καὶ θυμὸν ἑκάστου.
470
ἔνθʼ αὖ Σαρπηδὼν μάλα νείκεσεν Ἕκτορα δῖον·
471
Sarpedon
Ἕκτορ πῇ δή τοι μένος οἴχεται ὃ πρὶν ἔχεσκες;
472
φῆς που ἄτερ λαῶν πόλιν ἑξέμεν ἠδʼ ἐπικούρων
473
οἶος σὺν γαμβροῖσι κασιγνήτοισί τε σοῖσι.
474
τῶν νῦν οὔ τινʼ ἐγὼ ἰδέειν δύναμʼ οὐδὲ νοῆσαι,
475
ἀλλὰ καταπτώσσουσι κύνες ὣς ἀμφὶ λέοντα·
476
ἡμεῖς δὲ μαχόμεσθʼ οἵ πέρ τʼ ἐπίκουροι ἔνειμεν.
477
καὶ γὰρ ἐγὼν ἐπίκουρος ἐὼν μάλα τηλόθεν ἥκω·
478
τηλοῦ γὰρ Λυκίη Ξάνθῳ ἔπι δινήεντι,
479
ἔνθʼ ἄλοχόν τε φίλην ἔλιπον καὶ νήπιον υἱόν,
480
κὰδ δὲ κτήματα πολλά, τὰ ἔλδεται ὅς κʼ ἐπιδευής.
481
ἀλλὰ καὶ ὧς Λυκίους ὀτρύνω καὶ μέμονʼ αὐτὸς
482
ἀνδρὶ μαχήσασθαι· ἀτὰρ οὔ τί μοι ἐνθάδε τοῖον
483
οἷόν κʼ ἠὲ φέροιεν Ἀχαιοὶ ἤ κεν ἄγοιεν·
484
τύνη δʼ ἕστηκας, ἀτὰρ οὐδʼ ἄλλοισι κελεύεις
485
λαοῖσιν μενέμεν καὶ ἀμυνέμεναι ὤρεσσι.
486
μή πως ὡς ἀψῖσι λίνου ἁλόντε πανάγρου
487
ἀνδράσι δυσμενέεσσιν ἕλωρ καὶ κύρμα γένησθε·
488
οἳ δὲ τάχʼ ἐκπέρσουσʼ εὖ ναιομένην πόλιν ὑμήν.
489
σοὶ δὲ χρὴ τάδε πάντα μέλειν νύκτάς τε καὶ ἦμαρ
490
ἀρχοὺς λισσομένῳ τηλεκλειτῶν ἐπικούρων
491
νωλεμέως ἐχέμεν, κρατερὴν δʼ ἀποθέσθαι ἐνιπήν.
492
Narrator
ὣς φάτο Σαρπηδών, δάκε δὲ φρένας Ἕκτορι μῦθος·
493
αὐτίκα δʼ ἐξ ὀχέων σὺν τεύχεσιν ἆλτο χαμᾶζε,
494
πάλλων δʼ ὀξέα δοῦρα κατὰ στρατὸν ᾤχετο πάντῃ
495
ὀτρύνων μαχέσασθαι, ἔγειρε δὲ φύλοπιν αἰνήν.
496
οἳ δʼ ἐλελίχθησαν καὶ ἐναντίοι ἔσταν Ἀχαιῶν·
497
Ἀργεῖοι δʼ ὑπέμειναν ἀολλέες οὐδὲ φόβηθεν.
498
ὡς δʼ ἄνεμος ἄχνας φορέει ἱερὰς κατʼ ἀλωὰς
499
ἀνδρῶν λικμώντων, ὅτε τε ξανθὴ Δημήτηρ
500
κρίνῃ ἐπειγομένων ἀνέμων καρπόν τε καὶ ἄχνας,
501
αἳ δʼ ὑπολευκαίνονται ἀχυρμιαί· ὣς τότʼ Ἀχαιοὶ
502
λευκοὶ ὕπερθε γένοντο κονισάλῳ, ὅν ῥα διʼ αὐτῶν
503
οὐρανὸν ἐς πολύχαλκον ἐπέπληγον πόδες ἵππων
504
ἂψ ἐπιμισγομένων· ὑπὸ δʼ ἔστρεφον ἡνιοχῆες.
505
οἳ δὲ μένος χειρῶν ἰθὺς φέρον· ἀμφὶ δὲ νύκτα
506
θοῦρος Ἄρης ἐκάλυψε μάχῃ Τρώεσσιν ἀρήγων
507
πάντοσʼ ἐποιχόμενος· τοῦ δʼ ἐκραίαινεν ἐφετμὰς
508
Φοίβου Ἀπόλλωνος χρυσαόρου, ὅς μιν ἀνώγει
509
Τρωσὶν θυμὸν ἐγεῖραι, ἐπεὶ ἴδε Παλλάδʼ Ἀθήνην
510
οἰχομένην· ἣ γάρ ῥα πέλεν Δαναοῖσιν ἀρηγών.
511
αὐτὸς δʼ Αἰνείαν μάλα πίονος ἐξ ἀδύτοιο
512
ἧκε, καὶ ἐν στήθεσσι μένος βάλε ποιμένι λαῶν.
513
Αἰνείας δʼ ἑτάροισι μεθίστατο· τοὶ δὲ χάρησαν,
514
ὡς εἶδον ζωόν τε καὶ ἀρτεμέα προσιόντα
515
καὶ μένος ἐσθλὸν ἔχοντα· μετάλλησάν γε μὲν οὔ τι.
516
οὐ γὰρ ἔα πόνος ἄλλος, ὃν ἀργυρότοξος ἔγειρεν
517
Ἄρης τε βροτολοιγὸς Ἔρις τʼ ἄμοτον μεμαυῖα.
518
τοὺς δʼ Αἴαντε δύω καὶ Ὀδυσσεὺς καὶ Διομήδης
519
ὄτρυνον Δαναοὺς πολεμιζέμεν· οἳ δὲ καὶ αὐτοὶ
520
οὔτε βίας Τρώων ὑπεδείδισαν οὔτε ἰωκάς,
521
ἀλλʼ ἔμενον νεφέλῃσιν ἐοικότες ἅς τε Κρονίων
522
νηνεμίης ἔστησεν ἐπʼ ἀκροπόλοισιν ὄρεσσιν
523
ἀτρέμας, ὄφρʼ εὕδῃσι μένος Βορέαο καὶ ἄλλων
524
ζαχρειῶν ἀνέμων, οἵ τε νέφεα σκιόεντα
525
πνοιῇσιν λιγυρῇσι διασκιδνᾶσιν ἀέντες·
526
ὣς Δαναοὶ Τρῶας μένον ἔμπεδον οὐδὲ φέβοντο.
527
Ἀτρεΐδης δʼ ἀνʼ ὅμιλον ἐφοίτα πολλὰ κελεύων·
528
Nestor
ὦ φίλοι ἀνέρες ἔστε καὶ ἄλκιμον ἦτορ ἕλεσθε,
529
ἀλλήλους τʼ αἰδεῖσθε κατὰ κρατερὰς ὑσμίνας·
530
αἰδομένων ἀνδρῶν πλέονες σόοι ἠὲ πέφανται·
531
φευγόντων δʼ οὔτʼ ἂρ κλέος ὄρνυται οὔτε τις ἀλκή.
532
Narrator
ἦ καὶ ἀκόντισε δουρὶ θοῶς, βάλε δὲ πρόμον ἄνδρα
533
Αἰνείω ἕταρον μεγαθύμου Δηϊκόωντα
534
Περγασίδην, ὃν Τρῶες ὁμῶς Πριάμοιο τέκεσσι
535
τῖον, ἐπεὶ θοὸς ἔσκε μετὰ πρώτοισι μάχεσθαι.
536
τόν ῥα κατʼ ἀσπίδα δουρὶ βάλε κρείων Ἀγαμέμνων·
537
ἣ δʼ οὐκ ἔγχος ἔρυτο, διὰ πρὸ δὲ εἴσατο χαλκός,
538
νειαίρῃ δʼ ἐν γαστρὶ διὰ ζωστῆρος ἔλασσε·
539
δούπησεν δὲ πεσών, ἀράβησε δὲ τεύχεʼ ἐπʼ αὐτῷ.
540
ἔνθʼ αὖτʼ Αἰνείας Δαναῶν ἕλεν ἄνδρας ἀρίστους
541
υἷε Διοκλῆος Κρήθωνά τε Ὀρσίλοχόν τε,
542
τῶν ῥα πατὴρ μὲν ἔναιεν ἐϋκτιμένῃ ἐνὶ Φηρῇ
543
ἀφνειὸς βιότοιο, γένος δʼ ἦν ἐκ ποταμοῖο
544
Ἀλφειοῦ, ὅς τʼ εὐρὺ ῥέει Πυλίων διὰ γαίης,
545
ὃς τέκετʼ Ὀρτίλοχον πολέεσσʼ ἄνδρεσσιν ἄνακτα·
546
Ὀρτίλοχος δʼ ἄρʼ ἔτικτε Διοκλῆα μεγάθυμον,
547
ἐκ δὲ Διοκλῆος διδυμάονε παῖδε γενέσθην,
548
Κρήθων Ὀρσίλοχός τε μάχης εὖ εἰδότε πάσης.
549
τὼ μὲν ἄρʼ ἡβήσαντε μελαινάων ἐπὶ νηῶν
550
Ἴλιον εἰς εὔπωλον ἅμʼ Ἀργείοισιν ἑπέσθην,
551
τιμὴν Ἀτρεΐδῃς Ἀγαμέμνονι καὶ Μενελάῳ
552
ἀρνυμένω· τὼ δʼ αὖθι τέλος θανάτοιο κάλυψεν.
553
οἵω τώ γε λέοντε δύω ὄρεος κορυφῇσιν
554
ἐτραφέτην ὑπὸ μητρὶ βαθείης τάρφεσιν ὕλης·
555
τὼ μὲν ἄρʼ ἁρπάζοντε βόας καὶ ἴφια μῆλα
556
σταθμοὺς ἀνθρώπων κεραΐζετον, ὄφρα καὶ αὐτὼ
557
ἀνδρῶν ἐν παλάμῃσι κατέκταθεν ὀξέϊ χαλκῷ·
558
τοίω τὼ χείρεσσιν ὑπʼ Αἰνείαο δαμέντε
559
καππεσέτην, ἐλάτῃσιν ἐοικότες ὑψηλῇσι.
560
τὼ δὲ πεσόντʼ ἐλέησεν ἀρηΐφιλος Μενέλαος,
561
βῆ δὲ διὰ προμάχων κεκορυθμένος αἴθοπι χαλκῷ
562
σείων ἐγχείην· τοῦ δʼ ὄτρυνεν μένος Ἄρης,
563
τὰ φρονέων ἵνα χερσὶν ὑπʼ Αἰνείαο δαμείη.
564
τὸν δʼ ἴδεν Ἀντίλοχος μεγαθύμου Νέστορος υἱός,
565
βῆ δὲ διὰ προμάχων· περὶ γὰρ δίε ποιμένι λαῶν
566
μή τι πάθοι, μέγα δέ σφας ἀποσφήλειε πόνοιο.
567
τὼ μὲν δὴ χεῖράς τε καὶ ἔγχεα ὀξυόεντα
568
ἀντίον ἀλλήλων ἐχέτην μεμαῶτε μάχεσθαι·
569
Ἀντίλοχος δὲ μάλʼ ἄγχι παρίστατο ποιμένι λαῶν.
570
Αἰνείας δʼ οὐ μεῖνε θοός περ ἐὼν πολεμιστὴς
571
ὡς εἶδεν δύο φῶτε παρʼ ἀλλήλοισι μένοντε.
572
οἳ δʼ ἐπεὶ οὖν νεκροὺς ἔρυσαν μετὰ λαὸν Ἀχαιῶν,
573
τὼ μὲν ἄρα δειλὼ βαλέτην ἐν χερσὶν ἑταίρων,
574
αὐτὼ δὲ στρεφθέντε μετὰ πρώτοισι μαχέσθην.
575
ἔνθα Πυλαιμένεα ἑλέτην ἀτάλαντον Ἄρηϊ
576
ἀρχὸν Παφλαγόνων μεγαθύμων ἀσπιστάων.
577
τὸν μὲν ἄρʼ Ἀτρεΐδης δουρικλειτὸς Μενέλαος
578
ἑσταότʼ ἔγχεϊ νύξε κατὰ κληῗδα τυχήσας·
579
Ἀντίλοχος δὲ Μύδωνα βάλʼ ἡνίοχον θεράποντα
580
ἐσθλὸν Ἀτυμνιάδην· ὃ δʼ ὑπέστρεφε μώνυχας ἵππους·
581
χερμαδίῳ ἀγκῶνα τυχὼν μέσον· ἐκ δʼ ἄρα χειρῶν
582
ἡνία λεύκʼ ἐλέφαντι χαμαὶ πέσον ἐν κονίῃσιν.
583
Ἀντίλοχος δʼ ἄρʼ ἐπαΐξας ξίφει ἤλασε κόρσην·
584
αὐτὰρ ὅ γʼ ἀσθμαίνων εὐεργέος ἔκπεσε δίφρου
585
κύμβαχος ἐν κονίῃσιν ἐπὶ βρεχμόν τε καὶ ὤμους.
586
δηθὰ μάλʼ ἑστήκει· τύχε γάρ ῥʼ ἀμάθοιο βαθείης·
587
ὄφρʼ ἵππω πλήξαντε χαμαὶ βάλον ἐν κονίῃσι·
588
τοὺς ἵμασʼ Ἀντίλοχος, μετὰ δὲ στρατὸν ἤλασʼ Ἀχαιῶν.
589
τοὺς δʼ Ἕκτωρ ἐνόησε κατὰ στίχας, ὦρτο δʼ ἐπʼ αὐτοὺς
590
κεκλήγων· ἅμα δὲ Τρώων εἵποντο φάλαγγες
591
καρτεραί· ἦρχε δʼ ἄρα σφιν Ἄρης καὶ πότνιʼ Ἐνυώ,
592
ἣ μὲν ἔχουσα Κυδοιμὸν ἀναιδέα δηϊοτῆτος,
593
Ἄρης δʼ ἐν παλάμῃσι πελώριον ἔγχος ἐνώμα,
594
φοίτα δʼ ἄλλοτε μὲν πρόσθʼ Ἕκτορος, ἄλλοτʼ ὄπισθε.
595
τὸν δὲ ἰδὼν ῥίγησε βοὴν ἀγαθὸς Διομήδης·
596
ὡς δʼ ὅτʼ ἀνὴρ ἀπάλαμνος ἰὼν πολέος πεδίοιο
597
στήῃ ἐπʼ ὠκυρόῳ ποταμῷ ἅλα δὲ προρέοντι
598
ἀφρῷ μορμύροντα ἰδών, ἀνά τʼ ἔδραμʼ ὀπίσσω,
599
ὣς τότε Τυδεΐδης ἀνεχάζετο, εἶπέ τε λαῷ·
600
Diomedes
ὦ φίλοι οἷον δὴ θαυμάζομεν Ἕκτορα δῖον
601
αἰχμητήν τʼ ἔμεναι καὶ θαρσαλέον πολεμιστήν·
602
τῷ δʼ αἰεὶ πάρα εἷς γε θεῶν, ὃς λοιγὸν ἀμύνει·
603
καὶ νῦν οἱ πάρα κεῖνος Ἄρης βροτῷ ἀνδρὶ ἐοικώς.
604
ἀλλὰ πρὸς Τρῶας τετραμμένοι αἰὲν ὀπίσσω
605
εἴκετε, μηδὲ θεοῖς μενεαινέμεν ἶφι μάχεσθαι.
606
Narrator
ὣς ἄρʼ ἔφη, Τρῶες δὲ μάλα σχεδὸν ἤλυθον αὐτῶν.
607
ἔνθʼ Ἕκτωρ δύο φῶτε κατέκτανεν εἰδότε χάρμης
608
εἰν ἑνὶ δίφρῳ ἐόντε, Μενέσθην Ἀγχίαλόν τε.
609
τὼ δὲ πεσόντʼ ἐλέησε μέγας Τελαμώνιος Αἴας·
610
στῆ δὲ μάλʼ ἐγγὺς ἰών, καὶ ἀκόντισε δουρὶ φαεινῷ,
611
καὶ βάλεν Ἄμφιον Σελάγου υἱόν, ὅς ῥʼ ἐνὶ Παισῷ
612
ναῖε πολυκτήμων πολυλήϊος· ἀλλά ἑ μοῖρα
613
ἦγʼ ἐπικουρήσοντα μετὰ Πρίαμόν τε καὶ υἷας.
614
τόν ῥα κατὰ ζωστῆρα βάλεν Τελαμώνιος Αἴας,
615
νειαίρῃ δʼ ἐν γαστρὶ πάγη δολιχόσκιον ἔγχος,
616
δούπησεν δὲ πεσών· ὃ δʼ ἐπέδραμε φαίδιμος Αἴας
617
τεύχεα συλήσων· Τρῶες δʼ ἐπὶ δούρατʼ ἔχευαν
618
ὀξέα παμφανόωντα· σάκος δʼ ἀνεδέξατο πολλά.
619
αὐτὰρ ὃ λὰξ προσβὰς ἐκ νεκροῦ χάλκεον ἔγχος
620
ἐσπάσατʼ· οὐδʼ ἄρʼ ἔτʼ ἄλλα δυνήσατο τεύχεα καλὰ
621
ὤμοιιν ἀφελέσθαι· ἐπείγετο γὰρ βελέεσσι.
622
δεῖσε δʼ ὅ γʼ ἀμφίβασιν κρατερὴν Τρώων ἀγερώχων,
623
οἳ πολλοί τε καὶ ἐσθλοὶ ἐφέστασαν ἔγχεʼ ἔχοντες,
624
οἵ ἑ μέγαν περ ἐόντα καὶ ἴφθιμον καὶ ἀγαυὸν
625
ὦσαν ἀπὸ σφείων· ὃ δὲ χασσάμενος πελεμίχθη.
626
ὣς οἳ μὲν πονέοντο κατὰ κρατερὴν ὑσμίνην·
627
Τληπόλεμον δʼ Ἡρακλεΐδην ἠΰν τε μέγαν τε
628
ὦρσεν ἐπʼ ἀντιθέῳ Σαρπηδόνι μοῖρα κραταιή.
629
οἳ δʼ ὅτε δὴ σχεδὸν ἦσαν ἐπʼ ἀλλήλοισιν ἰόντες
630
υἱός θʼ υἱωνός τε Διὸς νεφεληγερέταο,
631
τὸν καὶ Τληπόλεμος πρότερος πρὸς μῦθον ἔειπε·
632
Tlepolemos
Σαρπῆδον Λυκίων βουληφόρε, τίς τοι ἀνάγκη
633
πτώσσειν ἐνθάδʼ ἐόντι μάχης ἀδαήμονι φωτί;
634
ψευδόμενοι δέ σέ φασι Διὸς γόνον αἰγιόχοιο
635
εἶναι, ἐπεὶ πολλὸν κείνων ἐπιδεύεαι ἀνδρῶν
636
οἳ Διὸς ἐξεγένοντο ἐπὶ προτέρων ἀνθρώπων·
637
ἀλλʼ οἷόν τινά φασι βίην Ἡρακληείην
638
εἶναι, ἐμὸν πατέρα θρασυμέμνονα θυμολέοντα·
639
ὅς ποτε δεῦρʼ ἐλθὼν ἕνεχʼ ἵππων Λαομέδοντος
640
ἓξ οἴῃς σὺν νηυσὶ καὶ ἀνδράσι παυροτέροισιν
641
Ἰλίου ἐξαλάπαξε πόλιν, χήρωσε δʼ ἀγυιάς·
642
σοὶ δὲ κακὸς μὲν θυμός, ἀποφθινύθουσι δὲ λαοί.
643
οὐδέ τί σε Τρώεσσιν ὀΐομαι ἄλκαρ ἔσεσθαι
644
ἐλθόντʼ ἐκ Λυκίης, οὐδʼ εἰ μάλα καρτερός ἐσσι,
645
ἀλλʼ ὑπʼ ἐμοὶ δμηθέντα πύλας Ἀΐδαο περήσειν.
646
Narrator
τὸν δʼ αὖ Σαρπηδὼν Λυκίων ἀγὸς ἀντίον ηὔδα·
647
Sarpedon
Τληπόλεμʼ ἤτοι κεῖνος ἀπώλεσεν Ἴλιον ἱρὴν
648
ἀνέρος ἀφραδίῃσιν ἀγαυοῦ Λαομέδοντος,
649
ὅς ῥά μιν εὖ ἕρξαντα κακῷ ἠνίπαπε μύθῳ,
650
οὐδʼ ἀπέδωχʼ ἵππους, ὧν εἵνεκα τηλόθεν ἦλθε.
651
σοὶ δʼ ἐγὼ ἐνθάδε φημὶ φόνον καὶ κῆρα μέλαιναν
652
ἐξ ἐμέθεν τεύξεσθαι, ἐμῷ δʼ ὑπὸ δουρὶ δαμέντα
653
εὖχος ἐμοὶ δώσειν, ψυχὴν δʼ Ἄϊδι κλυτοπώλῳ.
654
Narrator
ὣς φάτο Σαρπηδών, ὃ δʼ ἀνέσχετο μείλινον ἔγχος
655
Τληπόλεμος· καὶ τῶν μὲν ἁμαρτῇ δούρατα μακρὰ
656
ἐκ χειρῶν ἤϊξαν· ὃ μὲν βάλεν αὐχένα μέσσον
657
Σαρπηδών, αἰχμὴ δὲ διαμπερὲς ἦλθʼ ἀλεγεινή·
658
τὸν δὲ κατʼ ὀφθαλμῶν ἐρεβεννὴ νὺξ ἐκάλυψε.
659
Τληπόλεμος δʼ ἄρα μηρὸν ἀριστερὸν ἔγχεϊ μακρῷ
660
βεβλήκειν, αἰχμὴ δὲ διέσσυτο μαιμώωσα
661
ὀστέω ἐγχριμφθεῖσα, πατὴρ δʼ ἔτι λοιγὸν ἄμυνεν.
662
οἳ μὲν ἄρʼ ἀντίθεον Σαρπηδόνα δῖοι ἑταῖροι
663
ἐξέφερον πολέμοιο· βάρυνε δέ μιν δόρυ μακρὸν
664
ἑλκόμενον· τὸ μὲν οὔ τις ἐπεφράσατʼ οὐδὲ νόησε
665
μηροῦ ἐξερύσαι δόρυ μείλινον ὄφρʼ ἐπιβαίη
666
σπευδόντων· τοῖον γὰρ ἔχον πόνον ἀμφιέποντες.
667
Τληπόλεμον δʼ ἑτέρωθεν ἐϋκνήμιδες Ἀχαιοὶ
668
ἐξέφερον πολέμοιο· νόησε δὲ δῖος Ὀδυσσεὺς
669
τλήμονα θυμὸν ἔχων, μαίμησε δέ οἱ φίλον ἦτορ·
670
μερμήριξε δʼ ἔπειτα κατὰ φρένα καὶ κατὰ θυμὸν
671
ἢ προτέρω Διὸς υἱὸν ἐριγδούποιο διώκοι,
672
ἦ ὅ γε τῶν πλεόνων Λυκίων ἀπὸ θυμὸν ἕλοιτο.
673
οὐδʼ ἄρʼ Ὀδυσσῆϊ μεγαλήτορι μόρσιμον ἦεν
674
ἴφθιμον Διὸς υἱὸν ἀποκτάμεν ὀξέϊ χαλκῷ·
675
τώ ῥα κατὰ πληθὺν Λυκίων τράπε θυμὸν Ἀθήνη.
676
ἔνθʼ ὅ γε Κοίρανον εἷλεν Ἀλάστορά τε Χρομίον τε
677
Ἄλκανδρόν θʼ Ἅλιόν τε Νοήμονά τε Πρύτανίν τε.
678
καί νύ κʼ ἔτι πλέονας Λυκίων κτάνε δῖος Ὀδυσσεὺς
679
εἰ μὴ ἄρʼ ὀξὺ νόησε μέγας κορυθαίολος Ἕκτωρ·
680
βῆ δὲ διὰ προμάχων κεκορυθμένος αἴθοπι χαλκῷ
681
δεῖμα φέρων Δαναοῖσι· χάρη δʼ ἄρα οἱ προσιόντι
682
Σαρπηδὼν Διὸς υἱός, ἔπος δʼ ὀλοφυδνὸν ἔειπε·
683
Adrestos
Πριαμίδη, μὴ δή με ἕλωρ Δαναοῖσιν ἐάσῃς
684
κεῖσθαι, ἀλλʼ ἐπάμυνον· ἔπειτά με καὶ λίποι αἰὼν
685
ἐν πόλει ὑμετέρῃ, ἐπεὶ οὐκ ἄρʼ ἔμελλον ἔγωγε
686
νοστήσας οἶκον δὲ φίλην ἐς πατρίδα γαῖαν
687
εὐφρανέειν ἄλοχόν τε φίλην καὶ νήπιον υἱόν.
688
Narrator
ὣς φάτο, τὸν δʼ οὔ τι προσέφη κορυθαίολος Ἕκτωρ,
689
ἀλλὰ παρήϊξεν λελιημένος ὄφρα τάχιστα
690
ὤσαιτʼ Ἀργείους, πολέων δʼ ἀπὸ θυμὸν ἕλοιτο.
691
οἳ μὲν ἄρʼ ἀντίθεον Σαρπηδόνα δῖοι ἑταῖροι
692
εἷσαν ὑπʼ αἰγιόχοιο Διὸς περικαλλέϊ φηγῷ·
693
ἐκ δʼ ἄρα οἱ μηροῦ δόρυ μείλινον ὦσε θύραζε
694
ἴφθιμος Πελάγων, ὅς οἱ φίλος ἦεν ἑταῖρος.
695
τὸν δʼ ἔλιπε ψυχή, κατὰ δʼ ὀφθαλμῶν κέχυτʼ ἀχλύς·
696
αὖτις δʼ ἐμπνύνθη, περὶ δὲ πνοιὴ Βορέαο
697
ζώγρει ἐπιπνείουσα κακῶς κεκαφηότα θυμόν.
698
Ἀργεῖοι δʼ ὑπʼ Ἄρηϊ καὶ Ἕκτορι χαλκοκορυστῇ
699
οὔτε ποτὲ προτρέποντο μελαινάων ἐπὶ νηῶν
700
οὔτε ποτʼ ἀντεφέροντο μάχῃ, ἀλλʼ αἰὲν ὀπίσσω
701
χάζονθʼ, ὡς ἐπύθοντο μετὰ Τρώεσσιν Ἄρηα.
702
ἔνθα τίνα πρῶτον τίνα δʼ ὕστατον ἐξενάριξαν
703
Ἕκτωρ τε Πριάμοιο πάϊς καὶ χάλκεος Ἄρης;
704
ἀντίθεον Τεύθραντʼ, ἐπὶ δὲ πλήξιππον Ὀρέστην,
705
Τρῆχόν τʼ αἰχμητὴν Αἰτώλιον Οἰνόμαόν τε,
706
Οἰνοπίδην θʼ Ἕλενον καὶ Ὀρέσβιον αἰολομίτρην,
707
ὅς ῥʼ ἐν Ὕλῃ ναίεσκε μέγα πλούτοιο μεμηλώς,
708
λίμνῃ κεκλιμένος Κηφισίδι· πὰρ δέ οἱ ἄλλοι
709
ναῖον Βοιωτοὶ μάλα πίονα δῆμον ἔχοντες.
710
τοὺς δʼ ὡς οὖν ἐνόησε θεὰ λευκώλενος Ἥρη
711
Ἀργείους ὀλέκοντας ἐνὶ κρατερῇ ὑσμίνῃ,
712
αὐτίκʼ Ἀθηναίην ἔπεα πτερόεντα προσηύδα·
713
Hera
ὢ πόποι αἰγιόχοιο Διὸς τέκος Ἀτρυτώνη,
714
ἦ ῥʼ ἅλιον τὸν μῦθον ὑπέστημεν Μενελάῳ
715
Ἴλιον ἐκπέρσαντʼ εὐτείχεον ἀπονέεσθαι,
716
εἰ οὕτω μαίνεσθαι ἐάσομεν οὖλον Ἄρηα.
717
ἀλλʼ ἄγε δὴ καὶ νῶϊ μεδώμεθα θούριδος ἀλκῆς.
718
Narrator
ὣς ἔφατʼ, οὐδʼ ἀπίθησε θεὰ γλαυκῶπις Ἀθήνη.
719
ἣ μὲν ἐποιχομένη χρυσάμπυκας ἔντυεν ἵππους
720
Ἥρη πρέσβα θεὰ θυγάτηρ μεγάλοιο Κρόνοιο·
721
Ἥβη δʼ ἀμφʼ ὀχέεσσι θοῶς βάλε καμπύλα κύκλα
722
χάλκεα ὀκτάκνημα σιδηρέῳ ἄξονι ἀμφίς.
723
τῶν ἤτοι χρυσέη ἴτυς ἄφθιτος, αὐτὰρ ὕπερθε
724
χάλκεʼ ἐπίσσωτρα προσαρηρότα, θαῦμα ἰδέσθαι·
725
πλῆμναι δʼ ἀργύρου εἰσὶ περίδρομοι ἀμφοτέρωθεν·
726
δίφρος δὲ χρυσέοισι καὶ ἀργυρέοισιν ἱμᾶσιν
727
ἐντέταται, δοιαὶ δὲ περίδρομοι ἄντυγές εἰσι.
728
τοῦ δʼ ἐξ ἀργύρεος ῥυμὸς πέλεν· αὐτὰρ ἐπʼ ἄκρῳ
729
δῆσε χρύσειον καλὸν ζυγόν, ἐν δὲ λέπαδνα
730
κάλʼ ἔβαλε χρύσειʼ· ὑπὸ δὲ ζυγὸν ἤγαγεν Ἥρη
731
ἵππους ὠκύποδας, μεμαυῖʼ ἔριδος καὶ ἀϋτῆς.
732
αὐτὰρ Ἀθηναίη κούρη Διὸς αἰγιόχοιο
733
πέπλον μὲν κατέχευεν ἑανὸν πατρὸς ἐπʼ οὔδει
734
ποικίλον, ὅν ῥʼ αὐτὴ ποιήσατο καὶ κάμε χερσίν·
735
ἣ δὲ χιτῶνʼ ἐνδῦσα Διὸς νεφεληγερέταο
736
τεύχεσιν ἐς πόλεμον θωρήσσετο δακρυόεντα.
737
ἀμφὶ δʼ ἄρʼ ὤμοισιν βάλετʼ αἰγίδα θυσσανόεσσαν
738
δεινήν, ἣν περὶ μὲν πάντῃ Φόβος ἐστεφάνωται,
739
ἐν δʼ Ἔρις, ἐν δʼ Ἀλκή, ἐν δὲ κρυόεσσα Ἰωκή,
740
ἐν δέ τε Γοργείη κεφαλὴ δεινοῖο πελώρου
741
δεινή τε σμερδνή τε, Διὸς τέρας αἰγιόχοιο.
742
κρατὶ δʼ ἐπʼ ἀμφίφαλον κυνέην θέτο τετραφάληρον
743
χρυσείην, ἑκατὸν πολίων πρυλέεσσʼ ἀραρυῖαν·
744
ἐς δʼ ὄχεα φλόγεα ποσὶ βήσετο, λάζετο δʼ ἔγχος
745
βριθὺ μέγα στιβαρόν, τῷ δάμνησι στίχας ἀνδρῶν
746
ἡρώων, οἷσίν τε κοτέσσεται ὀβριμοπάτρη.
747
Ἥρη δὲ μάστιγι θοῶς ἐπεμαίετʼ ἄρʼ ἵππους·
748
αὐτόμαται δὲ πύλαι μύκον οὐρανοῦ ἃς ἔχον Ὧραι,
749
τῇς ἐπιτέτραπται μέγας οὐρανὸς Οὔλυμπός τε
750
ἠμὲν ἀνακλῖναι πυκινὸν νέφος ἠδʼ ἐπιθεῖναι.
751
τῇ ῥα διʼ αὐτάων κεντρηνεκέας ἔχον ἵππους·
752
εὗρον δὲ Κρονίωνα θεῶν ἄτερ ἥμενον ἄλλων
753
ἀκροτάτῃ κορυφῇ πολυδειράδος Οὐλύμποιο.
754
ἔνθʼ ἵππους στήσασα θεὰ λευκώλενος Ἥρη
755
Ζῆνʼ ὕπατον Κρονίδην ἐξείρετο καὶ προσέειπε·
756
Hera
Ζεῦ πάτερ οὐ νεμεσίζῃ Ἄρῃ τάδε καρτερὰ ἔργα
757
ὁσσάτιόν τε καὶ οἷον ἀπώλεσε λαὸν Ἀχαιῶν
758
μὰψ ἀτὰρ οὐ κατὰ κόσμον ἐμοὶ δʼ ἄχος, οἳ δὲ ἕκηλοι
759
τέρπονται Κύπρίς τε καὶ ἀργυρότοξος Ἀπόλλων
760
ἄφρονα τοῦτον ἀνέντες, ὃς οὔ τινα οἶδε θέμιστα;
761
Ζεῦ πάτερ ἦ ῥά τί μοι κεχολώσεαι, αἴ κεν Ἄρηα
762
λυγρῶς πεπληγυῖα μάχης ἐξαποδίωμαι;
763
Narrator
τὴν δʼ ἀπαμειβόμενος προσέφη νεφεληγερέτα Ζεύς·
764
Zeus
ἄγρει μάν οἱ ἔπορσον Ἀθηναίην ἀγελείην,
765
ἥ ἑ μάλιστʼ εἴωθε κακῇς ὀδύνῃσι πελάζειν.
766
Narrator
ὣς ἔφατʼ, οὐδʼ ἀπίθησε θεὰ λευκώλενος Ἥρη,
767
μάστιξεν δʼ ἵππους· τὼ δʼ οὐκ ἀέκοντε πετέσθην
768
μεσσηγὺς γαίης τε καὶ οὐρανοῦ ἀστερόεντος.
769
ὅσσον δʼ ἠεροειδὲς ἀνὴρ ἴδεν ὀφθαλμοῖσιν
770
ἥμενος ἐν σκοπιῇ, λεύσσων ἐπὶ οἴνοπα πόντον,
771
τόσσον ἐπιθρῴσκουσι θεῶν ὑψηχέες ἵπποι.
772
ἀλλʼ ὅτε δὴ Τροίην ἷξον ποταμώ τε ῥέοντε,
773
ἧχι ῥοὰς Σιμόεις συμβάλλετον ἠδὲ Σκάμανδρος,
774
ἔνθʼ ἵππους ἔστησε θεὰ λευκώλενος Ἥρη
775
λύσασʼ ἐξ ὀχέων, περὶ δʼ ἠέρα πουλὺν ἔχευε·
776
τοῖσιν δʼ ἀμβροσίην Σιμόεις ἀνέτειλε νέμεσθαι.
777
αἳ δὲ βάτην τρήρωσι πελειάσιν ἴθμαθʼ ὁμοῖαι
778
ἀνδράσιν Ἀργείοισιν ἀλεξέμεναι μεμαυῖαι·
779
ἀλλʼ ὅτε δή ῥʼ ἵκανον ὅθι πλεῖστοι καὶ ἄριστοι
780
ἕστασαν ἀμφὶ βίην Διομήδεος ἱπποδάμοιο
781
εἰλόμενοι λείουσιν ἐοικότες ὠμοφάγοισιν
782
ἢ συσὶ κάπροισιν, τῶν τε σθένος οὐκ ἀλαπαδνόν,
783
ἔνθα στᾶσʼ ἤϋσε θεὰ λευκώλενος Ἥρη
784
Στέντορι εἰσαμένη μεγαλήτορι χαλκεοφώνῳ,
785
ὃς τόσον αὐδήσασχʼ ὅσον ἄλλοι πεντήκοντα·
786
Athena
αἰδὼς Ἀργεῖοι κάκʼ ἐλέγχεα εἶδος ἀγητοί·
787
ὄφρα μὲν ἐς πόλεμον πωλέσκετο δῖος Ἀχιλλεύς,
788
οὐδέ ποτε Τρῶες πρὸ πυλάων Δαρδανιάων
789
οἴχνεσκον· κείνου γὰρ ἐδείδισαν ὄβριμον ἔγχος·
790
νῦν δὲ ἑκὰς πόλιος κοίλῃς ἐπὶ νηυσὶ μάχονται.
791
Narrator
ὣς εἰποῦσʼ ὄτρυνε μένος καὶ θυμὸν ἑκάστου.
792
Τυδεΐδῃ δʼ ἐπόρουσε θεὰ γλαυκῶπις Ἀθήνη·
793
εὗρε δὲ τόν γε ἄνακτα παρʼ ἵπποισιν καὶ ὄχεσφιν
794
ἕλκος ἀναψύχοντα τό μιν βάλε Πάνδαρος ἰῷ.
795
ἱδρὼς γάρ μιν ἔτειρεν ὑπὸ πλατέος τελαμῶνος
796
ἀσπίδος εὐκύκλου· τῷ τείρετο, κάμνε δὲ χεῖρα,
797
ἂν δʼ ἴσχων τελαμῶνα κελαινεφὲς αἷμʼ ἀπομόργνυ.
798
ἱππείου δὲ θεὰ ζυγοῦ ἥψατο φώνησέν τε·
799
Athena
ἦ ὀλίγον οἷ παῖδα ἐοικότα γείνατο Τυδεύς.
800
Τυδεύς τοι μικρὸς μὲν ἔην δέμας, ἀλλὰ μαχητής·
801
καί ῥʼ ὅτε πέρ μιν ἐγὼ πολεμίζειν οὐκ εἴασκον
802
οὐδʼ ἐκπαιφάσσειν, ὅτε τʼ ἤλυθε νόσφιν Ἀχαιῶν
803
ἄγγελος ἐς Θήβας πολέας μετὰ Καδμείωνας·
804
δαίνυσθαί μιν ἄνωγον ἐνὶ μεγάροισιν ἕκηλον·
805
αὐτὰρ ὃ θυμὸν ἔχων ὃν καρτερὸν ὡς τὸ πάρος περ
806
κούρους Καδμείων προκαλίζετο, πάντα δʼ ἐνίκα
807
ῥηϊδίως· τοίη οἱ ἐγὼν ἐπιτάρροθος ἦα.
808
σοὶ δʼ ἤτοι μὲν ἐγὼ παρά θʼ ἵσταμαι ἠδὲ φυλάσσω,
809
καί σε προφρονέως κέλομαι Τρώεσσι μάχεσθαι·
810
ἀλλά σευ ἢ κάματος πολυᾶϊξ γυῖα δέδυκεν
811
ἤ νύ σέ που δέος ἴσχει ἀκήριον· οὐ σύ γʼ ἔπειτα
812
Τυδέος ἔκγονός ἐσσι δαΐφρονος Οἰνεΐδαο.
813
Narrator
τὴν δʼ ἀπαμειβόμενος προσέφη κρατερὸς Διομήδης·
814
Diomedes
γιγνώσκω σε θεὰ θύγατερ Διὸς αἰγιόχοιο·
815
τώ τοι προφρονέως ἐρέω ἔπος οὐδʼ ἐπικεύσω.
816
οὔτέ τί με δέος ἴσχει ἀκήριον οὔτέ τις ὄκνος,
817
ἀλλʼ ἔτι σέων μέμνημαι ἐφετμέων ἃς ἐπέτειλας·
818
οὔ μʼ εἴας μακάρεσσι θεοῖς ἀντικρὺ μάχεσθαι
819
τοῖς ἄλλοις· ἀτὰρ εἴ κε Διὸς θυγάτηρ Ἀφροδίτη
820
ἔλθῃσʼ ἐς πόλεμον, τήν γʼ οὐτάμεν ὀξέϊ χαλκῷ.
821
τοὔνεκα νῦν αὐτός τʼ ἀναχάζομαι ἠδὲ καὶ ἄλλους
822
Ἀργείους ἐκέλευσα ἀλήμεναι ἐνθάδε πάντας·
823
γιγνώσκω γὰρ Ἄρηα μάχην ἀνὰ κοιρανέοντα.
824
Narrator
τὸν δʼ ἠμείβετʼ ἔπειτα θεὰ γλαυκῶπις Ἀθήνη·
825
Athena
Τυδεΐδη Διόμηδες ἐμῷ κεχαρισμένε θυμῷ
826
μήτε σύ γʼ Ἄρηα τό γε δείδιθι μήτε τινʼ ἄλλον
827
ἀθανάτων, τοίη τοι ἐγὼν ἐπιτάρροθός εἰμι·
828
ἀλλʼ ἄγʼ ἐπʼ Ἄρηϊ πρώτῳ ἔχε μώνυχας ἵππους,
829
τύψον δὲ σχεδίην μηδʼ ἅζεο θοῦρον Ἄρηα
830
τοῦτον μαινόμενον, τυκτὸν κακόν, ἀλλοπρόσαλλον,
831
ὃς πρῴην μὲν ἐμοί τε καὶ Ἥρῃ στεῦτʼ ἀγορεύων
832
Τρωσὶ μαχήσεσθαι, ἀτὰρ Ἀργείοισιν ἀρήξειν,
833
νῦν δὲ μετὰ Τρώεσσιν ὁμιλεῖ, τῶν δὲ λέλασται.
834
Narrator
ὣς φαμένη Σθένελον μὲν ἀφʼ ἵππων ὦσε χαμᾶζε,
835
χειρὶ πάλιν ἐρύσασʼ, ὃ δʼ ἄρʼ ἐμμαπέως ἀπόρουσεν·
836
ἣ δʼ ἐς δίφρον ἔβαινε παραὶ Διομήδεα δῖον
837
ἐμμεμαυῖα θεά· μέγα δʼ ἔβραχε φήγινος ἄξων
838
βριθοσύνῃ· δεινὴν γὰρ ἄγεν θεὸν ἄνδρά τʼ ἄριστον.
839
λάζετο δὲ μάστιγα καὶ ἡνία Παλλὰς Ἀθήνη·
840
αὐτίκʼ ἐπʼ Ἄρηϊ πρώτῳ ἔχε μώνυχας ἵππους.
841
ἤτοι ὃ μὲν Περίφαντα πελώριον ἐξενάριζεν
842
Αἰτωλῶν ὄχʼ ἄριστον Ὀχησίου ἀγλαὸν υἱόν·
843
τὸν μὲν Ἄρης ἐνάριζε μιαιφόνος· αὐτὰρ Ἀθήνη
844
δῦνʼ Ἄϊδος κυνέην, μή μιν ἴδοι ὄβριμος Ἄρης.
845
ὡς δὲ ἴδε βροτολοιγὸς Ἄρης Διομήδεα δῖον,
846
ἤτοι ὃ μὲν Περίφαντα πελώριον αὐτόθʼ ἔασε
847
κεῖσθαι ὅθι πρῶτον κτείνων ἐξαίνυτο θυμόν,
848
αὐτὰρ ὃ βῆ ῥʼ ἰθὺς Διομήδεος ἱπποδάμοιο.
849
οἳ δʼ ὅτε δὴ σχεδὸν ἦσαν ἐπʼ ἀλλήλοισιν ἰόντες,
850
πρόσθεν Ἄρης ὠρέξαθʼ ὑπὲρ ζυγὸν ἡνία θʼ ἵππων
851
ἔγχεϊ χαλκείῳ μεμαὼς ἀπὸ θυμὸν ἑλέσθαι·
852
καὶ τό γε χειρὶ λαβοῦσα θεὰ γλαυκῶπις Ἀθήνη
853
ὦσεν ὑπὲκ δίφροιο ἐτώσιον ἀϊχθῆναι.
854
δεύτερος αὖθʼ ὡρμᾶτο βοὴν ἀγαθὸς Διομήδης
855
ἔγχεϊ χαλκείῳ· ἐπέρεισε δὲ Παλλὰς Ἀθήνη
856
νείατον ἐς κενεῶνα ὅθι ζωννύσκετο μίτρῃ·
857
τῇ ῥά μιν οὖτα τυχών, διὰ δὲ χρόα καλὸν ἔδαψεν,
858
ἐκ δὲ δόρυ σπάσεν αὖτις· ὃ δʼ ἔβραχε χάλκεος Ἄρης
859
ὅσσόν τʼ ἐννεάχιλοι ἐπίαχον ἢ δεκάχιλοι
860
ἀνέρες ἐν πολέμῳ ἔριδα ξυνάγοντες Ἄρηος.
861
τοὺς δʼ ἄρʼ ὑπὸ τρόμος εἷλεν Ἀχαιούς τε Τρῶάς τε
862
δείσαντας· τόσον ἔβραχʼ Ἄρης ἆτος πολέμοιο.
863
οἵη δʼ ἐκ νεφέων ἐρεβεννὴ φαίνεται ἀὴρ
864
καύματος ἐξ ἀνέμοιο δυσαέος ὀρνυμένοιο,
865
τοῖος Τυδεΐδῃ Διομήδεϊ χάλκεος Ἄρης
866
φαίνεθʼ ὁμοῦ νεφέεσσιν ἰὼν εἰς οὐρανὸν εὐρύν.
867
καρπαλίμως δʼ ἵκανε θεῶν ἕδος αἰπὺν Ὄλυμπον,
868
πὰρ δὲ Διὶ Κρονίωνι καθέζετο θυμὸν ἀχεύων,
869
δεῖξεν δʼ ἄμβροτον αἷμα καταρρέον ἐξ ὠτειλῆς,
870
καί ῥʼ ὀλοφυρόμενος ἔπεα πτερόεντα προσηύδα·
871
Ares
Ζεῦ πάτερ οὐ νεμεσίζῃ ὁρῶν τάδε καρτερὰ ἔργα;
872
αἰεί τοι ῥίγιστα θεοὶ τετληότες εἰμὲν
873
ἀλλήλων ἰότητι, χάριν ἄνδρεσσι φέροντες.
874
σοὶ πάντες μαχόμεσθα· σὺ γὰρ τέκες ἄφρονα κούρην
875
οὐλομένην, ᾗ τʼ αἰὲν ἀήσυλα ἔργα μέμηλεν.
876
ἄλλοι μὲν γὰρ πάντες ὅσοι θεοί εἰσʼ ἐν Ὀλύμπῳ
877
σοί τʼ ἐπιπείθονται καὶ δεδμήμεσθα ἕκαστος·
878
ταύτην δʼ οὔτʼ ἔπεϊ προτιβάλλεαι οὔτέ τι ἔργῳ,
879
ἀλλʼ ἀνιεῖς, ἐπεὶ αὐτὸς ἐγείναο παῖδʼ ἀΐδηλον·
880
ἣ νῦν Τυδέος υἱὸν ὑπερφίαλον Διομήδεα
881
μαργαίνειν ἀνέηκεν ἐπʼ ἀθανάτοισι θεοῖσι.
882
Κύπριδα μὲν πρῶτον σχεδὸν οὔτασε χεῖρʼ ἐπὶ καρπῷ,
883
αὐτὰρ ἔπειτʼ αὐτῷ μοι ἐπέσσυτο δαίμονι ἶσος·
884
ἀλλά μʼ ὑπήνεικαν ταχέες πόδες· ἦ τέ κε δηρὸν
885
αὐτοῦ πήματʼ ἔπασχον ἐν αἰνῇσιν νεκάδεσσιν,
886
ἤ κε ζὼς ἀμενηνὸς ἔα χαλκοῖο τυπῇσι.
887
Narrator
τὸν δʼ ἄρʼ ὑπόδρα ἰδὼν προσέφη νεφεληγερέτα Ζεύς.
888
Zeus
μή τί μοι ἀλλοπρόσαλλε παρεζόμενος μινύριζε.
889
ἔχθιστος δέ μοί ἐσσι θεῶν οἳ Ὄλυμπον ἔχουσιν·
890
αἰεὶ γάρ τοι ἔρις τε φίλη πόλεμοί τε μάχαι τε.
891
μητρός τοι μένος ἐστὶν ἀάσχετον οὐκ ἐπιεικτὸν
892
Ἥρης· τὴν μὲν ἐγὼ σπουδῇ δάμνημʼ ἐπέεσσι·
893
τώ σʼ ὀΐω κείνης τάδε πάσχειν ἐννεσίῃσιν.
894
ἀλλʼ οὐ μάν σʼ ἔτι δηρὸν ἀνέξομαι ἄλγεʼ ἔχοντα·
895
ἐκ γὰρ ἐμεῦ γένος ἐσσί, ἐμοὶ δέ σε γείνατο μήτηρ·
896
εἰ δέ τευ ἐξ ἄλλου γε θεῶν γένευ ὧδʼ ἀΐδηλος
897
καί κεν δὴ πάλαι ἦσθα ἐνέρτερος Οὐρανιώνων.
898
Narrator
ὣς φάτο, καὶ Παιήονʼ ἀνώγειν ἰήσασθαι.
899
τῷ δʼ ἐπὶ Παιήων ὀδυνήφατα φάρμακα πάσσων
900
ἠκέσατʼ· οὐ μὲν γάρ τι καταθνητός γʼ ἐτέτυκτο.
901
ὡς δʼ ὅτʼ ὀπὸς γάλα λευκὸν ἐπειγόμενος συνέπηξεν
902
ὑγρὸν ἐόν, μάλα δʼ ὦκα περιτρέφεται κυκόωντι,
903
ὣς ἄρα καρπαλίμως ἰήσατο θοῦρον Ἄρηα.
904
τὸν δʼ Ἥβη λοῦσεν, χαρίεντα δὲ εἵματα ἕσσε·
905
πὰρ δὲ Διὶ Κρονίωνι καθέζετο κύδεϊ γαίων.
906
αἳ δʼ αὖτις πρὸς δῶμα Διὸς μεγάλοιο νέοντο
907
Ἥρη τʼ Ἀργείη καὶ Ἀλαλκομενηῒς Ἀθήνη
908
παύσασαι βροτολοιγὸν Ἄρηʼ ἀνδροκτασιάων.
909