0:00/ 0:00

Epinicia

Book 13

Bacchylides

Strophe 1

λειω´
ερ
δαν·

Strophe 2

ὕβριος ὑψινόου
παύσει, δίκας θνατοῖσι κραίνων·
5

Antistrophe 2

οἵαν τινὰ δύσλοφον ὠ-
μηστᾷ λέοντι
Περσείδας ἐφίησιν
χεῖρα παντοίαισι τέχναις·
οὐ γὰρ δαμασίμβροτος αἴθων
10
χαλκὸς ἀπλάτου θέλει
χωρεῖν διὰ σώματος, ἐ-
γνάμφθη δʼ ὀπίσσω
φάσγανον· ἦ ποτέ φαμι
τᾷδε περὶ στεφάνοισι
15
παγκρατίου πόνον Ἑλ-
λάνεσσιν ἱδρώεντʼ ἔσεσθαι.

Epode 2

ὃς νῦν παρὰ βωμὸν ἀριστάρχου Διὸς
Νίκας ἐρικυδέος ἀν-
δεθεῖσιν ἄνθεα,
20
χρυσέαν δόξαν πολύφαντον ἐν αἰ-
ῶνι τρέφει παύροις βροτῶν
αἰεί, καὶ ὅταν θανάτοιο
κυάνεον νέφος καλύψῃ, λείπεται
ἀθάνατον κλέος εὖ ἐρ-
25
χθέντος ἀσφαλεῖ σὺν αἴσᾳ.

Strophe 3

τῶν καὶ σὺ τυχὼν Νεμέᾳ,
Λάμπωνος υἱέ,
πανθαλέων στεφάνοισιν
ἀνθέων χαίταν ἐρεφθείς,
30
πόλιν ὑψιάγυιαν
τερψιμβρότων
ἁβροπνόων
κώμων πατρῴαν
νᾶσον, ὑπέρβιον ἰσχὺν
35
παμμαχιᾶν ἀναφαίνων.
ὦ ποταμοῦ θύγατερ
δινᾶντος Αἴγινʼ ἠπιόφρον,

Antistrophe 3

ἦ τοι μεγάλαν Κρονίδας
ἔδωκε τιμὰν
40
ἐν πάντεσσιν ἀγῶσιν,
πυρσὸν ὣς Ἕλλασι
φαίνων· τό γε σὸν κλέος αἰνεῖ
καί τις ὑψαυχὴς κόρα,
ραν
45
πόδεσσι ταρφέως,
ἠΰτε νεβρὸς ἀπενθής,
ἀνθεμόεντας ἐπʼ ὄχθους
κοῦφα σὺν ἀγχιδόμοις
θρῴσκουσʼ ἀγακλειταῖς ἑταίραις·
50

Epode 3

ταὶ δὲ στεφανωσάμεναι πλόκοις νέων
ἀνθέων δόνακός τʼ ἐπιχω-
ρίαν ἄθυρσιν
παρθένοι μέλπουσι τεὸν κράτος, ὦ
δέσποινα παγξείνου χθονός,
55
Ἐνδαΐδα τε ῥοδόπαχυν,
ἃ τὸν ἱππευτὰν ἔτικτε Πηλέα
καὶ Τελαμῶνα κραταιόν,
Αἰακῷ μειχθεῖσʼ ἐν εὐναῖς·

Strophe 4

τῶνθʼυἷας ἀερσιμάχους,
60
ταχύν τʼ Ἀχιλλέα
εὐειδέος τʼ Ἐριβοίας
παῖδʼ ὑπέρθυμον βοαθόον
Αἴαντα σακεσφόρον ἥρω,
ὅς τʼ ἐπὶ πρύμνᾳ σταθεὶς
65
ἔσχεν θρασυκάρδιον ὁρ-
μαίνοντα νᾶας
θεσπεσίῳ πυρὶ καῦσαι
Ἕκτορα χαλκεομίτραν,
ὁππότε Πηλεΐδας
70
τραχεῖαν Ἀργείοισι μᾶνιν

Antistrophe 4

ὠρίνατο, Δαρδανίδας
τʼ ἔλυσεν ἄτας·
οἳ πρὶν μὲν πολύπυργον
Ἰλίου θαητὸν ἄστυ
75
οὐ λεῖπον, ἀτυζόμενοι δὲ
πτᾶσσον ὀξεῖαν μάχαν,
εὖτʼ ἐν πεδίῳ κλονέων
μαίνοιτʼ Ἀχιλλεύς,
λαοφόνον δόρυ σείων·
80
ἀλλʼ ὅτε δὴ πολέμοιο
λῆξεν ἰοστεφάνου
Νηρῇδος ἀτρόμητος υἱός·

Epode 4

ὥστʼ ἐν κυανανθέϊ Θρᾳκὶ ναυβάτας
πόντῳ βορέας ὑπὸ κύ-
85
μασιν δαΐζει
νυκτὸς ἀντάσας, ἀνατελλομένᾳ
λῆξεν δὲ σὺν φαεσιμβρότῳ
ἀοῖ, στόρεσεν δέ τε πόντον
οὐρία· νότου δὲ κόλπωσαν πνοᾷ
90
ἱστίον, ἁρπαλέως τʼ ἄ-
ελπτον ἐξίκοντο χέρσον·

Strophe 5

ὣς Τρῶες, ἐπεὶ κλύον αἰ-
χματὰν Ἀχιλλέα
μίμνοντʼ ἐν κλισίῃσιν
95
εἵνεκεν ξανθᾶς γυναικός,
Βρισηΐδος ἱμερογυίου,
θεοῖσιν ἄντειναν χέρας,
φοιβὰν ἐσιδόντες ὑπαὶ
χειμῶνος αἴγλαν·
100
πασσυδίᾳ δὲ λιπόντες
τείχεα Λαομέδοντος
ἐς πεδίον κρατερὰν
ἄϊξαν ὑσμίναν φέροντες·

Antistrophe 5

ὦρσάν τε φόβον Δαναοῖς·
105
ὤτρυνε δʼ Ἄρης
εὐεγχής, Λυκίων τε
Λοξίας ἄναξ Ἀπόλλων·
ἷξόν τʼ ἐπὶ θῖνα θαλάσσας·
ναυσὶ δʼ εὐπύμνοις παραὶ
110
μάρναντʼ, ἐναριζομένων
δʼ ἔρευθε φώτων
αἵματι γαῖα μέλαινα
Ἑκτορέας ὑπὸ χειρός,
πῆμα μέγʼ ἡμιθέοις
115
ἰσοθέων διʼ ὁρμάν.

Epode 5

ρονες, ἦ μεγάλαισιν ἐλπίσιν
οντες ὑπερφίαλον
ς ἱππευταὶ κυανώπιδας ἐκ-
νέας εἰλαπίνας τʼ ἐν
120
ἁμέραις ἕξειν θεόδματον πόλιν.
μέλλον ἄρα πρότερον δι-
νᾶντα φοινίξειν Σκάμανδρον,

Strophe 6

θνᾴσκοντες ὑπʼ Αἰακίδαις
ἐρειψιτοί χοις·
125
τῶν εἰ καὶ τ
ἢ βαθυξύλωι
οὐ γὰρ ἀλαμπέσι νυκτὸς
πασιφανὴς Ἀρετὰ
κρυφθεῖσʼ ἀμαυροῦται δνόφοισιν,
130

Antistrophe 6

ἀλλʼ ἔμπεδον ἀκαμάτᾳ
βρύουσα δόξᾳ
στρωφᾶται κατὰ γᾶν τε
καὶ πολυπλάγκταν θάλασσαν.
καὶ μὰν φερεκυδέα νᾶσον
135
Αἰακοῦ τιμᾷ, σὺν Εὐ-
κλείᾳ δὲ φιλοστεφάνῳ
πόλιν κυβερνᾷ,
Εὐνομία τε σαόφρων,
ἃ θαλίας τε λέλογχεν
140
ἄστεά τʼ εὐσεβέων
ἀνδρῶν ἐν εἰρήνᾳ φυλάσσει·

Epode 6

νίκαν τʼ ἐρικυδέα μέλπετʼ, ὦ νέοι,
Πυθέα, μελέταν τε βροτω-
φελέαΜενάνδρου, τὰν ἐπʼ Ἀλφειοῦ τε ῥοαῖς θαμὰ δὴ
145
τίμασεν ἁ χρυσάρματος
σεμνὰ μεγάθυμος Ἀθάνα,
μυρίων τʼ ἤδη μίτραισιν ἀνέρων
ἐστεφάνωσεν ἐθείρας
ἐν πανελλάνων ἀέθλοις.
150

Strophe 7

εἰ μή τινα θερσιεπὴς
φθόνος βιᾶται,
αἰνείτω σοφὸν ἄνδρα
σὺν δίκᾳ. βροτῶν δὲ μῶμος
πάντεσσι μέν ἐστιν ἐπʼ ἔργοις·
155
ἁ δʼ ἀλαθεία φιλεῖ
νικᾶν, ὅ τε πανδαμάτωρ
χρόνος τὸ καλῶς
ἐργμένον αἰὲν ἀέξει·
δυσμενέων δὲ ματαία
160
γλῶσσʼ ἀϊδὴς μινύθει

Antistrophe 7

ἐλπίδι θυμὸν ἰαίνει·
τᾷ καὶ ἐγὼ πίσυνος
φοινικοκραδέμνοισι Μούσαις

Epode 7

ὕμνων τινὰ τάνδε νεόπλοκον δόσιν
165
φαίνω, ξενίαν τε φιλά-
γλαον γεραίρω,
τὰν ἐμοὶ Λάμπων παρέχων χάριν οὐ
βληχρὰν ἐπαθρήσαις τίει,
τὰν εἴ γʼ ἐτύμως ἄρα Κλειὼ
170
πανθαλὴς ἐμαῖς ἐνέσταξεν φρασίν,
τερψιεπεῖς νιν ἀοιδαὶ
παντὶ καρύξοντι λαῷ.

Source Text: Bacchylides The Poems and Fragments Cambridge University Press 1905. Public Domain.
Translation, Audio, Morphology, and Analyses AI-generated unless otherwise specified. Copyright LexAudio, LLC.