0:00/ 0:00
Epinicia
Book 6
Bacchylides
Strophe 1
Λάχων Διὸς μεγίστου
1
λάχε φέρτατον πόδεσσι
2
κῦδος ἐπʼ Ἀλφεοῦπροχοαῖσι νικῶν,
3
διʼ ὅσσα πάροιθεν
4
ἀμπελοτρόφον Κέον
5
ἄεισάν ποτʼ Ὀλυμπίᾳ
6
πύξ τε καὶ στάδιον κρατεῦ-
7
σαν στεφάνοις ἐθείρας
8
Strophe 2
νεανίαι βρύοντες.
9
σὲ δὲ νῦν ἀναξιμόλπου
10
Οὐρανίας ὕμνος ἕκατι νίκας
11
Ἀριστομένειον
12
ὦ ποδάνεμον τέκος,
13
γεραίρει προδόμοις ἀοι-
14
δαῖς, ὅτι στάδιον κρατή — σας Κέον εὐκλέϊξας.
15