0:00/ 0:00
Epinicia
Book 7
Bacchylides
Strophe 1
ὦ λιπαρὰ θύγατερ Χρόνου τε καὶ
1
Νυκτός, σὲ πεντήκοντα μηνῶν ἁμέραν
2
ἑκκαιδεκάταν ἐν Ὀλυμπίᾳ
3
βαρυβρ ἕκατι
4
ιτοσαιμα
5
κρίνειν ταχυτᾶτά τε λαιψηρῶν ποδῶν
6
Ἕλλασι καὶ γυίων ἀρισταλκὲς σθένος·
7
ᾧ δὲ σὺ πρεσβύτατον νείμῃς γέρας
8
νίκας ἐπʼ ἀνθρώποισιν εὔδοξος κέκλη-
9
ται καὶ πολυζήλωτος. Ἀριστομένειον
10
νῦν γʼ ἐκόσμησας στεφάνοισι Λάχωνα
11