0:00

Nemean Odes

Pindar

1

Strophe 1

ἄμπνευμα σεμνὸν Ἀλφεοῦ,
κλεινᾶν Συρακοσσᾶν θάλος Ὀρτυγία,
δέμνιον Ἀρτέμιδος,
Δάλου κασιγνήτα, σέθεν ἁδυεπὴς
ὕμνος ὁρμᾶται θέμεν
5
αἶνον ἀελλοπόδων μέγαν ἵππων, Ζηνὸς Αἰτναίου χάριν·
ἅρμα δʼ ὀτρύνει Χρομίου Νεμέα θʼ
ἔργμασιν νικαφόροις ἐγκώμιον ζεῦξαι μέλος.

Antistrophe 1

ἀρχαὶ δὲ βέβληνται θεῶν
κείνου σὺν ἀνδρὸς δαιμονίαις ἀρεταῖς.
10
ἔστι δʼ ἐν εὐτυχίᾳ
πανδοξίας ἄκρον· μεγάλων δʼ ἀέθλων
Μοῖσα μεμνᾶσθαι φιλεῖ.
σπεῖρέ νυν ἀγλαΐαν τινὰ νάσῳ, τὰν Ὀλύμπου δεσπότας
Ζεὺς ἔδωκεν Φερσεφόνᾳ, κατένευσέν
15
τέ οἱ χαίταις, ἀριστεύοισαν εὐκάρπου χθονὸς

Epode 1

Σικελίαν πίειραν ὀρθώσειν κορυφαῖς πολίων ἀφνεαῖς.
ὤπασε δὲ Κρονίων πολέμου μναστῆρά οἱ χαλκεντέος
λαὸν ἵππαιχμον θαμὰ δὴ καὶ Ὀλυμπιάδων φύλλοις ἐλαιᾶν χρυσέοις
μιχθέντα. πολλῶν ἐπέβαν καιρὸν οὐ ψεύδει βαλών.
20

Strophe 2

ἔσταν δʼ ἐπʼ αὐλείαις θύραις
ἀνδρὸς φιλοξείνου καλὰ
μελπόμενος,
ἔνθα μοι ἁρμόδιον
δεῖπνον κεκόσμηται, θαμὰ δʼ ἀλλοδαπῶν
25
οὐκ ἀπείρατοι δόμοι
ἐντί· λέλογχε δὲ μεμφομένοις ἐσλοὺς ὕδωρ καπνῷ φέρειν
ἀντίον. τέχναι δʼ ἑτέρων ἕτεραι· χρὴ δʼ ἐν εὐθείαις ὁδοῖς στείχοντα
μάρνασθαι φυᾷ.

Antistrophe 2

πράσσει γὰρ ἔργῳ μὲν σθένος,
30
βουλαῖσι δὲ φρήν, ἐσσόμενον
προϊδεῖν
συγγενὲς οἷς ἕπεται.
Ἁγησιδάμου παῖ, σέο δʼ ἀμφὶ τρόπῳ
τῶν τε καὶ τῶν χρήσιες.
35
οὐκ ἔραμαι πολὺν ἐν μεγάρῳ πλοῦτον κατακρύψαις ἔχειν,
ἀλλʼ ἐόντων εὖ τε παθεῖν καὶ ἀκοῦσαι φίλοις ἐξαρκέων. κοιναὶ γὰρ ἔρχοντʼ
ἐλπίδες

Epode 2

πολυπόνων ἀνδρῶν. ἐγὼ δʼ Ἡρακλέος
ἀντέχομαι προφρόνως,
40
ἐν κορυφαῖς ἀρετᾶν μεγάλαις ἀρχαῖον ὀτρύνων λόγον,
ὡς, ἐπεὶ σπλάγχνων ὕπο ματέρος αὐτίκα θαητὰν ἐς αἴγλαν παῖς Διὸς
ὠδῖνα φεύγων διδύμῳ σὺν κασιγνήτῳ μόλεν,

Strophe 3

ὡς οὐ λαθὼν χρυσόθρονον
Ἥραν κροκωτὸν σπάργανον ἐγκατέβα·
45
ἀλλὰ θεῶν βασιλ έα
σπερχθεῖσα θυμῷ πέμπε δράκοντας
ἄφαρ.
τοὶ μὲν οἰχθεισᾶν πυλᾶν
ἐς θαλάμου μυχὸν εὐρὺν ἔβαν, τέκνοισιν ὠκείας γνάθους
50
ἀμφελίξασθαι μεμαῶτες· ὁ δʼ ὀρθὸν μὲν ἄντεινεν κάρα, πειρᾶτο δὲ πρῶτον
μάχας,

Antistrophe 3

δισσαῖσι δοιοὺς αὐχένων
μάρψαις ἀφύκτοις χερσὶν ἑαῖς ὄφιας·
ἀγχομένοις δὲ χρόνος
55
ψυχὰς ἀπέπνευσεν μελέων ἀφάτων.
ἐκ δʼ ἄρʼ ἄτλατον δέος
πλᾶξε γυναῖκας, ὅσαι τύχον Ἀλκμήνας ἀρήγοισαι λέχει·
καὶ γὰρ αὐτά, ποσσὶν ἄπεπλος ὀρούσαισʼ ἀπὸ στρωμνᾶς, ὅμως ἄμυνεν
ὕβριν κνωδάλων.
60

Epode 3

ταχὺ δὲ Καδμείων ἀγοὶ χαλκέοις ἀθρόοι σὺν ὅπλοις ἔδραμον·
ἐν χερὶ δʼ Ἀμφιτρύων κολεοῦ
γυμνὸν τινάσσων φάσγανον
ἵκετʼ, ὀξείαις ἀνίαισι τυπείς. τὸ γὰρ οἰκεῖον πιέζει πάνθʼ ὁμῶς·
εὐθὺς δʼ ἀπήμων κραδία κᾶδος ἀμφʼ ἀλλότριον.
65

Strophe 4

ἔστα δὲ θάμβει δυσφόρῳ
τερπνῷ τε μιχθείς. εἶδε γὰρ ἐκνόμιον
λῆμά τε καὶ δύναμιν
υἱοῦ παλίγγλωσσον δέ οἱ ἀθάνατοι
ἀγγέλων ῥῆσιν θέσαν.
70
γείτονα δʼ ἐκκάλεσεν Διὸς ὑψίστου
προφάταν ἔξοχον,
ὀρθόμαντιν Τειρεσίαν· ὁ δέ οἱ φράζε καὶ παντὶ στρατῷ, ποίαις ὁμιλήσει
τύχαις,

Antistrophe 4

ὅσσους μὲν ἐν χέρσῳ κτανών,
75
ὅσσους δὲ πόντῳ θῆρας ἀϊδροδίκας·
καί τινα σὺν πλαγίῳ
ἀνδρῶν κόρῳ στείχοντα τὸν ἐχθρότατον
φᾶσέ νιν δώσειν μόρῳ.
καὶ γὰρ ὅταν θεοὶ ἐν πεδίῳ
80
Φλέγρας Γιγάντεσσιν μάχαν
ἀντιάζωσιν, βελέων ὑπὸ ῥιπαῖσι κείνου φαιδίμαν γαίᾳ πεφύρσεσθαι κόμαν

Epode 4

ἔνεπεν· αὐτὸν μὰν ἐν εἰράνᾳ καμάτων μεγάλων ἐν σχερῷ
ἁσυχίαν τὸν ἅπαντα χρόνον ποινὰν λαχόντʼ ἐξαίρετον
ὀλβίοις ἐν δώμασι, δεξάμενον θαλερὰν Ἥβαν ἄκοιτιν καὶ γάμον
85
δαίσαντα, πὰρ Δὶ Κρονίδᾳ σεμνὸν
αἰνήσειν νόμον.

2

Strophe 1

ὅθεν περ καὶ Ὁμηρίδαι
ῥαπτῶν ἐπέων τὰ πόλλʼ ἀοιδοὶ
ἄρχονται, Διὸς ἐκ προοιμίου· καὶ ὅδʼ ἀνὴρ
90
καταβολὰν ἱερῶν ἀγώνων νικαφορίας δέδεκται πρῶτον Νεμεαίου
ἐν πολυυμνήτῳ Διὸς ἄλσει.

Strophe 2

ὀφείλει δʼ ἔτι, πατρίαν
εἴπερ καθʼ ὁδόν νιν εὐθυπομπὸς
αἰὼν ταῖς μεγάλαις δέδωκε κόσμον Ἀθάναις,
95
θαμὰ μὲν Ἰσθμιάδων δρέπεσθαι κάλλιστον ἄωτον, ἐν Πυθίοισί τε νικᾶν
Τιμονόου παῖδʼ· ἔστι δʼ ἐοικὸς

Strophe 3

ὀρειᾶν γε Πελειάδων
μὴ τηλόθεν Ὠαρίωνα νεῖσθαι.
καὶ μὰν ἁ Σαλαμίς γε θρέψαι φῶτα
100
μαχατὰν
δυνατός. ἐν Τρωΐᾳ μὲν Ἕκτωρ Αἴαντος ἄκουσεν· ὦ Τιμόδημε, σὲ δʼ ἀλκὰ
παγκρατίου τλάθυμος ἀέξει.

Strophe 4

Ἀχάρναι δὲ παλαίφατοι
εὐάνορες· ὅσσα δʼ ἀμφʼ ἀέθλοις,
105
Τιμοδημίδαι ἐξοχώτατοι προλέγονται.
παρὰ μὲν ὑψιμέδοντι Παρνασῷ
τέσσαρας ἐξ ἀέθλων νίκας ἐκόμιξαν·
ἀλλὰ Κορινθίων ὑπὸ φωτῶν

Strophe 5

ἐν ἐσλοῦ Πέλοπος πτυχαῖς
110
ὀκτὼ στεφάνοις ἔμιχθεν ἤδη·
ἑπτὰ δʼ ἐν Νεμέᾳ τὰ δʼ οἴκοι μάσσονʼ ἀριθμοῦ
Διὸς ἀγῶνι. τόν, ὦ πολῖται, κωμάξατε Τιμοδήμῳ σὺν εὐκλέϊ νόστῳ·
ἁδυμελεῖ δʼ ἐξάρχετε φωνᾷ.

3

Strophe 1

ὦ πότνια Μοῖσα, μᾶτερ ἁμετέρα, λίσσομαι,
115
τὰν πολυξέναν ἐν ἱερομηνίᾳ Νεμεάδι
ἵκεο Δωρίδα νᾶσον Αἴγιναν· ὕδατι γὰρ
μένοντʼ ἐπʼ Ἀσωπίῳ μελιγαρύων τέκτονες
κώμων νεανίαι, σέθεν ὄπα μαιόμενοι.
διψῇ δὲ πρᾶγος ἄλλο μὲν ἄλλου·
120
ἀε θλονικία δὲ μάλιστʼ ἀοιδὰν φιλεῖ,
στεφάνων ἀρετᾶν τε δεξιωτάταν ὀπαδόν·

Antistrophe 1

τᾶς ἀφθονίαν ὄπαζε μήτιος ἀμᾶς ἄπο·
ἄρχε δʼ οὐρανοῦ πολυνεφέλα κρέοντι, θύγατερ,
δόκιμον ὕμνον· ἐγὼ δὲ κείνων τέ νιν ὀάροις
125
λύρᾳ τε κοινάσομαι. χαρίεντα δʼ
ἕξει πόνον
χώρας ἄγαλμα, Μυρμιδόνες ἵνα πρότεροι
ᾤκησαν, ὧν παλαίφατον ἀγορὰν
οὐκ ἐλεγχέεσσιν Ἀριστοκλείδας τεὰν
130
ἐμίανε κατʼ αἶσαν ἐν περισθενεῖ μαλαχθεὶς

Epode 1

παγκρατίου στόλῳ· καματωδέων δὲ πλαγᾶν
ἄκος ὑγιηρὸν ἐν βαθυπεδίῳ Νεμέᾳ
τὸ καλλίνικον φέρει.
εἰ δʼ ἐὼν καλὸς ἔρδων τʼ ἐοικότα μορφᾷ
135
ἀνορέαις ὑπερτάταις ἐπέβα παῖς Ἀριστοφάν εο ς· οὐκέτι πρόσω
ἀβάταν ἅλα κιόνων ὑπὲρ Ἡρακλέος περᾶν εὐμαρές,

Strophe 2

ἥρως θεὸς ἃς ἔθηκε ναυτιλίας ἐσχάτας
μάρτυρας κλυτάς· δάμασε δὲ θῆρας
ἐν πελάγεσιν
140
ὑπέροχος, διά τʼ ἐξερεύνασε τεναγέων
ῥοάς, ὅπα πόμπιμον κατέβαινε νόστου τέλος,
καὶ γᾶν φράδασσε. θυμέ, τίνα πρὸς ἀλλοδαπὰν
ἄκραν ἐμὸν πλόον παραμείβεαι;
Αἰακῷ σε φαμὶ γένει τε Μοῖσαν φέρειν,
145
ἕπεται δὲ λόγῳ δίκας ἄωτος, ἐσλὸς αἰνεῖν·

Antistrophe 2

οὐδʼ ἀλλοτρίων ἔρωτες ἀνδρὶ φέρειν κρέσσονες·
οἴκοθεν μάτευε. ποτίφορον δὲ κόσμον ἔλαβες
γλυκύ τι γαρυέμεν. παλαιαῖσι δʼ ἐν ἀρεταῖς
γέγαθε Πηλεὺς ἄναξ ὑπέραλλον αἰχμὰν ταμών·
150
ὃς καὶ Ἰωλκὸν εἷλε μόνος ἄνευ στρατιᾶς,
καὶ ποντίαν Θέτιν κατέμαρψεν
ἐγκονητί. Λαομέδοντα δʼ εὐρυσθενὴς
Τελαμὼν Ἰόλᾳ παραστάτας ἐὼν ἔπερσεν·

Epode 2

καί ποτε χαλκότοξον Ἀμαζόνων μετʼ ἀλκὰν
155
ἕπετό οἱ· οὐδέ νίν ποτε φόβος ἀνδροδάμας ἔπαυσεν ἀκμὰν φρενῶν.
συγγενεῖ δέ τις εὐδοξίᾳ μέγα
βρίθει·
ὃς δὲ διδάκτʼ ἔχει, ψεφηνὸς ἀνὴρ ἄλλοτʼ ἄλλα πνέων οὔ ποτʼ ἀτρεκεῖ
κατέβα ποδί, μυριᾶν δʼ ἀρετᾶν ἀτελεῖ νόῳ γεύεται.
160

Strophe 3

ξανθὸς δʼ Ἀχιλεὺς τὰ μὲν μένων Φιλύρας ἐν δόμοις
παῖς ἐὼν ἄθυρε μεγάλα ἔργα, χερσὶ θαμινὰ
βραχυσίδαρον ἄκοντα πάλλων, ἴσα
τʼ ἀνέμοις
μάχᾳ λεόντεσσιν ἀγροτέροις ἔπρασσεν φόνον,
165
κάπρους τʼ ἔναιρε, σώματα δὲ παρὰ Κρονίδαν
Κένταυρον ἀσθμαίνοντα κόμιζεν,
ἑξέτης τὸ πρῶτον, ὅλον δʼ ἔπειτʼ ἂν χρόνον·
τὸν ἐθάμβεον Ἄρτεμίς τε καὶ θρασεῖʼ Ἀθάνα,

Antistrophe 3

κτείνοντʼ ἐλάφους ἄνευ κυνῶν δολίων θʼ ἑρκέων·
170
ποσσὶ γὰρ κράτεσκε. λεγόμενον δὲ
τοῦτο προτέρων
ἔπος ἔχω· βαθυμῆτα Χείρων τράφε λιθίνῳ
Ἰάσονʼ ἔνδον τέγει, καὶ ἔπειτεν Ἀσκλήπιον,
τὸν φαρμάκων δίδαξε μαλακόχειρα νόμον·
175
νύμφευσε δʼ αὖτις ἀγλαόκαρπον
Νηρέος θύγατρα, γόνον τέ οἱ φέρτατον
ἀτίταλλεν, ἐν ἀρμένοισι πᾶσι θυμὸν αὔξων·

Epode 3

ὄφρα θαλασσίαις ἀνέμων ῥιπαῖσι πεμφθεὶς
ὑπὸ Τρωΐαν, δορίκτυπον ἀλαλὰν Λυκίων τε προσμένοι καὶ Φρυγῶν
180
Δαρδάνων τε, καὶ ἐγχεσφόροις ἐπιμίξαις
Αἰθιόπεσσι χεῖρας, ἐν φρασὶ πάξαιθʼ, ὅπως σφίσι μὴ κοίρανος ὀπίσω
πάλιν οἴκαδʼ ἀνεψιὸς ζαμενὴς
Ἑλένοιο Μέμνων μόλοι.

Strophe 4

τηλαυγὲς ἄραρε φέγγος Αἰακιδᾶν αὐτόθεν·
185
Ζεῦ, τεὸν γὰρ αἷμα, σέο δʼ ἀγών, τὸν ὕμνος ἔβαλεν
ὀπὶ νέων ἐπιχώριον χάρμα κελαδέων.
βοὰ δὲ νικαφόρῳ σὺν Ἀριστοκλείδᾳ πρέπει,
ὃς τάνδε νᾶσον εὐκλέϊ προσέθηκε
λόγῳ
190
καὶ σεμνὸν ἀγλααῖσι μερίμναις
Πυθίου Θεάριον. ἐν δὲ πείρᾳ τέλος
διαφαίνεται, ὧν τις ἐξοχώτερος γένηται,

Antistrophe 4

ἐν παισὶ νέοισι παῖς, ἐν ἀνδράσιν ἀνήρ, τρίτον
ἐν παλαιτέροισι, μέρος ἕκαστον οἷον ἔχομεν
195
βρότεον ἔθνος. ἐλᾷ δὲ καὶ
τέσσαρας ἀρετὰς
ὁ θνατὸς αἰών, φρονεῖν δʼ ἐνέπει τὸ παρκείμενον.
τῶν οὐκ ἄπεσσι. χαῖρε, φίλος. ἐγὼ τόδε τοι
πέμπω μεμιγμένον μέλι λευκῷ
200
σὺν γάλακτι, κιρναμένα δʼ ἔερσʼ ἀμφέπει,
πόμʼ ἀοίδιμον Αἰολῇσιν ἐν πνοαῖσιν αὐλῶν,

Epode 4

ὀψέ περ. ἔστι δʼ αἰετὸς ὠκὺς ἐν
ποτανοῖς,
ὃς ἔλαβεν αἶψα, τηλόθε μεταμαιόμενος, δαφοινὸν ἄγραν ποσίν·
205
κραγέται δὲ κολοιοὶ ταπεινὰ νέμονται.
τίν γε μέν, εὐθρόνου Κλεοῦς ἐθελοίσας, ἀεθλοφόρου λήματος ἕνεκεν
Νεμέας Ἐπιδαυρόθεν τʼ ἄπο καὶ Μεγάρων δέδορκεν φάος.

4

Strophe 1

ἄριστος εὐφροσύνα πόνων κεκριμένων
ἰατρός· αἱ δὲ σοφαὶ
210
Μοισᾶν θύγατρες ἀοιδαὶ θέλξαν νιν ἁπτόμεναι.
οὐδὲ θερμὸν ὕδωρ τόσον γε μαλθακὰ τέγγει
γυῖα, τόσσον εὐλογία φόρμιγγι συνάορος.
ῥῆμα δʼ ἑργμάτων χρονιώτερον
βιοτεύει,
215
ὅ τι κε σὺν Χαρίτων τύχᾳ
γλῶσσα φρενὸς ἐξέλοι βαθείας.

Strophe 2

τό μοι θέμεν Κρονίδᾳ τε Δὶ καὶ Νεμέᾳ
Τιμασάρχου τε πάλᾳ
ὕμνου προκώμιον εἴη· δέξαιτο δʼ Αἰακιδᾶν
220
ἠΰπυργον ἕδος, δίκᾳ ξεναρκέϊ
κοινὸν
φέγγος. εἰ δʼ ἔτι ζαμενεῖ Τιμόκριτος ἁλίῳ
σὸς πατὴρ ἐθάλπετο, ποικίλον κιθαρίζων
θαμά κε, τῷδε μέλει κλιθείς,
225
υἱὸν κελάδησε καλλίνικον

Strophe 3

Κλεωναίου τʼ ἀπʼ ἀγῶνος ὅρμον στεφάνων
πέμψαντα καὶ λιπαρᾶν
εὐωνύμων ἀπʼ Ἀθανᾶν, Θήβαις τʼ ἐν
ἑπταπύλοις,
230
οὕνεκʼ Ἀμφιτρύωνος ἀγλαὸν παρὰ τύμβον
Καδμεῖοί νιν οὐκ ἀέκοντες ἄνθεσι μίγνυον,
Αἰγίνας ἕκατι. φίλοισι γὰρ φίλος ἐλθὼν
ξένιον ἄστυ κατέδρακεν
Ἡρακλέος ὀλβίαν πρὸς αὐλάν.
235

Strophe 4

σὺν ᾧ ποτε Τρωΐαν κραταιὸς
Τελαμὼν
πόρθησε καὶ Μέροπας
καὶ τὸν μέγαν πολεμιστὰν ἔκπαγλον Ἀλκυονῆ,
οὐ τετραορίας γε πρὶν δυώδεκα πέτρῳ
240
ἥρωάς τʼ ἐπεμβεβαῶτας ἱπποδάμους ἕλεν
δὶς τόσους. ἀπειρομάχας ἐών κε
φανείη
λόγον ὁ μὴ συνιείς· ἐπεὶ
ῥέζοντά τι καὶ παθεῖν ἔοικεν.
245

Strophe 5

τὰ μακρὰ δʼ ἐξενέπειν ἐρύκει με τεθμὸς
ὧραί τʼ ἐπειγόμεναι·
ἴϋγγι δʼ ἕλκομαι ἦτορ νουμηνίᾳ θιγέμεν.
ἔμπα, καίπερ ἔχει βαθεῖα ποντιὰς ἅλμα
μέσσον, ἀντίτεινʼ ἐπιβουλίᾳ·
250
σφόδρα δόξομεν
δαΐων ὑπέρτεροι ἐν φάει καταβαίνειν·
φθονερὰ δʼ ἄλλος ἀνὴρ βλέπων
γνώμαν κενεὰν σκότῳ κυλίνδει

Strophe 6

χαμαὶ πετοῖσαν· ἐμοὶ δʼ ὁποίαν ἀρετὰν
255
ἔδωκε πότμος ἄναξ,
εὖ οἶδʼ ὅτι χρόνος ἕρπων
πεπρωμέναν τελέσει.
ἐξύφαινε, γλυκεῖα, καὶ τόδʼ αὐτίκα, φόρμιγξ,
Λυδίᾳ σὺν ἁρμονίᾳ μέλος πεφιλημένον
260
Οἰνώνᾳ τε καὶ Κύπρῳ, ἔνθα Τεῦκρος ἀπάρχει
ὁ Τελαμωνιάδας· ἀτὰρ
Αἴας Σαλαμῖνʼ ἔχει πατρῴαν·

Strophe 7

ἐν δʼ Εὐξείνῳ πελάγει φαεννὰν
Ἀχιλεὺς
265
νᾶσον· Θέτις δὲ κρατεῖ
Φθίᾳ· Νεοπτόλεμος δʼ Ἀπείρῳ διαπρυσίᾳ,
βουβόται τόθι πρῶνες ἔξοχοι κατάκεινται
Δωδώναθεν ἀρχόμενοι πρὸς Ἰόνιον πόρον.
Παλίου δὲ πὰρ ποδὶ λατρείαν Ἰαωλκὸν
270
πολεμίᾳ χερὶ προστραπὼν
Πηλεὺς παρέδωκεν Αἱμόνεσσιν

Strophe 8

δάμαρτος Ἱππολύτας Ἄκαστος δολίαις
τέχναισι χρησάμενος·
τᾷ Δαιδάλου τε μαχαίρᾳ φύτευέ οἱ θάνατον
275
ἐκ λόχου, Πελίαο παῖς· ἄλαλκε δὲ Χείρων,
καὶ τὸ μόρσιμον Διόθεν
πεπρωμένον ἔκφερεν·
πῦρ δὲ παγκρατὲς θρασυμαχάνων τε λεόντων
ὄνυχας ὀξυτάτους ἀκμὰν
280
τε δεινοτάτων σχάσαις ὀδόντων

Strophe 9

ἔγαμεν ὑψιθρόνων μίαν Νηρεΐδων,
εἶδεν δʼ εὔκυκλον ἕδραν,
τᾶς οὐρανοῦ βασιλῆες πόντου τʼ ἐφεζόμενοι
δῶρα καὶ κράτος ἐξέφαναν ἐγγενὲς
285
αὐτῷ.
Γαδείρων τὸ πρὸς ζόφον οὐ περατόν· ἀπότρεπε
αὖτις Εὐρώπαν ποτὶ χέρσον ἔντεα ναός·
ἄπορα γὰρ λόγον Αἰακοῦ
παίδων τὸν ἅπαντά μοι διελθεῖν.
290

Strophe 10

Θεανδρίδαισι δʼ ἀεξιγυίων ἀέθλων
κάρυξ ἑτοῖμος ἔβαν
Οὐλυμπίᾳ τε καὶ Ἰσθμοῖ Νεμέᾳ τε συνθέμενος,
ἔνθα πεῖραν ἔχοντες οἴκαδε κλυτοκάρπων
οὐ νέοντʼ ἄνευ στεφάνων, πάτραν ἵνʼ ἀκούομεν,
295
Τιμάσαρχε, τ εὰ ν ἐπινικίοισιν ἀοιδαῖς
πρόπολον ἔμμεναι. εἰ δέ τοι
μάτρῳ μʼ ἔτι Καλλικλεῖ κελεύεις

Strophe 11

στάλαν θέμεν Παρίου λίθου λευκοτέραν·
ὁ χρυσὸς ἑψόμενος
300
αὐγὰς ἔδειξεν ἁπάσας, ὕμνος δὲ τῶν ἀγαθῶν
ἑργμάτων βασιλεῦσιν ἰσοδαίμονα τεύχει
φῶτα· κεῖνος ἀμφʼ Ἀχέροντι ναιετάων ἐμὰν
γλῶσσαν εὑρέτω κελαδῆτιν,
Ὀρσοτριαίνα
305
ἵνʼ ἐν ἀγῶνι βαρυκτύπου
θάλησε Κορινθίοις σελίνοις·

Strophe 12

τὸν Εὐφάνης ἐθέλων γεραιὸς προπάτωρ
σὸς ἄεισέν ποτε, παῖ.
ἄλλοισι δʼ ἅλικες ἄλλοι· τὰ δʼ αὐτὸς ἄν τις ἴδῃ,
310
ἔλπεταί τις ἕκαστος ἐξοχώτατα
φάσθαι.
οἷον αἰνέων κε Μελησίαν ἔριδα στρέφοι,
ῥήματα πλέκων, ἀπάλαιστος ἐν λόγῳ ἕλκειν,
μαλακὰ μὲν φρονέων ἐσλοῖς,
315
τραχὺς δὲ παλιγκότοις ἔφεδρος.

5

Strophe 1

οὐκ ἀνδριαντοποιός εἰμʼ, ὥστʼ ἐλινύσοντα ἐργάζεσθαι ἀγάλματʼ ἐπʼ αὐτᾶς
βαθμίδος
ἑσταότʼ· ἀλλʼ ἐπὶ πάσας ὁλκάδος ἔν τʼ ἀκάτῳ, γλυκεῖʼ ἀοιδά,
στεῖχʼ ἀπʼ Αἰγίνας, διαγγέλλοισʼ, ὅτι
320
Λάμπωνος υἱὸς Πυθέας εὐρυσθενὴς
νίκη Νεμείοις παγκρατίου στέφανον,
οὔπω γένυσι φαίνων τέρειναν
ματέρʼ οἰνάνθας ὀπώραν,

Antistrophe 1

ἐκ δὲ Κρόνου καὶ Ζηνὸς ἥρωας αἰχματὰς φυτευθέντας καὶ ἀπὸ χρυσεᾶν Νηρηΐδων
325
Αἰακίδας ἐγέραιρεν ματρόπολίν τε, φίλαν ξένων ἄρουραν·
τάν ποτʼ εὔανδρόν τε καὶ ναυσικλυτὰν
θέσσαντο πὰρ βωμὸν πατέρος Ἑλλανίου
στάντες, πίτναν τʼ εἰς αἰθέρα
χεῖρας ἁμᾷ
330
Ἐνδαΐδος ἀριγνῶτες υἱοὶ καὶ βία Φώκου κρέοντος,

Epode 1

ὁ τᾶς θεοῦ, ὃν Ψαμάθεια τίκτʼ ἐπὶ ῥηγμῖνι πόντου.
αἰδέομαι μέγα εἰπεῖν ἐν δίκᾳ τε μὴ κεκινδυνευμένον,
πῶς δὴ λίπον εὐκλέα νᾶσον, καὶ τίς ἄνδρας ἀλκίμους
δαίμων ἀπʼ Οἰνώνας ἔλασεν.
335
στάσομαι· οὔ τοι ἅπασα κερδίων
φαίνοισα πρόσωπον ἀλάθειʼ ἀτρεκής·
καὶ τὸ σιγᾶν πολλάκις ἐστὶ σοφώτατον ἀνθρώπῳ νοῆσαι.

Strophe 2

εἰ δʼ ὄλβον ἢ χειρῶν βίαν ἢ σιδαρίταν ἐπαινῆσαι πόλεμον δεδόκηται, μακρά μοι
αὐτόθεν ἅλμαθʼ ὑποσκάπτοι τις· ἔχω γονάτων ἐλαφρὸν ὁρμάν·
340
καὶ πέραν πόντοιο πάλλοντʼ
αἰετοί.
πρόφρων δὲ καὶ κείνοις ἄειδʼ ἐν Παλίῳ
Μοισᾶν ὁ κάλλιστος χορός, ἐν δὲ μέσαις
φόρμιγγʼ Ἀπόλλων ἑπτάγλωσσον χρυσέῳ πλάκτρῳ διώκων
345

Antistrophe 2

ἁγεῖτο παντοίων νόμων· αἱ δὲ πρώτιστον μὲν ὕμνησαν Διὸς ἀρχόμεναι
σεμνὰν Θέτιν
Πηλέα θʼ, ὥς τέ νιν ἁβρὰ Κρηθεῒς Ἱππολύτα δόλῳ πεδᾶσαι
ἤθελε ξυνᾶνα Μαγνήτων σκοπὸν
πείσαισʼ ἀκοίταν ποικίλοις βουλεύμασιν,
350
ψεύσταν δὲ ποιητὸν συνέπαξε λόγον,
ὡς ἆρα νυμφείας ἐπείρα κεῖνος ἐν λέκτροις Ἀκάστου

Epode 2

εὐνᾶς. τὸ δʼ ἐναντίον ἔσκεν· πολλὰ γάρ νιν παντὶ θυμῷ
παρφαμένα λιτάνευεν· τοῦ δὲ ὀργὰν κνίζον αἰπεινοὶ λόγοι·
εὐθὺς δʼ ἀπανάνατο νύμφαν,
355
ξεινίου πατρὸς χόλον
δείσαις· ὁ δʼ ἐφράσθη κατένευσέν τέ οἱ ὀρσινεφὴς ἐξ οὐρανοῦ
Ζεὺς ἀθανάτων βασιλεύς, ὥστʼ ἐν τάχει
ποντίαν χρυσαλακάτων τινὰ Νηρεΐδων πράξειν ἄκοιτιν,

Strophe 3

γαμβρὸν Ποσειδάωνα πείσαις, ὃς Αἰγᾶθεν ποτὶ κλειτὰν θαμὰ νίσσεται Ἰσθμὸν
360
Δωρίαν·
ἔνθα μιν εὔφρονες ἶλαι σὺν
καλάμοιο βοᾷ θεὸν δέκονται,
καὶ σθένει γυίων ἐρίζοντι θρασεῖ.
πότμος δὲ κρίνει συγγενὴς ἔργων περὶ
365
πάντων. τὺ δʼ Αἰγίναθε δίς, Εὐθύμενες,
Νίκας ἐν ἀγκώνεσσι πίτνων ποικίλων ἔψαυσας ὕμνων.

Antistrophe 3

ἤτοι μεταΐξαντα καὶ νῦν τεὸς
μάτρως ἀγάλλει κείνου ὁμόσπορον ἔθνος, Πυθέα.
ἁ Νεμέα μὲν ἄραρεν μείς τʼ ἐπιχώριος, ὃν φίλησʼ Ἀπόλλων·
370
ἅλικας δʼ ἐλθόντας οἴκοι τʼ ἐκράτεις
Νίσου τʼ ἐν εὐαγκεῖ λόφῳ. χαίρω δʼ, ὅτι
ἐσλοῖσι μάρναται πέρι πᾶσα πόλις.
ἴσθι, γλυκεῖάν τοι Μενάνδρου σὺν τύχᾳ μόχθων ἀμοιβὰν

Epode 3

ἐπαύρεο· χρὴ δʼ ἀπʼ Ἀθανᾶν
375
τέκτονʼ ἀθληταῖσιν ἔμμεν.
εἰ δὲ Θεμίστιον ἵκεις, ὥστʼ ἀείδειν, μηκέτι ῥίγει· δίδοι
φωνάν, ἀνὰ δʼ ἱστία τεῖνον πρὸς ζυγὸν καρχασίου,
πύκταν τέ νιν καὶ παγκρατίῳ φθέγξαι ἑλεῖν Ἐπιδαύρῳ διπλόαν
νικῶντʼ ἀρετάν, προθύροισιν δʼ Αἰακοῦ
380
ἀνθέων ποι άε ντα φέρε στεφανώματα σὺν
ξανθαῖς Χάρισσιν.

6

Strophe 1

ἓν ἀνδρῶν, ἓν θεῶν γένος· ἐκ μιᾶς δὲ πνέομεν
ματρὸς ἀμφότεροι· διείργει δὲ πᾶσα κεκριμένα
δύναμις, ὡς τὸ μὲν οὐδέν, ὁ δὲ χάλκεος ἀσφαλὲς αἰὲν ἕδος
385
μένει οὐρανός. ἀλλά τι προσφέρομεν ἔμπαν ἢ μέγαν
νόον ἤτοι φύσιν ἀθανάτοις,
καίπερ ἐφαμερίαν οὐκ εἰδότες οὐδὲ
μετὰ νύκτας ἄμμε πότμος
οἵαν τινʼ ἔγραψε δραμεῖν ποτὶ στάθμαν.
390

Antistrophe 1

τεκμαίρει καί νυν Ἀλκιμίδας τὸ συγγενὲς ἰδεῖν
ἄγχι καρποφόροις ἀρούραισιν, αἵτʼ ἀμειβόμεναι
τόκα μὲν ὦν βίον ἀνδράσιν ἐπηετανὸν πεδίων ἔδοσαν,
τόκα δʼ αὖτʼ ἀναπαυσάμεναι σθένος
ἔμαρψαν. ἦλθέ τοι
395
Νεμέας ἐξ ἐρατῶν ἀέθλων
παῖς ἐναγώνιος, ὃς ταύταν μεθέπων Διόθεν αἶσαν νῦν πέφανται
οὐκ ἄμμορος ἀμφὶ πάλᾳ κυναγέτας,

Epode 1

ἴχνεσιν ἐν Πραξιδάμαντος ἑὸν πόδα νέμων
πατροπάτορος ὁμαιμίου.
400
κεῖνος γὰρ Ὀλυμπιόνικος ἐὼν
Αἰακίδαις
ἔρνεα πρῶτος ἔνεικεν ἀπʼ Ἀλφεοῦ,
καὶ πεντάκις Ἰσθμοῖ στεφανωσάμενος,
νεμέᾳ δὲ τρίς,
405
ἔπαυσε λάθαν
Σωκλείδα, ὃς ὑπέρτατος
Ἁγησιμάχῳ υἱέων γένετο.

Strophe 2

ἐπεί οἱ τρεῖς ἀεθλοφόροι πρὸς ἄκρον ἀρετᾶς
ἦλθον, οἵτε πόνων ἐγεύσαντο. σὺν
410
θεοῦ δὲ τύχᾳ
ἕτερον οὔ τινα οἶκον ἀπεφάνατο πυγμαχία πλεόνων
ταμίαν στεφάνων μυχῷ Ἑλλάδος ἁπάσας. ἔλπομαι
μέγα εἰπὼν σκοποῦ ἄντα τυχεῖν
ὥτʼ ἀπὸ τόξου ἱείς· εὔθυνʼ ἐπὶ τοῦτον, ἄγε, Μοῖσα, οὖρον ἐπέων
415
εὐκλέα. παροιχομένων γὰρ ἀνέρων

Antistrophe 2

ἀοιδαὶ καὶ λόγοι τὰ καλά σφιν ἔργʼ ἐκόμισαν,
Βασσίδαισιν ἅ τʼ οὐ σπανίζει· παλαίφατος γενεά,
ἴδια ναυστολέοντες ἐπικώμια, Πιερίδων ἀρόταις
δυνατοὶ παρέχειν πολὺν ὕμνον ἀγερώχων ἑργμάτων
420
ἕνεκεν. καὶ γὰρ ἐν ἀγαθέᾳ
χεῖρας ἱμάντι δεθεὶς Πυθῶνι
κράτησεν ἀπὸ ταύτας αἷμα πάτρας
χρυσαλακάτου ποτὲ Καλλίας ἁδὼν

Epode 2

ἔρνεσι Λατοῦς, παρὰ Κασταλίᾳ τε Χαρίτων
425
ἑσπέριος ὁμάδῳ φλέγεν·
πόντου τε γέφυρʼ ἀκάμαντος ἐν ἀμφικτιόνων
ταυροφόνῳ τριετηρίδι Κρ εο ντίδαν
τίμασε Ποσειδάνιον ἂν τέμενος·
βοτάνα τέ νιν
430
πόθʼ ἁ λέοντος
νικάσαντʼ ἤρεφε δασκίοις
Φλιοῦντος ὑπʼ ὠγυγίοις ὄρεσιν.

Strophe 3

πλατεῖαι πάντοθεν λογίοισιν ἐντὶ πρόσοδοι
νᾶσον εὐκλέα τάνδε κοσμεῖν· ἐπεί σφιν Αἰακίδαι
435
ἔπορον ἔξοχον αἶσαν ἀρετὰς
ἀποδεικνύμενοι μεγάλας·
πέταται δʼ ἐπί τε χθόνα καὶ διὰ θαλάσσας τηλόθεν
ὄνυμʼ αὐτῶν· καὶ ἐς Αἰθίοπας
Μέμνονος οὐκ ἀπονοστήσαντος ἐπᾶλτο· βαρὺ δέ σφιν νεῖκος Ἀχιλεὺς
440
ἔμπεσε χαμαὶ καταβὰς ἀφʼ ἁρμάτων,

Antistrophe 3

φαεννᾶς υἱὸν εὖτʼ ἐνάριξεν Ἀόος ἀκμᾷ
ἔγχεος ζακότοιο. καὶ ταύταν μὲν
παλαιότεροι
ὁδὸν ἀμαξιτὸν εὗρον· ἕπομαι δὲ καὶ αὐτὸς ἔχων μελέταν·
445
τὸ δὲ πὰρ ποδὶ ναὸς ἑλισσόμενον αἰεὶ κυμάτων
λέγεται παντὶ μάλιστα δονεῖν
θυμόν. ἑκόντι δʼ ἐγὼ νώτῳ μεθέπων δίδυμον ἄχθος ἄγγελος ἔβαν,
πέμπτον ἐπὶ εἴκοσι τοῦτο γαρύων

Epode 3

εὖχος ἀγώνων ἄπο, τοὺς ἐνέποισιν ἱερούς,
450
Ἀλκιμίδα, τέ γʼ ἐπαρκέσαι
κλειτᾷ γενεᾷ· δύο μὲν Κρονίου πὰρ τεμένει,
παῖ, σέ τʼ ἐνόσφισε καὶ Πουλυτιμίδαν
κλᾶρος προπετὴς ἄνθεʼ Ὀλυμπιάδος.
δελφῖνί κεν
455
τάχος διʼ ἅλμας
ἴσον εἴποιμι Μελησίαν,
χειρῶν τε καὶ ἰσχύος ἁνίοχον.

7

Strophe 1

Ἐλείθυια, πάρεδρε Μοιρᾶν βαθυφρόνων,
παῖ μεγαλοσθενέος, ἄκουσον, Ἥρας, γενέτειρα τέκνων· ἄνευ σέθεν
460
οὐ φάος, οὐ μέλαιναν δρακέντες εὐφρόναν
τεὰν ἀδελφεὰν ἐλάχομεν ἀγλαόγυιον Ἥβαν.
ἀναπνέομεν δʼ οὐχ ἅπαντες ἐπὶ ἴσα·
εἴργει δὲ πότμῳ ζυγένθʼ ἕτερον ἕτερα. σὺν δὲ τὶν
καὶ παῖς ὁ Θεαρίωνος ἀρετᾷ
465
κριθεὶς
εὔδοξος ἀείδεται Σωγένης μετὰ πενταέθλοις.

Antistrophe 1

πόλιν γὰρ φιλόμολπον οἰκεῖ δορικτύπων
Αἰακιδᾶν· μάλα δʼ ἐθέλοντι σύμπειρον ἀγωνίᾳ θυμὸν ἀμφέπειν.
εἰ δὲ τύχῃ τις ἔρδων, μελίφρονʼ αἰτίαν
470
ῥοαῖσι Μοισᾶν ἐνέβαλε· ταὶ μεγάλαι γὰρ ἀλκαὶ
σκότον πολὺν ὕμνων ἔχοντι δεόμεναι·
ἔργοις δὲ καλοῖς ἔσοπτρον ἴσαμεν
ἑνὶ σὺν τρόπῳ,
εἰ Μναμοσύνας ἕκατι λιπαράμπυκος
475
εὕρηται ἄποινα μόχθων κλυταῖς ἐπέων ἀοιδαῖς.

Epode 1

σοφοὶ δὲ μέλλοντα τριταῖον ἄνεμον
ἔμαθον, οὐδʼ ὑπὸ κέρδει βλάβεν·
ἀφνεὸς πενιχρός τε θανάτου πέρας
ἅμα νέονται. ἐγὼ δὲ πλέονʼ ἔλπομαι
480
λόγον Ὀδυσσέος ἢ πάθαν διὰ τὸν
ἁδυεπῆ γενέσθʼ Ὅμηρον·

Strophe 2

ἐπεὶ ψεύδεσί οἱ ποτανᾷ τε μαχανᾷ
σεμνὸν ἔπεστί τι· σοφία δὲ κλέπτει παράγοισα μύθοις· τυφλὸν δʼ ἔχει
ἦτορ ὅμιλος ἀνδρῶν ὁ πλεῖστος. εἰ γὰρ ἦν
485
ἓ τὰν ἀλάθειαν ἰδέμεν, οὔ κεν ὅπλων χολωθεὶς
ὁ καρτερὸς Αἴας ἔπαξε διὰ φρενῶν
λευρὸν ξίφος· ὃν κράτιστον
Ἀχιλέος ἄτερ μάχᾳ
ξανθῷ Μενέλᾳ δάμαρτα κομίσαι θοαῖς
490
ἐν ναυσὶ πόρευσαν εὐθυπνόου Ζεφύροιο πομπαὶ

Antistrophe 2

πρὸς Ἴλου πόλιν. ἀλλὰ κοινὸν γὰρ ἔρχεται
κῦμʼ Ἀΐδα, πέσε δʼ ἀδόκητον ἐν καὶ δοκέοντα· τιμὰ δὲ γίνεται
ὧν θεὸς ἁβρὸν αὔξει λόγον τεθνακότων
βοαθόων, τοὶ παρὰ μέγαν ὀμφαλὸν εὐρυκόλπου
495
μόλον χθονός· ἐν Πυθίοισι δὲ
δαπέδοις
κεῖται, Πριάμου πόλιν Νεοπτόλεμος ἐπεὶ πράθεν,
τᾷ καὶ Δαναοὶ πόνησαν· ὁ δʼ ἀποπλέων
Σκύρου μὲν ἅμαρτε, πλαγχθέντες δʼ εἰς Ἐφύραν ἵκοντο·
500

Epode 2

Μολοσσίᾳ δʼ ἐμβασίλευεν ὀλίγον
χρόνον· ἀτὰρ γένος αἰεὶ φέρεν
τοῦτό οἱ γέρας. ᾤχετο δὲ πρὸς θεόν,
κτέανʼ ἄγων Τρωΐαθεν ἀκροθινίων·
ἵνα κρεῶν νιν ὑπὲρ μάχας ἔλασεν ἀντιτυχόντʼ ἀνὴρ μαχαίρᾳ.
505

Strophe 3

βάρυνθεν δὲ περισσὰ Δελφοὶ ξεναγέται.
ἀλλὰ τὸ μόρσιμον ἀπέδωκεν· ἐχρῆν δέ τινʼ ἔνδον ἄλσει παλαιτάτῳ
Αἰακιδᾶν κρεόντων τὸ λοιπὸν ἔμμεναι
θεοῦ παρʼ εὐτειχέα δόμον, ἡρωΐαις δὲ πομπαῖς
θεμισκόπον οἰκεῖν ἐόντα πολυθύτοις.
510
εὐώνυμον ἐς δίκαν τρία ἔπεα
διαρκέσει·
οὐ ψεῦδις ὁ μάρτυς ἔργμασιν ἐπιστατεῖ,
Αἴγινα, τεῶν Διός τʼ ἐκγόνων. θρασύ μοι τόδʼ εἰπεῖν

Antistrophe 3

φαενναῖς ἀρεταῖς ὁδὸν κυρίαν λόγων
515
οἴκοθεν· ἀλλὰ γὰρ ἀνάπαυσις ἐν παντὶ γλυκεῖα ἔργῳ· κόρον δʼ ἔχει
καὶ μέλι καὶ τὰ τέρπνʼ ἄνθεʼ Ἀφροδίσια.
φυᾷ δʼ ἕκαστος διαφέρομεν βιοτὰν
λαχόντες,
ὁ μὲν τά, τὰ δʼ ἄλλοι· τυχεῖν δʼ ἕνʼ ἀδύνατον
520
εὐδαιμονίαν ἅπασαν ἀνελόμενον· οὐκ ἔχω
εἰπεῖν, τίνι τοῦτο Μοῖρα τέλος ἔμπεδον
ὤρεξε. Θεαρίων, τὶν δʼ ἐοικότα καιρὸν ὄλβου

Epode 3

δίδωσι, τόλμαν τε καλῶν ἀρομένῳ
σύνεσιν οὐκ ἀποβλάπτει φρενῶν.
525
ξεῖνός εἰμι· σκοτεινὸν ἀπέχων
ψόγον,
ὕδατος ὥτε ῥοὰς φίλον ἐς ἄνδρʼ ἄγων
κλέος ἐτήτυμον αἰνέσω· ποτίφορος δʼ ἀγαθοῖσι μισθὸς οὗτος.

Strophe 4

ἐὼν δʼ ἐγγὺς Ἀχαιὸς οὐ μέμψεταί μʼ ἀνὴρ
530
Ἰονίας ὑπὲρ ἁλὸς οἰκέων· προξενίᾳ πέποιθʼ· ἔν τε δαμόταις
ὄμματι δέρκομαι λαμπρόν, οὐχ ὑπερβαλών,
βίαια πάντʼ ἐκ ποδὸς ἐρύσαις, ὁ δὲ λοιπὸς εὔφρων
ποτὶ χρόνος ἕρποι. μαθὼν δέ τις
ἀνερεῖ,
535
εἰ πὰρ μέλος ἔρχομαι ψάγιον ὄαρον ἐννέπων.
Εὐξενίδα πάτραθε Σώγενες, ἀπομνύω
μὴ τέρμα προβὰς ἄκονθʼ ὥτε χαλκοπάρᾳον ὄρσαι

Antistrophe 4

θοὰν γλῶσσαν, ὃς ἐξέπεμψεν παλαισμάτων
αὐχένα καὶ σθένος ἀδίαντον, αἴθωνι πρὶν ἁλίῳ γυῖον ἐμπεσεῖν.
540
εἰ πόνος ἦν, τὸ τερπνὸν πλέον πεδέρχεται.
ἔα με· νικῶντί γε χάριν, εἴ τι
πέραν ἀερθεὶς
ἀνέκραγον, οὐ τραχύς εἰμι καταθέμεν.
εἴρειν στεφάνους ἐλαφρόν· ἀναβάλεο· Μοῖσά τοι
545
κολλᾷ χρυσὸν ἔν τε λευκὸν ἐλέφανθʼ ἁμᾷ
καὶ λείριον ἄνθεμον ποντίας ὑφελοῖσʼ ἐέρσας.

Epode 4

Διὸς δὲ μεμναμένος ἀμφὶ Νεμέᾳ
πολύφατον θρόον ὕμνων δόνει
ἡσυχᾷ. βασιλῆα δὲ θεῶν πρέπει
550
δάπεδον ἂν τόδε γαρυέμεν ἁμέρᾳ
ὀπί· λέγοντι γὰρ Αἰακόν νιν ὑπὸ ματροδόκοις γοναῖς φυτεῦσαι,

Strophe 5

ἐμᾷ μὲν πολίαρχον εὐωνύμῳ πάτρᾳ,
Ἡράκλεες, σέο δὲ προπράονʼ ἔμεν ξεῖνον ἀδελφεόν τʼ. εἰ δὲ γεύεται
ἀνδρὸς ἀνήρ τι, φαῖμέν κε γείτονʼ ἔμμεναι
555
νόῳ φιλήσαντʼ ἀτενέϊ γείτονι
χάρμα πάντων
ἐπάξιον· εἰ δʼ αὐτὸ καὶ θεὸς ἀνέχοι,
ἐν τίν κʼ ἐθέλοι, Γίγαντας ὃς ἐδάμασας, εὐτυχῶς
ναίειν πατρὶ Σωγένης ἀταλὸν ἀμφέπων
560
θυμὸν προγόνων ἐϋκτήμονα ζαθέαν ἀγυιάν·

Antistrophe 5

ἐπεὶ τετραόροισιν ὥθʼ ἁρμάτων ζυγοῖς
ἐν τεμένεσσι δόμον ἔχει τεοῖς, ἀμφοτέρας ἰὼν χειρός. ὦ μάκαρ,
τὶν δʼ ἐπέοικεν Ἥρας πόσιν τε
πειθέμεν
565
κόραν τε Γλαυκώπιδα· δύνασαι δὲ βροτοῖσιν ἀλκὰν
ἀμαχανιᾶν δυσβάτων θαμὰ διδόμεν.
εἰ γάρ σφισιν ἐμπεδοσθενέα βίοτον ἁρμόσαις
ἥβᾳ λιπαρῷ τε γήραϊ διαπλέκοις
εὐδαίμονʼ ἐόντα, παίδων δὲ παῖδες ἔχοιεν αἰεὶ
570

Epode 5

γέρας τό περ νῦν καὶ ἄρειον
ὄπιθεν.
τὸ δʼ ἐμὸν οὔ ποτε φάσει κέαρ
ἀτρόποισι Νεοπτόλεμον ἑλκύσαι
ἔπεσι· ταὐτὰ δὲ τρὶς τετράκι τʼ ἀμπολεῖν
575
ἀπορία τελέθει, τέκνοισιν ἅτε μαψυλάκας, Διὸς
Κόρινθος.

8

Strophe 1

ὥρα πότνια, κάρυξ Ἀφροδίτας ἀμβροσιᾶν φιλοτάτων,
ἅτε παρθενηΐοις παίδων τʼ ἐφίζοισα γλεφάροις,
τὸν μὲν ἁμέροις ἀνάγκας χερσὶ βαστάζεις, ἕτερον δʼ ἑτέραις.
580
ἀγαπατὰ δὲ καιροῦ μὴ πλαναθέντα πρὸς ἔργον ἕκαστον
τῶν ἀρειόνων ἐρώτων ἐπικρατεῖν δύνασθαι.

Antistrophe 1

οἷοι καὶ Διὸς Αἰγίνας τε λέκτρον
ποιμένες ἀμφεπόλησαν
Κυπρίας δώρων· ἔβλαστεν δʼ υἱὸς Οἰνώνας βασιλεὺς
585
χειρὶ καὶ βουλαῖς ἄριστος. πολλά νιν πολλοὶ λιτάνευον ἰδεῖν.
ἀβοατὶ γὰρ ἡρώων ἄωτοι περιναιεταόντων
ἤθελον κείνου γε πείθεσθʼ ἀναξίαις ἑκόντες,

Epode 1

οἵ τε κρανααῖς ἐν Ἀθάναισιν
ἅρμοζον στρατόν,
590
οἵ τʼ ἀνὰ Σπάρταν Πελοπηϊάδαι.
ἱκέτας Αἰακοῦ σεμνῶν γονάτων πόλιός θʼ ὑπὲρ φίλας
ἀστῶν θʼ ὑπὲρ τῶνδʼ ἅπτομαι φέρων
Λυδίαν μίτραν καναχηδὰ πεποικιλμέναν,
Δείνιος δισσῶν σταδίων καὶ πατρὸς Μέγα Νεμεαῖον ἄγαλμα.
595
σὺν θεῷ γάρ τοι φυτευθεὶς ὄλβος ἀνθρώποισι παρμονώτερος·

Strophe 2

ὅσπερ καὶ Κινύραν ἔβρισε πλούτῳ
ποντίᾳ ἔν ποτε Κύπρῳ.
ἵσταμαι δὴ ποσσὶ κούφοις, ἀμπνέων τε πρίν τι φάμεν.
πολλὰ γὰρ πολλᾷ λέλεκται· ν εα ρὰ δʼ
600
ἐξευρόντα δόμεν βασάνῳ
ἐς ἔλεγχον, ἅπας κίνδυνος· ὄψον δὲ λόγοι φθονεροῖσιν·
ἅπτεται δʼ ἐσλῶν ἀεί, χειρόνεσσι δʼ οὐκ ἐρίζει.

Antistrophe 2

κεῖνος καὶ Τελαμῶνος δάψεν υἱὸν
φασγάνῳ ἀμφικυλίσαις.
605
ἦ τινʼ ἄγλωσσον μέν, ἦτορ δʼ ἄλκιμον, λάθα κατέχει
ἐν λυγρῷ νείκει· μέγιστον δʼ αἰόλῳ ψεύδει γέρας ἀντέταται.
κρυφίαισι γὰρ ἐν ψάφοις Ὀδυσσῆ Δαναοὶ θεράπευσαν·
χρυσέων δʼ Αἴας στερηθεὶς ὅπλων φόνῳ πάλαισεν.

Epode 2

ἦ μὰν ἀνόμοιά γε δᾴοισιν ἐν θερμῷ χροῒ
610
ἕλκεα ῥῆξαν πελεμιζόμενοι
ὑπʼ ἀλεξιμβρότῳ λόγχᾳ, τὰ μὲν ἀμφʼ Ἀχιλεῖ νεοκτόνῳ,
ἄλλων τε μόχθων ἐν πολυφθόροις
ἁμέραις. ἐχθρὰ δʼ ἄρα πάρφασις ἦν καὶ πάλαι,
αἱμύλων μύθων ὁμόφοιτος, δολοφραδής, κακοποιὸν ὄνειδος·
615
ἃ τὸ μὲν λαμπρὸν βιᾶται, τῶν δʼ ἀφάντων κῦδος ἀντείνει σαθρόν.

Strophe 3

εἴη μή ποτέ μοι τοιοῦτον ἦθος,
Ζεῦ πάτερ, ἀλλὰ κελεύθοις
ἁπλόαις ζωᾶς ἐφαπτοίμαν, θανὼν ὡς παισὶ κλέος
μὴ τὸ δύσφαμον προσάψω. χρυσὸν εὔχονται, πεδίον δʼ ἕτεροι
620
ἀπέραντον· ἐγὼ δʼ ἀστοῖς ἁδὼν καὶ χθονὶ γυῖα καλύψαιμʼ,
αἰνέων αἰνητά, μομφὰν δʼ ἐπισπείρων ἀλιτροῖς.

Antistrophe 3

αὔξεται δʼ ἀρετά, χλωραῖς ἐέρσαις ὡς ὅτε δένδρεον ᾁσσει,
ἐν σοφοῖς ἀνδρῶν ἀερθεῖσʼ ἐν δικαίοις τε πρὸς ὑγρὸν
αἰθέρα. χρεῖαι δὲ παντοῖαι φίλων ἀνδρῶν· τὰ μὲν ἀμφὶ πόνοις
625
ὑπερώτατα· μαστεύει δὲ καὶ τέρψις ἐν ὄμμασι θέσθαι
πιστόν. ὦ Μέγα, τὸ δʼ αὖτις τεὰν ψυχὰν κομίξαι

Epode 3

οὔ μοι δυνατόν· κενεᾶν δʼ ἐλπίδων χαῦνον τέλος·
σεῦ δὲ πάτρᾳ Χαριάδαις τʼ Ἐλαφρὸν
ὑπερεῖσαι λίθον Μοισαῖον ἕκατι
630
ποδῶν εὐωνύμων
δὶς δὴ δυοῖν. χαίρω δὲ πρόσφορον
ἐν μὲν ἔργῳ κόμπον ἱείς, ἐπαοιδαῖς δʼ ἀνὴρ
νώδυνον καί τις κάματον θῆκεν. ἦν γε μὰν ἐπικώμιος ὕμνος
δὴ πάλαι καὶ πρὶν γενέσθαι τὰν Ἀδράστου τάν τε Καδμείων ἔριν.
635

9

Strophe 1

κωμάσομεν παρʼ Ἀπόλλωνος Σικυώνοθε, Μοῖσαι,
τὰν νεοκτίσταν ἐς Αἴτναν, ἔνθʼ ἀναπεπταμέναι ξείνων νενίκανται θύραι,
ὄλβιον ἐς Χρομίου δῶμʼ. ἀλλʼ ἐπέων γλυκὺν ὕμνον πράσσετε.
τὸ κρατήσιππον γὰρ ἐς ἃρμʼ
ἀναβαίνων ματέρι καὶ διδύμοις παίδεσσιν αὐδὰν μανύει
640
Πυθῶνος αἰπεινᾶς ὁμοκλάροις ἐπόπταις.

Strophe 2

ἔστι δέ τις λόγος ἀνθρώπων, τετελεσμένον ἐσλὸν
μὴ χαμαὶ σιγᾷ καλύψαι· θεσπεσία δʼ ἐπέων καύχαις ἀοιδὰ πρόσφορος.
ἀλλʼ ἀνὰ μὲν βρομίαν φόρμιγγʼ, ἀνὰ δʼ αὐλὸν ἐπʼ αὐτὰν ὄρσομεν
ἱππίων ἄθλων κορυφάν, ἅτε Φοίβῳ
645
θῆκεν Ἄδραστος ἐπʼ Ἀσωποῦ ῥεέθροις· ὧν ἐγὼ
μνασθεὶς ἐπασκήσω κλυταῖς ἥρωα τιμαῖς,

Strophe 3

ὃς τότε μὲν βασιλεύων κεῖθι νέαισί θʼ ἑορταῖς
ἰσχύος τʼ ἀνδρῶν ἁμίλλαις ἅρμασί τε γλαφυροῖς ἄμφαινε κυδαίνων πόλιν.
φεῦγε γὰρ Ἀμφιαρῆ ποτε θρασυμήδεα
650
καὶ δεινὰν στάσιν
πατρῴων οἴκων ἀπό τʼ Ἄργεος· ἀρχοὶ δʼ οὐκ ἔτʼ ἔσαν Ταλαοῦ παῖδες, βιασθέντες
λύᾳ.
κρέσσων δὲ καππαύει δίκαν τὰν πρόσθεν ἀνήρ.

Strophe 4

ἀνδροδάμαντʼ Ἐριφύλαν, ὅρκιον ὡς ὅτε πιστόν,
655
δόντες Οἰκλείδᾳ γυναῖκα,
ξανθοκομᾶν Δαναῶν ἔσσαν μέγιστοι καί ποτε
ἐς λὸν ἐς ἑπταπύλους Θήβας ἄγαγον στρατὸν ἀνδρῶν αἰσιᾶν
οὐ κατʼ ὀρνίχων ὁδόν· οὐδὲ Κρονίων ἀστεροπὰν ἐλελίξαις οἴκοθεν μαργουμένους
στείχειν ἐπώτρυνʼ, ἀλλὰ φείσασθαι κελεύθου.
660

Strophe 5

φαινομέναν δʼ ἄρʼ ἐς ἄταν σπεῦδεν
ὅμιλος ἱκέσθαι
χαλκέοις ὅπλοισιν ἱππείοις τε σὺν ἔντεσιν· Ἰσμηνοῦ δʼ ἐπʼ ὄχθαισι γλυκὺν
νόστον ἐρεισάμενοι λευκανθέα σώματʼ ἐπίαναν καπνόν·
ἑπτὰ γὰρ δαίσαντο πυραὶ νεογυίους φῶτας· ὁ δʼ Ἀμφιαρῇ σχίσσεν κεραυνῷ παμβίᾳ
665
Ζεὺς τὰν βαθύστερνον χθόνα,
κρύψεν δʼ ἅμʼ ἵπποις,

Strophe 6

δουρὶ Περικλυμένου πρὶν νῶτα τυπέντα μαχατὰν
θυμὸν αἰσχυνθῆμεν. ἐν γὰρ δαιμονίοισι φόβοις φεύγοντι καὶ παῖδες θεῶν.
εἰ δυνατόν, Κρονίων, πεῖραν μὲν ἀγάνορα Φοινικοστόλων
670
ἐγχέων ταύταν θανάτου πέρι καὶ
ζωᾶς ἀναβάλλομαι ὡς πόρσιστα, μοῖραν δʼ εὔνομον
αἰτέω σε παισὶν δαρὸν Αἰτναίων ὀπάζειν,

Strophe 7

Ζεῦ πάτερ, ἀγλαΐαισιν δʼ ἀστυνόμοις ἐπιμῖξαι
λαόν. ἐντί τοι φίλιπποί τʼ αὐτόθι καὶ κτεάνων ψυχὰς ἔχοντες κρέσσονας
675
ἄνδρες. ἄπιστον ἔειπʼ· αἰδὼς γὰρ ὑπὸ κρύφα κέρδει κλέπτεται,
ἃ φέρει δόξαν. Χρομίῳ κεν
ὑπασπίζων παρὰ πεζοβόαις ἵπποις τε ναῶν τʼ ἐν μάχαις
ἔκρινας ἂν κίνδυνον ὀξείας ἀϋτᾶς,

Strophe 8

οὕνεκεν ἐν πολέμῳ κείνα θεὸς ἔντυεν αὐτοῦ
680
θυμὸν αἰχματὰν ἀμύνειν λοιγὸν Ἐνυαλίου. παῦροι δὲ βουλεῦσαι φόνου
παρποδίου νεφέλαν τρέψαι ποτὶ
δυσμενέων ἀνδρῶν στίχας
χερσὶ καὶ ψυχᾷ δυνατοί· λέγεται μὰν Ἕκτορι μὲν κλέος ἀνθῆσαι Σκαμάνδρου
χεύμασιν
685
ἀγχοῦ, βαθυκρήμνοισι δʼ ἀμφʼ ἀκταῖς Ἑλώρου,

Strophe 9

ἔνθα Ῥέας πόρον ἄνθρωποι καλέοισι, δέδορκεν
παιδὶ τοῦθʼ Ἁγησιδάμου φέγγος ἐν
ἁλικίᾳ πρώτᾳ· τὰ δʼ ἄλλαις ἁμέραις
πολλὰ μὲν ἐν κονίᾳ χέρσῳ, τὰ δὲ γείτονι πόντῳ φάσομαι.
690
ἐκ πόνων δʼ, οἳ σὺν νεότατι γένωνται σύν τε δίκᾳ, τελέθει πρὸς γῆρας αἰὼν
ἁμέρα.
ἴστω λαχὼν πρὸς δαιμόνων θαυμαστὸν ὄλβον.

Strophe 10

εἰ γὰρ ἅμα κτεάνοις πολλοῖς
ἐπίδοξον ἄρηται
695
κῦδος, οὐκ ἔστι πρόσωθεν θνατὸν ἔτι σκοπιᾶς ἄλλας ἐφάψασθαι ποδοῖν.
ἡσυχία δὲ φιλεῖ μὲν συμπόσιον· νεοθαλὴς δʼ αὔξεται
μαλθακᾷ νικαφορία σὺν ἀοιδᾷ· θαρσαλέα δὲ παρὰ κρητῆρα φωνὰ γίνεται.
ἐγκιρνάτω τίς νιν, γλυκὺν κώμου
προφάταν,
700

Strophe 11

ἀργυρέαισι δὲ νωμάτω φιάλαισι βιατὰν
ἀμπέλου παῖδʼ, ἅς ποθʼ ἵπποι κτησάμεναι Χρομίῳ πέμψαν θεμιπλέκτοις ἁμᾷ
Λατοΐδα στεφάνοις ἐκ τᾶς ἱερᾶς Σικυῶνος. Ζεῦ πάτερ,
εὔχομαι ταύταν ἀρετὰν κελαδῆσαι
σὺν Χαρίτεσσιν, ὑπὲρ πολλῶν τε τιμαλφεῖν λόγοις
705
νίκαν, ἀκοντίζων σκοποῖʼ ἄγχιστα Μοισᾶν.

10

Strophe 1

Δαναοῦ πόλιν ἀγλαοθρόνων τε πεντήκοντα κορᾶν, Χάριτες,
Ἄργος Ἥρας δῶμα θεοπρεπὲς ὑμνεῖτε· φλέγεται δʼ ἀρεταῖς
μυρίαις ἔργων θρασέων ἕνεκεν.
μακρὰ μὲν τὰ Περσέος ἀμφὶ Μεδοίσας Γοργόνος·
710
πολλὰ δʼ Αἰγύπτῳ καταοίκισθεν ἄστη ταῖς Ἐπάφου παλάμαις·
οὐδʼ Ὑπερμνήστρα παρεπλάγχθη,
μονόψαφον ἐν κολεῷ κατασχοῖσα ξίφος.

Antistrophe 1

Διομήδεα δʼ ἄμβροτον ξανθά ποτε Γλαυκῶπις ἔθηκε θεόν·
γαῖα δʼ ἐν Θήβαις ὑπέδεκτο κεραυνωθεῖσα Διὸς βέλεσιν
715
μάντιν Οἰκλείδαν, πολέμοιο νέφος·
καὶ γυναιξὶν καλλικόμοισιν ἀριστεύει πάλαι·
Ζεὺς ἐπʼ Ἀλκμήναν Δανάαν τε μολὼν
τοῦτον κατέφανε λόγον·
πατρὶ δʼ Ἀδράστοιο Λυγκεῖ τε φρενῶν καρπὸν εὐθείᾳ συνάρμοξεν δίκᾳ·
720

Epode 1

θρέψε δʼ αἰχμὰν Ἀμφιτρύωνος. ὁ δʼ ὄλβῳ φέρτατος
ἵκετʼ ἐς κείνου γενεάν, ἐπεὶ ἐν χαλκέοις ὅπλοις
Τηλεβόας ἔναρεν· τῷ ὄψιν ἐειδόμενος
ἀθανάτων βασιλεὺς αὐλὰν ἐσῆλθεν
σπέρμʼ ἀδείμαντον φέρων Ἡρακλέος·
725
οὗ κατʼ Ὄλυμπον
ἄλοχος Ἥβα τελείᾳ παρὰ ματέρι βαίνοισʼ ἔστι, καλλίστα θεῶν.

Strophe 2

βραχύ μοι στόμα πάντʼ ἀναγήσασθʼ, ὅσων Ἀργεῖον ἔχει τέμενος
μοῖραν ἐσλῶν· ἔστι δὲ καὶ κόρος ἀνθρώπων βαρὺς ἀντιάσαι·
ἀλλʼ ὅμως εὔχορδον ἔγειρε λύραν,
730
καὶ παλαισμάτων λάβε φροντίδʼ· ἀγών τοι χάλκεος
δᾶμον ὀτρύνει ποτὶ βουθυσίαν Ἥρας ἀέθλων τε κρίσιν·
Οὐλία παῖς ἔνθα νικάσαις δὶς ἔσχεν Θεαῖος εὐφόρων λάθαν πόνων.

Antistrophe 2

ἐκράτησε δὲ καί ποθʼ Ἕλλανα στρατὸν Πυθῶνι, τύχᾳ τε μολὼν
καὶ τὸν Ἰσθμοῖ καὶ Νεμέᾳ στέφανον, Μοίσαισί τʼ ἔδωκʼ ἀρόσαι,
735
τρὶς μὲν ἐν πόντοιο πύλαισι
λαχών,
τρὶς δὲ καὶ σεμνοῖς δαπέδοις ἐν Ἀδραστείῳ νόμῳ.
Ζεῦ πάτερ, τῶν μὰν ἔραται φρενί, σιγᾷ οἱ στόμα· πᾶν δὲ τέλος
ἐν τὶν ἔργων· οὐδʼ, ἀμόχθῳ καρδίᾳ προσφέρων τόλμαν, παραιτεῖται
740
χάριν·

Epode 2

γνώτʼ ἀείδω οἷ τε καὶ ὅστις ἁμιλλᾶται περὶ
ἐσχάτων ἄθλων κορυφαῖς· ὕπατον δʼ
ἔσχεν Πίσα
Ἡρακλέος τεθμόν· ἁδεῖαί γε μὲν ἀμβολάδαν
745
ἐν τελεταῖς δὶς Ἀθαναίων νιν ὀμφαὶ
κώμασαν· γαίᾳ δὲ καυθείσᾳ πυρὶ καρπὸς ἐλαίας
ἔμολεν Ἥρας τὸν εὐάνορα λαὸν ἐν ἀγγέων ἕρκεσιν παμποικίλοις.

Strophe 3

ἕπεται δέ, Θεαῖε, ματρώων
πολύγνωτον γένος ὑμετέρων
750
εὐάγων τιμὰ Χαρίτεσσί τε καὶ σὺν Τυνδαρίδαις θαμάκις.
ἀξιωθείην κεν, ἐὼν Θρασύκλου
Ἀντία τε ξύγγονος, Ἄργει μὴ κρύπτειν φάος
ὀμμάτων. νικαφορίαις γὰρ ὅσαις Προίτοιο τόδʼ ἱπποτρόφον
ἄστυ θάλησεν Κορίνθου τʼ ἐν μυχοῖς καὶ Κλεωναίων πρὸς ἀνδρῶν τετράκις·
755

Antistrophe 3

Σικυωνόθε δʼ ἀργυρωθέντες σὺν
οἰνηραῖς φιάλαις ἐπέβαν,
ἐκ δὲ Πελλάνας ἐπιεσσάμενοι νῶτον μαλακαῖσι κρόκαις·
ἀλλὰ χαλκὸν μυρίον οὐ δυνατὸν
ἐξελέγχειν· μακροτέρας γὰρ ἀριθμῆσαι σχολᾶς·
760
ὅντε Κλείτωρ καὶ Τεγέα καὶ Ἀχαιῶν ὑψίβατοι πόλιες
καὶ Λύκαιον πὰρ Διὸς θῆκε δρόμῳ,
σὺν ποδῶν χειρῶν τε νικᾶσαι σθένει.

Epode 3

Κάστορος δʼ ἐλθόντος ἐπὶ ξενίαν πὰρ Παμφάη
καὶ κασιγνήτου Πολυδεύκεος, οὐ θαῦμα σφίσιν
765
ἐγγενὲς ἔμμεν ἀεθληταῖς ἀγαθοῖσιν· ἐπεὶ
εὐρυχόρου ταμίαι Σπάρτας ἀγώνων
μοῖραν Ἑρμᾷ καὶ σὺν Ἡρακλεῖ διέποντι θάλειαν,
μάλα μὲν ἀνδρῶν δικαίων
περικαδόμενοι. καὶ μὰν θεῶν πιστὸν γένος.
770

Strophe 4

μεταμειβόμενοι δʼ ἐναλλὰξ ἁμέραν τὰν μὲν παρὰ πατρὶ φίλῳ
Δὶ νέμονται, τὰν δʼ ὑπὸ κεύθεσι γαίας ἐν γυάλοις Θεράπνας,
πότμον ἀμπιπλάντες ὁμοῖον· ἐπεὶ
τοῦτον, ἢ πάμπαν θεὸς ἔμμεναι οἰκεῖν τʼ οὐρανῷ,
εἵλετʼ αἰῶνα φθιμένου Πολυδεύκης
775
Κάστορος ἐν πολέμῳ.
τὸν γὰρ Ἴδας ἀμφὶ βουσίν πως χολωθεὶς ἔτρωσεν χαλκέας λόγχας ἀκμᾷ.

Antistrophe 4

ἀπὸ Ταϋγέτου πεδαυγάζων ἴδεν Λυγκεὺς δρυὸς ἐν στελέχει
ἡμένους. κείνου γὰρ ἐπιχθονίων πάντων γένετʼ ὀξύτατον
ὄμμα. λαιψηροῖς δὲ πόδεσσιν ἄφαρ
780
ἐξικέσθαν, καὶ μέγα ἔργον
ἐμήσαντʼ ὠκέως,
καὶ πάθον δεινὸν παλάμαις Ἀφαρητίδαι Διός. αὐτίκα γὰρ
ἦλθε Λήδας παῖς διώκων· τοὶ δʼ ἔναντα στάθεν τύμβῳ σχεδὸν πατρωΐῳ·

Epode 4

ἔνθεν ἁρπάξαντες ἄγαλμʼ Ἀΐδα, ξεστὸν πέτρον,
785
ἔμβαλον στέρνῳ Πολυδεύκεος· ἀλλʼ οὔ νιν φλάσαν,
οὐδʼ ἀνέχασσαν· ἐφορμαθεὶς δʼ
ἄρʼ ἄκοντι θοῷ
ἤλασε Λυγκέος ἐν πλευραῖσι χαλκόν.
Ζεὺς δʼ ἐπʼ Ἴδᾳ πυρφόρον πλᾶξε ψολόεντα κεραυνόν·
790
ἅμα δʼ ἐκαίοντʼ ἔρημοι. χαλεπὰ δʼ ἔρις ἀνθρώποις ὁμιλεῖν κρεσσόνων.

Strophe 5

ταχέως δʼ ἐπʼ ἀδελφεοῦ βίαν πάλιν χώρησεν ὁ Τυνδαρίδας,
καί νιν οὔπω τεθναότʼ, ἄσθματι
δὲ φρίσσοντα πνοὰς ἔκιχεν.
θερμὰ δὴ τέγγων δάκρυα στοναχαῖς
795
ὄρθιον φώνασε· πάτερ Κρονίων, τίς δὴ λύσις
ἔσσεται πενθέων; καὶ ἐμοὶ θάνατον σὺν τῷδʼ ἐπίτειλον,
ἄναξ.
οἴχεται τιμὰ φίλων τατωμένῳ φωτί· παῦροι δʼ ἐν πόνῳ
πιστοὶ βροτῶν
800

Antistrophe 5

καμάτου μεταλαμβάνειν. ὣς ἔννεπε· Ζεὺς δʼ ἀντίος
ἤλυθέ οἱ
καὶ τόδʼ ἐξαύδασʼ ἔπος· ἐσσί μοι υἱός· τόνδε δʼ ἔπειτα πόσις
σπέρμα θνατὸν ματρὶ τεᾷ πελάσαις
στάξεν ἥρως. ἀλλʼ ἄγε τῶνδέ τοι ἔμπαν αἵρεσιν
805
παρδίδωμʼ· εἰ μὲν θάνατόν τε φυγὼν καὶ γῆρας
ἀπεχθόμενον
αὐτὸς Οὔλυμπον θέλεις ναίειν ἐμοὶ σύν τʼ
Ἀθαναίᾳ κελαινεγχεῖ τʼ Ἄρει,

Epode 5

ἔστι τοι τούτων λάχος· εἰ δὲ
810
κασιγνήτου πέρι
μάρνασαι, πάντων δὲ νοεῖς ἀποδάσσασθαι ἴσον,
ἥμισυ μέν κε πνέοις γαίας ὑπένερθεν ἐών,
ἥμισυ δʼ οὐρανοῦ ἐν χρυσέοις δόμοισιν.
ὣς ἄρʼ αὐδάσαντος οὐ γνώμᾳ διπλόαν θέτο βουλάν.
815
ἀνὰ δʼ ἔλυσεν μὲν ὀφθαλμόν,
ἔπειτα δὲ φωνὰν χαλκομίτρα Κάστορος.

11

Strophe 1

παῖ Ῥέας, ἅ τε πρυτανεῖα λέλογχας, Ἑστία,
Ζηνὸς ὑψίστου κασιγνήτα καὶ ὁμοθρόνου Ἥρας,
εὖ μὲν Ἀρισταγόραν δέξαι τεὸν ἐς θάλαμον,
820
εὖ δʼ ἑταίρους ἀγλαῷ σκάπτῳ πέλας,
οἵ σε γεραίροντες ὀρθὰν φυλάσσοισιν Τένεδον,

Antistrophe 1

πολλὰ μὲν λοιβαῖσιν ἀγαζόμενοι πρώταν θεῶν,
πολλὰ δὲ κνίσσᾳ· λύρα δέ σφι βρέμεται καὶ ἀοιδά·
καὶ ξενίου Διὸς ἀσκεῖται Θέμις ἀενάοις
825
ἐν τραπέζαις. ἀλλὰ σὺν δόξᾳ τέλος
δωδεκάμηνον περᾶσαι σὺν ἀτρώτῳ κραδίᾳ,

Epode 1

ἄνδρα δʼ ἐγὼ μακαρίζω μὲν πατέρʼ Ἁγησίλαν,
καὶ τὸ θαητὸν δέμας ἀτρεμίαν τε ξύγγονον.
εἰ δέ τις ὄλβον ἔχων μορφᾷ παραμεύσεται ἄλλους,
830
ἔν τʼ ἀέθλοισιν ἀριστεύων ἐπέδειξεν βίαν,
θνατὰ μεμνάσθω περιστέλλων μέλη,
καὶ τελευτὰν ἁπάντων γᾶν ἐπιεσσόμενος·

Strophe 2

ἐν λόγοις δʼ ἀστῶν ἀγαθοῖσί νιν αἰνεῖσθαι χρεών,
καὶ μελιγδούποισι δαιδαλθέντα μελιζέμεν ἀοιδαῖς.
835
ἐκ δὲ περικτιόνων ἑκκαίδεκʼ Ἀρισταγόραν
ἀγλααὶ νῖκαι πάτραν τʼ εὐώνυμον
ἐστεφάνωσαν πάλᾳ καὶ μεγαυχεῖ παγκρατίῳ.

Antistrophe 2

ἐλπίδες δʼ ὀκνηρότεραι γονέων παιδὸς βίαν
ἔσχον ἐν Πυθῶνι πειρᾶσθαι καὶ Ὀλυμπίᾳ ἄθλων.
840
ναὶ μὰ γὰρ ὅρκον, ἐμὰν δόξαν παρὰ
Κασταλίᾳ
καὶ παρʼ εὐδένδρῳ μολὼν ὄχθῳ Κρόνου
κάλλιον ἂν δηριώντων ἐνόστησʼ ἀντιπάλων,

Epode 2

πενταετηρίδʼ ἑορτὰν Ἡρακλέος τέθμιον
845
κωμάσαις ἀνδησάμενός τε κόμαν ἐν πορφυρέοις
ἔρνεσιν. ἀλλὰ βροτῶν τὸν μὲν κενεόφρονες αὖχαι
ἐξ ἀγαθῶν ἔβαλον· τὸν δʼ αὖ καταμεμφθέντʼ ἄγαν
ἰσχὺν οἰκείων παρέσφαλεν καλῶν
χειρὸς ἕλκων ὀπίσσω θυμὸς ἄτολμος ἐών.
850

Strophe 3

συμβαλεῖν μὰν εὐμαρὲς ἦν τό τε Πεισάνδρου πάλαι
αἷμʼ ἀπὸ Σπάρτας· Ἀμύκλαθεν γὰρ ἔβα σὺν Ὀρέστᾳ,
Αἰολέων στρατιὰν χαλκεντέα δεῦρʼ ἀνάγων·
καὶ παρʼ Ἰσμηνοῦ ῥοὰν κεκραμένον
ἐκ Μελανίπποιο μάτρωος. ἀρχαῖαι δʼ ἀρεταὶ
855

Antistrophe 3

ἀμφέροντʼ ἀλλασσόμεναι γενεαῖς ἀνδρῶν σθένος·
ἐν σχερῷ δʼ οὔτʼ ὦν μέλαιναι
καρπὸν ἔδωκαν ἄρουραι,
δένδρεά τʼ οὐκ ἐθέλει πάσαις ἐτέων περόδοις
ἄνθος εὐῶδες φέρειν πλούτῳ ἴσον,
860
ἀλλʼ ἐν ἀμείβοντι. καὶ θνατὸν οὕτως ἔθνος ἄγει

Epode 3

μοῖρα. τὸ δʼ ἐκ Διὸς ἀνθρώποις σαφὲς οὐχ ἕπεται
τέκμαρ· ἀλλʼ ἔμπαν μεγαλανορίαις ἐμβαίνομεν,
ἔργα τε πολλὰ μενοινῶντες· δέδεται γὰρ ἀναιδεῖ
ἐλπίδι γυῖα· προμαθείας δʼ
865
ἀπόκεινται ῥοαί.
κερδέων δὲ χρὴ μέτρον θηρευέμεν·
ἀπροσίκτων δʼ ἐρώτων ὀξύτεραι μανίαι.

Source Text: Pindar The Odes of Pindar including the Principal Fragments with an Introduction and an English Translation by Sir John Sandys, Litt.D., FBA. Cambridge, MA., Harvard University Press; London, William Heinemann Ltd. 1937. Public Domain.
Translation, Audio, Morphology, and Analyses AI-generated unless otherwise specified. Copyright LexAudio, LLC.