0:00/ 0:00
Dithyrambs
Book 16
Bacchylides
Strophe 1
Πυθίου ἔπʼ εἶμʼ, ἐπεὶ
1
ὁλκάδʼ ἔπεμψεν ἐμοὶ χρυσέαν
2
Πιερίαθεν ἐΰθρονος Οὐρανία,
3
πολυφάτων γέμουσαν ὕμνων
4
… ν εἴτʼ ἄρʼ ἐπʼ ἀνθεμόεντι Ἕβρῳ
5
… ἀγάλλεται ἢ δολιχαύχενι κύκνῳ,
6
ὀπὶ ἁδεΐᾳ φρένα τερπόμενος,
7
… δʼ ἵκῃ παιηόνων
8
ἄνθεα πεδοιχνεῖν,
9
Πύθιʼ Ἄπολλον,
10
τόσα χοροὶ Δελφῶν
11
σὸν κελάδησαν παρʼ ἀγακλέα ναόν.
12
Antistrophe 1
πρίν γε κλέομεν λιπεῖν
13
Οἰχαλίαν πυρὶ δαπτομέναν
14
Ἀμφιτρυωνιάδαν θρασυμηδέα φῶ-
15
θʼ, ἵκετο δʼ ἀμφικύμονʼ ἀκτάν·
16
ἔνθʼ ἀπὸ λαΐδος εὐρυνεφεῖ Κηναίῳ
17
Ζηνὶ θύεν βαρυαχέας ἐννέα ταύρους
18
δύο τʼ ὀρσιάλῳ δαμασίχθονι μέλ-
19
λε κόρᾳ τʼ ὀβριμοδερκεῖ ἄζυγα
20
παρθένῳ Ἀθάνᾳ
21
ὑψικέραν βοῦν.
22
τότʼ ἄμαχος δαίμων
23
Δαϊανείρᾳ πολύδακρυν ὕφανε
24
Epode 1
μῆτιν ἐπίφρονʼ, ἐπεὶ
25
πύθετʼ ἀγγελίαν ταλαπενθέα,
26
Ἰόλαν ὅτι λευκώλενον
27
Διὸς υἱὸς ἀταρβομάχας
28
ἄλοχον λιπαρὸν ποτὶ δόμον πέμποι.
29
ἆ δύσμορος, ἆ τάλαινʼ, οἷον ἐμήσατο·
30
φθόνος εὐρυβίας νιν ἀπώλεσεν,
31
δνόφεόν τε κάλυμμα τῶν
32
ὕστερον ἐρχομένων,
33
ὅτʼ ἐπὶ ῥοδόεντι Λυκόρμᾳ
34
δέξατο Νέσσου πάρα δαιμόνιον τέρας.
35