0:00

Acharnians

Aristophanes

Δικαιόπολις

ὅσα δὴ δέδηγμαι τὴν ἐμαυτοῦ καρδίαν,
ἥσθην δὲ βαιά, πάνυ δὲ βαιά, τέτταρα·
ἃ δʼ ὠδυνήθην, ψαμμακοσιογάργαρα.
φέρʼ ἴδω, τί δʼ ἥσθην ἄξιον χαιρηδόνος;
ἐγᾦδʼ ἐφʼ ᾧ γε τὸ κέαρ ηὐφράνθην ἰδών,
5
τοῖς πέντε ταλάντοις οἷς Κλέων ἐξήμεσεν.
ταῦθʼ ὡς ἐγανώθην, καὶ φιλῶ τοὺς ἱππέας
διὰ τοῦτο τοὔργον· ἄξιον γὰρ Ἑλλάδι.
ἀλλʼ ὠδυνήθην ἕτερον αὖ τραγῳδικόν,
ὅτε δὴ ʼκεχήνη προσδοκῶν τὸν Αἰσχύλον,
10
ὁ δʼ ἀνεῖπεν, εἴσαγʼ ὦ Θέογνι τὸν χορόν.
πῶς τοῦτʼ ἔσεισέ μου δοκεῖς τὴν καρδίαν;
ἀλλʼ ἕτερον ἥσθην, ἡνίκʼ ἐπὶ Μόσχῳ ποτὲ
Δεξίθεος εἰσῆλθʼ ᾀσόμενος Βοιώτιον.
τῆτες δʼ ἀπέθανον καὶ διεστράφην ἰδών,
15
ὅτε δὴ παρέκυψε Χαῖρις ἐπὶ τὸν ὄρθιον.
ἀλλʼ οὐδεπώποτʼ ἐξ ὅτου ʼγὼ ῥύπτομαι
οὕτως ἐδήχθην ὑπὸ κονίας τὰς ὀφρῦς
ὡς νῦν, ὁπότʼ οὔσης κυρίας ἐκκλησίας
ἑωθινῆς ἔρημος ἡ πνὺξ αὑτηί,
20
οἱ δʼ ἐν ἀγορᾷ λαλοῦσι κἄνω καὶ κάτω
τὸ σχοινίον φεύγουσι τὸ μεμιλτωμένον.
οὐδʼ οἱ πρυτάνεις ἥκουσιν, ἀλλʼ ἀωρίαν
ἥκοντες, εἶτα δʼ ὠστιοῦνται πῶς δοκεῖς
ἐλθόντες ἀλλήλοισι περὶ πρώτου ξύλου,
25
ἁθρόοι καταρρέοντες· εἰρήνη δʼ ὅπως
ἔσται προτιμῶσʼ οὐδέν· ὦ πόλις πόλις.
ἐγὼ δʼ ἀεὶ πρώτιστος εἰς ἐκκλησίαν
νοστῶν κάθημαι· κᾆτʼ ἐπειδὰν ὦ μόνος,
στένω κέχηνα σκορδινῶμαι πέρδομαι,
30
ἀπορῶ γράφω παρατίλλομαι λογίζομαι,
ἀποβλέπων ἐς τὸν ἀγρὸν εἰρήνης ἐρῶν,
στυγῶν μὲν ἄστυ τὸν δʼ ἐμὸν δῆμον ποθῶν,
ὃς οὐδεπώποτʼ εἶπεν, ἄνθρακας πρίω,
οὐκ ὄξος οὐκ ἔλαιον, οὐδʼ ᾔδει πρίω,
35
ἀλλʼ αὐτὸς ἔφερε πάντα χὠ πρίων ἀπῆν.
νῦν οὖν ἀτεχνῶς ἥκω παρεσκευασμένος
βοᾶν ὑποκρούειν λοιδορεῖν τοὺς ῥήτορας,
ἐάν τις ἄλλο πλὴν περὶ εἰρήνης λέγῃ.
ἀλλʼ οἱ πρυτάνεις γὰρ οὑτοιὶ μεσημβρινοί.
40
οὐκ ἠγόρευον; τοῦτʼ ἐκεῖνʼ οὑγὼ ʼλεγον·
ἐς τὴν προεδρίαν πᾶς ἀνὴρ ὠστίζεται.

Κῆρυξ

πάριτʼ ἐς τὸ πρόσθεν,
πάριθʼ, ὡς ἂν ἐντὸς ἦτε τοῦ καθάρματος.

Ἀμφίθεος

ἤδη τις εἶπε;
45

Κῆρυξ

τίς ἀγορεύειν βούλεται;

Ἀμφίθεος

ἐγώ.

Κῆρυξ

τίς ὤν;

Ἀμφίθεος

Ἀμφίθεος.

Κῆρυξ

οὐκ ἄνθρωπος;
50

Ἀμφίθεος

οὔ,
ἀλλʼ ἀθάνατος. ὁ γὰρ Ἀμφίθεος Δήμητρος ἦν
καὶ Τριπτολέμου· τούτου δὲ Κελεὸς γίγνεται·
γαμεῖ δὲ Κελεὸς Φαιναρέτην τήθην ἐμήν,
ἐξ ἧς Λυκῖνος ἐγένεʼ· ἐκ τούτου δʼ ἐγὼ
55
ἀθάνατός εἰμʼ· ἐμοὶ δʼ ἐπέτρεψαν οἱ θεοὶ
σπονδὰς ποιεῖσθαι πρὸς Λακεδαιμονίους μόνῳ.
ἀλλʼ ἀθάνατος ὢν ὦνδρες ἐφόδιʼ οὐκ ἔχω·
οὐ γὰρ διδόασιν οἱ πρυτάνεις.

Κῆρυξ

οἱ τοξόται.
60

Ἀμφίθεος

ὦ Τριπτόλεμε καὶ Κελεὲ περιόψεσθέ με;

Δικαιόπολις

ὦνδρες πρυτάνεις ἀδικεῖτε τὴν ἐκκλησίαν
τὸν ἄνδρʼ ἀπάγοντες, ὅστις ἡμῖν ἤθελε
σπονδὰς ποιεῖσθαι καὶ κρεμάσαι τὰς ἀσπίδας.

Κῆρυξ

κάθησο, σῖγα.
65

Δικαιόπολις

μὰ τὸν Ἀπόλλω ʼγὼ μὲν οὔ,
ἢν μὴ περὶ εἰρήνης γε πρυτανεύσητέ μοι.

Κῆρυξ

οἱ πρέσβεις οἱ παρὰ βασιλέως.

Δικαιόπολις

ποίου βασιλέως; ἄχθομαι ʼγὼ πρέσβεσιν
καὶ τοῖς ταὧσι τοῖς τʼ ἀλαζονεύμασιν.
70

Κῆρυξ

σίγα.

Δικαιόπολις

βαβαιάξ. ὦκβάτανα τοῦ σχήματος.

Πρέσβυς

ἐπέμψαθʼ ἡμᾶς ὡς βασιλέα τὸν μέγαν
μισθὸν φέροντας δύο δραχμὰς τῆς ἡμέρας
ἐπʼ Εὐθυμένους ἄρχοντος.
75

Δικαιόπολις

οἴμοι τῶν δραχμῶν.

Πρέσβυς

καὶ δῆτʼ ἐτρυχόμεσθα διὰ Καϋστρίων
πεδίων ὁδοιπλανοῦντες ἐσκηνημένοι,
ἐφʼ ἁρμαμαξῶν μαλθακῶς κατακείμενοι,
ἀπολλύμενοι.
80

Δικαιόπολις

σφόδρα γὰρ ἐσῳζόμην ἐγὼ
παρὰ τὴν ἔπαλξιν ἐν φορυτῷ κατακείμενος.

Πρέσβυς

ξενιζόμενοι δὲ πρὸς βίαν ἐπίνομεν
ἐξ ὑαλίνων ἐκπωμάτων καὶ χρυσίδων
ἄκρατον οἶνον ἡδύν.
85

Δικαιόπολις

ὦ Κραναὰ πόλις
ἆρʼ αἰσθάνει τὸν κατάγελων τῶν πρέσβεων;

Πρέσβυς

οἱ βάρβαροι γὰρ ἄνδρας ἡγοῦνται μόνους
τοὺς πλεῖστα δυναμένους καταφαγεῖν καὶ πιεῖν.

Δικαιόπολις

ἡμεῖς δὲ λαικαστάς τε καὶ καταπύγονας.
90

Πρέσβυς

ἔτει τετάρτῳ δʼ ἐς τὰ βασίλειʼ ἤλθομεν·
ἀλλʼ εἰς ἀπόπατον ᾤχετο στρατιὰν λαβών,
κἄχεζεν ὀκτὼ μῆνας ἐπὶ χρυσῶν ὀρῶν.

Δικαιόπολις

πόσου δὲ τὸν πρωκτὸν χρόνου ξυνήγαγεν;

Πρέσβυς

τῇ πανσελήνῳ· κᾆτʼ ἀπῆλθεν οἴκαδε.
95
εἶτʼ ἐξένιζε· παρετίθει δʼ ἡμῖν ὅλους
ἐκ κριβάνου βοῦς.

Δικαιόπολις

καὶ τίς εἶδε πώποτε
βοῦς κριβανίτας; τῶν ἀλαζονευμάτων.

Πρέσβυς

καὶ ναὶ μὰ Δίʼ ὄρνιν τριπλάσιον Κλεωνύμου
100
παρέθηκεν ἡμῖν· ὄνομα δʼ ἦν αὐτῷ φέναξ.

Δικαιόπολις

ταῦτʼ ἄρ ἐφενάκιζες σὺ δύο δραχμὰς φέρων.

Πρέσβυς

καὶ νῦν ἄγοντες ἥκομεν Ψευδαρτάβαν,
τὸν βασιλέως ὀφθαλμόν.

Δικαιόπολις

ἐκκόψειέ γε
105
κόραξ πατάξας, τόν τε σὸν τοῦ πρέσβεως.

Κῆρυξ

ὁ βασιλέως ὀφθαλμός.

Δικαιόπολις

ὦναξ Ἡράκλεις.
πρὸς τῶν θεῶν ἄνθρωπε ναύφαρκτον βλέπεις;
ἢ περὶ ἄκραν κάμπτων νεώσοικον σκοπεῖς;
110
ἄσκωμʼ ἔχεις που περὶ τὸν ὀφθαλμὸν κάτω.

Πρέσβυς

ἄγε δὴ σὺ βασιλεὺς ἅττα σʼ ἀπέπεμψεν φράσον
λέξοντʼ Ἀθηναίοισιν ὦ Ψευδαρτάβα.

Ψευδαρτάβας

ἰαρταμὰν ἐξάρξαν ἀπισσόνα σάτρα.

Πρέσβυς

ξυνήκαθʼ ὃ λέγει;
115

Δικαιόπολις

μὰ τὸν Ἀπόλλω ʼγὼ μὲν οὔ.

Πρέσβυς

πέμψειν βασιλέα φησὶν ὑμῖν χρυσίον.
λέγε δὴ σὺ μεῖζον καὶ σαφῶς τὸ χρυσίον.

Ψευδαρτάβας

οὐ λῆψι χρῦσο χαυνόπρωκτʼ Ἰαοναῦ.

Δικαιόπολις

οἴμοι κακοδαίμων ὡς σαφῶς.
120

Πρέσβυς

τί δʼ αὖ λέγει;

Δικαιόπολις

ὅ τι; χαυνοπρώκτους τοὺς Ἰάονας λέγει,
εἰ προσδοκῶσι χρυσίον ἐκ τῶν βαρβάρων.

Δρ.

οὔκ, ἀλλʼ ἀχάνας ὅδε γε χρυσίου λέγει.

Δικαιόπολις

ποίας ἀχάνας; σὺ μὲν ἀλαζὼν εἶ μέγας.
125
ἀλλʼ ἄπιθʼ· ἐγὼ δὲ βασανιῶ τοῦτον μόνος.
ἄγε δὴ σὺ φράσον ἐμοὶ σαφῶς πρὸς τουτονί,
ἵνα μή σε βάψω βάμμα Σαρδιανικόν·
βασιλεὺς ὁ μέγας ἡμῖν ἀποπέμψει χρυσίον; ʽἀνανεύει. ʼ
ἄλλως ἄρʼ ἐξαπατώμεθʼ ὑπὸ τῶν πρέσβεων; ʽἐπινεύει. ʼ
130
Ἑλληνικόν γʼ ἐπένευσαν ἅνδρες οὑτοιί,
κοὐκ ἔσθʼ ὅπως οὐκ εἰσὶν ἐνθένδʼ αὐτόθεν.
καὶ τοῖν μὲν εὐνούχοιν τὸν ἕτερον τουτονὶ
ἐγᾦδʼ ὅς ἐστι, Κλεισθένης ὁ Σιβυρτίου.
ὦ θερμόβουλον πρωκτὸν ἐξυρημένε,
135
τοιόνδε γʼ ὦ πίθηκε τὸν πώγωνʼ ἔχων
εὐνοῦχος ἡμῖν ἦλθες ἐσκευασμένος;
ὁδὶ δὲ τίς ποτʼ ἐστίν; οὐ δήπου Στράτων;

Κῆρυξ

σίγα, κάθιζε.
τὸν βασιλέως ὀφθαλμὸν ἡ βουλὴ καλεῖ
140
ἐς τὸ πρυτανεῖον.

Δικαιόπολις

ταῦτα δῆτʼ οὐχ ἀγχόνη;
κἄπειτʼ ἐγὼ δῆτʼ ἐνθαδὶ στραγγεύομαι;
τοὺς δὲ ξενίζειν οὐδέποτέ γʼ ἴσχει θύρα.
ἀλλʼ ἐργάσομαί τι δεινὸν ἔργον καὶ μέγα.
145
ἀλλʼ Ἀμφίθεός μοι ποῦ ʼστιν;

Ἀμφίθεος

οὑτοσὶ πάρα.

Δικαιόπολις

ἐμοὶ σὺ ταυτασὶ λαβὼν ὀκτὼ δραχμὰς
σπονδὰς ποίησαι πρὸς Λακεδαιμονίους μόνῳ
καὶ τοῖσι παιδίοισι καὶ τῇ πλάτιδι·
150
ὑμεῖς δὲ πρεσβεύεσθε καὶ κεχήνετε.

Κῆρυξ

προσίτω Θέωρος ὁ παρὰ Σιτάλκους.

Θέωρος

ὁδί.

Δικαιόπολις

ἕτερος ἀλαζὼν οὗτος ἐσκηρύττεται.

Θέωρος

χρόνον μὲν οὐκ ἂν ἦμεν ἐν Θρᾴκῃ πολύν —
155

Δικαιόπολις

μὰ Δίʼ οὐκ ἄν, εἰ μισθόν γε μὴ ʼφερες πολύν.

Θέωρος

εἰ μὴ κατένειψε χιόνι τὴν Θρᾴκην ὅλην
καὶ τοὺς ποταμοὺς ἔπηξʼ, ὑπʼ αὐτὸν τὸν χρόνον,
ὅτʼ ἐνθαδὶ Θέογνις ἠγωνίζετο.
τοῦτον μετὰ Σιτάλκους ἔπινον τὸν χρόνον·
160
καὶ δῆτα φιλαθήναιος ἦν ὑπερφυῶς,
ὑμῶν τʼ ἐραστὴς ἦν ἀληθὴς ὥστε καὶ
ἐν τοῖσι τοίχοις ἔγραφʼ, Ἀθηναῖοι καλοί.
ὁ δʼ υἱός, ὃν Ἀθηναῖον ἐπεποιήμεθα,
ἤρα φαγεῖν ἀλλᾶντας ἐξ Ἀπατουρίων,
165
καὶ τὸν πατέρʼ ἠντεβόλει βοηθεῖν τῇ πάτρᾳ·
ὁ δʼ ὤμοσε σπένδων βοηθήσειν ἔχων
στρατιὰν τοσαύτην ὥστʼ Ἀθηναίους ἐρεῖν,
ὅσον τὸ χρῆμα παρνόπων προσέρχεται.

Δικαιόπολις

κάκιστʼ ἀπολοίμην, εἴ τι τούτων πείθομαι
170
ὧν εἶπας ἐνταυθοῖ σὺ πλὴν τῶν παρνόπων.

Θέωρος

καὶ νῦν ὅπερ μαχιμώτατον Θρᾳκῶν ἔθνος
ἔπεμψεν ὑμῖν.

Δικαιόπολις

τοῦτο μέν γʼ ἤδη σαφές.

Κῆρυξ

οἱ Θρᾷκες ἴτε δεῦρʼ, οὓς Θέωρος ἤγαγεν.
175

Δικαιόπολις

τουτὶ τί ἐστι τὸ κακόν;

Θέωρος

Ὀδομάντων στρατός.

Δικαιόπολις

ποίων Ὀδομάντων; εἰπέ μοι τουτὶ τί ἦν;
τίς τῶν Ὀδομάντων τὸ πέος ἀποτεθρίακεν;

Θέωρος

τούτοις ἐάν τις δύο δραχμὰς μισθὸν διδῷ,
180
καταπελτάσονται τὴν Βοιωτίαν ὅλην.

Δικαιόπολις

τοισδὶ δύο δραχμὰς τοῖς ἀπεψωλημένοις;
ὑποστένοι μέντἂν ὁ θρανίτης λεὼς
ὁ σωσίπολις. οἴμοι τάλας ἀπόλλυμαι,
ὑπὸ τῶν Ὀδομάντων τὰ σκόροδα πορθούμενος.
185
οὐ καταβαλεῖτε τὰ σκόροδʼ;

Θέωρος

ὦ μόχθηρε σὺ
οὐ μὴ πρόσει τούτοισιν ἐσκοροδισμένοις.

Δικαιόπολις

ταυτὶ περιείδεθʼ οἱ πρυτάνεις πάσχοντά με
ἐν τῇ πατρίδι καὶ ταῦθʼ ὑπʼ ἀνδρῶν βαρβάρων;
190
ἀλλʼ ἀπαγορεύω μὴ ποιεῖν ἐκκλησίαν
τοῖς Θρᾳξὶ περὶ μισθοῦ· λέγω δʼ ὑμῖν ὅτι
διοσημία ʼστὶ καὶ ῥανὶς βέβληκέ με.

Κῆρυξ

τοὺς Θρᾷκας ἀπιέναι, παρεῖναι δʼ εἰς ἔνην.
οἱ γὰρ πρυτάνεις λύουσι τὴν ἐκκλησίαν.
195

Δικαιόπολις

οἴμοι τάλας μυττωτὸν ὅσον ἀπώλεσα.
ἀλλʼ ἐκ Λακεδαίμονος γὰρ Ἀμφίθεος ὁδί.
χαῖρʼ Ἀμφίθεε.

Ἀμφίθεος

μήπω γε πρίν γʼ ἂν στῶ τρέχων·
δεῖ γάρ με φεύγοντʼ ἐκφυγεῖν Ἀχαρνέας.
200

Δικαιόπολις

τί δʼ ἔστʼ;

Ἀμφίθεος

ἐγὼ μὲν δεῦρό σοι σπονδὰς φέρων
ἔσπευδον· οἱ δʼ ὤσφροντο πρεσβῦταί τινες
Ἀχαρνικοί, στιπτοὶ γέροντες πρίνινοι
ἀτεράμονες Μαραθωνομάχαι σφενδάμνινοι.
205
ἔπειτʼ ἀνέκραγον πάντες, ὦ μιαρώτατε
σπονδὰς φέρεις τῶν ἀμπέλων τετμημένων;
κἀς τοὺς τρίβωνας ξυνελέγοντο τῶν λίθων·
ἐγὼ δʼ ἔφευγον· οἱ δʼ ἐδίωκον κἀβόων.

Δικαιόπολις

οἱ δʼ οὖν βοώντων· ἀλλὰ τὰς σπονδὰς φέρεις;
210

Ἀμφίθεος

ἔγωγέ φημι, τρία γε ταυτὶ γεύματα.
αὗται μέν εἰσι πεντέτεις. γεῦσαι λαβών.

Δικαιόπολις

αἰβοῖ.

Ἀμφίθεος

τί ἔστιν;

Δικαιόπολις

οὐκ ἀρέσκουσίν μʼ ὅτι
215
ὄζουσι πίττης καὶ παρασκευῆς νεῶν.

Ἀμφίθεος

σὺ δʼ ἀλλὰ τασδὶ τὰς δεκέτεις γεῦσαι λαβών.

Δικαιόπολις

ὄζουσι χαὖται πρέσβεων ἐς τὰς πόλεις
ὀξύτατον ὥσπερ διατριβῆς τῶν ξυμμάχων.

Ἀμφίθεος

ἀλλʼ αὑταιὶ σπονδαὶ τριακοντούτιδες
220
κατὰ γῆν τε καὶ θάλατταν.

Δικαιόπολις

ὦ Διονύσια,
αὗται μὲν ὄζουσʼ ἀμβροσίας καὶ νέκταρος
καὶ μὴ ʼπιτηρεῖν σιτίʼ ἡμερῶν τριῶν,
κἀν τῷ στόματι λέγουσι, βαῖνʼ ὅπῃ θέλεις.
225
ταύτας δέχομαι καὶ σπένδομαι κἀκπίομαι,
χαίρειν κελεύων πολλὰ τοὺς Ἀχαρνέας.
ἐγὼ δὲ πολέμου καὶ κακῶν ἀπαλλαγεὶς
ἄξω τὰ κατʼ ἀγροὺς εἰσιὼν Διονύσια.

Ἀμφίθεος

ἐγὼ δὲ φευξοῦμαί γε τοὺς Ἀχαρνέας.
230

Χορός

τῇδε πᾶς ἕπου δίωκε καὶ τὸν ἄνδρα πυνθάνου
τῶν ὁδοιπόρων ἁπάντων· τῇ πόλει γὰρ ἄξιον
ξυλλαβεῖν τὸν ἄνδρα τοῦτον. ἀλλά μοι μηνύσατε,
εἴ τις οἶδʼ ὅποι τέτραπται γῆς ὁ τὰς σπονδὰς φέρων.
ἐκπέφευγʼ, οἴχεται φροῦδος. οἴμοι τάλας
235
τῶν ἐτῶν τῶν ἐμῶν·
οὐκ ἂν ἐπʼ ἐμῆς γε νεότητος, ὅτʼ ἐγὼ φέρων ἀνθράκων φορτίον
ἠκολούθουν Φαΰλλῳ τρέχων, ὧδε φαύλως ἂν ὁ
σπονδοφόρος οὗτος ὑπʼ ἐμοῦ τότε διωκόμενος
ἐξέφυγεν οὐδʼ ἂν ἐλαφρῶς ἂν ἀπεπλίξατο.
240
νῦν δʼ ἐπειδὴ στερρὸν ἤδη τοὐμὸν ἀντικνήμιον,
καὶ παλαιῷ Λακρατείδῃ τὸ σκέλος βαρύνεται,
οἴχεται. διωκτέος δέ· μὴ γὰρ ἐγχάνῃ ποτὲ
μηδέ περ γέροντας ὄντας ἐκφυγὼν Ἀχαρνέας.
ὅστις ὦ Ζεῦ πάτερ καὶ θεοὶ τοῖσιν ἐχθροῖσιν ἐσπείσατο,
245
οἷσι παρʼ ἐμοῦ πόλεμος ἐχθοδοπὸς αὔξεται τῶν ἐμῶν χωρίων·
κοὐκ ἀνήσω πρὶν ἂν σχοῖνος αὐτοῖσιν ἀντεμπαγῶ
ὀξὺς ὀδυνηρὸς ἐπίκωπος, ἵνα
μήποτε πατῶσιν ἔτι τὰς ἐμὰς ἀμπέλους.
ἀλλὰ δεῖ ζητεῖν τὸν ἄνδρα καὶ βλέπειν βαλληνάδε
250
καὶ διώκειν γῆν πρὸ γῆς, ἕως ἂν εὑρεθῇ ποτέ·
ὡς ἐγὼ βάλλων ἐκεῖνον οὐκ ἂν ἐμπλῄμην λίθοις.

Δικαιόπολις

εὐφημεῖτε, εὐφημεῖτε.

Χορός

σῖγα πᾶς. ἠκούσατʼ ἄνδρες ἆρα τῆς εὐφημίας;
οὗτος αὐτός ἐστιν ὃν ζητοῦμεν. ἀλλὰ δεῦρο πᾶς
255
ἐκποδών· θύσων γὰρ ἁνὴρ ὡς ἔοικʼ ἐξέρχεται.

Δικαιόπολις

εὐφημεῖτε, εὐφημεῖτε.
προΐτω σʼ τὸ πρόσθεν ὀλίγον ἡ κανηφόρος·
ὁ Ξανθίας τὸν φαλλὸν ὀρθὸν στησάτω.
κατάθου τὸ κανοῦν ὦ θύγατερ, ἵνʼ ἀπαρξώμεθα.
260

Θυγάτηρ

ὦ μῆτερ ἀνάδος δεῦρο τὴν ἐτνήρυσιν,
ἵνʼ ἔτνος καταχέω τοὐλατῆρος τουτουί.

Δικαιόπολις

καὶ μὴν καλόν γʼ ἔστʼ· ὦ Διόνυσε δέσποτα
κεχαρισμένως σοι τήνδε τὴν πομπὴν ἐμὲ
πέμψαντα καὶ θύσαντα μετὰ τῶν οἰκετῶν
265
ἀγαγεῖν τυχηρῶς τὰ κατʼ ἀγροὺς Διονύσια,
στρατιᾶς ἀπαλλαχθέντα· τὰς σπονδὰς δέ μοι
καλῶς ξυνενεγκεῖν τὰς τριακοντούτιδας.
ἄγʼ ὦ θύγατερ ὅπως τὸ κανοῦν καλὴ καλῶς
οἴσεις βλέπουσα θυμβροφάγον. ὡς μακάριος
270
ὅστις σʼ ὀπύσει κἀκποιήσεται γαλᾶς
σοῦ μηδὲν ἥττους βδεῖν, ἐπειδὰν ὄρθρος ᾖ.
πρόβαινε, κἀν τὤχλῳ φυλάττεσθαι σφόδρα
μή τις λαθών σου περιτράγῃ τὰ χρυσία.
ὦ Ξανθία, σφῷν δʼ ἐστὶν ὀρθὸς ἑκτέος
275
ὁ φαλλὸς ἐξόπισθε τῆς κανηφόρου·
ἐγὼ δʼ ἀκολουθῶν ᾄσομαι τὸ φαλλικόν·
σὺ δʼ ὦ γύναι θεῶ μʼ ἀπὸ τοῦ τέγους. πρόβα.
Φαλῆς ἑταῖρε Βακχίου
ξύγκωμε νυκτοπεριπλάνητε
280
μοιχὲ παιδεραστά,
ἕκτῳ σʼ ἔτει προσεῖπον ἐς
τὸν δῆμον ἐλθὼν ἄσμενος,
σπονδὰς ποιησάμενος ἐμαυτῷ,
πραγμάτων τε καὶ μαχῶν
285
καὶ Λαμάχων ἀπαλλαγείς.
πολλῷ γάρ ἐσθʼ ἥδιον, ὦ Φαλῆς Φαλῆς,
κλέπτουσαν εὑρόνθʼ ὡρικὴν ὑληφόρον
τὴν Στρυμοδώρου Θρᾷτταν ἐκ τοῦ Φελλέως
μέσην λαβόντʼ ἄραντα καταβαλόντα
290
καταγιγαρτίσʼ ὦ
Φαλῆς Φαλῆς.
ἐὰν μεθʼ ἡμῶν ξυμπίῃς, ἐκ κραιπάλης
ἕωθεν εἰρήνης ῥοφήσει τρύβλιον·
ἡ δʼ ἀσπὶς ἐν τῷ φεψάλῳ κρεμήσεται.
295

Χορός

οὗτος αὐτός ἐστιν, οὗτος.
βάλλε βάλλε βάλλε βάλλε,
παῖε παῖε τὸν μιαρόν.
οὐ βαλεῖς; οὐ βαλεῖς;

Δικαιόπολις

Ἡράκλεις τουτὶ τί ἐστι; τὴν χύτραν συντρίψετε.
300

Χορός

σὲ μὲν οὖν καταλεύσομεν ὦ μιαρὰ κεφαλή.

Δικαιόπολις

ἀντὶ ποίας αἰτίας ὦχαρνέων γεραίτατοι;

Χορός

τοῦτʼ ἐρωτᾷς; ἀναίσχυντος εἶ καὶ βδελυρὸς
ὦ προδότα τῆς πατρίδος, ὅστις ἡμῶν μόνος
σπεισάμενος εἶτα δύνασαι πρὸς ἔμʼ ἀποβλέπειν.
305

Δικαιόπολις

ἀντὶ δʼ ὧν ἐσπεισάμην οὐκ ἴστε. μἀλλαʼ ἀκούσατε.

Χορός

σοῦ γʼ ἀκούσωμεν; ἀπολεῖ· κατά σε χώσομεν τοῖς λίθοις.

Δικαιόπολις

μηδαμῶς πρὶν ἄν γʼ ἀκούσητʼ· ἀλλʼ ἀνάσχεσθʼ ὦγαθοί.

Χορός

οὐκ ἀνασχήσομαι· μηδὲ λέγε μοι σὺ λόγον·
ὡς μεμίσηκά σε Κλέωνος ἔτι μᾶλλον, ὃν ἐγὼ
310
κατατεμῶ ποθʼ ἱππεῦσι καττύματα.
σοῦ δʼ ἐγὼ λόγους λέγοντος οὐκ ἀκούσομαι μακρούς,
ὅστις ἐσπείσω Λάκωσιν, ἀλλὰ τιμωρήσομαι.

Δικαιόπολις

ὦγαθοὶ τοὺς μὲν Λάκωνας ἐκποδὼν ἐάσατε,
τῶν δʼ ἐμῶν σπονδῶν ἀκούσατʼ, εἰ καλῶς ἐσπεισάμην.
315

Χορός

πῶς δέ γʼ ἂν καλῶς λέγοις ἄν, εἴπερ ἐσπείσω γʼ ἅπαξ
οἷσιν οὔτε βωμὸς οὔτε πίστις οὔθʼ ὅρκος μένει;

Δικαιόπολις

οἶδʼ ἐγὼ καὶ τοὺς Λάκωνας, οἷς ἄγαν ἐγκείμεθα,
οὐχ ἁπάντων ὄντας ἡμῖν αἰτίους τῶν πραγμάτων.

Χορός

οὐχ ἁπάντων ὦ πανοῦργε; ταῦτα δὴ τολμᾷς λέγειν
320
ἐμφανῶς ἤδη πρὸς ἡμᾶς; εἶτʼ ἐγώ σου φείσομαι;

Δικαιόπολις

οὐχ ἁπάντων, οὐχ ἁπάντων· ἀλλʼ ἐγὼ λέγων ὁδὶ
πόλλʼ ἂν ἀποφήναιμʼ ἐκείνους ἔσθʼ ἃ κἀδικουμένους.

Χορός

τοῦτο τοὔπος δεινὸν ἤδη καὶ ταραξικάρδιον,
εἰ σὺ τολμήσεις ὑπὲρ τῶν πολεμίων ἡμῖν λέγειν.
325

Δικαιόπολις

κἄν γε μὴ λέγω δίκαια μηδὲ τῷ πλήθει δοκῶ,
ὑπὲρ ἐπιξήνου ʼθελήσω τὴν κεφαλὴν ἔχων λέγειν.

Χορός

εἰπέ μοι τί φειδόμεσθα τῶν λίθων ὦ δημόται
μὴ οὐ καταξαίνειν τὸν ἄνδρα τοῦτον ἐς φοινικίδα;

Δικαιόπολις

οἷον αὖ μέλας τις ὑμῖν θυμάλωψ ἐπέζεσεν.
330
οὐκ ἀκούσεσθʼ; οὐκ ἀκούσεσθʼ ἐτεὸν ὦχαρνηίδαι;

Χορός

οὐκ ἀκουσόμεσθα δῆτα.

Δικαιόπολις

δεινά τἄρα πείσομαι.

Χορός

ἐξολοίμην, ἢν ἀκούσω.

Δικαιόπολις

μηδαμῶς ὦχαρνικοί.
335

Χορός

ὡς τεθνήξων ἴσθι νυνί.

Δικαιόπολις

δήξομἄρʼ ὑμᾶς ἐγώ.
ἀνταποκτενῶ γὰρ ὑμῶν τῶν φίλων τοὺς φιλτάτους·
ὡς ἔχω γʼ ὑμῶν ὁμήρους, οὓς ἀποσφάξω λαβών.

Χορός

εἰπέ μοι, τί τοῦτʼ ἀπειλεῖ τοὔπος ἄνδρες δημόται
340
τοῖς Ἀχαρνικοῖσιν ἡμῖν; μῶν ἔχει του παιδίον
τῶν παρόντων ἔνδον εἵρξας; ἢ ʼπὶ τῷ θρασύνεται;

Δικαιόπολις

βάλλετʼ εἰ βούλεσθʼ. ἐγὼ γὰρ τουτονὶ διαφθερῶ.
εἴσομαι δʼ ὑμῶν τάχʼ ὅστις ἀνθράκων τι κήδεται.

Χορός

ὡς ἀπωλόμεσθʼ. ὁ λάρκος δημότης ὅδʼ ἔστʼ ἐμός.
345
ἀλλὰ μὴ δράσῃς ὃ μέλλεις· μηδαμῶς ὦ μηδαμῶς.

Δικαιόπολις

ὡς ἀποκτενῶ, κέκραχθʼ· ἐγὼ γὰρ οὐκ ἀκούσομαι.

Χορός

ἀπολεῖς ἄρʼ ὁμήλικα τόνδε φιλανθρακέα;

Δικαιόπολις

οὐδʼ ἐμοῦ λέγοντος ὑμεῖς ἀρτίως ἠκούσατε.

Χορός

ἀλλὰ γὰρ νῦν λέγʼ, εἴ σοι δοκεῖ, τόν τε Λακεδαιμόνιον
350
αὐτὸν ὅτι τῷ τρόπῳ σοὐστὶ φίλος·
ὡς τόδε τὸ λαρκίδιον οὐ προδώσω ποτέ.

Δικαιόπολις

τοὺς λίθους νύν μοι χαμᾶζε πρῶτον ἐξεράσατε.

Χορός

οὑτοιί σοι χαμαί, καὶ σὺ κατάθου πάλιν τὸ ξίφος.

Δικαιόπολις

ἀλλʼ ὅπως μὴ νʼ τοῖς τρίβωσιν ἐγκάθηνταί που λίθοι.
355

Χορός

ἐκσέσεισται χαμᾶζʼ· οὐχ ὁρᾷς σειόμενον;
ἀλλὰ μή μοι πρόφασιν, ἀλλὰ κατάθου τὸ βέλος.
ὡς ὅδε γε σειστὸς ἅμα τῇ στροφῇ γίγνεται.

Δικαιόπολις

ἐμέλλετʼ ἄρα πάντως ἀνήσειν τῆς βοῆς,
ὀλίγου τʼ ἀπέθανον ἄνθρακες Παρνήθιοι,
360
καὶ ταῦτα διὰ τὴν ἀτοπίαν τῶν δημοτῶν.
ὑπὸ τοῦ δέους δὲ τῆς μαρίλης μοι συχνὴν
ὁ λάρκος ἐνετίλησεν ὥσπερ σηπία.
δεινὸν γὰρ οὕτως ὀμφακίαν πεφυκέναι
τὸν θυμὸν ἀνδρῶν ὥστε βάλλειν καὶ βοᾶν
365
ἐθέλειν τʼ ἀκοῦσαι μηδὲν ἴσον ἴσῳ φέρον,
ἐμοῦ ʼθέλοντος ὑπὲρ ἐπιξήνου λέγειν
ὑπὲρ Λακεδαιμονίων ἅπανθʼ ὅσʼ ἂν λέγω·
καίτοι φιλῶ γε τὴν ἐμὴν ψυχὴν ἐγώ.

Χορός

τί οὖν οὐ λέγεις, ἐπίξηνον ἐξενεγκὼν θύραζʼ,
370
ὅ τι ποτʼ ὦ σχέτλιε τὸ μέγα τοῦτʼ ἔχεις;
πάνυ γὰρ ἔμεγε πόθος ὅ τι φρονεῖς ἔχει.
ἀλλʼ ᾗπερ αὐτὸς τὴν δίκην διωρίσω,
θεὶς δεῦρο τοὐπίξηνον ἐγχείρει λέγειν.

Δικαιόπολις

ἰδοὺ θεᾶσθε, τὸ μὲν ἐπίξηνον τοδί,
375
ὁ δʼ ἀνὴρ ὁ λέξων οὑτοσὶ τυννουτοσί.
ἀμέλει μὰ τὸν Δίʼ οὐκ ἐνασπιδώσομαι,
λέξω δʼ ὑπὲρ Λακεδαιμονίων ἅ μοι δοκεῖ.
καίτοι δέδοικα πολλά· τούς τε γὰρ τρόπους
τοὺς τῶν ἀγροίκων οἶδα χαίροντας σφόδρα,
380
ἐάν τις αὐτοὺς εὐλογῇ καὶ τὴν πόλιν
ἀνὴρ ἀλαζὼν καὶ δίκαια κἄδικα·
κἀνταῦθα λανθάνουσʼ ἀπεμπολώμενοι·
τῶν τʼ αὖ γερόντων οἶδα τὰς ψυχὰς ὅτι
οὐδὲν βλέπουσιν ἄλλο πλὴν ψηφηδακεῖν.
385
αὐτός τʼ ἐμαυτὸν ὑπὸ Κλέωνος ἅπαθον
ἐπίσταμαι διὰ τὴν πέρυσι κωμῳδίαν.
εἰσελκύσας γάρ μʼ ἐς τὸ βουλευτήριον
διέβαλλε καὶ ψευδῆ κατεγλώττιζέ μου
κἀκυκλοβόρει κἄπλυνεν, ὥστʼ ὀλίγου πάνυ
390
ἀπωλόμην μολυνοπραγμονούμενος.
νῦν οὖν με πρῶτον πρὶν λέγειν ἐάσατε
ἐνσκευάσασθαί μʼ οἷον ἀθλιώτατον.

Χορός

τί ταῦτα στρέφει τεχνάζεις τε καὶ πορίζεις τριβάς;
λαβὲ δʼ ἐμοῦ γʼ ἓνεκα παρʼ Ἱερωνύμου
395
σκοτοδασυπυκνότριχά τινʼ Ἄιδος κυνῆν·
ἀλλʼ ἐξάνοιγε μηχανὰς τὰς Σισύφου,
ὡς σκῆψιν ἁγὼν οὗτος οὐκ ἐσδέξεται.

Δικαιόπολις

ὥρα ʼστὶν ἤδη καρτερὰν ψυχὴν λαβεῖν,
καί μοι βαδιστέʼ ἐστὶν ὡς Εὐριπίδην.
400
παῖ παῖ.

Κηφισόφων

τίς οὗτος,

Δικαιόπολις

ἔνδον ἔστʼ Εὐριπίδης;

Κηφισόφων

οὐκ ἔνδον ἔνδον ἐστίν, εἰ γνώμην ἔχεις.

Δικαιόπολις

πῶς ἔνδον εἶτʼ οὐκ ἔνδον;
405

Κηφισόφων

ὀρθῶς ὦ γέρον.
ὁ νοῦς μὲν ἔξω ξυλλέγων ἐπύλλια
οὐκ ἔνδον, αὐτὸς δʼ ἔνδον ἀναβάδην ποιεῖ
τραγῳδίαν.

Δικαιόπολις

ὦ τρισμακάριʼ Εὐριπίδη,
410
ὅθʼ ὁ δοῦλος οὑτωσὶ σαφῶς ἀπεκρίνατο.
ἐκκάλεσον αὐτόν.

Κηφισόφων

ἀλλʼ ἀδύνατον.

Δικαιόπολις

ἀλλʼ ὅμως·
οὐ γὰρ ἂν ἀπέλθοιμʼ, ἀλλὰ κόψω τὴν θύραν.
415
Εὐριπίδη, Εὐριπίδιον,
ὑπάκουσον, εἴπερ τώποτʼ ἀνθρώπων τινί·
Δικαιόπολις καλεῖ σε Χολλῄδης, ἐγώ.

Εὐριπίδης

ἀλλʼ οὐ σχολή.

Δικαιόπολις

ἀλλʼ ἐκκυκλήθητʼ.
420

Εὐριπίδης

ἀλλʼ ἀδύνατον.

Δικαιόπολις

ἀλλʼ ὅμως.

Εὐριπίδης

ἀλλʼ ἐκκυκλήσομαι· καταβαίνειν δʼ οὐ σχολή.

Δικαιόπολις

Εὐριπίδη,

Εὐριπίδης

τί λέλακας;
425

Δικαιόπολις

ἀναβάδην ποιεῖς,
ἐξὸν καταβάδην; οὐκ ἐτὸς χωλοὺς ποιεῖς.
ἀτὰρ τί τὰ ῥάκιʼ ἐκ τραγῳδίας ἔχεις,
ἐσθῆτʼ ἐλεινήν; οὐκ ἐτὸς πτωχοὺς ποιεῖς.
ἀλλʼ ἀντιβολῶ πρὸς τῶν γονάτων σʼ Εὐριπίδη,
430
δός μοι ῥάκιόν τι τοῦ παλαιοῦ δράματος.
δεῖ γάρ με λέξαι τῷ χορῷ ῥῆσιν μακράν·
αὕτη δὲ θάνατον, ἢν κακῶς λέξω, φέρει.

Εὐριπίδης

τὰ ποῖα τρύχη; μῶν ἐν οἷς Οἰνεὺς ὁδὶ
ὁ δύσποτμος γεραιὸς ἠγωνίζετο;
435

Δικαιόπολις

οὐκ Οἰνέως ἦν, ἀλλʼ ἔτʼ ἀθλιωτέρου.

Εὐριπίδης

τὰ τοῦ τυφλοῦ Φοίνικος;

Δικαιόπολις

οὐ Φοίνικος, οὔ·
ἀλλʼ ἕτερος ἦν Φοίνικος ἀθλιώτερος.

Εὐριπίδης

ποίας ποθʼ ἁνὴρ λακίδας αἰτεῖται πέπλων;
440
ἀλλʼ ἦ Φιλοκτήτου τὰ τοῦ πτωχοῦ λέγεις;

Δικαιόπολις

οὐκ ἀλλὰ τούτου πολὺ πολὺ πτωχιστέρου.

Εὐριπίδης

ἀλλʼ ἦ τὰ δυσπινῆ ʼθέλεις πεπλώματα,
ἃ Βελλεροφόντης εἶχʼ ὁ χωλὸς οὑτοσί;

Δικαιόπολις

οὐ Βελλεροφόντης· ἀλλὰ κἀκεῖνος μὲν ἦν
445
χωλὸς προσαιτῶν στωμύλος δεινὸς λέγειν.

Εὐριπίδης

οἶδʼ ἄνδρα Μυσὸν Τήλεφον.

Δικαιόπολις

ναὶ Τήλεφον·
τούτου δὸς ἀντιβολῶ σέ μοι τὰ σπάργανα.

Εὐριπίδης

ὦ παῖ δὸς αὐτῷ Τηλέφου ῥακώματα.
450
κεῖται δʼ ἄνωθεν τῶν Θυεστείων ῥακῶν
μεταξὺ τῶν Ἰνοῦς.

Κηφισόφων

ἰδοὺ ταυτὶ λαβέ.

Δικαιόπολις

ὦ Ζεῦ διόπτα καὶ κατόπτα πανταχῇ,
ἐνσκευάσασθαί μʼ οἷον ἀθλιώτατον.
455
Εὐριπίδη, ʼπειδήπερ ἐχαρίσω ταδί,
κἀκεῖνά μοι δὸς τἀκόλουθα τῶν ῥακῶν,
τὸ πιλίδιον περὶ τὴν κεφαλὴν τὸ Μύσιον.
δεῖ γάρ με δόξαι πτωχὸν εἶναι τήμερον,
εἶναι μὲν ὅσπερ εἰμί, φαίνεσθαι δὲ μή·
460
τοὺς μὲν θεατὰς εἰδέναι μʼ ὃς εἴμʼ ἐγώ,
τοὺς δʼ αὖ χορευτὰς ἠλιθίους παρεστάναι,
ὅπως ἂν αὐτοὺς ῥηματίοις σκιμαλίσω.

Εὐριπίδης

δώσω· πυκνῇ γὰρ λεπτὰ μηχανᾷ φρενί.

Δικαιόπολις

εὐδαιμονοίης, Τηλέφῳ δʼ ἁγὼ φρονῶ.
465
εὖ γʼ οἷον ἤδη ῥηματίων ἐμπίμπλαμαι.
ἀτὰρ δέομαί γε πτωχικοῦ βακτηρίου.

Εὐριπίδης

τουτὶ λαβὼν ἄπελθε λαΐνων σταθμῶν.

Δικαιόπολις

ὦ θύμʼ, ὁρᾷς γὰρ ὡς ἀπωθοῦμαι δόμων,
πολλῶν δεόμενος σκευαρίων· νῦν δὴ γενοῦ
470
γλίσχρος προσαιτῶν λιπαρῶν τʼ. Εὐριπίδη
δός μοι σπυρίδιον διακεκαυμένον λύχνῳ.

Εὐριπίδης

τί δʼ ὦ τάλας σε τοῦδʼ ἔχει πλέκους χρέος;

Δικαιόπολις

χρέος μὲν οὐδέν, βούλομαι δʼ ὅμως λαβεῖν.

Εὐριπίδης

λυπηρὸς ἴσθʼ ὢν κἀποχώρησον δόμων.
475

Δικαιόπολις

φεῦ·
εὐδαιμονοίης, ὥσπερ ἡ μήτηρ ποτέ.

Εὐριπίδης

ἄπελθε νῦν μοι.

Δικαιόπολις

μἀλλά μοι δὸς ἓν μόνον
κοτυλίσκιον τὸ χεῖλος ἀποκεκρουσμένον.
480

Εὐριπίδης

φθείρου λαβὼν τόδʼ· ἴσθʼ ὀχληρὸς ὢν δόμοις.

Δικαιόπολις

οὔπω μὰ Δίʼ· οἶσθʼ οἷʼ αὐτὸς ἐργάζει κακά.
ἀλλʼ ὦ γλυκύτατʼ Εὐριπίδη τουτὶ μόνον
δός μοι χυτρίδιον σφογγίῳ βεβυσμένον.

Εὐριπίδης

ὦνθρωπʼ ἀφαιρήσει με τὴν τραγῳδίαν·
485
ἄπελθε ταυτηνὶ λαβών.

Δικαιόπολις

ἀπέρχομαι.
καίτοι τί δράσω; δεῖ γὰρ ἑνὸς οὗ μὴ τυχὼν
ἀπόλωλʼ. ἄκουσον ὦ γλυκύτατʼ Εὐριπίδη·
τουτὶ λαβὼν ἄπειμι κοὐ πρόσειμʼ ἔτι·
490
ἐς τὸ σπυρίδιον ἰσχνά μοι φυλλεῖα δός.

Εὐριπίδης

ἀπολεῖς μʼ. ἰδού σοι. φροῦδά μοι τὰ δράματα.

Δικαιόπολις

ἀλλʼ οὐκέτʼ, ἀλλʼ ἄπειμι. καὶ γάρ εἰμʼ ἄγαν
ὀχληρός, οὐ δοκῶν με κοιράνους στυγεῖν.
οἴμοι κακοδαίμων, ὡς ἀπόλωλʼ. ἐπελαθόμην
495
ἐν ᾧπέρ ἐστι πάντα μοι τὰ πράγματα.
Εὐριπίδιον ὦ φιλτάτιον καὶ γλυκύτατον,
κάκιστʼ ἀπολοίμην, εἴ τί σʼ αἰτήσαιμʼ ἔτι,
πλὴν ἓν μόνον, τουτὶ μόνον τουτὶ μόνον,
σκάνδικά μοι δὸς μητρόθεν δεδεγμένος.
500

Εὐριπίδης

ἁνὴρ ὑβρίζει· κλῇε πηκτὰ δωμάτων.

Δικαιόπολις

ὦ θύμʼ ἄνευ σκάνδικος ἐμπορευτέα.
ἆρʼ οἶσθʼ ὅσον τὸν ἀγῶνʼ ἀγωνιεῖ τάχα,
μέλλων ὑπὲρ Λακεδαιμονίων ἀνδρῶν λέγειν;
πρόβαινέ νυν ὦ θυμέ· γραμμὴ δʼ αὑτηί.
505
ἕστηκας; οὐκ εἶ καταπιὼν Εὐριπίδην;
ἐπῄνεσʼ· ἄγε νυν ὦ τάλαινα καρδία
ἄπελθʼ ἐκεῖσε, κᾆτα τὴν κεφαλὴν ἐκεῖ
παράσχες εἰποῦσʼ ἅττʼ ἂν αὐτῇ σοι δοκῇ.
τόλμησον ἴθι χώρησον, ἄγαμαι καρδίας.
510

Χορός

τί δράσεις; τί φήσεις; εὖ ἴσθι νυν
ἀναίσχυντος ὢν σιδηροῦς τʼ ἀνήρ,
ὅστις παρασχὼν τῇ πόλει τὸν αὐχένα
ἅπασι μέλλεις εἷς λέγειν τἀναντία.
ἁνὴρ οὐ τρέμει τὸ πρᾶγμʼ. εἶά νυν,
515
ἐπειδήπερ αὐτὸς αἱρεῖ, λέγε.

Δικαιόπολις

μή μοι φθονήσητʼ ἄνδρες οἱ θεώμενοι,
εἰ πτωχὸς ὢν ἔπειτʼ ἐν Ἀθηναίοις λέγειν
μέλλω περὶ τῆς πόλεως, τρυγῳδίαν ποιῶν.
τὸ γὰρ δίκαιον οἶδε καὶ τρυγῳδία.
520
ἐγὼ δὲ λέξω δεινὰ μὲν δίκαια δέ.
οὐ γάρ με νῦν γε διαβαλεῖ Κλέων ὅτι
ξένων παρόντων τὴν πόλιν κακῶς λέγω.
αὐτοὶ γάρ ἐσμεν οὑπὶ Ληναίῳ τʼ ἀγών,
κοὔπω ξένοι πάρεισιν· οὔτε γὰρ φόροι
525
ἥκουσιν οὔτʼ ἐκ τῶν πόλεων οἱ ξύμμαχοι·
ἀλλʼ ἐσμὲν αὐτοὶ νῦν γε περιεπτισμένοι·
τοὺς γὰρ μετοίκους ἄχυρα τῶν ἀστῶν λέγω.
ἐγὼ δὲ μισῶ μὲν Λακεδαιμονίους σφόδρα,
καὐτοῖς ὁ Ποσειδῶν οὑπὶ Ταινάρῳ θεὸς
530
σείσας ἅπασιν ἐμβάλοι τὰς οἰκίας·
κἀμοὶ γάρ ἐστʼ ἀμπέλια διακεκομμένα.
ἀτὰρ φίλοι γὰρ οἱ παρόντες ἐν λόγῳ,
τί ταῦτα τοὺς Λάκωνας αἰτιώμεθα;
ἡμῶν γὰρ ἄνδρες, κοὐχὶ τὴν πόλιν λέγω,
535
μέμνησθε τοῦθʼ ὅτι οὐχὶ τὴν πόλιν λέγω,
ἀλλʼ ἀνδράρια μοχθηρά, παρακεκομμένα,
ἄτιμα καὶ παράσημα καὶ παράξενα,
ἐσυκοφάντει Μεγαρέων τὰ χλανίσκια·
κεἴ που σίκυον ἴδοιεν ἢ λαγῴδιον
540
ἢ χοιρίδιον ἢ σκόροδον ἢ χόνδρους ἅλας,
ταῦτʼ ἦν Μεγαρικὰ κἀπέπρατʼ αὐθημερόν.
καὶ ταῦτα μὲν δὴ σμικρὰ κἀπιχώρια,
πόρνην δὲ Σιμαίθαν ἰόντες Μεγαράδε
νεανίαι κλέπτουσι μεθυσοκότταβοι·
545
κᾆθʼ οἱ Μεγαρῆς ὀδύναις πεφυσιγγωμένοι
ἀντεξέκλεψαν Ἀσπασίας πόρνα δύο·
κἀντεῦθεν ἀρχὴ τοῦ πολέμου κατερράγη
Ἕλλησι πᾶσιν ἐκ τριῶν λαικαστριῶν.
ἐντεῦθεν ὀργῇ Περικλέης οὑλύμπιος
550
ἤστραπτʼ ἐβρόντα ξυνεκύκα τὴν Ἑλλάδα,
ἐτίθει νόμους ὥσπερ σκόλια γεγραμμένους,
ὡς χρὴ Μεγαρέας μήτε γῇ μήτʼ ἐν ἀγορᾷ
μήτʼ ἐν θαλάττῃ μήτʼ ἐν οὐρανῷ μένειν.
ἐντεῦθεν οἱ Μεγαρῆς, ὅτε δὴ ʼπείνων βάδην,
555
Λακεδαιμονίων ἐδέοντο τὸ ψήφισμʼ ὅπως
μεταστραφείη τὸ διὰ τὰς λαικαστρίας·
κοὐκ ἠθέλομεν ἡμεῖς δεομένων πολλάκις.
κἀντεῦθεν ἤδη πάταγος ἦν τῶν ἀσπίδων.
ἐρεῖ τις, οὐ χρῆν· ἀλλὰ τί ἐχρῆν, εἴπατε.
560
φέρʼ εἰ Λακεδαιμονίων τις ἐκπλεύσας σκάφει
ἀπέδοτο φήνας κυνίδιον Σεριφίων,
καθῆσθʼ ἂν ἐν δόμοισιν; ἦ πολλοῦ γε δεῖ·
καὶ κάρτα μέντἂν εὐθέως καθείλκετε
τριακοσίας ναῦς, ἦν δʼ ἂν ἡ πόλις πλέα
565
θορύβου στρατιωτῶν, περὶ τριηράρχου βοῆς,
μισθοῦ διδομένου, παλλαδίων χρυσουμένων,
στοᾶς στεναχούσης, σιτίων μετρουμένων,
ἀσκῶν, τροπωτήρων, κάδους ὠνουμένων,
σκορόδων, ἐλαῶν, κρομμύων ἐν δικτύοις,
570
στεφάνων, τριχίδων, αὐλητρίδων, ὑπωπίων·
τὸ νεώριον δʼ αὖ κωπέων πλατουμένων,
τύλων ψοφούντων, θαλαμιῶν τροπουμένων,
αὐλῶν, κελευστῶν, νιγλάρων, συριγμάτων.
ταῦτʼ οἶδʼ ὅτι ἂν ἐδρᾶτε· τὸν δὲ Τήλεφον
575
οὐκ οἰόμεσθα; νοῦς ἄρʼ ἡμῖν οὐκ ἔνι.

Ἡμιχόριον Α

ἄληθες ὦπίτριπτε καί μιαρώτατε;
ταυτὶ σὺ τολμᾷς πτωχὸς ὢν ἡμᾶς λέγειν,
καὶ συκοφάντης εἴ τις ἦν ὠνείδισας;

Ἡμιχόριον Β

νὴ τὸν Ποσειδῶ καὶ λέγει γʼ ἅπερ λέγει
580
δίκαια πάντα κοὐδὲν αὐτῶν ψεύδεται.

Ἡμιχόριον Α

εἶτʼ εἰ δίκαια, τοῦτον εἰπεῖν αὔτʼ ἐχρῆν;
ἀλλʼ οὔτι χαίρων ταῦτα τολμήσει λέγειν.

Ἡμιχόριον Β

οὗτος σὺ ποῖ θεῖς; οὐ μενεῖς; ὡς εἰ θενεῖς
τὸν ἄνδρα τοῦτον, αὐτὸς ἀρθήσει τάχα.
585

Ἡμιχόριον Α

ἰὼ Λάμαχʼ ὦ βλέπων ἀστραπάς,
βοήθησον ὦ γοργολόφα φανείς,
ἰὼ Λάμαχʼ ὦ φίλʼ ὦ φυλέτα·
εἴτε τις ἔστι ταξίαρχος ἢ στρατηγὸς ἢ
τειχομάχας ἀνήρ, βοηθησάτω
590
τις ἀνύσας. ἐγὼ γὰρ ἔχομαι μέσος.

Λάμαχος

πόθεν βοῆς ἤκουσα πολεμιστηρίας;
ποῖ χρὴ βοηθεῖν; ποῖ κυδοιμὸν ἐμβαλεῖν;
τίς Γοργόνʼ ἐξήγειρεν ἐκ τοῦ σάγματος;

Δικαιόπολις

ὦ Λάμαχʼ ἥρως, τῶν λόφων καὶ τῶν λόχων.
595

Ἡμιχόριον Α

ὦ Λάμαχʼ, οὐ γὰρ οὗτος ἅνθρωπος πάλαι
ἅπασαν ἡμῶν τὴν πόλιν κακορροθεῖ;

Λάμαχος

οὗτος σὺ τολμᾷς πτωχὸς ὢν λέγειν τάδε;

Δικαιόπολις

ὦ Λάμαχʼ ἥρως, ἀλλὰ συγγνώμην ἔχε,
εἰ πτωχὸς ὢν εἶπόν τι κἀστωμυλάμην.
600

Λάμαχος

τί δʼ εἶπας ἡμᾶς; οὐκ ἐρεῖς;

Δικαιόπολις

οὐκ οἶδά πω·
ὑπὸ τοῦ δέους γὰρ τῶν ὅπλων εἰλιγγιῶ.
ἀλλʼ ἀντιβολῶ σʼ ἀπένεγκέ μου τὴν μορμόνα.

Λάμαχος

ἰδού.
605

Δικαιόπολις

παράθες νυν ὑπτίαν αὐτὴν ἐμοί.

Λάμαχος

κεῖται.

Δικαιόπολις

φέρε νυν ἀπὸ τοῦ κράνους μοι τὸ πτερόν.

Λάμαχος

τουτὶ πτίλον σοι.

Δικαιόπολις

τῆς κεφαλῆς νύν μου λαβοῦ,
610
ἵνʼ ἐξεμέσω· βδελύττομαι γὰρ τοὺς λόφους.

Λάμαχος

οὗτος τί δράσεις; τῷ πτίλῳ μέλλεις ἐμεῖν;
πτίλον γάρ ἐστιν —

Δικαιόπολις

εἰπέ μοι τίνος ποτὲ
ὄρνιθός ἐστιν; ἆρα κομπολακύθου;
615

Λάμαχος

οἴμʼ ὡς τεθνήξεις.

Δικαιόπολις

μηδαμῶς ὦ Λάμαχε·
οὐ γὰρ κατʼ ἰσχύν ἐστιν· εἰ δʼ ἰσχυρὸς εἶ,
τί μʼ οὐκ ἀπεψώλησας; εὔοπλος γὰρ εἶ.

Λάμαχος

ταυτὶ λέγεις σὺ τὸν στρατηγὸν πτωχὸς ὤν;
620

Δικαιόπολις

ἐγὼ γάρ εἰμι πτωχός;

Λάμαχος

ἀλλὰ τίς γὰρ εἶ;

Δικαιόπολις

ὅστις; πολίτης χρηστός, οὐ σπουδαρχίδης,
ἀλλʼ ἐξ ὅτου περ ὁ πόλεμος, στρατωνίδης,
σὺ δʼ ἐξ ὅτου περ ὁ πόλεμος, μισθαρχίδης.
625

Λάμαχος

ἐχειροτόνησαν γάρ με —

Δικαιόπολις

κόκκυγές γε τρεῖς.
ταῦτʼ οὖν ἐγὼ βδελυττόμενος ἐσπεισάμην,
ὁρῶν πολιοὺς μὲν ἄνδρας ἐν ταῖς τάξεσιν,
νεανίας δʼ οἵους σὺ διαδεδρακότας,
630
τοὺς μὲν ἐπὶ Θρᾴκης μισθοφοροῦντας τρεῖς δραχμάς,
Τεισαμενοφαινίππους Πανουργιππαρχίδας,
ἑτέρους δὲ παρὰ Χάρητι τοὺς δʼ ἐν Χάοσιν,
Γερητοθεοδώρους Διομειαλαζόνας,
τοὺς δʼ ἐν Καμαρίνῃ κἀν Γέλα κἀν Καταγέλᾳ.
635

Λάμαχος

ἐχειροτονήθησαν γάρ.

Δικαιόπολις

αἴτιον δὲ τί
ὑμᾶς μὲν ἀεὶ μισθοφορεῖν ἁμῃγέπῃ,
τωνδὶ δὲ μηδένʼ; ἐτεὸν ὦ Μαριλάδη
ἤδη πεπρέσβευκας σὺ πολιὸς ὢν ἓν ἢ;
640
ἀνένευσε· καίτοι γʼ ἐστὶ σώφρων κἀργάτης.
τί δαὶ Δράκυλλος ἢ Εὐφορίδης ἢ Πρινίδης;
εἶδέν τις ὑμῶν τἀκβάτανʼ ἢ τοὺς Χάονας;
οὔ φασιν. ἀλλʼ ὁ Κοισύρας καὶ Λάμαχος,
οἷς ὑπʼ ἐράνου τε καὶ χρεῶν πρώην ποτέ,
645
ὥσπερ ἀπόνιπτρον ἐκχέοντες ἑσπέρας,
ἅπαντες ἐξίστω παρῄνουν οἱ φίλοι.

Λάμαχος

ὦ δημοκρατία ταῦτα δῆτʼ ἀνασχετά;

Δικαιόπολις

οὐ δῆτʼ ἐὰν μὴ μισθοφορῇ γε Λάμαχος.

Λάμαχος

ἀλλʼ οὖν ἐγὼ μὲν πᾶσι Πελοποννησίοις
650
ἀεὶ πολεμήσω καὶ ταράξω πανταχῇ
καὶ ναυσὶ καὶ πεζοῖσι κατὰ τὸ καρτερόν.

Δικαιόπολις

ἐγὼ δὲ κηρύττω γε Πελοποννησίοις
ἅπασι καὶ Μεγαρεῦσι καὶ Βοιωτίοις
πωλεῖν ἀγοράζειν πρὸς ἐμέ, Λαμάχῳ δὲ μή.
655

Χορός

ἁνὴρ νικᾷ τοῖσι λόγοισιν, καὶ τὸν δῆμον μεταπείθει
περὶ τῶν σπονδῶν. ἀλλʼ ἀποδύντες τοῖς ἀναπαίστοις ἐπίωμεν.
ἐξ οὗ γε χοροῖσιν ἐφέστηκεν τρυγικοῖς ὁ διδάσκαλος ἡμῶν,
οὔπω παρέβη πρὸς τὸ θέατρον λέξων ὡς δεξιός ἐστιν·
διαβαλλόμενος δʼ ὑπὸ τῶν ἐχθρῶν ἐν Ἀθηναίοις ταχυβούλοις,
660
ὡς κωμῳδεῖ τὴν πόλιν ἡμῶν καὶ τὸν δῆμον καθυβρίζει,
ἀποκρίνασθαι δεῖται νυνὶ πρὸς Ἀθηναίους μεταβούλους.
φησὶν δʼ εἶναι πολλῶν ἀγαθῶν ἄξιος ὑμῖν ὁ ποιητής,
παύσας ὑμᾶς ξενικοῖσι λόγοις μὴ λίαν ἐξαπατᾶσθαι,
μήθʼ ἥδεσθαι θωπευομένους, μήτʼ εἶναι χαυνοπολίτας.
665
πρότερον δʼ ὑμᾶς ἀπὸ τῶν πόλεων οἱ πρέσβεις ἐξαπατῶντες
πρῶτον μὲν ἰοστεφάνους ἐκάλουν· κἀπειδὴ τοῦτό τις εἴποι,
εὐθὺς διὰ τοὺς στεφάνους ἐπʼ ἄκρων τῶν πυγιδίων ἐκάθησθε.
εἰ δέ τις ὑμᾶς ὑποθωπεύσας λιπαρὰς καλέσειεν Ἀθήνας,
ηὕρετο πᾶν ἂν διὰ τὰς λιπαράς, ἀφύων τιμὴν περιάψας.
670
ταῦτα ποιήσας πολλῶν ἀγαθῶν αἴτιος ὑμῖν γεγένηται,
καὶ τοὺς δήμους ἐν ταῖς πόλεσιν δείξας ὡς δημοκρατοῦνται.
τοιγάρτοι νῦν ἐκ τῶν πόλεων τὸν φόρον ὑμῖν ἀπάγοντες
ἥξουσιν ἰδεῖν ἐπιθυμοῦντες τὸν ποιητὴν τὸν ἄριστον,
ὅστις παρεκινδύνευσʼ εἰπεῖν ἐν Ἀθηναίοις τὰ δίκαια.
675
οὕτω δʼ αὐτοῦ περὶ τῆς τόλμης ἤδη πόρρω κλέος ἥκει,
ὅτε καὶ βασιλεὺς Λακεδαιμονίων τὴν πρεσβείαν βασανίζων
ἠρώτησεν πρῶτα μὲν αὐτοὺς πότεροι ταῖς ναυσὶ κρατοῦσιν,
εἶτα δὲ τοῦτον τὸν ποιητὴν ποτέρους εἴποι κακὰ πολλά·
τούτους γὰρ ἔφη τοὺς ἀνθρώπους πολὺ βελτίους γεγενῆσθαι
680
καὶ τῷ πολέμῳ πολὺ νικήσειν τοῦτον ξύμβουλον ἔχοντας.
διὰ ταῦθʼ ὑμᾶς Λακεδαιμόνιοι τὴν εἰρήνην προκαλοῦνται
καὶ τὴν Αἴγιναν ἀπαιτοῦσιν· καὶ τῆς νήσου μὲν ἐκείνης
οὐ φροντίζουσʼ, ἀλλʼ ἵνα τοῦτον τὸν ποιητὴν ἀφέλωνται.
ἀλλʼ ὑμεῖς τοι μή ποτʼ ἀφῆσθʼ· ὡς κωμῳδήσει τὰ δίκαια·
685
φησὶν δʼ ὑμᾶς πολλὰ διδάξειν ἀγάθʼ, ὥστʼ εὐδαίμονας εἶναι,
οὐ θωπεύων οὐδʼ ὑποτείνων μισθοὺς οὐδʼ ἐξαπατύλλων,
οὐδὲ πανουργῶν οὐδὲ κατάρδων, ἀλλὰ τὰ βέλτιστα διδάσκων.
πρὸς ταῦτα Κλέων καὶ παλαμάσθω
καὶ πᾶν ἐπʼ ἐμοὶ τεκταινέσθω.
690
τὸ γὰρ εὖ μετʼ ἐμοῦ καὶ τὸ δίκαιον
ξύμμαχον ἔσται, κοὐ μή ποθʼ ἁλῶ
περὶ τὴν πόλιν ὢν ὥσπερ ἐκεῖνος
δειλὸς καὶ λακαταπύγων.
δεῦρο Μοῦσʼ ἐλθὲ φλεγυρὰ πυρὸς ἔχουσα μένος ἔντονος Ἀχαρνική.
695
οἷον ἐξ ἀνθράκων πρινίνων φέψαλος ἀνήλατʼ ἐρεθιζόμενος οὐρίᾳ ῥιπίδι,
ἡνίκʼ ἂν ἐπανθρακίδες ὦσι παρακείμεναι,
οἱ δὲ Θασίαν ἀνακυκῶσι λιπαράμπυκα,
οἱ δὲ μάττωσιν, οὕτω σοβαρὸν ἐλθὲ μέλος ἔντονον ἀγροικότερον
ὡς ἐμὲ λαβοῦσα τὸν δημότην.
700
οἱ γέροντες οἱ παλαιοὶ μεμφόμεσθα τῇ πόλει·
οὐ γὰρ ἀξίως ἐκείνων ὧν ἐναυμαχήσαμεν
γηροβοσκούμεσθʼ ὑφʼ ὑμῶν, ἀλλὰ δεινὰ πάσχομεν,
οἵτινες γέροντας ἄνδρας ἐμβαλόντες ἐς γραφὰς
ὑπὸ νεανίσκων ἐᾶτε καταγελᾶσθαι ῥητόρων,
705
οὐδὲν ὄντας, ἀλλὰ κωφοὺς καὶ παρεξηυλημένους,
οἷς Ποσειδῶν ἀσφάλειός ἐστιν ἡ βακτηρία·
τονθορύζοντες δὲ γήρᾳ τῷ λίθῳ προσέσταμεν,
οὐχ ὁρῶντες οὐδὲν εἰ μὴ τῆς δίκης τὴν ἠλύγην.
ὁ δέ, νεανίας ἑαυτῷ σπουδάσας ξυνηγορεῖν,
710
ἐς τάχος παίει ξυνάπτων στρογγύλοις τοῖς ῥήμασιν·
κᾆτʼ ἀνελκύσας ἐρωτᾷ σκανδάληθρʼ ἱστὰς ἐπῶν
ἄνδρα Τιθωνὸν σπαράττων καὶ ταράττων καὶ κυκῶν.
ὁ δʼ ὑπὸ γήρως μασταρύζει, κᾆτʼ ὀφλὼν ἀπέρχεται,
εἶτα λύζει καὶ δακρύει καὶ λέγει πρὸς τοὺς φίλους,
715
οὗ μʼ ἐχρῆν σορὸν πρίασθαι τοῦτʼ ὀφλὼν ἀπέρχομαι.
ταῦτα πῶς εἰκότα, γέροντʼ ἀπολέσαι πολιὸν ἄνδρα περὶ κλεψύδραν,
πολλὰ δὴ ξυμπονήσαντα καὶ θερμὸν ἀπομορξάμενον ἀνδρικὸν ἱδρῶτα δὴ καὶ πολύν,
ἄνδρʼ ἀγαθὸν ὄντα Μαραθῶνι περὶ τὴν πόλιν;
εἶτα Μαραθῶνι μὲν ὅτʼ ἦμεν ἐδιώκομεν,
720
νῦν δʼ ὑπʼ ἀνδρῶν πονηρῶν σφόδρα διωκόμεθα, κᾆτα προσαλισκόμεθα.
πρὸς τάδε τίς ἀντερεῖ Μαρψίας;
τῷ γὰρ εἰκὸς ἄνδρα κυφὸν ἡλίκον Θουκυδίδην
ἐξολέσθαι συμπλακέντα τῇ Σκυθῶν ἐρημίᾳ,
τῷδε τῷ Κηφισοδήμῳ τῷ λάλῳ ξυνηγόρῳ;
725
ὥστʼ ἐγὼ μὲν ἠλέησα κἀπεμορξάμην ἰδὼν
ἄνδρα πρεσβύτην ὑπʼ ἀνδρὸς τοξότου κυκώμενον,
ὃς μὰ τὴν Δήμητρʼ, ἐκεῖνος ἡνίκʼ ἦν Θουκυδίδης,
οὐδʼ ἂν αὐτὴν τὴν Ἀχαίαν ῥᾳδίως ἠνέσχετο,
ἀλλὰ κατεπάλαισε μέντἂν πρῶτον Εὐάθλους δέκα,
730
κατεβόησε δʼ ἂν κεκραγὼς τοξότας τρισχιλίους,
περιετόξευσεν δʼ ἂν αὐτοῦ τοῦ πατρὸς τοὺς ξυγγενεῖς.
ἀλλʼ ἐπειδὴ τοὺς γέροντας οὐκ ἐᾶθʼ ὕπνου τυχεῖν,
ψηφίσασθε χωρὶς εἶναι τὰς γραφάς, ὅπως ἂν ᾖ
τῷ γέροντι μὲν γέρων καὶ νωδὸς ὁ ξυνήγορος,
735
τοῖς νέοισι δʼ εὐρύπρωκτος καὶ λάλος χὠ Κλεινίου.
κἀξελαύνειν χρὴ τὸ λοιπόν, κἂν φύγῃ τις ζημιοῦν,
τὸν γέροντα τῷ γέροντι, τὸν νέον δὲ τῷ νέῳ.

Δικαιόπολις

ὅροι μὲν ἀγορᾶς εἰσιν οἵδε τῆς ἐμῆς.
ἐνταῦθʼ ἀγοράζειν πᾶσι Πελοποννησίοις
740
ἔξεστι καὶ Μεγαρεῦσι καὶ Βοιωτίοις,
ἐφʼ ᾧτε πωλεῖν πρὸς ἐμέ, Λαμάχῳ δὲ μή.
ἀγορανόμους δὲ τῆς ἀγορᾶς καθίσταμαι
τρεῖς τοὺς λαχόντας τούσδʼ ἱμάντας ἐκ Λεπρῶν.
ἐνταῦθα μήτε συκοφάντης εἰσίτω
745
μήτʼ ἄλλος ὅστις Φασιανός ἐστʼ ἀνήρ.
ἐγὼ δὲ τὴν στήλην καθʼ ἣν ἐσπεισάμην
μέτειμʼ, ἵνα στήσω φανερὰν ἐν τἀγορᾷ.

Μεγαρεύς

ἀγορὰ νʼ Ἀθάναις χαῖρε Μεγαρεῦσιν φίλα.
ἐπόθουν τυ ναὶ τὸν φίλιον ᾇπερ ματέρα.
750
ἀλλʼ ὦ πόνηρα κώριʼ ἀθλίω πατρός,
ἄμβατε ποττὰν μᾶδδαν, αἴ χʼ εὕρητέ πᾶ.
ἀκούετε δή, ποτέχετʼ ἐμὶν τὰν γαστέρα·
πότερα πεπρᾶσθαι χρῄδδετʼ ἢ πεινῆν κακῶς;

Κόρα

πεπρᾶσθαι πεπρᾶσθαι.
755

Μεγαρεύς

ἐγώνγα καὐτός φαμι. τίς δʼ οὕτως ἄνους
ὃς ὑμέ κα πρίαιτο φανερὰν ζαμίαν;
ἀλλʼ ἔστι γάρ μοι Μεγαρικά τις μαχανά,
χοίρως γὰρ ὑμὲ σκευάσας φασῶ φέρειν.
περίθεσθε τάσδε τὰς ὁπλὰς τῶν χοιρίων.
760
ὅπως δὲ δοξεῖτʼ εἶμεν ἐξ ἀγαθᾶς ὑός·
ὡς ναὶ τὸν Ἑρμᾶν, αἴπερ ἱξεῖτʼ οἴκαδις
ἄπρατα, πειρασεῖσθε τᾶς λιμῶ κακῶς.
ἀλλʼ ἀμφίθεσθε καὶ ταδὶ τὰ ῥυγχία,
κἤπειτεν ἐς τὸυ σάκκον ὧδʼ ἐσβαίνετε.
765
ὅπως δὲ γρυλλιξεῖτε καὶ κοΐξετε
χἠσεῖτε φωνὰν χοιρίων μυστηρικῶν.
ἐγὼν δὲ καρυξῶ Δικαιόπολιν ὅπᾳ·
Δικαιόπολι, ἦ λῇς πρίασθαι χοιρία;

Δικαιόπολις

τί; ἀνὴρ Μεγαρικός;
770

Μεγαρεύς

ἀγορασοῦντες ἵκομες.

Δικαιόπολις

πῶς ἔχετε;

Μεγαρεύς

διαπεινᾶμες ἀεὶ ποττὸ πῦρ.

Δικαιόπολις

ἀλλʼ ἡδύ τοι νὴ τὸν Δίʼ, ἢν αὐλὸς παρῇ.
τί δʼ ἄλλο πράττεθʼ οἱ Μεγαρῆς νῦν;
775

Μεγαρεύς

οἷα δή.
ὅκα μὲν ἐγὼν τηνῶθεν ἐμπορευόμαν,
ἄνδρες πρόβουλοι τοῦτʼ ἔπραττον τᾷ πόλει,
ὅπως τάχιστα καὶ κάκιστʼ ἀπολοίμεθα.

Δικαιόπολις

αὐτίκʼ ἄρʼ ἀπαλλάξεσθε πραγμάτων.
780

Μεγαρεύς

σά μάν;

Δικαιόπολις

τί δʼ ἄλλο Μεγαροῖ; πῶς ὁ σῖτος ὤνιος;

Μεγαρεύς

παρʼ ἁμὶ πολυτίματος ᾇπερ τοὶ θεοί.

Δικαιόπολις

ἅλας οὖν φέρεις;

Μεγαρεύς

οὐχ ὑμὲς αὐτῶν ἄρχετε;
785

Δικαιόπολις

οὐδὲ σκόροδα;

Μεγαρεύς

ποῖα σκόροδʼ; ὑμὲς τῶν ἀεί,
ὅκκʼ ἐσβάλητε, τὼς ἀρωραῖοι μύες
πάσσακι τὰς ἄγλιθας ἐξορύσσετε.

Δικαιόπολις

τί δαὶ φέρεις;
790

Μεγαρεύς

χοίρως ἐγώνγα μυστικάς.

Δικαιόπολις

καλῶς λέγεις· ἐπίδειξον.

Μεγαρεύς

ἀλλὰ μὰν καλαί.
ἄντεινον αἰ λῇς· ὡς παχεῖα καὶ καλά.

Δικαιόπολις

τουτὶ τί ἦν τὸ πρᾶγμα;
795

Μεγαρεύς

χοῖρος ναὶ Δία.

Δικαιόπολις

τί λέγεις σύ; ποδαπὴ δή ʼστι χοῖρος;

Μεγαρεύς

Μεγαρικά.
ἢ οὐ χοῖρός ἐσθʼ ἅδʼ;

Δικαιόπολις

οὐκ ἔμοιγε φαίνεται.
800

Μεγαρεύς

οὐ δεινά; θᾶσθε τῶδε τὰς ἀπιστίας·
οὔ φατι τάνδε χοῖρον εἶμεν. ἀλλὰ μάν,
αἰ λῇς, περίδου μοι περὶ θυμιτιδᾶν ἁλῶν,
αἰ μή ʼστιν οὗτος χοῖρος Ἑλλάνων νόμῳ.

Δικαιόπολις

ἀλλʼ ἔστιν ἀνθρώπου γε.
805

Μεγαρεύς

ναὶ τὸν Διοκλέα
ἐμά γα. τὺ δέ νιν εἴμεναι τίνος δοκεῖς;
ἦ λῇς ἀκοῦσαι φθεγγομένας;

Δικαιόπολις

νὴ τοὺς θεοὺς
ἔγωγε.
810

Μεγαρεύς

φώνει δὴ τὺ ταχέως χοιρίον.
οὐ χρῆσθα; σιγῇς ὦ κάκιστʼ ἀπολουμένα;
πάλιν τυ ἀποισῶ ναὶ τὸν Ἑρμᾶν οἴκαδις.

Κόρη

κοῒ κοΐ.

Μεγαρεύς

αὕτα ʼστὶ χοῖρος;
815

Δικαιόπολις

νῦν γε χοῖρος φαίνεται.
ἀτὰρ ἐκτραφείς γε κύσθος ἔσται.

Μεγαρεύς

πέντʼ ἑτῶν,
σάφʼ ἴσθι, ποττὰν ματέρʼ εἰκασθήσεται.

Δικαιόπολις

ἀλλʼ οὐδὲ θύσιμός ἐστιν αὑτηγί.
820

Μεγαρεύς

σά μάν;
πᾷ δʼ οὐχὶ θύσιμός ἐστι;

Δικαιόπολις

κέρκον οὐκ ἔχει.

Μεγαρεύς

νεαρὰ γάρ ἐστιν· ἀλλὰ δελφακουμένα
ἑξεῖ μεγάλαν τε καὶ παχεῖαν κἠρυθράν.
825
ἀλλʼ αἰ τράφειν λῇς, ἅδε τοι χοῖρος καλά.

Δικαιόπολις

ὡς ξυγγενὴς ὁ κύσθος αὐτῆς θατέρᾳ.

Μεγαρεύς

ὁμοματρία γάρ ἐστι κἠκ τωὐτῶ πατρός.
αἰ δʼ ἂν παχυνθῇ κἀναχνοιανθῇ τριχί,
κάλλιστος ἔσται χοῖρος Ἀφροδίτᾳ θύειν.
830

Δικαιόπολις

ἀλλʼ οὐχὶ χοῖρος τἀφροδίτῃ θύεται.

Μεγαρεύς

οὐ χοῖρος Ἀφροδίτᾳ; μόνᾳ γα δαιμόνων.
καὶ γίνεταί γα τᾶνδε τᾶν χοίρων τὸ κρῆς
ἅδιστον ἂν τὸν ὀδελὸν ἐμπεπαρμένον.

Δικαιόπολις

ἤδη δʼ ἄνευ τῆς μητρὸς ἐσθίοιεν ἄν;
835

Μεγαρεύς

ναὶ τὸν Ποτειδᾶν καί κʼ ἄνις γα τῶ πατρός.

Δικαιόπολις

τί δʼ ἐσθίει μάλιστα;

Μεγαρεύς

πάνθʼ ἅ κα διδῷς.
αὐτὸς δʼ ἐρώτη.

Δικαιόπολις

χοῖρε χοῖρε.
840

Κόρα

κοῒ κοΐ.

Δικαιόπολις

τρώγοις ἂν ἐρεβίνθους;

Κόρα

κοῒ κοῒ κοΐ.

Δικαιόπολις

τί δαί; φιβάλεως ἰσχάδας;

Κόρα

κοῒ κοΐ.
845

Δικαιόπολις

τί δαὶ σύ; τρώγοις ἄν;

Κόρα

κοῒ κοῒ κοΐ.

Δικαιόπολις

ὡς ὀξὺ πρὸς τὰς ἰσχάδας κεκράγατε.
ἐνεγκάτω τις ἔνδοθεν τῶν ἰσχάδων
τοῖς χοιριδίοισιν. ἆρα τρώξονται; βαβαί,
850
οἷον ῥοθιάζουσʼ ὦ πολυτίμηθʼ Ἡράκλεις.
ποδαπὰ τὰ χοιρίʼ; ὡς Τραγασαῖα φαίνεται.

Μεγαρεύς

ἀλλʼ οὔτι πάσας κατέτραγον τὰς ἰσχάδας.
ἐγὼ γὰρ αὐτᾶν τάνδε μίαν ἀνειλόμαν.

Δικαιόπολις

νὴ τὸν Δίʼ ἀστείω γε τὼ βοσκήματε·
855
πόσου πρίωμαί σοι τὰ χοιρίδια; λέγε.

Μεγαρεύς

τὸ μὲν ἅτερον τούτων σκορόδων τροπαλίδος,
τὸ δʼ ἅτερον, αἰ λῇς, χοίνικος μόνας ἁλῶν.

Δικαιόπολις

ὠνήσομαί σοι· περίμενʼ αὐτοῦ.

Μεγαρεύς

ταῦτα δή.
860
Ἑρμᾶ ʼμπολαῖε τὰν γυναῖκα τὰν ἐμὰν
οὕτω μʼ ἀποδόσθαι τάν τʼ ἐμωυτῶ τʼ ἐμωυτῶ ματέρα.

Συκοφάντης

ὦνθρωπε ποδαπός;

Μεγαρεύς

χοιροπώλας Μεγαρικός.

Συκοφάντης

τὰ χοιρίδια τοίνυν ἐγὼ φανῶ ταδὶ
865
πολέμια καὶ σέ.

Μεγαρεύς

τοῦτʼ ἐκεῖνʼ, ἵκει πάλιν
ὅθενπερ ἀρχὰ τῶν κακῶν ἁμῖν ἔφυ.

Συκοφάντης

κλάων μεγαριεῖς. οὐκ ἀφήσεις τὸν σάκον;

Μεγαρεύς

Δικαιόπολι Δικαιόπολι φαντάδδομαι.
870

Δικαιόπολις

ὑπὸ τοῦ; τίς ὁ φαίνων σʼ ἐστίν; ἁγορανόμοι,
τοὺς συκοφάντας οὐ θύραζʼ ἐξείρξετε;
τί δὴ μαθὼν φαίνεις ἄνευ θρυαλλίδος;

Συκοφάντης

οὐ γὰρ φανῶ τοὺς πολεμίους;

Δικαιόπολις

κλάων γε σύ,
875
εἰ μὴ ʼτέρωσε συκοφαντήσεις τρέχων.

Μεγαρεύς

οἷον τὸ κακὸν ἐν ταῖς Ἀθάναις τοῦτʼ ἔνι.

Δικαιόπολις

θάρρει Μεγαρίκʼ· ἀλλʼ ἧς τὰ χοιρίδιʼ ἀπέδου
τιμῆς, λαβὲ ταυτὶ τὰ σκόροδα καὶ τοὺς ἅλας,
καὶ χαῖρε πόλλʼ.
880

Μεγαρεύς

ἀλλʼ ἁμὶν οὐκ ἐπιχώριον.

Δικαιόπολις

πολυπραγμοσύνη νυν ἐς κεφαλὴν τράποιτʼ ἐμοί.

Μεγαρεύς

ὦ χοιρίδια πειρῆσθε κἄνις τῶ πατρὸς
παίειν ἐφʼ ἁλὶ τὰν μᾶδδαν, αἴκα τις διδῷ.

Χορός

εὐδαιμονεῖ γʼ ἅνθρωπος. οὐκ ἤκουσας οἷ προβαίνει
885
τὸ πρᾶγμα τοῦ βουλεύματος; καρπώσεται γὰρ ἁνὴρ
ἐν τἀγορᾷ καθήμενος·
κἂν εἰσίῃ τις Κτησίας
ἢ συκοφάντης ἄλλος, οἰμώζων
καθεδεῖται·
890
οὐδʼ ἄλλος ἀνθρώπων ὑποψωνῶν σε πημανεῖ τι,
οὐδʼ ἐξομόρξεται Πρέπις τὴν εὐρυπρωκτίαν σοι,
οὐδʼ ὠστιεῖ Κλεωνύμῳ·
χλαῖναν δʼ ἔχων φανὴν δίει
κοὐ ξυντυχών σʼ Ὑπέρβολος
895
δικῶν ἀναπλήσει·
οὐδʼ ἐντυχὼν ἐν τἀγορᾷ πρόσεισί σοι βαδίζων
Κρατῖνος ἀεὶ κεκαρμένος μοιχὸν μιᾷ μαχαίρᾳ,
ὁ περιπόνηρος Ἀρτέμων,
ὁ ταχὺς ἄγαν τὴν μουσικήν,
900
ὄζων κακὸν τῶν μασχαλῶν
πατρὸς Τραγασαίου·
οὐδʼ αὖθις αὖ σε σκώψεται Παύσων ὁ παμπόνηρος
Λυσίστρατός τʼ ἐν τἀγορᾷ, Χολαργέων ὄνειδος,
ὁ περιαλουργὸς τοῖς κακοῖς,
905
ῥιγῶν τε καὶ πεινῶν ἀεὶ
πλεῖν ἢ τριάκονθʼ ἡμέρας
τοῦ μηνὸς ἑκάστου.

Βοιωτός

ἴττω Ἡρακλῆς ἔκαμόν γα τὰν τύλαν κακῶς·
κατάθου τὺ τὰν γλάχωνʼ ἀτρέμας Ἰσμηνία·
910
ὑμὲς δʼ ὅσοι Θείβαθεν αὐληταὶ πάρα
τοῖς ὀστίνοις φυσῆτε τὸν πρωκτὸν κυνός.

Δικαιόπολις

παῦʼ ἐς κόρακας. οἱ σφῆκες οὐκ ἀπὸ τῶν θυρῶν;
πόθεν προσέπτονθʼ οἱ κακῶς ἀπολούμενοι
ἐπὶ τὴν θύραν μοι Χαιριδῆς βομβαύλιοι;
915

Βοιωτός

νεὶ τὸν Ἰόλαον ἐπεχαρίττα γʼ ὦ ξένε·
Θείβαθε γὰρ φυσᾶντες ἐξόπισθέ μου
τἄνθια τᾶς γλάχωνος ἀπέκιξαν χαμαί.
ἀλλʼ εἴ τι βούλει, πρίασο τῶν ἐγὼ φέρω
τῶν ὀρταλίχων ἢ τῶν τετραπτερυλλίδων.
920

Δικαιόπολις

ὦ χαῖρε κολλικοφάγε Βοιωτίδιον.
τί φέρεις;

Βοιωτός

ὅσʼ ἐστὶν ἀγαθὰ Βοιωτοῖς ἁπλῶς,
ὀρίγανον γλαχὼ ψιάθως θρυαλλίδας
νάσσας κολοιὼς ἀτταγᾶς φαλαρίδας
925
τροχίλως κολύμβως.

Δικαιόπολις

ὡσπερεὶ χειμὼν ἄρα
ὀρνιθίας ἐς τὴν ἀγορὰν ἐλήλυθας.

Βοιωτός

καὶ μὰν φέρω χᾶνας λαγὼς ἀλώπεκας
σκάλοπας ἐχίνως αἰελούρως πικτίδας
930
ἰκτῖδας ἐνύδρως ἐγχέλεις Κωπαΐδας.

Δικαιόπολις

ὦ τερπνότατον σὺ τέμαχος ἀνθρώποις φέρων,
δός μοι προσειπεῖν, εἰ φέρεις, τὰς ἐγχέλεις.

Βοιωτός

πρέσβειρα πεντήκοντα Κωπᾴδων κορᾶν,
ἔκβαθι τῶδε κἠπιχάριτται τῷ ξένῳ.
935

Δικαιόπολις

ὦ φιλτάτη σὺ καὶ πάλαι ποθουμένη,
ἦλθες ποθεινὴ μὲν τρυγῳδικοῖς χοροῖς,
φίλη δὲ Μορύχῳ. δμῶες ἐξενέγκατε
τὴν ἐσχάραν μοι δεῦρο καὶ τὴν ῥιπίδα.
σκέψασθε παῖδες τὴν ἀρίστην ἔγχελυν,
940
ἥκουσαν ἕκτῳ μόλις ἔτει ποθουμένην·
προσείπατʼ αὐτὴν ὦ τέκνʼ· ἄνθρακας δʼ ἐγὼ
ὑμῖν παρέξω τῆσδε τῆς ξένης χάριν.
ἀλλʼ ἔσφερʼ αὐτήν· μηδὲ γὰρ θανών ποτε
σοῦ χωρὶς εἴην ἐντετευτλανωμένης.
945

Βοιωτός

ἐμοὶ δὲ τιμὰ τᾶσδε πᾷ γενήσεται;

Δικαιόπολις

ἀγορᾶς τέλος ταύτην γέ που δώσεις ἐμοί·
ἀλλʼ εἴ τι πωλεῖς τῶνδε τῶν ἄλλων λέγε.

Βοιωτός

ἰώγα ταῦτα πάντα.

Δικαιόπολις

φέρε πόσου λέγεις;
950
ἢ φορτίʼ ἕτερʼ ἐνθένδʼ ἐκεῖσʼ ἄξεις ἰών;

Βοιωτός

ὅ τι γʼ ἔστʼ Ἀθάναις, ἐν Βοιωτοῖσιν δὲ μή.

Δικαιόπολις

ἀφύας ἄρʼ ἄξεις πριάμενος Φαληρικὰς
ἢ κέραμον.

Βοιωτός

ἀφύας ἢ κέραμον; ἀλλʼ ἔντʼ ἐκεῖ·
955
ἀλλʼ ὅ τι παρʼ ἁμῖν μή ʼστι, τᾷδε δʼ αὖ πολύ.

Δικαιόπολις

ἐγᾦδα τοίνυν· συκοφάντην ἔξαγε,
ὥσπερ κέραμον ἐνδησάμενος.

Βοιωτός

νεὶ τὼ θιὼ
λάβοιμι μέντἂν κέρδος ἀγαγὼν καὶ πολύ,
960
ᾇπερ πίθακον ἀλιτρίας πολλᾶς πλέων.

Δικαιόπολις

καὶ μὴν ὁδὶ Νίκαρχος ἔρχεται φανῶν.

Βοιωτός

μικκός γα μᾶκος οὗτος.

Δικαιόπολις

ἀλλʼ ἅπαν κακόν.

Νίκαρχος

ταυτὶ τίνος τὰ φορτίʼ ἐστί;
965

Βοιωτός

τῶδʼ ἐμὰ
Θείβαθεν, ἴττω Δεύς.

Νίκαρχος

ἐγὼ τοίνυν ὁδὶ
φαίνω πολέμια ταῦτα.

Βοιωτός

τί δὲ κακὸν παθὼν
970
ὀρναπετίοισι πόλεμον ἤρα καί μάχαν;

Νίκαρχος

καὶ σέ γε φανῶ πρὸς τοῖσδε.

Βοιωτός

τί ἀδικείμενος;

Νίκαρχος

ἐγὼ φράσω σοι τῶν περιεστώτων χάριν·
ἐκ τῶν πολεμίων γʼ εἰσάγεις θρυαλλίδας.
975

Δικαιόπολις

ἔπειτα φαίνεις δῆτα διὰ θρυαλλίδα;

Νίκαρχος

αὕτη γὰρ ἐμπρήσειεν ἂν τὸ νεώριον.

Δικαιόπολις

νεώριον θρυαλλίς;

Νίκαρχος

οἶμαι·

Δικαιόπολις

τίνι τρόπῳ;
980

Νίκαρχος

ἐνθεὶς ἂν ἐς τίφην ἀνὴρ Βοιώτιος
ἅψας ἄν ἐσπέμψειεν ἐς τὸ νεώριον
διʼ ὑδρορρόας, βορέαν ἐπιτηρήσας μέγαν.
κεἴπερ λάβοιτο τῶν νεῶν τὸ πῦρ ἅπαξ,
σελαγοῖντʼ ἂν εὐθύς.
985

Δικαιόπολις

ὦ κάκιστʼ ἀπολούμενε,
σελαγοῖντʼ ἂν ὑπὸ τίφης τε καὶ θρυαλλίδος;

Νίκαρχος

μαρτύρομαι.

Δικαιόπολις

ξυλλάμβανʼ αὐτοῦ τὸ στόμα·
δός μοι φορυτόν, ἵνʼ αὐτὸν ἐνδήσας φέρω
990
ὥσπερ κέραμον ἵνα μὴ καταγῇ φερόμενος.

Χορός

ἔνδησον ὦ βέλτιστε τῷ
ξένῳ καλῶς τὴν ἐμπολὴν
οὕτως ὅπως
ἂν μὴ θέρων κατάξῃ.
995

Δικαιόπολις

ἐμοὶ μελήσει ταῦτʼ, ἐπεί
τοι καὶ ψοφεῖ λάλον τι καὶ
πυρορραγὲς
κἄλλως θεοῖσιν ἐχθρόν.

Χορός

τί χρήσεταί ποτʼ αὐτῷ;
1000

Δικαιόπολις

πάγχρηστον ἄγγος ἔσται,
κρατὴρ κακῶν, τριπτὴρ δικῶν,
φαίνειν ὑπευθύνους λυχνοῦχος
καὶ κύλιξ —
καὶ πράγματʼ ἐγκυκᾶσθαι.
1005

Χορός

πῶς δʼ ἂν πεποιθοίη τις ἀγγείῳ
τοιούτῳ χρώμενος
κατʼ οἰκίαν
τοσόνδʼ ἀεὶ ψοφοῦντι;

Δικαιόπολις

ἰσχυρόν ἐστιν ὦγάθʼ, ὥστʼ
1010
οὐκ ἂν καταγείη ποτʼ, εἴπερ
ἐκ ποδῶν
κατωκάρα κρέμαιτο.

Χορός

ἤδη καλῶς ἔχει σοι.

Βοιωτός

μέλλω γά τοι θερίδδειν.
1015

Χορός

ἀλλʼ ὦ ξένων βέλτιστε συνθέριζε
καὶ τοῦτον λαβὼν
πρόσβαλλʼ ὅποι βούλει φέρων
πρὸς πάντα συκοφάντην.

Δικαιόπολις

μόλις γʼ ἐνέδησα τὸν κακῶς ἀπολούμενον.
1020
αἴρου λαβὼν τὸν κέραμον ὦ Βοιώτιε.

Βοιωτός

ὑπόκυπτε τὰν τύλαν ἰὼν Ἰσμήνιχε.

Δικαιόπολις

χὤπως κατοίσεις αὐτὸν εὐλαβούμενος.
πάντως μὲν οἴσεις οὐδὲν ὑγιές, ἀλλʼ ὅμως·
κἂν τοῦτο κερδήνῃς ἄγων τὸ φορτίον,
1025
εὐδαιμονήσεις συκοφαντῶν γʼ οὕνεκα.

Θεράπων Λαμάχου

Δικαιόπολι.

Δικαιόπολις

τίς ἔστι; τί με βωστρεῖς;

Θεράπων Λαμάχου

ὅ τι;
ἐκέλευε Λάμαχός σε ταυτησὶ δραχμῆς
1030
ἐς τοὺς Χοᾶς αὑτῷ μεταδοῦναι τῶν κιχλῶν,
τριῶν δραχμῶν δʼ ἐκέλευε Κωπᾷδʼ ἔγχελυν.

Δικαιόπολις

ὁ ποῖος οὗτος Λάμαχος τὴν ἔγχελυν;

Θεράπων Λαμάχου

ὁ δεινός, ὁ ταλαύρινος, ὃς τὴν Γοργόνα
πάλλει κραδαίνων τρισὶ κατάσκιος λόφοις.
1035

Δικαιόπολις

οὐκ ἂν μὰ Δίʼ εἰ δοίη γέ μοι τὴν ἀσπίδα·
ἀλλʼ ἐπὶ ταρίχει τοὺς λόφους κραδαινέτω·
ἢν δʼ ἀπολιγαίνῃ, τοὺς ἀγορανόμους καλῶ.
ἐγὼ δʼ ἐμαυτῷ τόδε λαβὼν τὸ φορτίον
εἴσειμʼ ὑπαὶ πτερύγων κιχλᾶν καὶ κοψίχων.
1040

Χορός

εἶδες ὦ εἶδες ὦ πᾶσα πόλι τὸν φρόνιμον ἄνδρα τὸν ὑπέρσοφον,
οἷʼ ἔχει σπεισάμενος ἐμπορικὰ χρήματα διεμπολᾶν,
ὧν τὰ μὲν ἐν οἰκίᾳ χρήσιμα, τὰ δʼ αὖ πρέπει χλιαρὰ κατεσθίειν.
αὐτόματα πάντʼ ἀγαθὰ τῷδέ γε πορίζεται.
οὐδέποτʼ ἐγὼ Πόλεμον οἴκαδʼ ὑποδέξομαι,
1045
οὐδὲ παρʼ ἐμοί ποτε τὸν Ἁρμόδιον ᾄσεται
ξυγκατακλινείς, ὅτι παροινικὸς ἀνὴρ ἔφυ,
ὅστις ἐπὶ πάντʼ ἀγάθʼ ἔχοντας ἐπικωμάσας
ἠργάσατο πάντα κακά, κἀνέτρεπε κἀξέχει
κἀμάχετο καὶ προσέτι πολλὰ. προκαλουμένου
1050
πῖνε κατάκεισο λαβὲ τήνδε φιλοτησίαν
τὰς χάρακας ἧπτε πολὺ μᾶλλον ἐν τῷ πυρί,
ἐξέχει θʼ ἡμῶν βίᾳ τὸν οἶνον ἐκ τῶν ἀμπέλων.
οὑτοσὶ δʼ ἐπτέρωταί τʼ ἐπὶ τὸ δεῖπνον ἅμα καὶ μεγάλα δὴ φρονεῖ,
τοῦ βίου δʼ ἐξέβαλε δεῖγμα τάδε τὰ πτερὰ πρὸ τῶν θυρῶν.
1055
ὦ Κύπριδι τῇ καλῇ καὶ Χάρισι ταῖς φίλαις ξύντροφε Διαλλαγή,
ὡς καλὸν ἔχουσα τὸ πρόσωπον ἄρʼ ἐλάνθανες.
πῶς ἂν ἐμὲ καὶ σέ τις Ἔρως ξυναγάγοι λαβών,
ὥσπερ ὁ γεγραμμένος ἔχων στέφανον ἀνθέμων.
ἢ πάνυ γερόντιον ἴσως νενόμικάς με σύ;
1060
ἀλλά σε λαβὼν τρία δοκῶ γʼ ἂν ἔτι προσβαλεῖν·
πρῶτα μὲν ἂν ἀμπελίδος ὄρχον ἐλάσαι μακρόν,
εἶτα παρὰ τόνδε νέα μοσχίδια συκίδων,
καὶ τὸ τρίτον ἡμερίδος ὄρχον, ὁ γέρων ὁδί,
καὶ περὶ τὸ χωρίον ἐλᾷδας ἅπαν ἐν κύκλῳ,
1065
ὥστʼ ἀλείφεσθαί σʼ ἀπʼ αὐτῶν κἀμὲ ταῖς νουμηνίαις.

Κῆρυξ

ἀκούετε λεῴ· κατὰ τὰ πάτρια τοὺς Χοᾶς
πίνειν ὑπὸ τῆς σάλπιγγος· ὃς δʼ ἂν ἐκπίῃ
πρώτιστος, ἀσκὸν Κτησιφῶντος λήψεται.

Δικαιόπολις

ὦ παῖδες ὦ γυναῖκες οὐκ ἠκούσατε;
1070
τί δρᾶτε; τοῦ κήρυκος οὐκ ἀκούετε;
ἀναβράττετʼ ἐξοπτᾶτε τρέπετʼ ἀφέλκετε
τὰ λαγῷα ταχέως, τοὺς στεφάνους ἀνείρετε.
φέρε τοὺς ὀβελίσκους, ἵνʼ ἀναπείρω τὰς κίχλας.

Χορός

ζηλῶ σε τῆς εὐβουλίας,
1075
μᾶλλον δὲ τῆς εὐωχίας
ἄνθρωπε τῆς παρούσης.

Δικαιόπολις

τί δῆτʼ ἐπειδὰν τὰς κίχλας ὀπτωμένας ἴδητε;

Χορός

οἶμαί σε καὶ τοῦτʼ εὖ λέγειν.

Δικαιόπολις

τὸ πῦρ ὑποσκάλευε.
1080

Χορός

ἤκουσας ὡς μαγειρικῶς
κομψῶς τε καὶ δειπνητικῶς
αὑτῷ διακονεῖται;

Γεωργός

οἴμοι τάλας.

Δικαιόπολις

ὦ Ἡράκλεις τίς οὑτοσί;
1085

Γεωργός

ἀνὴρ κακοδαίμων.

Δικαιόπολις

κατὰ σεαυτόν νυν τρέπου.

Γεωργός

ὦ φίλτατε, σπονδαὶ γάρ εἰσι σοὶ μόνῳ,
μέτρησον εἰρήνης τί μοι, κἂν πέντʼ ἔτη.

Δικαιόπολις

τί δʼ ἔπαθες;
1090

Γεωργός

ἐπετρίβην ἀπολέσας τὼ βόε.

Δικαιόπολις

πόθεν;

Γεωργός

ἀπὸ Φυλῆς ἔλαβον οἱ Βοιώτιοι.

Δικαιόπολις

ὦ τρισκακόδαιμον εἶτα λευκὸν ἀμπέχει;

Γεωργός

καὶ ταῦτα μέντοι νὴ Δίʼ ὥπερ μʼ ἐτρεφέτην
1095
ἐν πᾶσι βολίτοις.

Δικαιόπολις

εἶτα νυνὶ τοῦ δέει;

Γεωργός

ἀπόλωλα τὠφθαλμὼ δακρύων τὼ βόε.
ἀλλʼ εἴ τι κήδει Δερκέτου Φυλασίου,
ὑπάλειψον εἰρήνῃ με τὠφθαλμὼ ταχύ.
1100

Δικαιόπολις

ἀλλʼ ὦ πόνηρʼ οὐ δημοσιεύων τυγχάνω.

Γεωργός

ἴθʼ ἀντιβολῶ σʼ, ἤν πως κομίσωμαι τὼ βόε.

Δικαιόπολις

οὐκ ἔστιν, ἀλλὰ κλᾶε πρὸς τοὺς Πιττάλου.

Γεωργός

σὺ δʼ ἀλλά μοι σταλαγμὸν εἰρήνης ἕνα
ἐς τὸν καλαμίσκον ἐνστάλαξον τουτονί.
1105

Δικαιόπολις

οὐδʼ ἂν στριβιλικίγξ· ἀλλʼ ἀπιὼν οἴμωζέ ποι.

Γεωργός

οἴμοι κακοδαίμων τοῖν γεωργοῖν βοιδίοιν.

Χορός

ἁνὴρ ἀνηύρηκέν τι ταῖς
σπονδαῖσιν ἡδύ, κοὐκ ἔοικεν
οὐδενὶ μεταδώσειν.
1110

Δικαιόπολις

κατάχει σὺ τῆς χορδῆς τὸ μέλι, τὰς σηπίας στάθευε.

Χορός

ἤκουσας ὀρθιασμάτων;

Δικαιόπολις

ὀπτᾶτε τἀγχέλεια.

Χορός

ἀποκτενεῖς λιμῷ ʼμὲ καὶ
τοὺς γείτονας κνίσῃ τε καὶ
1115
φωνῇ τοιαῦτα λάσκων.

Δικαιόπολις

ὀπτᾶτε ταυτὶ καὶ καλῶς ξανθίζετε.

Παράνυμφος

Δικαιόπολι.

Δικαιόπολις

τίς οὑτοσί; τίς οὑτοσί;

Παράνυμφος

ἔπεμψέ τίς σοι νυμφίος ταυτὶ κρέα
1120
ἐκ τῶν γάμων.

Δικαιόπολις

καλῶς γε ποιῶν ὅστις ἦν.

Παράνυμφος

ἐκέλευε δʼ ἐγχέαι σε τῶν κρεῶν χάριν,
ἵνα μὴ στρατεύοιτʼ ἀλλὰ βινοίη μένων,
ἐς τὸν ἀλάβαστον κύαθον εἰρήνης ἕνα.
1125

Δικαιόπολις

ἀπόφερʼ ἀπόφερε τὰ κρέα καὶ μή μοι δίδου,
ὡς οὐκ ἂν ἐγχέαιμι μυρίων δραχμῶν.
ἀλλʼ αὑτηὶ τίς ἔστιν;

Παράνυμφος

ἡ νυμφεύτρια
δεῖται παρὰ τῆς νύμφης τι σοὶ λέξαι μόνῳ.
1130

Δικαιόπολις

φέρε δὴ τί σὺ λέγεις; ὡς γέλοιον ὦ θεοὶ
τὸ δέημα τῆς νύμφης ὃ δεῖταί μου σφόδρα,
ὅπως ἂν οἰκουρῇ τὸ πέος τοῦ νυμφίου.
φέρε δεῦρο τὰς σπονδάς, ἵνʼ αὐτῇ δῶ μόνῃ,
ὁτιὴ γυνή ʼστι τοῦ πολέμου τʼ οὐκ αἰτία.
1135
ὕπεχʼ ὧδε δεῦρο τοὐξάλειπτρον ὦ γύναι.
οἶσθʼ ὡς ποιεῖτε; τοῦτο τῇ νύμφῃ φράσον,
ὅταν στρατιώτας καταλέγωσι, τουτῳὶ
νύκτωρ ἀλειφέτω τὸ πέος τοῦ νυμφίου.
ἀπόφερε τὰς σπονδάς. φέρε τὴν οἰνήρυσιν,
1140
ἵνʼ οἶνον ἐγχέω λαβὼν ἐς τοὺς Χοᾶς.

Χορός

καὶ μὴν ὁδί τις τὰς ὀφρῦς ἀνεσπακὼς·
ὥσπερ τι δεινὸν ἀγγελῶν ἐπείγεται.

Ἄγγελος Α

ἰὼ πόνοι τε καὶ μάχαι καὶ Λάμαχοι.

Λάμαχος

τίς ἀμφὶ χαλκοφάλαρα δώματα κτυπεῖ;
1145

Ἄγγελος Α

ἰέναι σʼ ἐκέλευον οἱ στρατηγοὶ τήμερον
ταχέως λαβόντα τοὺς λόχους καὶ τοὺς λόφους·
κἄπειτα τηρεῖν νειφόμενον τὰς ἐσβολάς.
ὑπὸ τοὺς Χοᾶς γὰρ καὶ Χύτρους αὐτοῖσί τις
ἤγγειλε λῃστὰς ἐμβαλεῖν Βοιωτίους.
1150

Λάμαχος

ἰὼ στρατηγοὶ πλείονες ἢ βελτίονες.
οὐ δεινὰ μὴ ʼξεῖναί με μηδʼ ἑορτάσαι;

Δικαιόπολις

ἰὼ στράτευμα πολεμολαμαχαϊκόν.

Λάμαχος

οἴμοι κακοδαίμων καταγελᾷς ἤδη σύ μου.

Δικαιόπολις

βούλει μάχεσθαι Γηρυόνῃ τετραπτίλῳ;
1155

Λάμαχος

αἰαῖ
οἵαν ὁ κῆρυξ ἀγγελίαν ἤγγειλέ μοι.

Δικαιόπολις

αἰαῖ τίνα δʼ αὖ μοι προστρέχει τις ἀγγελῶν;

Ἄγγελος Β

Δικαιόπολι.

Δικαιόπολις

τί ἔστιν;
1160

Ἄγγελος Β

ἐπὶ δεῖπνον ταχὺ
βάδιζε τὴν κίστην λαβὼν καὶ τὸν χοᾶ.
ὁ τοῦ Διονύσου γάρ σʼ ἱερεὺς μεταπέμπεται.
ἀλλʼ ἐγκόνει· δειπνεῖν κατακωλύεις πάλαι.
τὰ δʼ ἄλλα πάντʼ ἐστὶν παρεσκευασμένα,
1165
κλῖναι τράπεζαι προσκεφάλαια στρώματα
στέφανοι μύρον τραγήμαθʼ, αἱ πόρναι πάρα,
ἄμυλοι πλακοῦντες σησαμοῦντες ἴτρια,
ὀρχηστρίδες, τὰ φίλταθʼ Ἁρμοδίου, καλαί.
ἀλλʼ ὡς τάχιστα σπεῦδε.
1170

Λάμαχος

κακοδαίμων ἐγώ.

Δικαιόπολις

καὶ γὰρ σὺ μεγάλην ἐπεγράφου τὴν Γοργόνα.
σύγκλῃε, καὶ δεῖπνόν τις ἐνσκευαζέτω.

Λάμαχος

παῖ παῖ φέρʼ ἔξω δεῦρο τὸν γυλιὸν ἐμοί.

Δικαιόπολις

παῖ παῖ φέρʼ ἔξω δεῦρο τὴν κίστην ἐμοί.
1175

Λάμαχος

ἅλας θυμίτας οἶσε παῖ καὶ κρόμμυα.

Δικαιόπολις

ἐμοὶ δὲ τεμάχη· κρομμύοις γὰρ ἄχθομαι.

Λάμαχος

θρῖον ταρίχους οἶσε δεῦρο παῖ σαπροῦ.

Δικαιόπολις

κἀμοὶ σὺ δημοῦ θρῖον· ὀπρήσω δʼ ἐκεῖ.

Λάμαχος

ἔνεγκε δεῦρο τὼ πτερὼ τὼ κʼ τοῦ κράνους.
1180

Δικαιόπολις

ἐμοὶ δὲ τὰς φάττας γε φέρε καὶ τὰς κίχλας.

Λάμαχος

καλόν γε καὶ λευκὸν τὸ τῆς στρούθου πτερόν.

Δικαιόπολις

καλόν γε καὶ ξανθὸν τὸ τῆς φάττης κρέας.

Λάμαχος

ὦνθρωπε παῦσαι καταγελῶν μου τῶν ὅπλων.

Δικαιόπολις

ὦνθρωπε βούλει μὴ βλέπειν ἐς τὰς κίχλας;
1185

Λάμαχος

τὸ λοφεῖον ἐξένεγκε τῶν τριῶν λόφων.

Δικαιόπολις

κἀμοὶ λεκάνιον τῶν λαγῴων δὸς κρεῶν.

Λάμαχος

ἀλλʼ ἢ τριχόβρωτες τοὺς λόφους που κατέφαγον.

Δικαιόπολις

ἀλλʼ ἤ πρὸ δείπνου τὴν μίμαρκυν κατέδομαι.

Λάμαχος

ὦνθρωπε βούλει μὴ προσαγορεύειν ἐμέ;
1190

Δικαιόπολις

οὐκ ἀλλʼ ἐγὼ χὠ παῖς ἐρίζομεν πάλαι.
βούλει περιδόσθαι κἀπιτρέψαι Λαμάχῳ,
πότερον ἀκρίδες ἥδιόν ἐστιν ἤ κίχλαι;

Λάμαχος

οἴμʼ ὡς ὑβρίζεις.

Δικαιόπολις

τὰς ἀκρίδας κρίνει πολύ.
1195

Λάμαχος

παῖ παῖ καθελών μοι τὸ δόρυ δεῦρʼ ἔξω φέρε.

Δικαιόπολις

παῖ παῖ σὺ δʼ ἀφελὼν δεῦρο τὴν χορδὴν φέρε.

Λάμαχος

φέρε τοῦ δόρατος ἀφελκύσωμαι τοὔλυτρον.
ἔχʼ, ἀντέχου παῖ.

Δικαιόπολις

καὶ σὺ παῖ τοῦδʼ ἀντέχου.
1200

Λάμαχος

τοὺς κιλλίβαντας οἶσε παῖ τῆς ἀσπίδος.

Δικαιόπολις

καὶ τῆς ἐμῆς τοὺς κριβανίτας ἔκφερε.

Λάμαχος

φέρε δεῦρο γοργόνωτον ἀσπίδος κύκλον.

Δικαιόπολις

κἀμοὶ πλακοῦντος τυρόνωτον δὸς κύκλον.

Λάμαχος

ταῦτʼ οὐ κατάγελώς ἐστιν ἀνθρώποις πλατύς;
1205

Δικαιόπολις

ταῦτʼ οὐ πλακοῦς δῆτʼ ἐστὶν ἀνθρώποις γλυκύς;

Λάμαχος

κατάχει σὺ παῖ τοὔλαιον. ἐν τῷ χαλκίῳ
ἐνορῶ γέροντα δειλίας φευξούμενον.

Δικαιόπολις

κατάχει σὺ τὸ μέλι. κἀνθάδʼ ἔνδηλος γέρων
κλάειν κελεύων Λάμαχον τὸν Γοργάσου.
1210

Λάμαχος

φέρε δεῦρο παῖ θώρακα πολεμιστήριον.

Δικαιόπολις

ἔξαιρε παῖ θώρακα κἀμοὶ τὸν χοᾶ.

Λάμαχος

ἐν τῷδε πρὸς τοὺς πολεμίους θωρήξομαι.

Δικαιόπολις

ἐν τῷδε πρὸς τοὺς συμπότας θωρήξομαι.

Λάμαχος

τὰ στρώματʼ ὦ παῖ δῆσον ἐκ τῆς ἀσπίδος.
1215

Δικαιόπολις

τὸ δεῖπνον ὦ παῖ δῆσον ἐκ τῆς κιστίδος.

Λάμαχος

ἐγὼ δʼ ἐμαυτῷ τὸν γυλιὸν οἴσω λαβών.

Δικαιόπολις

ἐγὼ δὲ θοἰμάτιον λαβὼν ἐξέρχομαι.

Λάμαχος

τὴν ἀσπίδʼ αἴρου καὶ βάδιζʼ ὦ παῖ λαβών.
νείφει. βαβαιάξ· χειμέρια τὰ πράγματα.
1220

Δικαιόπολις

αἴρου τὸ δεῖπνον· συμποτικὰ τὰ πράγματα.

Χορός

ἴτε δὴ χαίροντες ἐπὶ στρατιάν.
ὡς ἀνομοίαν ἔρχεσθον ὁδόν·
τῷ μὲν πίνειν στεφανωσαμένῳ,
σοὶ δὲ ῥιγῶν καὶ προφυλάττειν,
1225
τῷ δὲ καθεύδειν
μετὰ παιδίσκης ὡραιοτάτης,
ἀνατριβομένῳ τε τὸ δεῖνα.
Ἀντίμαχον τὸν ψακάδος τὸν ξυγγραφῆ τὸν μελέων ποιητήν,
ὡς μὲν ἁπλῷ, κακῶς ἐξολέσειεν ὁ Ζεύς·
1230
ὅς γʼ ἐμὲ τὸν τλήμονα Λήναια χορηγῶν ἀπέλυσʼ ἄδειπνον.
ὃν ἔτʼ ἐπίδοιμι τευθίδος
δεόμενον, ἡ δʼ ὠπτημένη
σίζουσα πάραλος ἐπὶ τραπέζῃ κειμένη
ὀκέλλοι· κᾆτα μέλλοντος
1235
λαβεῖν αὐτοῦ κύων
ἁρπάσασα φεύγοι.
τοῦτο μὲν αὐτῷ κακὸν ἕν, κᾆθʼ ἕτερον νυκτερινὸν γένοιτο.
ἠπιαλῶν γὰρ οἴκαδʼ ἐξ ἱππασίας βαδίζων,
εἶτα κατάξειέ τις αὐτοῦ μεθύων τῆς κεφαλῆς Ὀρέστης
1240
μαινόμενος· ὁ δὲ λίθον βαλεῖν
βουλόμενος ἐν σκότῳ λάβοι
τῇ χειρὶ πέλεθον ἀρτίως κεχεσμένον·
ἐπᾴξειεν δʼ ἔχων
τὸν μάρμαρον, κἄπειθʼ ἁμαρτὼν
1245
βάλοι Κρατῖνον.

Θεράπων Λαμάχου

ὦ δμῶες οἳ κατʼ οἶκόν ἐστε Λαμάχου,
ὕδωρ ὕδωρ ἐν χυτριδίῳ θερμαίνετε·
ὀθόνια, κηρωτὴν παρασκευάζετε,
ἔριʼ οἰσυπηρά, λαμπάδιον περὶ τὸ σφυρόν.
1250
ἁνὴρ τέτρωται χάρακι διαπηδῶν τάφρον,
καὶ τὸ σφυρὸν παλίνορρον ἐξεκόκκισεν,
καὶ τῆς κεφαλῆς κατέαγε περὶ λίθῳ πεσών,
καὶ Γοργόνʼ ἐξήγειρεν ἐκ τῆς ἀσπίδος.
πτίλον δὲ τὸ μέγα κομπολακύθου πεσὸν
1255
πρὸς ταῖς πέτραισι, δεινὸν ἐξηύδα μέλος·
‘ὦ κλεινὸν ὄμμα νῦν πανύστατόν σʼ ἰδὼν
λείπω φάος γε τοὐμόν, οὐκέτʼ εἰμʼ ἐγώ.’
τοσαῦτα λέξας εἰς ὑδρορρόαν πεσὼν
ἀνίσταταί τε καὶ ξυναντᾷ δραπέταις
1260
λῃστὰς ἐλαύνων καὶ κατασπέρχων δορί.
ὁδὶ δὲ καὐτός· ἀλλʼ ἄνοιγε τὴν θύραν.

Λάμαχος

ἀτταταῖ ἀτταταῖ
στυγερὰ τάδε γε κρυερὰ πάθεα· τάλας ἐγώ.
διόλλυμαι δορὸς ὑπὸ πολεμίου τυπείς.
1265
ἐκεῖνο δʼ οὖν αἰακτὸν ἂν γένοιτο,
Δικαιόπολις εἴ μʼ ἴδοι τετρωμένον
κᾆτʼ ἐγχάνοι ταῖς ἐμαῖς τύχαισιν.

Δικαιόπολις

ἀτταταῖ ἀτταταῖ
τῶν τιτθίων, ὡς σκληρὰ καὶ κυδώνια.
1270
φιλήσατόν με μαλθακῶς ὦ χρυσίω
τὸ περιπεταστὸν κἀπιμανδαλωτόν.
τὸν γὰρ χοᾶ πρῶτος ἐκπέπωκα.

Λάμαχος

ὦ συμφορὰ τάλαινα τῶν ἐμῶν κακῶν.
ἰὼ ἰὼ τραυμάτων ἐπωδύνων.
1275

Δικαιόπολις

ἰὴ ἰὴ χαῖρε Λαμαχίππιον.

Λάμαχος

στυγερὸς ἐγώ.

Δικαιόπολις

τί με σὺ κυνεῖς;

Λάμαχος

μογερὸς ἐγώ.

Δικαιόπολις

τί με σὺ δάκνεις;
1280

Λάμαχος

τάλας ἐγὼ ξυμβολῆς βαρείας.

Δικαιόπολις

τοῖς Χουσὶ γάρ τις ξυμβολὰς ἐπράττετο;

Λάμαχος

ἰὼ ἰὼ Παιὰν Παιάν.

Δικαιόπολις

ἀλλʼ οὐχὶ νυνὶ τήμερον Παιώνια.

Λάμαχος

λάβεσθέ μου λάβεσθε τοῦ σκέλους παπαῖ,
1285
προσλάβεσθʼ ὦ φίλοι.

Δικαιόπολις

ἐμοῦ δέ γε σφὼ τοῦ πέους ἄμφω μέσου
προσλάβεσθʼ ὦ φίλαι.

Λάμαχος

εἰλιγγιῶ κάρα λίθῳ πεπληγμένος
καὶ σκοτοδινιῶ.
1290

Δικαιόπολις

κἀγὼ καθεύδειν βούλομαι καὶ στύομαι
καὶ σκοτοβινιῶ

Λάμαχος

θύραζέ μʼ ἐξενέγκατʼ ἐς τοῦ Πιττάλου
παιωνίαισι χερσίν.

Δικαιόπολις

ὡς τοὺς κριτάς με φέρετε· ποῦ ʼστιν ὁ βασιλεύς;
1295
ἀπόδοτέ μοι τὸν ἀσκόν.

Λάμαχος

λόγχη τις ἐμπέπηγέ μοι διʼ ὀστέων ὀδυρτά.

Δικαιόπολις

ὁρᾶτε τουτονὶ κενόν. τήνελλα καλλίνικος.

Χορός

τήνελλα δῆτʼ, εἴπερ καλεῖς γʼ, ὦ πρέσβυ, καλλίνικος.

Δικαιόπολις

καὶ πρός γʼ ἄκρατον ἐγχέας ἄμυστιν ἐξέλαψα.
1300

Χορός

τήνελλά νυν ὦ γεννάδα· χώρει λαβὼν τὸν ἀσκόν.

Δικαιόπολις

ἕπεσθέ νυν ᾄδοντες ὦ τήνελλα καλλίνικος.

Χορός

ἀλλʼ ἑψόμεσθα σὴν χάριν
τήνελλα καλλίνικος ᾄδοντες
σὲ καὶ τὸν ἀσκόν.
1305

Source Text: Aristophanes Aristophanes Comoediae, ed. F.W. Hall and W.M. Geldart, vol. 2 Clarendon Press, Oxford 1907. Public Domain.
Translation, Audio, Morphology, and Analyses AI-generated unless otherwise specified. Copyright LexAudio, LLC.