0:00/ 0:00
Epinicia
Book 9
Bacchylides
Strophe 1
δόξαν, ὦ χρυσαλάκατοι Χάριτες,
1
πεισίμβροτον δοίητʼ, ἐπεὶ
2
Μουσᾶν γε ϝιοβλεφάρων θεῖος προφάτας
3
εὔτυκος Φλειοῦντά τε καὶ Νεμεαίου
4
Ζηνὸς εὐθαλὲς πέδον
5
ὑμνεῖν, ὅθι μηλοδαΐκταν
6
θρέψεν ἁ λευκώλενος
7
Ἥρα περικλειτῶν ἀέθλων
8
πρῶτον Ἡρακλεῖ βαρύφθογγον λέοντα.
9
Antistrophe 1
κεῖθι φοινικάσπιδες ἡμίθεοι
10
πρώτιστον Ἀργείων κριτοὶ
11
ἄθλησαν ἐπʼ Ἀρχεμόρῳ, τὸν ξανθοδερκὴς
12
πέφνʼ ἀωτεύοντα δράκων ὑπέροπλος,
13
σᾶμα μέλλοντος φόνου.
14
ὦ μοῖρα πολυκρατές· οὔ νιν
15
πεῖθʼ Ὀϊκλείδας πάλιν
16
στείχειν ἐς εὐάνδρους ἀγυιάς.
17
ἐλπὶς ἀνθρώπων ὑφαιρεῖται νόημα
18
Epode 1
ἃ καὶ τότʼ Ἄδραστον Ταλαϊονίδαν
19
πέμπεν ἐς Θήβας Πολυνείκεϊ πλαγκτῷ πρόξενον.
20
κείνων ἀπʼ εὐδόξων ἀγώνων
21
ἐν Νεμέᾳκλεινοὶ βροτῶν
22
οἳ τριέτει στεφάνῳ
23
ξανθὰν ἐρέψωνται κόμαν.
24
Αὐτομήδει νῦν γε νικά-
25
σαντί νιν δαίμων ἔδωκεν.
26
Strophe 2
πενταέθλοισιν γὰρ ἐνέπρεπεν ὡς
27
ἄστρων διακρίνει φάη
28
νυκτὸς διχομήνιδος εὐφεγγὴς σελάνα·
29
τοῖος Ἑλλάνων διʼ ἀπείρονα κύκλον
30
φαῖνε θαυμαστὸν δέμας,
31
δισκὸν τροχοειδέα ῥίπτων,
32
καὶ μελαμφύλλου κλάδον
33
ἀκτέας ἐς αἰπεινὰν προπέμπων
34
αἰθέρʼ ἐκ χειρὸς βοὰν ὤτρυνε λαῶν,
35
Antistrophe 2
ἢ τελευταίας ἀμάρυγμα πάλας·
36
τοιῷδʼ ὑπερθύμῳ σθένει
37
γυιαλκέα σώματα πρὸς γαίᾳ πελάσσας
38
ἵκετʼ Ἀσωπὸν παρὰ πορφυροδίναν,
39
τοῦ κλέος πᾶσαν χθόνα
40
ἦλθεν καὶ ἐπʼ ἔσχατα Νείλου·
41
ταί τʼ ἐπʼ εὐναεῖ πόρῳ
42
οἰκεῦσι Θερμώδοντος, ἐγχέων
43
ἵστορες κοῦραι διωξίπποιʼ Ἄρηος,
44
Epode 2
σῶν, ὦ πολυζήλωτε ϝάναξ ποταμῶν,
45
ἐγγόνων γεύσαντο, καὶ ὑψιπύλου Τροίας ἕδος.
46
στείχει διʼ εὐρείας κελεύθου
47
μυρία παντᾷ φάτις
48
σᾶς γενεᾶς λιπαρο-
49
ζώνων θυγάτρων, ἃς θεοὶ
50
σὺν τύχαις ᾤκισσαν ἀρχα-
51
γοὺς ἀπορθήτων ἀγυιᾶν.
52
Strophe 3
τίς γὰρ οὐκ οἶδεν κυανοπλοκάμου
53
Θήβας ἐΰδματον πόλιν,
54
ἢ τὰν μεγαλώνυμον Αἴγιναν, μεγίστου
55
Ζηνὸς ἃ πλαθεῖσα λέχει τέκεν ἥρω
56
δεσω ου·
57
ὃς γᾶς βασάνοισιν Ἀχαιῶν
58
α εὔπεπλον
59
Antistrophe 3
ἠδὲ Πειράναν ἑλικοστέφανον
60
κούραν, ὅσαι τʼ ἄλλαι θεῶν
61
εὐναῖς ἐδάμησαν ἀριγνώτοις παλαιοῦ
62
παῖδες αἰδοῖαι ποταμοῦ κελάδοντος·
63
αν πόλιν
64
σί τε νίκας
65
αὐλῶν βοαὶ
66
σύμφωνα πνείουσαι· μεγίστου
67
αν·
68
Epode 3
νέος
69
χρυσέαν προσθέντα ϝιόπλοκον εὖ εἰπεῖν κόραν,
70
καὶ ματέρʼ ἀγνάμπτων ἐρώτων
71
κλεινὰν βροτοῖς
72
λέων
73
νασιώταν
74
ν ὕμνον,
75
Strophe 4
καὶ ἀποφθιμένῳ
76
τὸν πάντʼ ἐς ἄτρυτον χρόνον,
77
καὶ τοῖς ἐπιγιγνομένοις αἰεὶ πιφαύσκοι
78
σὰν Νεμέᾳ νίκαν· τό γέ τοι καλὸν ἔργον
79
γνησίων ὕμνων τυχὸν
80
ὑψοῦ παρὰ δαίμοσι κεῖται·
81
σὺν δʼ ἀλαθείᾳ βροτῶν
82
κάλλιστον, εἴπερ καὶ θάνῃ τις,
83
λείπεται Μουσᾶν ἄθυρμα.
84
Antistrophe 4
εἰσὶ δʼ ἀνθρώπων
85
πολλαί· διακρίνει δὲ θεῶν
86
βουλὰ τὸ καλυπτόμενον νυκτὸς δνόφοισιν·
87
γε καὶ τὸν ἀρείω
88
που.
89
εύσων
90
παύροις
91
ἀνδράσιν ι τὸ μέλλον·
92
Epode 4
ιμιω ἔδωκε χάριν
93
καὶ Διωνύσου Κρονίδας θεοτίματον πόλιν
94
ναίειν ἀπορθήτους θαλεῦντας·
95
χρυσεοσκάπτρου Διὸς
96
ὅς τι καλὸν φέρεται,
97
πᾶς αἰνέοι· Τιμοξένου
98
παιδὶ σὺν κώμοις ἁμαρ-
99
τέοιτε πεντάθλου ϝέκατι.
100