0:00/ 0:00

Epinicia

Book 5

Bacchylides

Strophe 1

εὔμοιρε Συρακοσίων
ἱπποδινήτων στραταγέ,
γνώσει μὲν ἰοστεφάνων
Μοισᾶν γλυκύδωρον ἄγαλμα, τῶν γε νῦν
αἴ τις ἐπιχθονίων,
5
ὀρθῶς· φρένα δʼ εὐθύδικον
ἀτρέμʼ ἀμπαύσας μεριμνᾶν
δεῦρʼ ἐπάθρησον νόῳ,
ᾗ σὺν Χαρίτεσσι βαθυζώνοις ὑφάνας
ὕμνον ἀπὸ ζαθέας
10
νάσου ξένος ὑμετέραν πέμ-
πει κλεεννὰν ἐς πόλιν,
χρυσάμπυκος Οὐρανίας κλει-
νὸς θεράπων· ἐθέλει δὲ
γᾶρυν ἐκ στηθέων χέων
15

Antistrophe 1

αἰνεῖν Ἱέρωνα. βαθὺν
δʼ αἰθέρα ξουθαῖσι τάμνων
ὑψοῦ πτερύγεσσι ταχεί-
αις αἰετὸς εὐρυάνακτος ἄγγελος
Ζηνὸς ἐρισφαράγου
20
θαρσεῖ κρατερᾷ πίσυνος
ἰσχύϊ, πτάσσοντι δʼ ὄρνι-
χες λιγύφθογγοι φόβῳ·
οὔ νιν κορυφαὶ μεγάλας ἴσχουσι γαίας,
οὐδʼ ἁλὸς ἀκαμάτας
25
δυσπαίπαλα κύματα· νωμᾶ-
ται δʼ ἐν ἀτρύτῳ χάει
λεπτότριχα σὺν ζεφύρου πνοι-
αῖσιν ἔθειραν ἀρίγνω — τος μετʼ ἀνθρώποις ἰδεῖν·

Epode 1

τὼς νῦν καὶ ἐμοὶ μυρία πάντᾳ κέλευθος
30
ὑμετέραν ἀρετὰν
ὑμνεῖν, κυανοπλοκάμου θʼ ἕκατι Νίκας
χαλκεοστέρνου τʼ Ἄρηος,
Δεινομένευς ἀγέρω-
χοι παῖδες· εὖ ἔρδων δὲ μὴ κάμοι θεός.
35
ξανθότριχα μὲν Φερένικον
Ἀλφεὸν παρʼ εὐρυδίναν
πῶλον ἀελλοδρόμαν
εἶδε νικάσαντα χρυσόπαχυς Ἀώς,

Strophe 2

Πυθῶνί τʼ ἐν ἀγαθέᾳ·
40
γᾷ δʼ ἐπισκήπτων πιφαύσκω·
οὔπω νιν ὑπὸ προτέρων
ἵππων ἐν ἀγῶνι κατέχρανεν κόνις
πρὸς τέλος ὀρνύμενον·
ῥιπᾷ γὰρ ἴσος βορέα
45
ὃν κυβερνήταν φυλάσσων
ἵεται νεόκροτον
νίκαν Ἱέρωνι φιλοξείνῳ τιτύσκων.
ὄλβιος ᾧτινι θεὸς
μοῖράν τε καλῶν ἔπορεν
50
σύν τʼ ἐπιζήλῳ τύχᾳ
ἀφνεὸν βιοτὰν διάγειν· οὐ
γάρ τις ἐπιχθονίων
πάντα γʼ εὐδαίμων ἔφυ.

Antistrophe 2

καὶ μάν ποτʼ ἐρειψιπύλαν
55
παῖδʼ ἀνίκατον λέγουσιν
δῦναι Διὸς ἀργικεραύ-
νου δώματα Φερσεφόνας τανισφύρου,
καρχαρόδοντα κύνʼ ἄ-
ξοντʼ ἐς φάος ἐξ Ἀΐδα,
60
υἱὸν ἀπλάτοιʼ Ἐχίδνας·
ἔνθα δυστάνων βροτῶν
ψυχὰς ἐδάη παρὰ Κωκυτοῦ ῥεέθροις,
οἷά τε φύλλʼ ἄνεμος
Ἴδας ἀνὰ μηλοβότους
65
πρῶνας ἀργηστὰς δονεῖ.
ταῖσιν δὲ μετέπρεπεν εἴδω-
λον θρασυμέμνονος ἐγ — χεσπάλου Πορθανίδα·

Epode 2

τὸν δʼ ὡς ἴδεν Ἀλκμήνιος θαυμαστὸς ἥρως
τεύχεσι λαμπόμενον,
70
νευρὰν ἐπέβασε λιγυκλαγγῆ κορώνας,
χαλκεόκρανον δʼ ἔπειτʼ ἐξ-
είλετο ϝιὸν ἀνα — πτύξας φαρέτρας πῶμα· τῷ δʼ ἐναντία
ψυχὰ προφάνη Μελεάγρου
καί νιν εὖ εἰδὼς προσεῖπεν·
75
υἱὲ Διὸς μεγάλου,
στᾶθί τʼ ἐν χώρᾳ, γελανώσας τε θυμόν

Strophe 3

μὴ ταΰσιον προΐει
τραχὺν ἐκ χειρῶν ὀϊστὸν
ψυχαῖσιν ἔπι φθιμένων·
80
οὔτοι δέος. ὣς φάτο· θάμβησεν δʼ ἄναξ
Ἀμφιτρυωνιάδας,
εἶπέν τε· τίς ἀθανάτων
ἢ βροτῶν τοιοῦτον ἔρνος
θρέψεν ἐν ποίᾳ χθονί;
85
τίς δʼ ἔκτανεν; ἦ τάχα καλλίζωνος Ἥρα
κεῖνον ἐφʼ ἁμετέρᾳ
πέμψει κεφαλᾷ· τὰ δέ που
Παλλάδι ξανθᾷ μέλει.
τὸν δὲ προσέφα Μελέαγρος
90
δακρυόεις· χαλεπὸν
θεῶν παρατρέψαι νόον

Antistrophe 3

ἄνδρεσσιν ἐπιχθονίοις.
καὶ γὰρ ἂν πλάξιππος Οἰνεὺς
παῦσεν καλυκοστεφάνου
95
σεμνᾶς χόλον Ἀρτέμιδος λευκωλένου
λισσόμενος πολέων
τʼ αἰγῶν θυσίαισι πατὴρ
καὶ βοῶν φοινικονώτων·
ἀλλʼ ἀνίκατον θεὰ
100
ἔσχεν χόλον· εὐρυβίαν δʼ ἔσσευε κούρα
κάπρον ἀναιδομάχαν
ἐς καλλίχορον Καλυδῶ-
νʼ, ἔνθα πλημύρων σθένει
ὄρχους ἐπέκειρεν ὀδόντι,
105
σφάζε τε μῆλα, βροτῶν
θʼ ὅστις εἰσάνταν μόλοι.

Epode 3

τῷ δὲ στυγερὰν δῆριν Ἑλλάνων ἄριστοι
στασάμεθʼ ἐνδυκέως
ἓξ ἄματα συνεχέως· ἐπεὶ δὲ δαίμων
110
κάρτος Αἰτωλοῖς ὄρεξεν,
θάπτομεν οὓς κατέπε-
φνεν σῦς ἐριβρύχας ἐπαΐσσων βίᾳ,
Ἀγκαῖον ἐμῶν τʼ Ἀγέλαον
φέρτατον κεδνῶν ἀδελφεῶν,
115
οὓς τέκεν ἐν μεγάροις
πατρὸς Ἀλθαία περικλειτοῖσιν Οἰνέος·

Strophe 4

τῶν δʼ ὤλεσε μοῖρʼ ὀλοὰ
πλεῦνας· οὐ γάρ πω δαΐφρων
παῦσεν χόλον ἀγροτέρα
120
Λατοῦς θυγάτηρ· περὶ δʼ αἴθωνος δορᾶς
μαρνάμεθʼ ἐνδυκέως
Κουρῆσι μενεπτολέμοις·
ἔνθʼ ἐγὼ πολλοῖς σὺν ἄλλοις
Ἴφικλον κατέκτανον
125
ἐσθλόν τʼ Ἀφάρητα, θοοὺς μάτρωας· οὐ γὰρ
καρτερόθυμος Ἄρης
κρίνει φίλον ἐν πολέμῳ·
τυφλὰ δʼ ἐκ χειρῶν βέλη
ψυχαῖς ἔπι δυσμενέων φοι-
130
τᾷ θάνατόν τε φέρει
τοῖσιν ἂν δαίμων θέλῃ·

Antistrophe 4

ταῦτʼ οὐκ ἐπιλεξαμένα
Θεστίου κούρα δαΐφρων
μάτηρ κακόποτμος ἐμοὶ
135
βούλευσεν ὄλεθρον ἀτάρβακτος γυνά·
καῖέ τε δαιδαλέας
ἐκ λάρνακος ὠκύμορον
φιτρὸν ἀγκλαύσασα, τὸν δὴ
μοῖρʼ ἐπέκλωσεν τότε
140
ζωᾶς ὅρον ἁμετέρας ἔμμεν. τύχον μὲν
Δαϊπύλου Κλύμενον
παῖδʼ ἄλκιμον ἐξεναρί-
ζων ἀμώμητον δέμας,
πύργων προπάροιθε κιχήσας·
145
τοὶ δὲ πρὸς εὐκτιμέναν
φεῦγον ἀρχαίαν πόλιν

Epode 4

Πλευρῶνα· μινύνθη δέ μοι ψυχὰ γλυκεῖα,
γνῶν δʼ ὀλιγοσθενέων·
αἰαῖ· πύματον δὲ πνέων δάκρυσα τλάμων
150
ἀγλαὰν ἥβαν προλείπων.
φασὶν ἀδεισιβόαν
Ἀμφιτρύωνος παῖδα μοῦνον δὴ τότε
τέγξαι βλέφαρον, ταλαπενθέος
πότμον οἰκτίροντα φωτός·
155
καί νιν ἀμειβόμενος
τοῖʼ ἔφα· θνατοῖσι μὴ φῦναι φέριστον,

Strophe 5

μηδʼ ἀελίου προσιδεῖν
φέγγος· ἀλλʼ οὐ γάρ τίς ἐστιν
πρᾶξις τάδε μυρομένοις,
160
χρὴ κεῖνο λέγειν ὅ, τι καὶ μέλλει τελεῖν.
ἦ ῥα τις ἐν μεγάροις
Οἰνῆος ἀρηϊφίλου
ἔστιν ἀδμήτα θυγάτρων,
σοὶ φυὰν ἀλιγκία;
165
τάν κεν λιπαρὰν ἐθέλων θείμαν ἄκοιτιν.
τὸν δὲ μενεπτολέμου
ψυχὰ προσέφα Μελεά-
γρου· λίπον χλωραύχενα
ἐν δώμασι Δαϊάνειραν,
170
νῆϊν ἔτι χρυσέας
Κύπριδος θελξιμβρότου.

Antistrophe 5

λευκώλενε Καλλιόπα,
στᾶσον εὐποίητον ἅρμα
αὐτοῦ· Δία τε Κρονίδαν
175
ὕμνησον Ὀλύμπιον ἀρχαγὸν θεῶν,
τόν τʼ ἀκαμαντορόαν
Ἀλφεόν, Πέλοπός τε βίαν,
καὶ Πίσαν, ἔνθʼ ὁ κλεεννὸς
ποσσὶ νικάσας δρόμῳ
180
ἦλθεν Φερένικος ἐς εὐπύργους Συρακόσ-
σας Ἱέρωνι φέρων
εὐδαιμονίας πέταλον.
χρὴ δʼ ἀλαθείας χάριν
αἰνεῖν, φθόνον ἀμφοτέραισιν
185
χερσὶν ἀπωσάμενον,
εἴ τις εὖ πράσσοι βροτῶν.

Epode 5

Βοιωτὸς ἀνὴρ τᾷδε φώνησεν, γλυκειᾶν
Ἡσίοδος πρόπολος
Μουσᾶν, ὃν ἂν ἀθάνατοι τιμῶσι, τούτῳ
190
καὶ βροτῶν φήμαν ἕπεσθαι.
πείθομαι εὐμαρέως
εὐκλέακελεύθου γλῶσσαν οὐκ ἐκτὸς δίκας
πέμπειν Ἱέρωνι· τόθεν γὰρ
πυθμένες θάλλουσιν ἐσθλῶν,
195
τοὺς ὁ μεγιστοπάτωρ
Ζεὺς ἀκινήτους ἐν εἰρήνᾳ φυλάσσοι.

Source Text: Bacchylides The Poems and Fragments Cambridge University Press 1905. Public Domain.
Translation, Audio, Morphology, and Analyses AI-generated unless otherwise specified. Copyright LexAudio, LLC.