0:00/ 0:00

Dithyrambs

Book 17

Bacchylides

Strophe 1

Κυανόπρῳρα μὲν ναῦς μενέκτυπον
Θησέα δὶς ἑπτά τʼ ἀγλαοὺς ἄγουσα
κούρους Ἰαόνων
Κρητικὸν τάμνε πέλαγος·
τηλαυγέϊ γὰρ ἐν φάρεϊ
5
βορήϊαι πίτνον αὖραι
κλυτᾶς ἕκατι πολεμαίγιδος Ἀθάνας·
κνίσεν τε Μίνωϊ κέαρ
ἱμεράμπυκος θεᾶς
Κύπριδος αἰνὰ δῶρα·
10
χεῖρα δʼ οὐκέτι παρθενικᾶς
ἄτερθʼ ἐράτυεν, θίγεν
δὲ λευκᾶν παρηΐδων·
βόασέ τʼ Ἐρίβοια χαλκο-
θώρακα Πανδίονος
15
ἔκγονον· ἴδεν δὲ Θησεύς,
μέλαν δʼ ὑπʼ ὀφρύων
δίνασεν ὄμμα, καρδίαν τέ ϝοι
σχέτλιον ἄμυξεν ἄλγος,
εἶρέν τε· Διὸς υἱὲ φερτάτου,
20
ὅσιον οὐκέτι τεᾶν
ἔσω κυβερνᾷς φρενῶν
θυμόν· ἴσχε μεγαλοῦχον ἥρως βίαν.

Antistrophe 1

ὅ τι μὲν ἐκ θεῶν μοῖρα παγκρατὴς
ἄμμι κατένευσε καὶ Δίκας ῥέπει τά-
25
λαντον, πεπρωμέναν
αἶσαν ἐκπλήσομεν, ὅταν
ἔλθῃ· σὺ δὲ βαρεῖαν κάτε-
χε μῆτιν. εἰ καί σε κεδνὰ
τέκεν λέχει Διὸς ὑπὸ κρόταφον Ἴδας
30
μιγεῖσα Φοίνικος ἐρα-
τώνυμος κόρα βροτῶν
φέρτατον, ἀλλὰ κἀμὲ
Πιτθέος θυγάτηρ ἀφνεοῦ
πλαθεῖσα ποντίῳ τέκεν
35
Ποσειδᾶνι, χρύσεον
τέ ϝοι δόσαν ἰόπλοκοι
κάλυμμα Νηρηΐδες.
τῶ σε, πολέμαρχε Κνωσίων,
κέλομαι πολύστονον
40
ἐρύκεν ὕβριν· οὐ γὰρ ἂν θελοι-
μʼ ἀμβρότου ἐραννὸν Ἀοῦς
ἰδεῖν φάος, ἐπεί τινʼ ἠϊθέων
σὺ δαμάσειας ἀέκον-
τα· πρόσθε χειρῶν βίαν
45
δείξομεν· τὰ δʼ ἐπιόντα δαίμων κρινεῖ.

Epode 1

τόσʼ εἶπεν ἀρέταιχμος ἥρως·
τάφον δὲ ναυβάται
φωτὸς ὑπεράφανον
θάρσος· Ἁλίου τε γαμβρῷ χολώσατʼ ἦτορ,
50
ὕφαινέ τε ποταινίαν
μῆτιν, εἶπέν τε· μεγαλοσθενὲς
Ζεῦ πάτερ, ἄκουσον· εἴπερ με κούρα
Φοίνισσα λευκώλενος σοὶ τέκε,
νῦν πρόπεμπʼ ἀπʼ οὐρανοῦ θοὰν
55
πυριέθειραν ἀστραπὰν
σᾶμʼ ἀρίγνωτον· εἰ
δὲ καὶ σὲ Τροιζηνία σεισίχθονι
φύτευσεν Αἴθρα Ποσει-
δᾶνι, τόνδε χρύσεον
60
χειρὸς ἀγλαὸν
ἔνεγκε κόσμονἐκβαθείας ἁλός,
δικὼν θράσει σῶμα πατρὸς ἐς δόμους.
εἴσεαι δʼ αἴ κʼ ἐμᾶς κλύῃ
Κρόνιος εὐχᾶς
65
ἀναξιβρόντας ὁ πάντων μεδέων.

Strophe 2

κλύε δʼ ἄμετρον εὐχὰν μεγασθενὴς
Ζεύς, ὑπέροχόν τε Μίνωϊ φύτευσε
τιμὰν φίλῳ θέλων
παιδὶ πανδερκέα θέμεν,
70
ἄστραψέ θʼ· ὁ δὲ θυμάρμενον
ἰδὼν τέρας πέτασε χεῖρας
κλυτὰν ἐς αἰθέρα μενεπτόλεμος ἥρως,
εἶρέν τε· Θησεῦ, σὺτάδε
μὲν βλέπεις σαφῆ Διὸς
75
δῶρα· σὺ δʼ ὄρνυʼ ἐς βα-
ρύβρομον πέλαγος· Κρονίδας
δέ τοι πατὴρ ἄναξ τελεῖ
Ποσειδὰν ὑπέρτατον
κλέος χθόνα κατʼ ἠΰδενδρον.
80
ὣς εἶπε· τῷ δʼ οὐ πάλιν
θυμὸς ἀνεκάμπτετʼ, ἀλλʼ εὐ-
πάκτων ἐπʼ ἰκρίων
σταθεὶς ὄρουσε, πόντιόν τέ νιν
δέξατο θελημὸν ἄλσος.
85
τάφεν δὲ Διὸς υἱὸς ἔνδοθεν
κέαρ, κέλευσέ τε κατʼ οὖ-
ρον ἴσχεν εὐδαίδαλον
νᾶα· μοῖρα δʼ ἑτέραν ἐπόρσυνʼ ὁδόν.

Antistrophe 2

ἵετο δʼ ὠκύπομπον δόρυ· σόει
90
νιν βορεὰς ἐξόπιν πνέουσʼ ἀήτα·
τρέσσαν δʼ Ἀθαναίων
ἠϊθέων πᾶν γένος, ἐπεὶ
ἥρως θόρεν πόντονδε, κα-
τὰ λειρίων τʼ ὀμμάτων δά — κρυ χέον, βαρεῖαν ἐπιδέγμενοι ἀνάγκαν·
95
φέρον δὲ δελφῖνες ἁλι-
ναιέται μέγαν θοῶς
Θησέα πατρὸς ἱππί-
ου δόμον, μέγαρόν τε θεῶν
μόλεν· τόθι κλυτὰς ἰδὼν
100
ἔδεισʼ ὀλβίοιο Νη-
ρέος κόρας· ἀπὸ γὰρ ἀγλα — ῶν λάμπε γυίων σέλας
ὧτε πυρός, ἀμφὶ χαίταις
δὲ χρυσεόπλοκοι
δίνηντο ταινίαι· χορῷ δʼ ἔτερ-
105
πον κέαρ ὑγροῖσι ποσσίν·
σεμνάν τε πατρὸς ἄλοχον φίλαν
ἴδε βοῶπιν ἐρατοῖ-
σιν Ἀμφιτρίταν δόμοις·
ἅ νιν ἀμφέβαλεν αἰόλαν πορφύραν,
110

Epode 2

κόμαισί τʼ ἐπέθηκεν οὔλαις
ἀμεμφέα πλόκον,
τόν ποτέ ϝοι ἐν γάμῳ
δῶκε δόλιος Ἀφροδίτα ῥόδοις ἐρεμνόν.
ἄπιστον ὅ τι δαίμονες
115
θέωσιν οὐδὲν φρενοάραις βροτοῖς·
νᾶα παρὰ λεπτόπρυμνον φάνη· φεῦ,
οἵαισιν ἐν φροντίσι Κνώσιον
ἔσχασεν στραταγέταν, ἐπεὶ
μόλʼ ἀδίαντος ἐξ ἁλὸς
120
θαῦμα πάντεσσι, λάμ-
πε δʼ ἀμφὶ γυίοις θεῶν δῶρʼ, ἀγλαό — θρονοί τε κοῦραι σὺν εὐ-
θυμία νεοκτίτῳ
ὠλόλυξαν, ἔ-
κλαγεν δὲ πόντος· ἠΐθεοι δʼ ἐγγύθεν
125
νέοι παιάνιξαν ἐρατᾷ ϝοπί.
Δάλιε, χοροῖσι Κηΐων
φρένα ἰανθεὶς
ὄπαζε θεόπομπον ἐσθλῶν τύχαν.

Source Text: Bacchylides The Poems and Fragments Cambridge University Press 1905. Public Domain.
Translation, Audio, Morphology, and Analyses AI-generated unless otherwise specified. Copyright LexAudio, LLC.