0:00

Eumenides

Aeschylus

Πυθιάς

πρῶτον μὲν εὐχῇ τῇδε πρεσβεύω θεῶν
τὴν πρωτόμαντιν Γαῖαν· ἐκ δὲ τῆς Θέμιν,
ἣ δὴ τὸ μητρὸς δευτέρα τόδʼ ἕζετο
μαντεῖον, ὡς λόγος τις· ἐν δὲ τῷ τρίτῳ
λάχει, θελούσης, οὐδὲ πρὸς βίαν τινός,
5
Τιτανὶς ἄλλη παῖς Χθονὸς καθέζετο,
Φοίβη· δίδωσι δʼ ἣ γενέθλιον δόσιν
Φοίβῳ· τὸ Φοίβης δʼ ὄνομʼ ἔχει παρώνυμον.
λιπὼν δὲ λίμνην Δηλίαν τε χοιράδα,
κέλσας ἐπʼ ἀκτὰς ναυπόρους τὰς Παλλάδος,
10
ἐς τήνδε γαῖαν ἦλθε Παρνησοῦ θʼ ἕδρας.
πέμπουσι δʼ αὐτὸν καὶ σεβίζουσιν μέγα
κελευθοποιοὶ παῖδες Ἡφαίστου, χθόνα
ἀνήμερον τιθέντες ἡμερωμένην.
μολόντα δʼ αὐτὸν κάρτα τιμαλφεῖ λεώς,
15
Δελφός τε χώρας τῆσδε πρυμνήτης ἄναξ.
τέχνης δέ νιν Ζεὺς ἔνθεον κτίσας φρένα
ἵζει τέταρτον τοῖσδε μάντιν ἐν θρόνοις·
Διὸς προφήτης δʼ ἐστὶ Λοξίας πατρός.
τούτους ἐν εὐχαῖς φροιμιάζομαι θεούς.
20
Παλλὰς προναία δʼ ἐν λόγοις πρεσβεύεται·
σέβω δὲ νύμφας, ἔνθα Κωρυκὶς πέτρα
κοίλη, φίλορνις, δαιμόνων ἀναστροφή·
Βρόμιος ἔχει τὸν χῶρον, οὐδʼ ἀμνημονῶ,
ἐξ οὗτε Βάκχαις ἐστρατήγησεν θεός,
25
λαγὼ δίκην Πενθεῖ καταρράψας μόρον·
Πλειστοῦ τε πηγὰς καὶ Ποσειδῶνος κράτος
καλοῦσα καὶ τέλειον ὕψιστον Δία,
ἔπειτα μάντις ἐς θρόνους καθιζάνω.
καὶ νῦν τυχεῖν με τῶν πρὶν εἰσόδων μακρῷ
30
ἄριστα δοῖεν· κεἰ παρʼ Ἑλλήνων τινές,
ἴτων πάλῳ λαχόντες, ὡς νομίζεται.
μαντεύομαι γὰρ ὡς ἂν ἡγῆται θεός.
ἦ δεινὰ λέξαι, δεινὰ δʼ ὀφθαλμοῖς δρακεῖν,
πάλιν μʼ ἔπεμψεν ἐκ δόμων τῶν Λοξίου,
35
ὡς μήτε σωκεῖν μήτε μʼ ἀκταίνειν βάσιν,
τρέχω δὲ χερσίν, οὐ ποδωκείᾳ σκελῶν·
δείσασα γὰρ γραῦς οὐδέν, ἀντίπαις μὲν οὖν.
ἐγὼ μὲν ἕρπω πρὸς πολυστεφῆ μυχόν·
ὁρῶ δʼ ἐπʼ ὀμφαλῷ μὲν ἄνδρα θεομυσῆ
40
ἕδραν ἔχοντα προστρόπαιον, αἵματι
στάζοντα χεῖρας καὶ νεοσπαδὲς ξίφος
ἔχοντʼ ἐλαίας θʼ ὑψιγέννητον κλάδον,
λήνει μεγίστῳ σωφρόνως ἐστεμμένον,
ἀργῆτι μαλλῷ· τῇδε γὰρ τρανῶς ἐρῶ.
45
πρόσθεν δὲ τἀνδρὸς τοῦδε θαυμαστὸς λόχος
εὕδει γυναικῶν ἐν θρόνοισιν ἥμενος.
οὔτοι γυναῖκας, ἀλλὰ Γοργόνας λέγω,
οὐδʼ αὖτε Γοργείοισιν εἰκάσω τύποις.
εἶδόν ποτʼ ἤδη Φινέως γεγραμμένας
50
δεῖπνον φερούσας· ἄπτεροί γε μὴν ἰδεῖν
αὗται, μέλαιναι δʼ ἐς τὸ πᾶν βδελύκτροποι·
ῥέγκουσι δʼ οὐ πλατοῖσι φυσιάμασιν·
ἐκ δʼ ὀμμάτων λείβουσι δυσφιλῆ λίβα·
καὶ κόσμος οὔτε πρὸς θεῶν ἀγάλματα
55
φέρειν δίκαιος οὔτʼ ἐς ἀνθρώπων στέγας.
τὸ φῦλον οὐκ ὄπωπα τῆσδʼ ὁμιλίας
οὐδʼ ἥτις αἶα τοῦτʼ ἐπεύχεται γένος
τρέφουσʼ ἀνατεὶ μὴ μεταστένειν πόνον.
τἀντεῦθεν ἤδη τῶνδε δεσπότῃ δόμων
60
αὐτῷ μελέσθω Λοξίᾳ μεγασθενεῖ.
ἰατρόμαντις δʼ ἐστὶ καὶ τερασκόπος
καὶ τοῖσιν ἄλλοις δωμάτων καθάρσιος.

Ἀπόλλων

οὔτοι προδώσω· διὰ τέλους δέ σοι φύλαξ
ἐγγὺς παρεστὼς καὶ πρόσω δʼ ἀποστατῶν
65
ἐχθροῖσι τοῖς σοῖς οὐ γενήσομαι πέπων.
καὶ νῦν ἁλούσας τάσδε τὰς μάργους ὁρᾷς·
ὕπνῳ πεσοῦσαι δʼ αἱ κατάπτυστοι κόραι,
γραῖαι παλαιαὶ παῖδες, αἷς οὐ μείγνυται
θεῶν τις οὐδʼ ἄνθρωπος οὐδὲ θήρ ποτε.
70
κακῶν δʼ ἕκατι κἀγένοντʼ, ἐπεὶ κακὸν
σκότον νέμονται Τάρταρόν θʼ ὑπὸ χθονός,
μισήματʼ ἀνδρῶν καὶ θεῶν Ὀλυμπίων.
ὅμως δὲ φεῦγε μηδὲ μαλθακὸς γένῃ.
ἐλῶσι γάρ σε καὶ διʼ ἠπείρου μακρᾶς
75
βιβῶντʼ ἀνʼ αἰεὶ τὴν πλανοστιβῆ χθόνα
ὑπέρ τε πόντον καὶ περιρρύτας πόλεις.
καὶ μὴ πρόκαμνε τόνδε βουκολούμενος
πόνον· μολὼν δὲ Παλλάδος ποτὶ πτόλιν
ἵζου παλαιὸν ἄγκαθεν λαβὼν βρέτας.
80
κἀκεῖ δικαστὰς τῶνδε καὶ θελκτηρίους
μύθους ἔχοντες μηχανὰς εὑρήσομεν,
ὥστʼ ἐς τὸ πᾶν σε τῶνδʼ ἀπαλλάξαι πόνων·
καὶ γὰρ κτανεῖν σʼ ἔπεισα μητρῷον δέμας.

Ὀρέστης

ἄναξ Ἄπολλον, οἶσθα μὲν τὸ μὴ ʼδικεῖν·
85
ἐπεὶ δʼ ἐπίστᾳ, καὶ τὸ μὴ ʼμελεῖν μάθε.
σθένος δὲ ποιεῖν εὖ φερέγγυον τὸ σόν.

Ἀπόλλων

μέμνησο, μὴ φόβος σε νικάτω φρένας.
σὺ δʼ, αὐτάδελφον αἷμα καὶ κοινοῦ πατρός,
Ἑρμῆ, φύλασσε· κάρτα δʼ ὢν ἐπώνυμος
90
πομπαῖος ἴσθι, τόνδε ποιμαίνων ἐμὸν
ἱκέτην — σέβει τοι Ζεὺς τόδʼ ἐκνόμων σέβας —
ὁρμώμενον βροτοῖσιν εὐπόμπῳ τύχῃ.

Κλυταιμήστρας Εἴδωλον

εὕδοιτʼ ἄν, ὠή, καὶ καθευδουσῶν τί δεῖ;
ἐγὼ δʼ ὑφʼ ὑμῶν ὧδʼ ἀπητιμασμένη
95
ἄλλοισιν ἐν νεκροῖσιν, ὧν μὲν ἔκτανον
ὄνειδος ἐν φθιτοῖσιν οὐκ ἐκλείπεται,
αἰσχρῶς δʼ ἀλῶμαι· προυννέπω δʼ ὑμῖν ὅτι
ἔχω μεγίστην αἰτίαν κείνων ὕπο·
παθοῦσα δʼ οὕτω δεινὰ πρὸς τῶν φιλτάτων,
100
οὐδεὶς ὑπέρ μου δαιμόνων μηνίεται,
κατασφαγείσης πρὸς χερῶν μητροκτόνων.
ὁρᾶτε πληγὰς τάσδε καρδίας ὅθεν.
εὕδουσα γὰρ φρὴν ὄμμασιν λαμπρύνεται,
ἐν ἡμέρᾳ δὲ μοῖρʼ ἀπρόσκοπος βροτῶν.
105
ἦ πολλὰ μὲν δὴ τῶν ἐμῶν ἐλείξατε,
χοάς τʼ ἀοίνους, νηφάλια μειλίγματα,
καὶ νυκτίσεμνα δεῖπνʼ ἐπʼ ἐσχάρᾳ πυρὸς
ἔθυον, ὥραν οὐδενὸς κοινὴν θεῶν.
καὶ πάντα ταῦτα λὰξ ὁρῶ πατούμενα.
110
ὁ δʼ ἐξαλύξας οἴχεται νεβροῦ δίκην,
καὶ ταῦτα κούφως ἐκ μέσων ἀρκυστάτων
ὤρουσεν ὑμῖν ἐγκατιλλώψας μέγα.
ἀκούσαθʼ ὡς ἔλεξα τῆς ἐμῆς περὶ
ψυχῆς, φρονήσατʼ, ὦ κατὰ χθονὸς θεαί.
115
ὄναρ γὰρ ὑμᾶς νῦν Κλυταιμήστρα καλῶ.

Χορός

(μυγμός.)

Κλυταιμήστρας Εἴδωλον

μύζοιτʼ ἄν, ἁνὴρ δʼ οἴχεται φεύγων πρόσω·
φίλοι γάρ εἰσιν οὐκ ἐμοῖς προσεικότες.

Χορός

(μυγμός.)
120

Κλυταιμήστρας Εἴδωλον

ἄγαν ὑπνώσσεις κοὐ κατοικτίζεις πάθος·
φονεὺς δʼ Ὀρέστης τῆσδε μητρὸς οἴχεται.

Χορός

(μυγμός.)

Κλυταιμήστρας Εἴδωλον

ᾤζεις, ὑπνώσσεις· οὐκ ἀναστήσῃ τάχος;
τί σοι πέπρωται πρᾶγμα πλὴν τεύχειν κακά;
125

Χορός

(μυγμός.)

Κλυταιμήστρας Εἴδωλον

ὕπνος πόνος τε κύριοι συνωμόται
δεινῆς δρακαίνης ἐξεκήραναν μένος.

Χορός

(μυγμός. διπλοῦς ὀξύς.)
λαβὲ λαβὲ λαβὲ λαβέ, φράζου.
130

Κλυταιμήστρας Εἴδωλον

ὄναρ διώκεις θῆρα, κλαγγαίνεις δʼ ἅπερ
κύων μέριμναν οὔποτʼ ἐκλείπων πόνου.
τί δρᾷς; ἀνίστω, μή σε νικάτω πόνος,
μηδʼ ἀγνοήσῃς πῆμα μαλθαχθεῖσʼ ὕπνῳ.
ἄλγησον ἧπαρ ἐνδίκοις ὀνείδεσιν·
135
τοῖς σώφροσιν γὰρ ἀντίκεντρα γίγνεται.
σὺ δʼ αἱματηρὸν πνεῦμʼ ἐπουρίσασα τῷ,
ἀτμῷ κατισχναίνουσα, νηδύος πυρί,
ἕπου, μάραινε δευτέροις διώγμασιν.

Χορός

ἔγειρʼ, ἔγειρε καὶ σὺ τήνδʼ, ἐγὼ δὲ σέ.
140
εὕδεις; ἀνίστω, κἀπολακτίσασʼ ὕπνον,
ἰδώμεθʼ εἴ τι τοῦδε φροιμίου ματᾷ.
ἰοὺ ἰοὺ πύπαξ. ἐπάθομεν, φίλαι, —
ἦ πολλὰ δὴ παθοῦσα καὶ μάτην ἐγώ, —
ἐπάθομεν πάθος δυσαχές, ὦ πόποι,
145
ἄφερτον κακόν·
ἐξ ἀρκύων πέπτωκεν οἴχεταί θʼ ὁ θήρ. — ὕπνῳ
κρατηθεῖσʼ ἄγραν ὤλεσα. ἰὼ
παῖ Διός, ἐπίκλοπος πέλῃ, — νέος
δὲ γραίας δαίμονας καθιππάσω, — τὸν
150
ἱκέταν σέβων, ἄθεον ἄνδρα καὶ τοκεῦσιν
πικρόν· τὸν
μητραλοίαν δʼ ἐξέκλεψας ὢν θεός. — τί τῶνδʼ
ἐρεῖ τις δικαίως ἔχειν; ἐμοὶ δʼ
ὄνειδος ἐξ ὀνειράτων μολὸν ἔτυψεν δίκαν
155
διφρηλάτου μεσολαβεῖ κέντρῳ
ὑπὸ φρένας,
ὑπὸ λοβόν. — πάρεστι μαστίκτορος δαΐου
δαμίου βαρὺ τὸ περίβαρυ
κρύος ἔχειν. τοιαῦτα δρῶσιν οἱ
160
νεώτεροι θεοί, κρατοῦντες τὸ πᾶν
δίκας πλέον φονολιβῆ θρόνον περὶ
πόδα, περὶ
κάρα. — πάρεστι γᾶς ὀμφαλὸν προσδρακεῖν
αἱμάτων βλοσυρὸν ἀρόμενον ἄγος ἔχειν.
165
ἐφεστίῳ δὲ μάντις ὢν
μιάσματι μυχὸν ἐχράνατʼ αὐτόσσυτος, αὐτόκλητος,
παρὰ νόμον θεῶν βρότεα
μὲν τίων, παλαιγενεῖς δὲ μοίρας φθίσας.
κἀμοί γε λυπρός, καὶ
170
τὸν οὐκ ἐκλύσεται, ὑπό τε γᾶν φυγὼν
οὔ ποτʼ ἐλευθεροῦται. ποτιτρόπαιος ὢν δʼ ἕτερον
ἐν κάρᾳ μιάστορʼ ἐκ γένους πάσεται.

Ἀπόλλων

ἔξω, κελεύω, τῶνδε δωμάτων
τάχος χωρεῖτʼ, ἀπαλλάσσεσθε μαντικῶν μυχῶν,
175
μὴ καὶ λαβοῦσα πτηνὸν
ἀργηστὴν ὄφιν, χρυσηλάτου θώμιγγος ἐξορμώμενον, ἀνῇς
ὑπʼ ἄλγους μέλανʼ
ἀπʼ ἀνθρώπων ἀφρόν, ἐμοῦσα θρόμβους οὓς ἀφείλκυσας
φόνου. οὔτοι δόμοισι τοῖσδε χρίμπτεσθαι
180
πρέπει· ἀλλʼ οὗ καρανιστῆρες ὀφθαλμωρύχοι
δίκαι σφαγαί τε σπέρματός
τʼ ἀποφθορᾷ παίδων κακοῦται χλοῦνις, ἠδʼ
ἀκρωνία, λευσμός τε, καὶ μύζουσιν
οἰκτισμὸν πολὺν ὑπὸ ῥάχιν παγέντες. ἆρʼ
185
ἀκούετε οἵας ἑορτῆς ἔστʼ ἀπόπτυστοι
θεοῖς στέργηθρʼ ἔχουσαι; πᾶς δʼ
ὑφηγεῖται τρόπος μορφῆς. λέοντος ἄντρον αἱματορρόφου
οἰκεῖν τοιαύτας εἰκός, οὐ
χρηστηρίοις ἐν τοῖσδε πλησίοισι τρίβεσθαι
190
μύσος. χωρεῖτʼ ἄνευ βοτῆρος αἰπολούμεναι.
ποίμνης τοιαύτης δʼ οὔτις
εὐφιλὴς θεῶν. ἄναξ Ἄπολλον, ἀντάκουσον ἐν

Χορός

μέρει. αὐτὸς σὺ τούτων οὐ
μεταίτιος πέλῃ, ἀλλʼ εἷς τὸ πᾶν
195
ἔπραξας ὢν παναίτιος. πῶς δή; τοσοῦτο μῆκος

Ἀπόλλων

ἔκτεινον λόγου. ἔχρησας ὥστε τὸν ξένον

Χορός

μητροκτονεῖν. ἔχρησα ποινὰς τοῦ πατρὸς

Ἀπόλλων

πρᾶξαι. τί μήν; κἄπειθʼ ὑπέστης αἵματος δέκτωρ

Χορός

νέου. καὶ προστραπέσθαι τούσδʼ ἐπέστελλον
200

Ἀπόλλων

δόμους. καὶ τὰς προπομποὺς δῆτα

Χορός

τάσδε λοιδορεῖς; οὐ γὰρ δόμοισι τοῖσδε

Ἀπόλλων

πρόσφορον μολεῖν. ἀλλʼ ἔστιν ἡμῖν τοῦτο

Χορός

προστεταγμένον. τίς ἥδε τιμή; κόμπασον

Ἀπόλλων

γέρας καλόν. τοὺς μητραλοίας ἐκ δόμων
205

Χορός

ἐλαύνομεν. τί γὰρ γυναικὸς ἥτις

Ἀπόλλων

ἄνδρα νοσφίσῃ; οὐκ ἂν γένοιθʼ ὅμαιμος

Χορός

αὐθέντης φόνος. ἦ κάρτʼ ἄτιμα καὶ

Ἀπόλλων

παρʼ οὐδὲν εἰργάσω Ἥρας τελείας καὶ Διὸς
πιστώματα. Κύπρις δʼ ἄτιμος τῷδʼ
210
ἀπέρριπται λόγῳ, ὅθεν βροτοῖσι γίγνεται τὰ
φίλτατα. εὐνὴ γὰρ ἀνδρὶ καὶ
γυναικὶ μόρσιμος ὅρκου ʼστὶ μείζων τῇ
δίκῃ φρουρουμένη. εἰ τοῖσιν οὖν κτείνουσιν
ἀλλήλους χαλᾷς τὸ μὴ τίνεσθαι μηδʼ
215
ἐποπτεύειν κότῳ, οὔ φημʼ Ὀρέστην σʼ
ἐνδίκως ἀνδρηλατεῖν. τὰ μὲν γὰρ οἶδα
κάρτα σʼ ἐνθυμουμένην, τὰ δʼ ἐμφανῶς πράσσουσαν
ἡσυχαιτέραν. δίκας δὲ Παλλὰς τῶνδʼ
ἐποπτεύσει θεά. τὸν ἄνδρʼ ἐκεῖνον οὔ
220

Χορός

τι μὴ λίπω ποτέ. σὺ δʼ οὖν δίωκε

Ἀπόλλων

καὶ πόνον πλείω τίθου. τιμὰς σὺ μὴ σύντεμνε

Χορός

τὰς ἐμὰς λόγῳ. οὐδʼ ἂν δεχοίμην ὥστʼ

Ἀπόλλων

ἔχειν τιμὰς σέθεν. μέγας γὰρ ἔμπας πὰρ

Χορός

Διὸς θρόνοις λέγῃ. ἐγὼ δʼ, ἄγει γὰρ
225
αἷμα μητρῷον, δίκας μέτειμι τόνδε φῶτα κἀκκυνηγετῶ.

Ἀπόλλων

ἐγὼ δʼ ἀρήξω τὸν
ἱκέτην τε ῥύσομαι· δεινὴ γὰρ ἐν βροτοῖσι
κἀν θεοῖς πέλει τοῦ προστροπαίου μῆνις, εἰ
προδῶ σφʼ ἑκών. ἄνασσʼ Ἀθάνα, Λοξίου κελεύμασιν
230

Ὀρέστης

ἥκω, δέχου δὲ πρευμενῶς
ἀλάστορα, οὐ προστρόπαιον οὐδʼ ἀφοίβαντον
χέρα, ἀλλʼ ἀμβλὺς ἤδη προστετριμμένος
τε πρὸς ἄλλοισιν οἴκοις καὶ πορεύμασιν
βροτῶν. ὅμοια χέρσον καὶ θάλασσαν
235
ἐκπερῶν, σῴζων ἐφετμὰς Λοξίου χρηστηρίους,
πρόσειμι δῶμα καὶ βρέτας
τὸ σόν, θεά. αὐτοῦ φυλάσσων ἀναμένω τέλος
δίκης. εἶεν· τόδʼ ἐστὶ τἀνδρὸς

Χορός

ἐκφανὲς τέκμαρ. ἕπου δὲ μηνυτῆρος ἀφθέγκτου
240
φραδαῖς. τετραυματισμένον γὰρ ὡς κύων
νεβρὸν πρὸς αἷμα καὶ σταλαγμὸν
ἐκματεύομεν. πολλοῖς δὲ μόχθοις ἀνδροκμῆσι
φυσιᾷ σπλάγχνον· χθονὸς γὰρ πᾶς
πεποίμανται τόπος, ὑπέρ τε πόντον ἀπτέροις
245
ποτήμασιν ἦλθον διώκουσʼ, οὐδὲν ὑστέρα
νεώς. καὶ νῦν ὅδʼ ἐνθάδʼ
ἐστί που καταπτακών. ὀσμὴ βροτείων αἱμάτων με
προσγελᾷ. ὅρα ὅρα μάλʼ αὖ,
λεύσσετε πάντα, μὴ λάθῃ
250
φύγδα βὰς ὁ
ματροφόνος ἀτίτας. ὁ
δʼ αὖτέ γʼ
οὖν ἀλκὰν ἔχων περὶ βρέτει πλεχθεὶς θεᾶς
ἀμβρότου ὑπόδικος θέλει γενέσθαι χρεῶν.
255
τὸ δʼ οὐ πάρεστιν·
αἷμα μητρῷον χαμαὶ δυσαγκόμιστον, παπαῖ, τὸ διερὸν
πέδοι χύμενον
οἴχεται. ἀλλʼ ἀντιδοῦναι δεῖ σʼ
ἀπὸ ζῶντος ῥοφεῖν ἐρυθρὸν ἐκ μελέων πέλανον·
260
ἀπὸ δὲ σοῦ φεροίμαν βοσκὰν πώματος δυσπότου·
καὶ ζῶντά σʼ ἰσχνάνασʼ
ἀπάξομαι κάτω, ἀντίποινʼ ὡς τίνῃς ματροφόνου
δύας. ὄψει δὲ κεἴ τις
ἄλλος ἤλιτεν βροτῶν ἢ θεὸν ἢ ξένον
265
τινʼ ἀσεβῶν ἢ τοκέας
φίλους, ἔχονθʼ ἕκαστον τῆς δίκης
ἐπάξια. μέγας γὰρ Ἅιδης ἐστὶν
εὔθυνος βροτῶν ἔνερθε χθονός, δελτογράφῳ δὲ
πάντʼ ἐπωπᾷ
270
φρενί. ἐγὼ διδαχθεὶς ἐν κακοῖς

Ὀρέστης

ἐπίσταμαι πολλοὺς καθαρμούς, καὶ λέγειν
ὅπου δίκη σιγᾶν θʼ ὁμοίως· ἐν
δὲ τῷδε πράγματι φωνεῖν ἐτάχθην πρὸς σοφοῦ
διδασκάλου. βρίζει γὰρ αἷμα καὶ
275
μαραίνεται χερός, μητροκτόνον μίασμα δʼ ἔκπλυτον
πέλει· ποταίνιον γὰρ ὂν πρὸς
ἑστίᾳ θεοῦ Φοίβου καθαρμοῖς ἠλάθη χοιροκτόνοις.
πολὺς δέ μοι γένοιτʼ
ἂν ἐξ ἀρχῆς λόγος, ὅσοις προσῆλθον ἀβλαβεῖ ξυνουσίᾳ.
280
χρόνος καθαιρεῖ πάντα γηράσκων
ὁμοῦ. καὶ νῦν ἀφʼ ἁγνοῦ
στόματος εὐφήμως καλῶ χώρας ἄνασσαν τῆσδʼ Ἀθηναίαν
ἐμοὶ μολεῖν ἀρωγόν· κτήσεται δʼ
ἄνευ δορὸς αὐτόν τε καὶ γῆν
285
καὶ τὸν Ἀργεῖον λεὼν πιστὸν δικαίως ἐς τὸ
πᾶν τε σύμμαχον. ἀλλʼ εἴτε χώρας ἐν
τόποις Λιβυστικοῖς, Τρίτωνος ἀμφὶ χεῦμα γενεθλίου
πόρου, τίθησιν ὀρθὸν ἢ κατηρεφῆ
πόδα, φίλοις ἀρήγουσʼ, εἴτε Φλεγραίαν
290
πλάκα θρασὺς ταγοῦχος ὡς ἀνὴρ
ἐπισκοπεῖ, ἔλθοι — κλύει δὲ καὶ
πρόσωθεν ὢν θεός — ὅπως γένοιτο τῶνδʼ ἐμοὶ
λυτήριος. οὔτοι σʼ Ἀπόλλων οὐδʼ

Χορός

Ἀθηναίας σθένος ῥύσαιτʼ ἂν ὥστε μὴ
295
οὐ παρημελημένον ἔρρειν, τὸ χαίρειν μὴ
μαθόνθʼ ὅπου φρενῶν, ἀναίματον βόσκημα δαιμόνων, σκιάν.
οὐδʼ ἀντιφωνεῖς, ἀλλʼ ἀποπτύεις
λόγους, ἐμοὶ τραφείς τε καὶ
καθιερωμένος; καὶ ζῶν με δαίσεις
300
οὐδὲ πρὸς βωμῷ σφαγείς· ὕμνον δʼ ἀκούσῃ τόνδε
δέσμιον σέθεν. ἄγε δὴ καὶ χορὸν
ἅψωμεν, ἐπεὶ μοῦσαν στυγερὰν ἀποφαίνεσθαι δεδόκηκεν,
λέξαι τε
λάχη τὰ
305
κατʼ ἀνθρώπους ὡς ἐπινωμᾷ στάσις ἁμά.
εὐθυδίκαιοι δʼ οἰόμεθʼ εἶναι·
τὸν μὲν καθαρὰς χεῖρας
προνέμοντʼ οὔτις ἐφέρπει μῆνις ἀφʼ
ἡμῶν, ἀσινὴς δʼ αἰῶνα διοιχνεῖ·
310
ὅστις δʼ ἀλιτὼν ὥσπερ
ὅδʼ ἁνὴρ χεῖρας φονίας ἐπικρύπτει, μάρτυρες
ὀρθαὶ τοῖσι θανοῦσιν
παραγιγνόμεναι πράκτορες αἵματος αὐτῷ
τελέως ἐφάνημεν. μᾶτερ
315
ἅ μʼ ἔτικτες,
ὦ μᾶτερ Νύξ, ἀλαοῖσι καὶ δεδορκόσιν
ποινάν, κλῦθʼ. ὁ Λατοῦς
γὰρ ἶ- μʼ ἄτιμον τίθησιν τόνδʼ
νίς ἀφαιρούμενος πτῶκα, ματρῷον
320
ἅ- κύριον
γνισμα φόνου. ἐπὶ δὲ
τῷ τεθυμένῳ
τόδε μέλος, παρακοπά, παραφορὰ
φρενοδαλής, ὕμνος ἐξ
325
Ἐρινύων, δέσμιος
φρενῶν, ἀφόρ- αὐονὰ
μικτος, βροτοῖς. τοῦτο γὰρ
λάχος διανταία
Μοῖρʼ ἐπέκλωσεν ἐμπέδως ἔχειν,
330
θνατῶν τοῖσιν αὐτουργίαι ξυμπέσωσιν
μάταιοι, τοῖς ὁμαρτεῖν,
ὄφρʼ ἂν
γᾶν ὑπέλθῃ· θανὼν δʼ
οὐκ ἄγαν ἐλεύθερος. ἐπὶ
335
δὲ τῷ τεθυμένῳ
τόδε μέλος, παρακοπά, παραφορὰ
φρενοδαλής, ὕμνος ἐξ
Ἐρινύων, δέσμιος
φρενῶν, ἀφόρ- αὐονὰ
340
μικτος, βροτοῖς. γιγνομέναισι λάχη
τάδʼ ἐφʼ
ἁμὶν ἐκράνθη· ἀθανάτων δʼ ἀπέχειν χέρας,
οὐδέ τις ἐστί συνδαίτωρ μετάκοινος· παλλεύκων δὲ
πέπλων ἀπόμοιρος
345
ἄκληρος ἐτύχθην δωμάτων γὰρ εἱλόμαν ἀνατροπάς,
ὅταν Ἄρης τιθασὸς
ὢν φίλον ἕλῃ.
ἐπὶ τὸν ὧδʼ ἱέμεναι
κρατερὸν ὄνθʼ ὅμως ἀμαυ-
350
ροῦμεν ὑφʼ αἵματος νέου. σπεύδομεν
αἵδʼ ἀφελεῖν τινὰ
τάσδε μερίμνας, θεῶν δʼ ἀτέλειαν ἐμαῖς
μελέταις ἐπικραίνειν, μηδʼ εἰς ἄγκρισιν ἐλθεῖν·
Ζεὺς δʼ αἱμοσταγὲς ἀξιόμισον
355
ἔθνος τόδε λέσχας ἇς ἀπηξιώσατο. δωμάτων γὰρ
εἱλόμαν ἀνατροπάς,
ὅταν Ἄρης τιθασὸς
ὢν φίλον ἕλῃ.
ἐπὶ τὸν ὧδʼ ἱέμεναι
360
κρατερὸν ὄνθʼ ὅμως ἀμαυ-
ροῦμεν ὑφʼ αἵματος νέου. δόξαι
τʼ ἀνδρῶν καὶ
μάλʼ ὑπʼ αἰθέρι σεμναὶ τακόμεναι κατὰ γᾶν μινύθουσιν
ἄτιμοι ἁμετέραις ἐφόδοις μελανείμοσιν, ὀρχη-
365
σμοῖς τʼ ἐπιφθόνοις ποδός. μάλα
γὰρ οὖν ἁλομένα
ἀνέκαθεν βαρυπεσῆ καταφέρω ποδὸς
ἀκμάν, σφαλερὰ
καὶ τανυδρόμοις κῶλα,
370
δύσφορον ἄταν. πίπτων
δʼ οὐκ οἶδεν
τόδʼ ὑπʼ ἄφρονι λύμᾳ· τοῖον γὰρ ἐπὶ κνέφας
ἀνδρὶ μύσος πεπόταται, καὶ δνοφεράν τινʼ ἀχλὺν
κατὰ δώματος αὐδᾶ- πολύστονος φάτις. μάλα γὰρ
375
ται οὖν ἁλομένα
ἀνέκαθεν βαρυπεσῆ καταφέρω ποδὸς
ἀκμάν, σφαλερὰ
καὶ τανυδρόμοις κῶλα,
δύσφορον ἄταν. μένει
380
γάρ. εὐμήχανοί τε
καὶ τέλειοι, κακῶν
τε μνήμονες σεμναὶ καὶ
δυσπαρήγοροι βροτοῖς, ἄτιμʼ
ἀτίετα διόμεναι λάχη
385
θεῶν διχοστατοῦντʼ ἀνηλίῳ
λάμπᾳ, δυσοδοπαίπαλα δερκομένοισι καὶ
δυσομμάτοις ὁμῶς.
τίς οὖν τάδʼ οὐχ
ἅζεταί τε καὶ δέδοικεν βροτῶν,
390
ἐμοῦ κλύων θεσμὸν τὸν
μοιρόκραντον ἐκ θεῶν
δοθέντα τέλεον; ἔτι δέ
μοι μένει γέρας παλαιόν, οὐδʼ
ἀτιμίας κύρω, καίπερ ὑπὸ χθόνα
395
τάξιν ἔχουσα καὶ δυσήλιον
κνέφας. πρόσωθεν ἐξήκουσα κληδόνος βοὴν

Ἀθηνᾶ

ἀπὸ Σκαμάνδρου γῆν καταφθατουμένη,
ἣν δῆτʼ Ἀχαιῶν ἄκτορές
τε καὶ πρόμοι, τῶν αἰχμαλώτων χρημάτων λάχος
400
μέγα, ἔνειμαν αὐτόπρεμνον εἰς τὸ
πᾶν ἐμοί, ἐξαίρετον δώρημα Θησέως τόκοις·
ἔνθεν διώκουσʼ ἦλθον ἄτρυτον
πόδα, πτερῶν ἄτερ ῥοιβδοῦσα κόλπον
αἰγίδος. πώλοις ἀκμαίοις τόνδʼ ἐπιζεύξασʼ
405
ὄχον καινὴν δʼ ὁρῶσα τήνδʼ
ὁμιλίαν χθονὸς ταρβῶ μὲν οὐδέν, θαῦμα
δʼ ὄμμασιν πάρα. τίνες ποτʼ ἐστέ; πᾶσι
δʼ ἐς κοινὸν λέγω· βρέτας τε τοὐμὸν τῷδʼ
ἐφημένῳ ξένῳ, ὑμᾶς θʼ ὁμοίας οὐδενὶ
410
σπαρτῶν γένει, οὔτʼ ἐν θεαῖσι πρὸς
θεῶν ὁρωμένας οὔτʼ οὖν βροτείοις ἐμφερεῖς
μορφώμασιν. λέγειν δʼ ἄμομφον ὄντα
τοὺς πέλας κακῶς πρόσω δικαίων ἠδʼ ἀποστατεῖ
θέμις. πεύσῃ τὰ πάντα συντόμως,
415

Χορός

Διὸς κόρη. ἡμεῖς γάρ ἐσμεν Νυκτὸς
αἰανῆ τέκνα. Ἀραὶ δʼ ἐν οἴκοις
γῆς ὑπαὶ κεκλήμεθα. γένος μὲν οἶδα κληδόνας

Ἀθηνᾶ

τʼ ἐπωνύμους. τιμάς γε μὲν δὴ

Χορός

τὰς ἐμὰς πεύσῃ τάχα. μάθοιμʼ ἄν, εἰ λέγοι
420

Ἀθηνᾶ

τις ἐμφανῆ λόγον. βροτοκτονοῦντας ἐκ δόμων ἐλαύνομεν.
καὶ τῷ κτανόντι ποῦ
τὸ τέρμα τῆς φυγῆς; ὅπου τὸ χαίρειν μηδαμοῦ

Χορός

νομίζεται. ἦ καὶ τοιαύτας τῷδʼ

Ἀθηνᾶ

ἐπιρροιζεῖς φυγάς; φονεὺς γὰρ εἶναι μητρὸς
425

Χορός

ἠξιώσατο. ἄλλαις ἀνάγκαις, ἤ τινος

Ἀθηνᾶ

τρέων κότον; ποῦ γὰρ τοσοῦτο κέντρον

Χορός

ὡς μητροκτονεῖν; δυοῖν παρόντοιν ἥμισυς λόγου

Ἀθηνᾶ

πάρα. ἀλλʼ ὅρκον οὐ δέξαιτʼ

Χορός

ἄν, οὐ δοῦναι θέλοι. κλύειν δίκαιος μᾶλλον ἢ
430

Ἀθηνᾶ

πρᾶξαι θέλεις. πῶς δή; δίδαξον· τῶν

Χορός

σοφῶν γὰρ οὐ πένῃ. ὅρκοις τὰ μὴ δίκαια

Ἀθηνᾶ

μὴ νικᾶν λέγω. ἀλλʼ ἐξέλεγχε, κρῖνε δʼ

Χορός

εὐθεῖαν δίκην. ἦ κἀπʼ ἐμοὶ τρέποιτʼ

Ἀθηνᾶ

ἂν αἰτίας τέλος; πῶς δʼ οὔ; σέβουσαί
435

Χορός

γʼ ἀξίαν κἀπʼ ἀξίων. τί πρὸς τάδʼ εἰπεῖν,

Ἀθηνᾶ

ὦ ξένʼ, ἐν μέρει θέλεις; λέξας δὲ χώραν καὶ
γένος καὶ ξυμφορὰς τὰς σάς, ἔπειτα τόνδʼ
ἀμυναθοῦ ψόγον· εἴπερ πεποιθὼς τῇ δίκῃ
βρέτας τόδε ἧσαι φυλάσσων ἑστίας ἁμῆς
440
πέλας σεμνὸς προσίκτωρ ἐν τρόποις
Ἰξίονος. τούτοις ἀμείβου πᾶσιν εὐμαθές
τί μοι. ἄνασσʼ Ἀθάνα, πρῶτον ἐκ

Ὀρέστης

τῶν ὑστάτων τῶν σῶν ἐπῶν μέλημʼ
ἀφαιρήσω μέγα. οὐκ εἰμὶ προστρόπαιος, οὐδʼ
445
ἔχων μύσος πρὸς χειρὶ τἠμῇ τὸ
σὸν ἐφεζόμην βρέτας. τεκμήριον δὲ τῶνδέ σοι
λέξω μέγα. ἄφθογγον εἶναι τὸν παλαμναῖον
νόμος, ἔστʼ ἂν πρὸς ἀνδρὸς
αἵματος καθαρσίου σφαγαὶ καθαιμάξωσι νεοθήλου βοτοῦ.
450
πάλαι πρὸς ἄλλοις ταῦτʼ
ἀφιερώμεθα οἴκοισι, καὶ βοτοῖσι καὶ
ῥυτοῖς πόροις. ταύτην μὲν οὕτω φροντίδʼ
ἐκποδὼν λέγω. γένος δὲ τοὐμὸν ὡς
ἔχει πεύσῃ τάχα. Ἀργεῖός εἰμι, πατέρα δʼ
455
ἱστορεῖς καλῶς, Ἀγαμέμνονʼ, ἀνδρῶν ναυβατῶν ἁρμόστορα,
ξὺν ᾧ σὺ Τροίαν
ἄπολιν Ἰλίου πόλιν ἔθηκας. ἔφθιθʼ οὗτος οὐ
καλῶς, μολὼν εἰς οἶκον· ἀλλά νιν
κελαινόφρων ἐμὴ μήτηρ κατέκτα, ποικίλοις ἀγρεύμασιν
460
κρύψασʼ, ἃ λουτρῶν ἐξεμαρτύρει
φόνον. κἀγὼ κατελθών, τὸν πρὸ
τοῦ φεύγων χρόνον, ἔκτεινα τὴν τεκοῦσαν, οὐκ
ἀρνήσομαι, ἀντικτόνοις ποιναῖσι φιλτάτου πατρός.
καὶ τῶνδε κοινῇ Λοξίας
465
ἐπαίτιος, ἄλγη προφωνῶν ἀντίκεντρα καρδίᾳ,
εἰ μή τι τῶνδʼ
ἔρξαιμι τοὺς ἐπαιτίους. σὺ δʼ εἰ δικαίως
εἴτε μὴ κρῖνον δίκην· πράξας γὰρ ἐν σοὶ
πανταχῇ τάδʼ αἰνέσω. τὸ πρᾶγμα μεῖζον, εἴ
470

Ἀθηνᾶ

τις οἴεται τόδε βροτὸς δικάζειν· οὐδὲ μὴν
ἐμοὶ θέμις φόνου διαιρεῖν ὀξυμηνίτου δίκας·
ἄλλως τε καὶ σὺ
μὲν κατηρτυκὼς ἐμοῖς ἱκέτης προσῆλθες καθαρὸς ἀβλαβὴς
δόμοις· οὕτως δʼ ἄμομφον ὄντα
475
σʼ αἰδοῦμαι πόλει. αὗται δʼ ἔχουσι μοῖραν
οὐκ εὐπέμπελον, καὶ μὴ τυχοῦσαι πράγματος
νικηφόρου, χώρᾳ μεταῦθις ἰὸς ἐκ
φρονημάτων πέδοι πεσὼν ἄφερτος αἰανὴς
νόσος. τοιαῦτα μὲν τάδʼ ἐστίν·
480
ἀμφότερα, μένειν πέμπειν τε δυσπήμαντʼ ἀμηχάνως
ἐμοί. ἐπεὶ δὲ πρᾶγμα δεῦρʼ
ἐπέσκηψεν τόδε, φόνων δικαστὰς ὁρκίους αἱρουμένη
θεσμὸν τὸν εἰς ἅπαντʼ
ἐγὼ θήσω χρόνον. ὑμεῖς δὲ μαρτύριά τε
485
καὶ τεκμήρια καλεῖσθʼ, ἀρωγὰ τῆς δίκης
ὁρκώματα· κρίνασα δʼ ἀστῶν τῶν
ἐμῶν τὰ βέλτατα ἥξω, διαιρεῖν τοῦτο πρᾶγμʼ
ἐτητύμως, ὅρκον πορόντας μηδὲν ἔκδικον
φράσειν. νῦν καταστροφαὶ νέων θεσμίων,
490

Χορός

εἰ κρατή- δίκα
σει τε καὶ βλάβα
τοῦδε ματροκτόνου. πάντας ἤδη
τόδʼ ἔργον
εὐχερεί- συναρμόσει βροτούς· πολλὰ δʼ
495
ᾳ ἔτυμα παιδότρωτα
πάθεα προσμένει τοκεῦ- μεταῦθις
σιν ἐν χρόνῳ. οὐδὲ
γὰρ βροτοσκόπων μαινάδων
τῶνδʼ ἐφέρ- κότος
500
ψει τις ἐργμάτων — πάντʼ
ἐφήσω μόρον. πεύσεται
δʼ ἄλλος ἄλλοθεν,
προφω- τὰ τῶν πέλας κακά,
νῶν λῆξιν ὑπόδοσίν τε μόχθων·
505
ἄκεά τʼ οὐ βέβαια
τλά- δέ τις μάταν παρηγορεῖ.
μων μηδέ τις κικλῃσκέτω ξυμφορᾷ
τετυμμένος, τοῦτʼ ἔπος
θροούμενος, ὦ
510
δίκα, ὦ θρόνοι
τʼ Ἐρινύων.
ταῦτά τις τάχʼ ἂν
πατὴρ ἢ τεκοῦσα νεοπαθὴς οἶκτον
οἰκτίσαιτʼ, ἐπει- πίτνει
515
δὴ δόμος δίκας. ἔσθʼ
ὅπου τὸ δεινὸν
εὖ, καὶ φρενῶν ἐπίσκοπον δεῖ
μένειν καθήμενον. ξυμφέρει
σωφρονεῖν ὑπὸ στένει.
520
τίς
δὲ μηδὲν ἐν
δέει καρδίαν ἂν ἀνατρέφων ἢ
πόλις βροτός θʼ
ὁμοί- ἔτʼ ἂν σέβοι δίκαν;
525
ως μήτʼ ἀνάρχετον βίον μήτε
δεσποτούμενον αἰνέσῃς. παντὶ
μέσῳ τὸ
κράτος
θεὸς ὤπασεν, ἄλλʼ ἄλλᾳ
530
δʼ ἐφορεύει. ξύμμετρον
δʼ ἔπος λέγω,
δυσσεβίας μὲν ὕβρις τέκος
ὡς ἐτύμως· ἐκ
δʼ ὑγιεί- φρενῶν
535
ας ὁ πάμφιλος καὶ
πολύευκτος ὄλβος. ἐς
τὸ πᾶν δέ
σοι λέγω, βωμὸν αἴδεσαι Δίκας· μηδέ
νιν κέρδος ἰδὼν
540
ἀθέῳ ποδὶ
λὰξ ἀτίσῃς· ποινὰ
γὰρ ἐπέσται. κύριον
μένει τέλος. πρὸς
τάδε τις τοκέων
545
σέβας εὖ προτίων καὶ
ξενοτί- δόμων ἐπιστροφὰς
μους αἰδόμενός τις
ἔστω. ἑκὼν
δʼ ἀνάγκας ἄτερ
550
δίκαιος ὢν οὐκ ἄνολβος ἔσται· πανώλεθρος
δʼ οὔποτʼ ἂν
γένοιτο. τὸν ἀντίτολμον δέ φαμι
παρβάταν ἄγοντα πολλὰ παντόφυρτʼ ἄνευ
δίκας βιαίως ξὺν χρόνῳ καθήσειν
555
λαῖφος, ὅταν λάβῃ πόνος
θραυομένας κεραίας. καλεῖ δʼ
ἀκούοντας οὐδὲν
ἐν μέσᾳ δυσπαλεῖ τε δίνᾳ· γελᾷ
δὲ δαίμων ἐπʼ
560
ἀνδρὶ θερμῷ, τὸν οὔποτʼ αὐχοῦντʼ ἰδὼν
ἀμαχάνοις δύαις λαπαδνὸν οὐδʼ ὑπερθέοντʼ
ἄκραν· διʼ αἰῶνος δὲ τὸν
πρὶν ὄλβον ἕρματι προσβαλὼν δίκας ὤλετʼ
ἄκλαυτος, αἶστος. κήρυσσε,
565

Ἀθηνᾶ

κῆρυξ, καὶ στρατὸν
κατειργαθοῦ, ἥ τʼ οὖν διάτορος
Τυρσηνικὴ σάλπιγξ, βροτείου πνεύματος πληρουμένη,
ὑπέρτονον γήρυμα φαινέτω στρατῷ.
πληρουμένου γὰρ τοῦδε βουλευτηρίου
570
σιγᾶν ἀρήγει καὶ μαθεῖν
θεσμοὺς ἐμοὺς πόλιν τε πᾶσαν εἰς
τὸν αἰανῆ χρόνον καὶ τούσδʼ ὅπως ἂν
εὖ καταγνωσθῇ δίκη. ἄναξ Ἄπολλον, ὧν ἔχεις

Χορός

αὐτὸς κράτει. τί τοῦδε σοὶ μέτεστι
575
πράγματος λέγε. καὶ μαρτυρήσων ἦλθον — ἔστι

Ἀπόλλων

γὰρ νόμῳ ἱκέτης ὅδʼ ἁνὴρ καὶ
δόμων ἐφέστιος ἐμῶν, φόνου δὲ τοῦδʼ
ἐγὼ καθάρσιος — καὶ ξυνδικήσων αὐτός· αἰτίαν
δʼ ἔχω τῆς τοῦδε μητρὸς τοῦ
580
φόνου. σὺ δʼ εἴσαγε ὅπως τʼ ἐπίστᾳ τήνδε
κύρωσον δίκην. ὑμῶν ὁ μῦθος, εἰσάγω

Ἀθηνᾶ

δὲ τὴν δίκην· ὁ γὰρ διώκων πρότερος
ἐξ ἀρχῆς λέγων γένοιτʼ ἂν ὀρθῶς πράγματος
διδάσκαλος. πολλαὶ μέν ἐσμεν, λέξομεν
585

Χορος

δὲ συντόμως. ἔπος δʼ ἀμείβου πρὸς
ἔπος ἐν μέρει τιθείς τὴν μητέρʼ εἰπὲ πρῶτον
εἰ κατέκτονας. ἔκτεινα· τούτου δʼ οὔτις

Ὀρέστης

ἄρνησις πέλει. ἓν μὲν τόδʼ ἤδη

Χορός

τῶν τριῶν παλαισμάτων. οὐ κειμένῳ πω τόνδε
590

Ὀρέστης

κομπάζεις λόγον. εἰπεῖν γε μέντοι δεῖ

Χορός

σʼ ὅπως κατέκτανες. λέγω· ξιφουλκῷ χειρὶ πρὸς

Ὀρέστης

δέρην τεμών. πρὸς τοῦ δʼ ἐπείσθης

Χορός

καὶ τίνος βουλεύμασιν; τοῖς τοῦδε θεσφάτοισι· μαρτυρεῖ

Ὀρέστης

δέ μοι. ὁ μάντις ἐξηγεῖτό σοι
595

Χορός

μητροκτονεῖν; καὶ δεῦρό γʼ ἀεὶ

Ὀρέστης

τὴν τύχην οὐ μέμφομαι. ἀλλʼ εἴ σε μάρψει

Χορός

ψῆφος, ἄλλʼ ἐρεῖς τάχα. πέποιθʼ. ἀρωγὰς δʼ ἐκ

Ὀρέστης

τάφου πέμψει πατήρ. νεκροῖσί νυν πέπισθι μητέρα

Χορός

κτανών. δυοῖν γὰρ εἶχε προσβολὰς
600

Ὀρέστης

μιασμάτοιν. πῶς δή; δίδαξον τοὺς

Χορός

δικάζοντας τάδε. ἀνδροκτονοῦσα πατέρʼ ἐμὸν κατέκτανεν.
τοιγὰρ σὺ μὲν ζῇς,
ἡ δʼ ἐλευθέρα φόνῳ. τί δʼ οὐκ ἐκείνην

Ὀρέστης

ζῶσαν ἤλαυνες φυγῇ; οὐκ ἦν ὅμαιμος φωτὸς
605

Χορός

ὃν κατέκτανεν. ἐγὼ δὲ μητρὸς τῆς

Ὀρέστης

ἐμῆς ἐν αἵματι; πῶς γάρ σʼ ἔθρεψʼ

Χορός

ἂν ἐντός, ὦ μιαιφόνε, ζώνης; ἀπεύχῃ μητρὸς αἷμα
φίλτατον; ἤδη σὺ μαρτύρησον· ἐξηγοῦ

Ὀρέστης

δέ μοι, Ἄπολλον, εἴ σφε σὺν
610
δίκῃ κατέκτανον. δρᾶσαι γὰρ ὥσπερ ἐστὶν
οὐκ ἀρνούμεθα. ἀλλʼ εἰ δίκαιον εἴτε
μὴ τῇ σῇ φρενὶ δοκεῖ τόδʼ αἷμα, κρῖνον,
ὡς τούτοις φράσω. λέξω πρὸς ὑμᾶς τόνδʼ

Ἀπόλλων

Ἀθηναίας μέγαν θεσμὸν δικαίως, — μάντις ὢν
615
δʼ οὐ ψεύσομαι. οὐπώποτʼ εἶπον μαντικοῖσιν ἐν
θρόνοις, οὐκ ἀνδρός, οὐ γυναικός,
οὐ πόλεως πέρι, ὃ μὴ κελεύσαι Ζεὺς
Ὀλυμπίων πατήρ. τὸ μὲν δίκαιον τοῦθʼ
ὅσον σθένει μαθεῖν, βουλῇ πιφαύσκω δʼ ὔμμʼ
620
ἐπισπέσθαι πατρός· ὅρκος γὰρ οὔτι Ζηνὸς
ἰσχύει πλέον. Ζεύς, ὡς λέγεις σύ,

Χορός

τόνδε χρησμὸν ὤπασε, φράζειν Ὀρέστῃ τῷδε, τὸν
πατρὸς φόνον πράξαντα μητρὸς μηδαμοῦ τιμὰς
νέμειν; οὐ γάρ τι ταὐτὸν
625

Ἀπόλλων

ἄνδρα γενναῖον θανεῖν διοσδότοις σκήπτροισι τιμαλφούμενον, καὶ
ταῦτα πρὸς γυναικός,
οὔ τι θουρίοις τόξοις ἑκηβόλοισιν, ὥστʼ Ἀμαζόνος,
ἀλλʼ ὡς ἀκούσῃ, Παλλὰς
οἵ τʼ ἐφήμενοι ψήφῳ διαιρεῖν τοῦδε πράγματος
630
πέρι. ἀπὸ στρατείας γάρ νιν
ἠμποληκότα τὰ πλεῖστʼ ἄμεινον εὔφροσιν
δεδεγμένη, δροίτῃ περῶντι λουτρὰ κἀπὶ
τέρματι φᾶρος περεσκήνωσεν, ἐν δʼ
ἀτέρμονι κόπτει πεδήσασʼ ἄνδρα δαιδάλῳ
635
πέπλῳ. ἀνδρὸς μὲν ὑμῖν οὗτος
εἴρηται μόρος τοῦ παντοσέμνου, τοῦ στρατηλάτου
νεῶν. ταύτην τοιαύτην εἶπον, ὡς
δηχθῇ λεώς, ὅσπερ τέτακται τήνδε κυρῶσαι
δίκην. πατρὸς προτιμᾷ Ζεὺς μόρον
640

Χορός

τῷ σῷ λόγῳ· αὐτὸς δʼ ἔδησε πατέρα
πρεσβύτην Κρόνον. πῶς ταῦτα τούτοις οὐκ
ἐναντίως λέγεις; ὑμᾶς δʼ ἀκούειν ταῦτʼ
ἐγὼ μαρτύρομαι. ὦ παντομισῆ κνώδαλα, στύγη

Ἀπόλλων

θεῶν, πέδας μὲν ἂν λύσειεν,
645
ἔστι τοῦδʼ ἄκος καὶ κάρτα πολλὴ μηχανὴ
λυτήριος· ἀνδρὸς δʼ ἐπειδὰν αἷμʼ
ἀνασπάσῃ κόνις ἅπαξ θανόντος, οὔτις ἔστʼ
ἀνάστασις. τούτων ἐπῳδὰς οὐκ ἐποίησεν
πατὴρ οὑμός, τὰ δʼ ἄλλα
650
πάντʼ ἄνω τε καὶ κάτω στρέφων τίθησιν οὐδὲν ἀσθμαίνων
μένει. πῶς γὰρ τὸ φεύγειν

Χορός

τοῦδʼ ὑπερδικεῖς ὅρα· τὸ μητρὸς αἷμʼ ὅμαιμον
ἐκχέας πέδοι ἔπειτʼ ἐν Ἄργει δώματʼ
οἰκήσει πατρός; ποίοισι βωμοῖς χρώμενος τοῖς
655
δημίοις; ποία δὲ χέρνιψ φρατέρων
προσδέξεται; καὶ τοῦτο λέξω, καὶ

Ἀπόλλων

μάθʼ ὡς ὀρθῶς ἐρῶ. οὔκ ἔστι μήτηρ ἡ
κεκλημένου τέκνου τοκεύς, τροφὸς δὲ κύματος
νεοσπόρου. τίκτει δʼ ὁ θρῴσκων,
660
ἡ δʼ ἅπερ ξένῳ ξένη ἔσωσεν ἔρνος, οἷσι μὴ
βλάψῃ θεός. τεκμήριον δὲ τοῦδέ σοι
δείξω λόγου. πατὴρ μὲν ἂν γένοιτʼ
ἄνευ μητρός· πέλας μάρτυς πάρεστι παῖς Ὀλυμπίου
Διός, οὐδʼ ἐν σκότοισι νηδύος
665
τεθραμμένη, ἀλλʼ οἷον ἔρνος οὔτις
ἂν τέκοι θεός. ἐγὼ δέ, Παλλάς, τἄλλα
θʼ ὡς ἐπίσταμαι, τὸ σὸν πόλισμα καὶ
στρατὸν τεύξω μέγαν, καὶ τόνδʼ ἔπεμψα σῶν
δόμων ἐφέστιον, ὅπως γένοιτο πιστὸς εἰς
670
τὸ πᾶν χρόνου καὶ τόνδʼ ἐπικτήσαιο σύμμαχον,
θεά, καὶ τοὺς ἔπειτα, καὶ
τάδʼ αἰανῶς μένοι στέργειν τὰ πιστὰ τῶνδε
τοὺς ἐπισπόρους. ἤδη κελεύω τούσδʼ ἀπὸ

Ἀθηνᾶ

γνώμης φέρειν ψῆφον δικαίαν, ὡς ἅλις
675
λελεγμένων; ἡμῖν μὲν ἤδη πᾶν

Χορός

τετόξευται βέλος. μένω δʼ ἀκοῦσαι πῶς
ἀγὼν κριθήσεται. τί γάρ; πρὸς ὑμῶν

Ἀθηνᾶ

πῶς τιθεῖσʼ, ἄμομφος ὦ; ἠκούσαθʼ ὧν ἠκούσατʼ, ἐν

Ἀπόλλων

δὲ καρδίᾳ ψῆφον φέροντες ὅρκον αἰδεῖσθε,
680
ξένοι. κλύοιτʼ ἂν ἤδη θεσμόν,

Ἀθηνᾶ

Ἀττικὸς λεώς, πρώτας δίκας κρίνοντες αἵματος
χυτοῦ. ἔσται δὲ καὶ τὸ
λοιπὸν Αἰγέως στρατῷ αἰεὶ δικαστῶν τοῦτο βουλευτήριον.
πάγον δʼ Ἄρειον τόνδʼ,
685
Ἀμαζόνων ἕδραν σκηνάς θʼ, ὅτʼ ἦλθον
Θησέως κατὰ φθόνον στρατηλατοῦσαι, καὶ πόλιν νεόπτολιν
τήνδʼ ὑψίπυργον ἀντεπύργωσαν τότε,
Ἄρει δʼ ἔθυον, ἔνθεν
ἔστʼ ἐπώνυμος πέτρα, πάγος τʼ Ἄρειος·
690
ἐν δὲ τῷ σέβας ἀστῶν φόβος τε ξυγγενὴς
τὸ μὴ ἀδικεῖν σχήσει τό τʼ ἦμαρ
καὶ κατʼ εὐφρόνην ὁμῶς, αὐτῶν πολιτῶν μὴ ʼπιχραινόντων
νόμους κακαῖς ἐπιρροαῖσι· βορβόρῳ δʼ
ὕδωρ λαμπρὸν μιαίνων οὔποθʼ εὑρήσεις
695
ποτόν. τὸ μήτʼ ἄναρχον μήτε
δεσποτούμενον ἀστοῖς περιστέλλουσι βουλεύω σέβειν,
καὶ μὴ τὸ δεινὸν
πᾶν πόλεως ἔξω βαλεῖν. τίς γὰρ δεδοικὼς μηδὲν
ἔνδικος βροτῶν; τοιόνδε τοι ταρβοῦντες ἐνδίκως
700
σέβας ἔρυμά τε χώρας καὶ
πόλεως σωτήριον ἔχοιτʼ ἄν, οἷον οὔτις
ἀνθρώπων ἔχει, οὔτʼ ἐν Σκύθῃσιν οὔτε
Πέλοπος ἐν τόποις. κερδῶν ἄθικτον τοῦτο βουλευτήριον,
αἰδοῖον, ὀξύθυμον, εὑδόντων ὕπερ
705
ἐγρηγορὸς φρούρημα γῆς καθίσταμαι.
ταύτην μὲν ἐξέτεινʼ ἐμοῖς
παραίνεσιν ἀστοῖσιν εἰς τὸ λοιπόν·
ὀρθοῦσθαι δὲ χρὴ καὶ ψῆφον αἴρειν καὶ
διαγνῶναι δίκην αἰδουμένους τὸν ὅρκον. εἴρηται
710
λόγος. καὶ μὴν βαρεῖαν τήνδʼ

Χορός

ὁμιλίαν χθονὸς ξύμβουλός εἰμι μηδαμῶς ἀτιμάσαι.

Ἀπόλλων

κἄγωγε χρησμοὺς τοὺς ἐμούς
τε καὶ Διὸς ταρβεῖν κελεύω μηδʼ ἀκαρπώτους
κτίσαι. ἀλλʼ αἱματηρὰ πράγματʼ οὐ
715

Χορός

λαχὼν σέβεις, μαντεῖα δʼ οὐκέθʼ ἁγνὰ
μαντεύσῃ νέμων. ἦ καὶ πατήρ τι

Ἀπόλλων

σφάλλεται βουλευμάτων πρωτοκτόνοισι προστροπαῖς Ἰξίονος; λέγεις·

Χορός

ἐγὼ δὲ μὴ
τυχοῦσα τῆς δίκης βαρεῖα χώρᾳ τῇδʼ ὁμιλήσω
720
πάλιν. ἀλλʼ ἔν τε τοῖς

Ἀπόλλων

νέοισι καὶ παλαιτέροις θεοῖς ἄτιμος εἶ σύ·
νικήσω δʼ ἐγώ. τοιαῦτʼ ἔδρασας καὶ Φέρητος

Χορός

ἐν δόμοις· Μοίρας ἔπεισας ἀφθίτους θεῖναι
βροτούς. οὔκουν δίκαιον τὸν σέβοντʼ
725

Ἀπόλλων

εὐεργετεῖν, ἄλλως τε πάντως χὤτε
δεόμενος τύχοι; σύ τοι παλαιὰς διανομὰς

Χορός

καταφθίσας οἴνῳ παρηπάτησας ἀρχαίας θεάς.

Ἀπόλλων

σύ τοι τάχʼ οὐκ
ἔχουσα τῆς δίκης τέλος ἐμῇ τὸν ἰὸν οὐδὲν
730
ἐχθροῖσιν βαρύν. ἐπεὶ καθιππάζῃ με πρεσβῦτιν

Χορός

νέος, δίκης γενέσθαι τῆσδʼ ἐπήκοος
μένω, ὡς ἀμφίβουλος οὖσα θυμοῦσθαι
πόλει. ἐμὸν τόδʼ ἔργον, λοισθίαν

Ἀθηνᾶ

κρῖναι δίκην. ψῆφον δʼ Ὀρέστῃ τήνδʼ
735
ἐγὼ προσθήσομαι. μήτηρ γὰρ οὔτις ἐστὶν
ἥ μʼ ἐγείνατο, τὸ δʼ ἄρσεν αἰνῶ
πάντα, πλὴν γάμου τυχεῖν, ἅπαντι θυμῷ, κάρτα δʼ
εἰμὶ τοῦ πατρός. οὕτω γυναικὸς οὐ προτιμήσω
μόρον ἄνδρα κτανούσης δωμάτων ἐπίσκοπον.
740
νικᾷ δʼ Ὀρέστης, κἂν
ἰσόψηφος κριθῇ. ἐκβάλλεθʼ ὡς τάχιστα τευχέων
πάλους, ὅσοις δικαστῶν τοῦτʼ ἐπέσταλται
τέλος. ὦ Φοῖβʼ Ἄπολλον, πῶς

Ὀρέστης

ἀγὼν κριθήσεται; ὦ Νὺξ μέλαινα μῆτερ,
745

Χορός

ἆρʼ ὁρᾷς τάδε; νῦν ἀγχόνης μοι τέρματʼ,

Ὀρέστης

ἢ φάος βλέπειν. ἡμῖν γὰρ ἔρρειν, ἢ

Χορός

πρόσω τιμὰς νέμειν. πεμπάζετʼ ὀρθῶς ἐκβολὰς ψήφων,

Ἀπόλλων

ξένοι, τὸ μὴ ʼδικεῖν σέβοντες
ἐν διαιρέσει. γνώμης δʼ ἀπούσης πῆμα
750
γίγνεται μέγα, βαλοῦσά τʼ οἶκον ψῆφος
ὤρθωσεν μία. ἀνὴρ ὅδʼ ἐκπέφευγεν αἵματος

Ἀθηνᾶ

δίκην· ἴσον γάρ ἐστι τἀρίθμημα
τῶν πάλων. ὦ Παλλάς, ὦ σώσασα

Ὀρέστης

τοὺς ἐμοὺς δόμους. γαίας πατρῴας ἐστερημένον σύ
755
τοι κατῴκισάς με· καί τις
Ἑλλήνων ἐρεῖ, Ἀργεῖος ἁνὴρ αὖθις ἔν
τε χρήμασιν οἰκεῖ πατρῴοις, Παλλάδος καὶ
Λοξίου ἕκατι, καὶ τοῦ πάντα
κραίνοντος τρίτου σωτῆρος, ὃς πατρῷον αἰδεσθεὶς
760
μόρον σῴζει με, μητρὸς τάσδε
συνδίκους ὁρῶν. ἐγὼ δὲ χώρᾳ τῇδε
καὶ τῷ σῷ στρατῷ τὸ λοιπὸν εἰς ἅπαντα
πλειστήρη χρόνον ὁρκωμοτήσας νῦν ἄπειμι πρὸς
δόμους, μήτοι τινʼ ἄνδρα δεῦρο
765
πρυμνήτην χθονὸς ἐλθόντʼ ἐποίσειν εὖ κεκασμένον
δόρυ. αὐτοὶ γὰρ ἡμεῖς ὄντες
ἐν τάφοις τότε τοῖς τἀμὰ παρβαίνουσι νῦν
ὁρκώματα ἀμηχάνοισι πράξομεν δυσπραξίαις, ὁδοὺς
ἀθύμους καὶ παρόρνιθας
770
πόρους τιθέντες, ὡς αὐτοῖσι μεταμέλῃ
πόνος· ὀρθουμένων δέ, καὶ πόλιν
τὴν Παλλάδος τιμῶσιν αἰεὶ τήνδε συμμάχῳ
δορί, αὐτοῖσιν ἡμεῖς ἐσμεν εὐμενέστεροι.
καὶ χαῖρε, καὶ σὺ
775
καὶ πολισσοῦχος λεώς· πάλαισμʼ ἄφυκτον τοῖς ἐναντίοις
ἔχοις, σωτήριόν τε καὶ δορὸς
νικηφόρον. ἰὼ θεοὶ νεώτεροι, παλαιοὺς

Χορός

νόμους καθιππάσασθε κἀκ χερῶν εἵλεσθέ
μου. ἐγὼ δʼ ἄτιμος ἁ
780
τάλαινα βαρύκοτος ἐν γᾷ τᾷδε, φεῦ,
ἰὸν ἰὸν ἀντιπενθῆ μεθεῖσα
καρδίας, σταλαγμὸν χθονὶ
ἄφορον· ἐκ δὲ τοῦ
λειχὴν ἄφυλλος, ἄτεκνος, ἰὼ
785
δίκα, πέδον ἐπισύμενος
βροτοφθόρους κηλῖδας ἐν χώρᾳ
βαλεῖ. στενάζω· τί ῥέξω; γελῶμαι
πολίταις. δύσοισθʼ ἅπαθον.
ἰὼ μεγάλα
790
τοὶ κόραι
δυστυχεῖς Νυκτὸς ἀτιμοπενθεῖς. ἐμοὶ πίθεσθε

Ἀθηνᾶ

μὴ βαρυστόνως
φέρειν. οὐ γὰρ νενίκησθʼ, ἀλλʼ
ἰσόψηφος δίκη ἐξῆλθʼ ἀληθῶς, οὐκ ἀτιμίᾳ
795
σέθεν· ἀλλʼ ἐκ Διὸς γὰρ
λαμπρὰ μαρτύρια παρῆν, αὐτός θʼ ὁ χρήσας
αὐτὸς ἦν ὁ μαρτυρῶν, ὡς ταῦτʼ Ὀρέστην δρῶντα
μὴ βλάβας ἔχειν. ὑμεῖς δὲ μὴ θυμοῦσθε
μηδὲ τῇδε γῇ βαρὺν κότον σκήψητε, μηδʼ
800
ἀκαρπίαν τεύξητʼ, ἀφεῖσαι δαιμόνων σταλάγματα,
βρωτῆρας αἰχμὰς σπερμάτων ἀνημέρους.
ἐγὼ γὰρ ὑμῖν πανδίκως
ὑπίσχομαι ἕδρας τε καὶ κευθμῶνας
ἐνδίκου χθονὸς λιπαροθρόνοισιν ἡμένας ἐπʼ ἐσχάραις
805
ἕξειν ὑπʼ ἀστῶν τῶνδε
τιμαλφουμένας. ἰὼ θεοὶ νεώτεροι, παλαιοὺς

Χορός

νόμους καθιππάσασθε κἀκ χερῶν εἵλεσθέ
μου. ἐγὼ δʼ ἄτιμος ἁ
τάλαινα βαρύκοτος ἐν γᾷ τᾷδε, φεῦ,
810
ἰὸν ἰὸν ἀντιπενθῆ μεθεῖσα
καρδίας, σταλαγμὸν χθονὶ
ἄφορον· ἐκ δὲ τοῦ
λειχὴν ἄφυλλος, ἄτεκνος, ἰὼ
δίκα, πέδον ἐπισύμενος
815
βροτοφθόρους κηλῖδας ἐν χώρᾳ
βαλεῖ. στενάζω· τί ῥέξω; γελῶμαι
πολίταις· δύσοισθʼ ἅπαθον.
ἰὼ μεγάλα
τοι κόραι
820
δυστυχεῖς Νυκτὸς ἀτιμοπενθεῖς. οὐκ ἔστʼ

Ἀθηνᾶ

ἄτιμοι, μηδʼ
ὑπερθύμως ἄγαν θεαὶ βροτῶν κτίσητε δύσκηλον
χθόνα. κἀγὼ πέποιθα Ζηνί, καὶ
τί δεῖ λέγειν; καὶ κλῇδας οἶδα δώματος
825
μόνη θεῶν, ἐν ᾧ κεραυνός ἐστιν
ἐσφραγισμένος· ἀλλʼ οὐδὲν αὐτοῦ δεῖ·
σὺ δʼ εὐπιθὴς ἐμοὶ γλώσσης ματαίας μὴ ʼκβάλῃς
ἔπη χθονί, καρπὸν φέροντα πάντα μὴ
πράσσειν καλῶς κοίμα κελαινοῦ κύματος πικρὸν
830
μένος ὡς σεμνότιμος καὶ ξυνοικήτωρ
ἐμοί· πολλῆς δὲ χώρας τῆσδʼ
ἔτʼ ἀκροθίνια θύη πρὸ παίδων καὶ
γαμηλίου τέλους ἔχουσʼ ἐς αἰεὶ τόνδʼ
ἐπαινέσεις λόγον. ἐμὲ παθεῖν τάδε, φεῦ,
835

Χορός

ἐμὲ παλαιόφρονα κατά τε
γᾶς οἰκεῖν, φεῦ, ἀτίετον μύσος. πνέω
τοι μένος ἅπαντά
τε κότον. οἶ οἶ δᾶ, φεῦ.
τίς μʼ ὑποδύεται, τίς
840
ὀδύνα πλευράς; θυμὸν ἄιε, μᾶτερ Νύξ·
ἀπὸ γάρ με
τι- δαναιᾶν θεῶν δυσπάλαμοι παρʼ
μᾶν οὐδὲν ἦραν
δόλοι. ὀργὰς ξυνοίσω σοι· γεραιτέρα
845

Ἀθηνᾶ

γὰρ εἶ. καὶ τῷ μὲν εἶ
σὺ κάρτʼ ἐμοῦ σοφωτέρα· φρονεῖν δὲ κἀμοὶ Ζεὺς
ἔδωκεν οὐ κακῶς. ὑμεῖς δʼ ἐς ἀλλόφυλον
ἐλθοῦσαι χθόνα γῆς τῆσδʼ ἐρασθήσεσθε· προυννέπω
τάδε. οὑπιρρέων γὰρ τιμιώτερος χρόνος
850
ἔσται πολίταις τοῖσδε. καὶ
σὺ τιμίαν ἕδραν ἔχουσα πρὸς δόμοις
Ἐρεχθέως τεύξῃ παρʼ ἀνδρῶν καὶ
γυναικείων στόλων, ὅσων παρʼ ἄλλων οὔποτʼ
ἂν σχέθοις βροτῶν. σὺ δʼ ἐν τόποισι
855
τοῖς ἐμοῖσι μὴ βάλῃς μήθʼ αἱματηρὰς θηγάνας, σπλάγχνων
βλάβας νέων, ἀοίνοις ἐμμανεῖς θυμώμασιν,
μήτʼ, ἐξελοῦσʼ ὡς καρδίαν
ἀλεκτόρων, ἐν τοῖς ἐμοῖς ἀστοῖσιν
ἱδρύσῃς Ἄρη ἐμφύλιόν τε καὶ πρὸς
860
ἀλλήλους θρασύν. θυραῖος ἔστω πόλεμος, οὐ
μόλις παρών, ἐν ᾧ τις ἔσται
δεινὸς εὐκλείας ἔρως· ἐνοικίου δʼ ὄρνιθος οὐ
λέγω μάχην τοιαῦθʼ ἑλέσθαι σοι πάρεστιν
ἐξ ἐμοῦ, εὖ δρῶσαν, εὖ πάσχουσαν,
865
εὖ τιμωμένην χώρας μετασχεῖν τῆσδε θεοφιλεστάτης.

Χορός

ἐμὲ παθεῖν τάδε, φεῦ,
ἐμὲ παλαιόφρονα κατά τε
γᾶς οἰκεῖν, φεῦ, ἀτίετον μύσος. πνέω
τοι μένος ἅπαντά
870
τε κότον. οἶ οἶ δᾶ, φεῦ.
τίς μʼ ὑποδύεται, τίς
ὀδύνα πλευράς; θυμὸν ἄιε, μᾶτερ Νύξ·
ἀπὸ γάρ με
τι- δαναιᾶν θεῶν δυσπάλαμοι παρʼ
875
μᾶν οὐδὲν ἦραν
δόλοι. οὔτοι καμοῦμαί σοι λέγουσα

Ἀθηνᾶ

τἀγαθά, ὡς μήποτʼ εἴπῃς πρὸς
νεωτέρας ἐμοῦ θεὸς παλαιὰ καὶ πολισσούχων
βροτῶν ἄτιμος ἔρρειν τοῦδʼ ἀπόξενος
880
πέδου. ἀλλʼ εἰ μὲν ἁγνόν
ἐστί σοι Πειθοῦς σέβας; γλώσσης ἐμῆς μείλιγμα καὶ
θελκτήριον, σὺ δʼ οὖν μένοις
ἄν· εἰ δὲ μὴ θέλεις μένειν, οὔ τἂν δικαίως τῇδʼ
ἐπιρρέποις πόλει μῆνίν τινʼ ἢ κότον
885
τινʼ ἢ βλάβην στρατῷ. ἔξεστι γάρ σοι τῆσδε
γαμόρῳ χθονὸς εἶναι δικαίως ἐς τὸ
πᾶν τιμωμένῃ. ἄνασσʼ Ἀθάνα, τίνα με

Χορός

φὴς ἔχειν ἕδραν; πάσης ἀπήμονʼ οἰζύος· δέχου

Ἀθηνᾶ

δὲ σύ. καὶ δὴ δέδεγμαι· τίς
890

Χορός

δέ μοι τιμὴ μένει; ὡς μή τινʼ οἶκον

Ἀθηνᾶ

εὐθενεῖν ἄνευ σέθεν. σὺ τοῦτο πράξεις, ὥστε

Χορός

με σθένειν τόσον; τῷ γὰρ σέβοντι συμφορὰς

Ἀθηνᾶ

ὀρθώσομεν. καί μοι πρόπαντος ἐγγύην

Χορός

θήσῃ χρόνου; ἔξεστι γάρ μοι μὴ
895

Ἀθηνᾶ

λέγειν ἃ μὴ τελῶ. θέλξειν μʼ ἔοικας καὶ

Χορός

μεθίσταμαι κότου. τοιγὰρ κατὰ χθόνʼ οὖσʼ

Ἀθηνᾶ

ἐπικτήσῃ φίλους. τί οὖν μʼ ἄνωγας

Χορός

τῇδʼ ἐφυμνῆσαι χθονί; ὁποῖα νίκης μὴ κακῆς

Ἀθηνᾶ

ἐπίσκοπα, καὶ ταῦτα γῆθεν ἔκ
900
τε ποντίας δρόσου ἐξ οὐρανοῦ τε· κἀνέμων
ἀήματα εὐηλίως πνέοντʼ ἐπιστείχειν χθόνα·
καρπόν τε γαίας καὶ
βοτῶν ἐπίρρυτον ἀστοῖσιν εὐθενοῦντα μὴ κάμνειν
χρόνῳ, καὶ τῶν βροτείων σπερμάτων
905
σωτηρίαν. τῶν εὐσεβούντων δʼ ἐκφορωτέρα
πέλοις. στέργω γάρ, ἀνδρὸς φιτυποίμενος
δίκην, τὸ τῶν δικαίων τῶνδʼ
ἀπένθητον γένος. τοιαῦτα σοὔστι. τῶν ἀρειφάτων
δʼ ἐγὼ πρεπτῶν ἀγώνων οὐκ ἀνέξομαι
910
τὸ μὴ οὐ τήνδʼ ἀστύνικον ἐν βροτοῖς
τιμᾶν πόλιν. δέξομαι Παλλάδος ξυνοικίαν, οὐδʼ

Χορός

ἀτιμάσω πόλιν, τὰν
καὶ Ζεὺς ὁ
παγκρατὴς Ἄρης τε φρούριον θεῶν νέμει, ῥυσίβωμον
915
Ἑλλάνων ἄγαλμα δαιμόνων·
ᾇτʼ ἐγὼ κατεύχομαι θεσπίσασα
πρευμενῶς ἐπισσύτους βίου
τύχας ὀνησίμους
γαίας ἐξαμβρῦσαι φαιδρὸν ἁλίου
920
σέλας. τάδʼ

Ἀθηνᾶ

ἐγὼ προφρόνως τοῖσδε
πολίταις πράσσω, μεγάλας καὶ δυσαρέστους
δαίμονας αὐτοῦ κατανασσαμένη. πάντα
γὰρ αὗται τὰ
925
κατʼ ἀνθρώπους ἔλαχον διέπειν. ὁ δὲ
μὴ κύρσας
βαρεῶν τούτων οὐκ οἶδεν ὅθεν πληγαὶ
βιότου. τὰ γὰρ ἐκ προτέρων
ἀπλακήματά νιν πρὸς τάσδʼ ἀπάγει, σιγῶν
930
δʼ ὄλεθρος καὶ μέγα φωνοῦντʼ ἐχθραῖς
ὀργαῖς ἀμαθύνει. δενδροπήμων

Χορός

δὲ μὴ πνέοι
βλάβα, τὰν ἐμὰν χάριν λέγω·
φλογμός τʼ ὀμματοστερὴς φυτῶν,
935
τὸ μὴ περᾶν ὅρον τόπων,
μηδʼ ἄκαρπος αἰανὴς ἐφερπέτω
νόσος, μῆλά τʼ εὐθενοῦντα γᾶ
ξὺν διπλοῖσιν ἐμβρύοις τρέφοι
χρόνῳ τεταγμένῳ· γόνος
940
δʼ πλουτόχθων ἑρμαίαν δαιμόνων δόσιν
τίοι. ἦ

Ἀθηνᾶ

τάδʼ ἀκούετε, πόλεως
φρούριον, οἷʼ ἐπικραίνει; μέγα γὰρ
δύναται πότνιʼ Ἐρινὺς παρά τʼ
945
ἀθανάτοις τοῖς θʼ ὑπὸ γαῖαν,
περί τʼ ἀνθρώπων φανερῶς τελέως διαπράσσουσιν, τοῖς
μὲν ἀοιδάς, τοῖς
δʼ αὖ δακρύων βίον ἀμβλωπὸν παρέχουσαι. ἀνδροκμῆτας

Χορός

δʼ ἀώρ- ἀπεννέπω
950
ους τύχας, νεανίδων τʼ
ἐπηράτων ἀνδροτυχεῖς
βιότους δότε, κύριʼ
ἔχοντες, θεαί
τʼ ὦ Μοῖραι
955
ματροκασιγνῆται, δαίμονες ὀρθονόμοι, παντὶ
δόμῳ
μετάκοινοι, παντὶ
χρόνῳ δʼ ἐπιβριθεῖς
ἐνδίκοις ὁμιλίαις, πάντᾳ τιμιώταται
960
θεῶν. τάδε

Ἀθηνᾶ

τοι χώρᾳ τἠμῇ
προφρόνως ἐπικραινομένων γάνυμαι· στέργω δʼ
ὄμματα
Πειθοῦς, ὅτι μοι γλῶσσαν καὶ
965
στόμʼ ἐπωπᾷ πρὸς τάσδʼ ἀγρίως ἀπανηναμένας·
ἀλλʼ ἐκράτησε Ζεὺς ἀγοραῖος·
νικᾷ δʼ ἀγαθῶν ἔρις
ἡμετέρα διὰ παντός.

Χορός

τὰν δʼ ἄπληστον κακῶν
970
μήποτʼ ἐν πόλει στάσιν
τᾷδʼ ἐπεύχομαι βρέμειν. μηδὲ
πιοῦσα κόνις μέλαν
αἷμα πολιτᾶν διʼ
ὀργὰν ποινᾶς ἀντιφόνους
975
ἄτας ἁρπαλίσαι πόλεως.
χάρματα δʼ
ἀντιδιδοῖεν κοινοφιλεῖ
διανοίᾳ, καὶ στυγεῖν
μιᾷ φρενί·
980
πολλῶν γὰρ τόδʼ ἐν
βροτοῖς ἄκος. ἆρα φρονοῦσιν γλώσσης ἀγαθῆς

Ἀθηνᾶ

ὁδὸν εὑρίσκειν; ἐκ τῶν
φοβερῶν τῶνδε
προσώπων μέγα κέρδος ὁρῶ τοῖσδε
985
πολίταις· τάσδε γὰρ εὔφρονας εὔφρονες
αἰεὶ μέγα τιμῶντες καὶ γῆν
καὶ πόλιν ὀρθοδίκαιον πρέψετε πάντως διάγοντες.

Χορός

χαίρετε
χαίρετʼ ἐν αἰσιμίαισι
990
πλούτου. χαίρετʼ ἀστικὸς λεώς, ἴκταρ
ἥμενοι Διός, παρθένου
φίλας φίλοι σωφρονοῦντες
ἐν χρόνῳ. Παλλάδος
δʼ ὑπὸ πτεροῖς
995
ὄντας ἅζεται πατήρ. χαίρετε

Ἀθηνᾶ

χὐμεῖς· προτέραν δʼ
ἐμὲ χρὴ στείχειν θαλάμους ἀποδείξουσαν πρὸς
φῶς ἱερὸν τῶνδε
προπομπῶν. ἴτε καὶ σφαγίων τῶνδʼ
1000
ὑπὸ σεμνῶν κατὰ γῆς σύμεναι τὸ
μὲν ἀτηρὸν χώρας κατέχειν, τὸ δὲ
κερδαλέον πέμπειν πόλεως ἐπὶ νίκῃ.
ὑμεῖς δʼ ἡγεῖσθε, πολισσοῦχοι
παῖδες Κραναοῦ, ταῖσδε μετοίκοις.
1005
εἴη δʼ ἀγαθῶν ἀγαθὴ
διάνοια πολίταις. χαίρετε,

Χορός

χαίρετε δʼ αὖθις,
ἐπανδιπλάζω, πάντες οἱ κατὰ πτόλιν,
δαίμονές τε καὶ βροτοί,
1010
Παλλάδος πόλιν νέμον- μετοικίαν
τες· δʼ ἐμὴν εὖ
σέβοντες οὔτι μέμ-
ψεσθε συμφορὰς βίου. αἰνῶ τε

Ἀθηνᾶ

μύθους τῶνδε
1015
τῶν κατευγμάτων πέμψω τε φέγγει λαμπάδων
σελασφόρων εἰς τοὺς ἔνερθε καὶ
κατὰ χθονὸς τόπους ξὺν προσπόλοισιν, αἵτε φρουροῦσιν
βρέτας τοὐμὸν δικαίως. ὄμμα γὰρ
πάσης χθονὸς Θησῇδος ἐξίκοιτʼ ἂν εὐκλεὴς
1020
λόχος παίδων, γυναικῶν, καὶ στόλος
πρεσβυτίδων. φοινικοβάπτοις ἐνδυτοῖς ἐσθήμασι τιμᾶτε,
καὶ τὸ φέγγος
ὁρμάσθω πυρός, ὅπως ἂν εὔφρων ἥδʼ
ὁμιλία χθονὸς τὸ λοιπὸν εὐάνδροισι συμφοραῖς
1025
πρέπῃ. βᾶτε δόμῳ, μεγάλαι φιλότιμοι

Προπομποί

Νυκτὸς παῖδες ἄπαιδες, ὑπʼ
εὔφρονι πομπᾷ, εὐφαμεῖτε δέ, χωρῖται, γᾶς
ὑπὸ κεύθεσιν ὠγυγίοισιν,
καὶ τιμαῖς καὶ θυσίαις
1030
περίσεπτα τυχοῦσαι, εὐφαμεῖτε δὲ πανδαμεί. ἵλαοι
δὲ καὶ σύμφρονες
γᾷ δεῦρʼ ἴτε, σεμναί, ξὺν
πυριδάπτῳ λαμπάδι τερπόμεναι καθʼ ὁδόν.
ὀλολύξατε νῦν ἐπὶ μολπαῖς.
1035
σπονδαὶ δʼ ἐς τὸ
πᾶν ἐκ μετοίκων Παλλάδος ἀστοῖς. Ζεὺς ὁ
πανόπτας οὕτω Μοῖρά τε συγκατέβα.
ὀλολύξατε νῦν ἐπὶ μολπαῖς.

Source Text: Aeschylus Aeschylus, with an English translation by Herbert Weir Smyth, Ph. D. in two volumes. 2.Eumenides Cambridge, Mass., Harvard University Press; London, William Heinemann, Ltd. 1926. Public Domain.
Translation, Audio, Morphology, and Analyses AI-generated unless otherwise specified. Copyright LexAudio, LLC.