0:00/ 0:00

Epinicia

Book 14

Bacchylides

Strophe 1

εὖ μὲν εἱμάρθαι παρὰ δαίμονος ἀν-
θρώποις ἄριστον·
συμφορὰ δʼ ἐσθλόν τʼ ἀμαλδύ-
νει βαρύτλατος μολοῦσα·
κἀγατὸν ἰδʼ ὑψιφανῆ τεύ-
5
χει κατορθωθεῖσα· τιμὰν
δʼ ἄλλος ἀλλοίαν ἔχει·

Antistrophe 1

μυρίαι δʼ ἀνδρῶν ἀρεταί, μία δʼ ἐκ
πασᾶν πρόκειται,
ὃς τὸ πὰρ χειρὸς κυβερνᾶ-
10
ται δικαίαισι φρένεσσιν.
οὔτʼ ἐν βαρυπενθέσιν ἁρμό-
ζει μάχαις φόρμιγγος ὀμφὰ
καὶ λιγυκλαγγεῖς χοροί,

Epode 1

οὔτʼ ἐν θαλίαις καναχὰ
15
χαλκόκτυπος· ἀλλʼ ἐφʼ ἑκάστῳ
καιρὸς ἀνδρῶν ἔργματι κάλ-
λιστος· εὖ ἔρδοντα δὲ καὶ θεὸς ὀρθοῖ.
Κλεοπτολέμῳ δὲ χάριν
νῦν χρὴ Ποσειδᾶνός τε Πετραί-
20
ου τέμενος κελαδῆσαι,
Πυρρίχου τʼ εὔδοξον ἱππόνικον υἱόν,

Strophe 2

ὃς φιλοξείνου τε καὶ ὀρθοδίκου

Source Text: Bacchylides The Poems and Fragments Cambridge University Press 1905. Public Domain.
Translation, Audio, Morphology, and Analyses AI-generated unless otherwise specified. Copyright LexAudio, LLC.