0:00/ 0:00

Epinicia

Book 11

Bacchylides

Strophe 1

Νίκα γλυκύδωρε, μεγίσταν
σοὶ πατὴρ ὤπασσε τιμὰν
ὑψίζυγος Οὐρανιδᾶν
ἐν πολυχρύσῳ δʼ Ὀλύμπῳ
Ζηνὶ παρισταμένα
5
κρίνεις τέλος ἀθανάτοι-
σίν τε καὶ θνατοῖς ἀρετᾶς.
ἔλλαθι, βαθυπλοκάμου
κούρα Στυγὸς ὀρθοδίκου· σέθεν δʼ ἕκατι
καὶ νῦν Μεταπόντιον εὐ-
10
γυίων κατέχουσι νέων
κῶμοί τε καὶ εὐφροσύναι θεότιμον ἄστυ·
ὑμνεῦσι δὲ Πυθιόνικον
παῖδα θαητὸν Φαΐσκου.

Antistrophe 1

ἵλεῳνιν ὁ Δαλογενὴς υἱ-
15
ὸς βαθυζώνοιο Λατοῦς
δέκτο βλεφάρῳ· πολέες
δʼ ἀμφʼ Ἀλεξίδαμον ἀνθέων
ἐν πεδίῳ στέφανοι
Κίρρας ἔπεσον κρατερᾶς
20
ἦρα παννίκοιο πάλας·
οὐκ εἶδέ νιν ἀέλιος
κείνῳ γε σὺν ἄματι πρὸς γαίᾳ πεσόντα.
φάσω δὲ καὶ ἐν ζαθέοις
ἁγνοῦ Πέλοπος δαπέδοις
25
Ἀλφεὸν παρὰ καλλιρόαν, δίκας κέλευθον
εἰ μή τις ἀπέτραπεν ὀρθᾶς,
παγξένῳ χαίταν ἐλαίᾳ

Epode 1

γλαυκᾷ στεφανωσάμενον
πορτιτρόφον ἂν πεδίον πάτραν θʼ ἱκέσθαι.
30
οὔ τι δόλος κακόφρων
παῖδʼ ἐν χθονὶ καλλιχόρῳ
ποικίλαις τέχναις πέλασσεν·
ἀλλʼ ἢ θεὸς αἴτιος, ἢ
γνῶμαι πολύπλαγκτοι βροτῶν
35
ἄμερσαν ὑπέρτατον ἐκ χειρῶν γέρας.
νῦν δʼ Ἄρτεμις ἀγροτέρα
χρυσαλάκατος λιπαρὰν
ἡμέρα τοξόκλυτος νίκαν ἔδωκε.
τᾷ ποτʼ Ἀβαντιάδας
40
βωμὸν κατένασσε πολύλ-
λιστον εὔπεπλοί τε κοῦραι·

Strophe 2

τὰς ἐξ ἐρατῶν ἐφόβησεν
παγκρατὴς Ἥρα μελάθρων
Προίτου, παραπλῆγι φρένας
45
καρτερᾷ ζεύξασʼ ἀνάγκᾳ·
παρθενίᾳ γὰρ ἔτι
ψυχᾷ κίον ἐς τέμενος
πορφυροζώνοιο θεᾶς·
φάσκον δὲ πολὺ σφέτερον
50
πλούτῳ προφέρειν πατέρα ξανθᾶς παρέδρου
σεμνοῦ Διὸς εὐρυβία.
ταῖσιν δὲ χολωσαμένα
στήθεσσι παλίντροπον ἔμβαλεν νόημα·
φεῦγον δʼ ὄρος ἐς τανίφυλλον,
55
σμερδαλέαν φωνὰν ἱεῖσαι,

Antistrophe 2

Τιρύνθιον ἄστυ λιποῦσαι
καὶ θεοδμάτους ἀγυιάς,
ἤδη γὰρ ἔτος δέκατον
θεοφιλὲς λιπόντες Ἄργος
60
ναῖον ἀδεισιβόαι
χαλκάσπιδες ἡμίθεοι
σὺν πολυζήλῳ βασιλεῖ.
νεῖκος γὰρ ἀμαιμάκετον
βληχρᾶς ἀνέπαλτο κασιγνητοῖς ἀπʼ ἀρχᾶς
65
Προίτῳ τε καὶ Ἀκρισίῳ·
λαούς τε διχοστασίαις
ἤρειπον ἀμετροδίκοις μάχαις τε λυγραῖς.
λίσσοντο δὲ παῖδας Ἄβαντος
γᾶν πολύκριθον λαχόντας
70

Epode 2

Τίρυνθα τὸν ὁπλότερον
κτίζειν, πρὶν ἐς ἀργαλέαν πεσεῖν ἀνάγκαν·
Ζεύς τʼ ἔθελεν Κρονίδας,
τιμῶν Δαναοῦ γενεὰν
καὶ διωξίπποιο Λυγκέος,
75
παῦσαι στυγερῶν ἀχέων.
τεῖχος δὲ Κύκλωπες κάμον
ἐλθόντες ὑπερφίαλοι κλεινᾷ πόλει
κάλλιστον, ἵνʼ ἀντίθεοι
ναῖον κλυτὸν ἱππόβοτον
80
Ἄργος ἥρωες περικλειτοὶ λιπόντες.
ἔνθεν ἀπεσσύμεναι
Προίτου κυανοπλόκαμοι
φεῦγον ἄδματοι θύγατρες,

Strophe 3

τὸν δʼ εἷλεν ἄχος κραδίαν, ξεί-
85
να τέ νιν πλᾶξεν μέριμνα·
δοίαξε δὲ φάσγανον ἄμ-
φακες ἐν στέρνοισι πᾶξαι.
ἀλλά νιν αἰχμοφόροι
μύθοισί τε μειλιχίοις
90
καὶ βίᾳ χειρῶν κάτεχον.
τρισκαίδεκα μὲν τελέους
μῆνας κατὰ δάσκιον ἠλύκταζον ὕλαν
φεῦγόν τε κατʼ Ἀρκαδίαν
μηλοτρόφον· ἀλλʼ ὅτε δὴ
95
Λοῦσον ποτὶ καλλιρόαν πατὴρ ἵκανεν,
ἔνθεν χρόα νιψάμενος φοι-
νικοκραδέμνοιο Λατοῦς

Antistrophe 3

κίκλῃσκε θύγατρα βοῶπιν,
χεῖρας ἀντείνων πρὸς αὐγὰς
100
ἱππώκεος ἀελίου,
τέκνα δυστάνοιο λύσσας
πάρφρονος ἐξαγαγεῖν·
θύσω δέ τοι εἴκοσι βοῦς
ἄζυγας φοινικότριχας.
105
τοῦ δʼ ἔκλυʼ ἀριστοπάτρα
θηροσκόπος εὐχομένου· πιθοῦσα δʼ Ἥραν
παῦσεν καλυκοστεφάνους
κούρας μανιᾶν ἀθέων·
ταὶ δʼ αὐτίκα ϝοι τέμενος βωμόν τε τεῦχον,
110
χραῖνόν τέ μιν αἵματι μήλων
καὶ χοροὺς ἵσταν γυναικῶν.

Epode 3

ἔνθεν καὶ ἀρηϊφίλοις
ἄνδρεσσινἐςἱπποτρόφον πόλιντʼἈχαιοῖς
ἕσπεο, σὺν δὲ τύχᾳ
115
ναίεις Μεταπόντιον, ὦ
χρυσέα δέσποινα λαῶν·
ἄλσος τέ τοι ἱμερόεν
Κάσαν παρʼ εὔυδρον πρὸ να-
οῖʼ ἑσσαμένων, Πριάμοιʼ ἐπεὶ χρόνῳ
120
βουλαῖσι θεῶν μακάρων
πέρσαν πόλιν εὐκτιμέναν
χαλκοθωράκων μετʼ Ἀτρειδᾶν. δικαίας
ὅστις ἔχει φρένας, εὑ-
ρήσει σὺν ἅπαντι χρόνῳ
125
μυρίας ἀλκὰς Ἀχαιῶν.

Source Text: Bacchylides The Poems and Fragments Cambridge University Press 1905. Public Domain.
Translation, Audio, Morphology, and Analyses AI-generated unless otherwise specified. Copyright LexAudio, LLC.