0:00/ 0:00

Epinicia

Book 14b

Bacchylides

Strophe 1

Ἐστία χρυσόθρονʼ, εὐ-
δόξων Ἀγαθοκλεαδᾶν ἅτʼ ἀφνεῶν
ἀνδρων μέγαν ὄλβον ἀέξεις
ἡμένα μέσαις ἀγυιαῖς
Πηνειὸν ἀμφʼ εὐώδεα Θεσσαλίας
5
μηλοτρόφου ἐν γυάλοις·
κεῖθεν καὶ Ἀριστοτέλης Κίρ-
ραν πρὸς εὐθαλέα μολών
δὶς στεφανώσατο Λα-
ρίσας ἀναξίππου χάριν
10

Source Text: Bacchylides The Poems and Fragments Cambridge University Press 1905. Public Domain.
Translation, Audio, Morphology, and Analyses AI-generated unless otherwise specified. Copyright LexAudio, LLC.