0:00/ 0:00

Epinicia

Book 8

Bacchylides

Strophe 2

Πυθῶνά τε μηλοθύταν
ὑμνέων Νεμέαν τε καὶ Ἰσθμόν·
γᾷ δʼ ἐπισκήπτων χέρα
κομπάσομαι· σὺν ἀλα-
θείᾳ δὲ πᾶν λάμπει χρέος·
5
οὔτις ἀνθρώπων καθʼ Ἕλλα-
νας ἐν ἅλικι χρόνῳ
παῖςἐὼν ἀνήρ τε πλεῦ-
νας ἐδέξατο νίκας.
ὦ Ζεῦ κεραυνεγχές, καὶ ἐπʼ ἀργυροδίνα
10
ὄχθαισιν Ἀλφειοῦ τέλεσσας μεγαλοκλέας
θεοδότους εὐχάς, περὶ κρατί τʼ ὄπασσας
γλαυκὸν Αἰτωλίδος
ἄνδημʼ ἐλαίας
ἐν Πέλοπος Φρυγίου
15
κλεινοῖς ἀέθλοις.

Source Text: Bacchylides The Poems and Fragments Cambridge University Press 1905. Public Domain.
Translation, Audio, Morphology, and Analyses AI-generated unless otherwise specified. Copyright LexAudio, LLC.