0:00/ 0:00
Epinicia
Book 10
Bacchylides
Strophe 1
Φήμα, σὺ γὰρ ἀγγελίαις θνατῶν ἐποιχνεῖς
1
φῦλα, καὶ πᾶ
2
μεαλμει
3
πὸ κεύ
4
νωνται
5
ῳ ξυνόν, ὅ, τι χρυσέαν
6
ο ὀφθαλμοῖσι Νίκαν
7
παῦλαν ἀπράκταν
8
Ἀγλαῷ καὶ νῦν κασιγνήτας ἀκοίτας
9
νασιῶτιν ἐκίνησεν λιγύφθογγον μέλισσαν,
10
Antistrophe 1
ἀχειρὲς ἵνʼ ἀθάνατον Μουσᾶν ἄγαλμα
11
ξυνὸν ἀνθρώποισιν εἴη
12
χάρμα, τεὰν ἀρετὰν
13
μανῦον ἐπιχθονίοισιν,
14
ὁσσάκις Νίκας ἕκατι
15
ἄνθεσι ξανθὰν ἀναδησάμενος κεφαλὰν
16
κῦδος εὐρείαις Ἀθάναις
17
θῆκας Οἰνείδαις τε δόξαν.
18
ἐν Ποσειδᾶνος περικλειτοῖς ἀέθλοις
19
εὐθὺς ἔνδειξας Ἕλλασιν ποδῶν ὁρμὰν ταχεῖαν·
20
Epode 1
δεύτερον δʼ οὔροισιν ἔπι σταδίου,
21
θερμὰν ἔτι πνέων ἄελλαν,
22
ἔστα· βρέχωϝ δʼ ᾆξʼ αὖτε θατήρων ἐλαίῳ
23
φάρεʼ ἐς εὔθροον ἐμπίτνων ὅμιλον,
24
τετραέλικτον ἐπεὶ
25
κάμψεν δρόμον. Ἰσθμιονίκαν
26
δίς νιν ἀγκάρυξαν εὐβού-
27
λων ἀεθλάρχων προφᾶται·
28
Strophe 2
δὶς δʼ ἐν Νεμέᾳ Κρονίδα Ζηνὸς παρʼ ἁγνὸν
29
βωμόν· ἁ κλεινά τε Θήβα
30
δέκτό νιν εὐρύχορόν
31
τʼ Ἄργος Σικυών τε κατʼ αἶσαν·
32
οἵ τε Πελλάναν νέμονται,
33
ἀμφί τʼ Εὔβοιαν πολυλάϊον, οἵ θʼ ἱερὰν
34
νᾶσον Αἴγιναν. ματεύει
35
δʼ ἄλλος ἀλλοίαν κέλευθον,
36
ἅντινα στείχων ἀριγνώτοιο δόξας
37
τεύξεται. μυρίαι δʼ ἀνδρῶν ἐπιστᾶμαι πέλονται·
38
Antistrophe 2
ἢ γὰρ σοφὸς ἢ Χαρίτων τιμᾶν λελογχὼς
39
ἐλπίδι χρυεῳτέθαλεν·
40
ἤ τινα θευπροπίαν
41
εἰδώς· ἕτερος δʼ ἐπὶ πάσι
42
ποικίλον τόξον τιταίνει·
43
οἱ δʼ ἐπʼ ἔργοισίν τε καὶ ἀμφὶ βοῶν ἀγέλαις
44
θυμὸν αὔξουσιν· τὸ μέλλον
45
δʼ ἀκρίτους τίκτει τελευτάς,
46
πᾷ τύχα βρίσει. τὸ μὲν κάλλιστον, ἐσθλὸν
47
ἄνδρα πολλῶν ὑπʼ ἀνθρώπων πολυζήλωτον εἶμεν·
48
Epode 2
οἶδα καὶ πλούτου μεγάλαν δύνασιν,
49
ἃ καὶ τὸν ἀχρεῖον τίθησι
50
χρηστόν. τί μακρὰν γλῶσσαν ἰθύσας ἐλαύνω
51
ἐκτὸς ὁδοῦ; πέφαται θνατοῖσι νίκας
52
ὕστερον εὐφροσύνα·
53
αὐλῶν δὲ
54
μειγνυτ
55
χρή τιν
56