0:00

Works and Days

Hesiod

μοῦσαι Πιερίηθεν ἀοιδῇσιν κλείουσαι
δεῦτε, Δίʼ ἐννέπετε, σφέτερον πατέρʼ ὑμνείουσαι·
ὅντε διὰ βροτοὶ ἄνδρες ὁμῶς ἄφατοί τε φατοί τε,
ῥητοί τʼ ἄρρητοί τε Διὸς μεγάλοιο ἕκητι.
ῥέα μὲν γὰρ βριάει, ῥέα δὲ βριάοντα χαλέπτει,
5
ῥεῖα δʼ ἀρίζηλον μινύθει καὶ ἄδηλον ἀέξει,
ῥεῖα δέ τʼ ἰθύνει σκολιὸν καὶ ἀγήνορα κάρφει
Ζεὺς ὑψιβρεμέτης, ὃς ὑπέρτατα δώματα ναίει.
κλῦθι ἰδὼν ἀίων τε, δίκῃ δʼ ἴθυνε θέμιστας
τύνη· ἐγὼ δέ κε, Πέρση, ἐτήτυμα μυθησαίμην.
10
οὐκ ἄρα μοῦνον ἔην Ἐρίδων γένος, ἀλλʼ ἐπὶ γαῖαν
εἰσὶ δύω· τὴν μέν κεν ἐπαινέσσειε νοήσας,
ἣ δʼ ἐπιμωμητή· διὰ δʼ ἄνδιχα θυμὸν ἔχουσιν.
ἣ μὲν γὰρ πόλεμόν τε κακὸν καὶ δῆριν ὀφέλλει,
σχετλίη· οὔτις τήν γε φιλεῖ βροτός, ἀλλʼ ὑπʼ ἀνάγκης
15
ἀθανάτων βουλῇσιν Ἔριν τιμῶσι βαρεῖαν.
τὴν δʼ ἑτέρην προτέρην μὲν ἐγείνατο Νὺξ ἐρεβεννή,
θῆκε δέ μιν Κρονίδης ὑψίζυγος, αἰθέρι ναίων,
γαίης ἐν ῥίζῃσι, καὶ ἀνδράσι πολλὸν ἀμείνω·
ἥτε καὶ ἀπάλαμόν περ ὁμῶς ἐπὶ ἔργον ἔγειρεν.
20
εἰς ἕτερον γάρ τίς τε ἰδὼν ἔργοιο χατίζει
πλούσιον, ὃς σπεύδει μὲν ἀρώμεναι ἠδὲ φυτεύειν
οἶκόν τʼ εὖ θέσθαι· ζηλοῖ δέ τε γείτονα γείτων
εἰς ἄφενος σπεύδοντʼ· ἀγαθὴ δʼ Ἔρις ἥδε βροτοῖσιν.
καὶ κεραμεὺς κεραμεῖ κοτέει καὶ τέκτονι τέκτων,
25
καὶ πτωχὸς πτωχῷ φθονέει καὶ ἀοιδὸς ἀοιδῷ.
ὦ Πέρση, σὺ δὲ ταῦτα τεῷ ἐνικάτθεο θυμῷ,
μηδέ σʼ Ἔρις κακόχαρτος ἀπʼ ἔργου θυμὸν ἐρύκοι
νείκεʼ ὀπιπεύοντʼ ἀγορῆς ἐπακουὸν ἐόντα.
ὤρη γάρ τʼ ὀλίγη πέλεται νεικέων τʼ ἀγορέων τε,
30
ᾧτινι μὴ βίος ἔνδον ἐπηετανὸς κατάκειται
ὡραῖος, τὸν γαῖα φέρει, Δημήτερος ἀκτήν.
τοῦ κε κορεσσάμενος νείκεα καὶ δῆριν ὀφέλλοις
κτήμασʼ ἐπʼ ἀλλοτρίοις· σοὶ δʼ οὐκέτι δεύτερον ἔσται
ὧδʼ ἔρδειν· ἀλλʼ αὖθι διακρινώμεθα νεῖκος
35
ἰθείῃσι δίκῃς, αἵ τʼ ἐκ Διός εἰσιν ἄρισται.
ἤδη μὲν γὰρ κλῆρον ἐδασσάμεθʼ, ἀλλὰ τὰ πολλὰ
ἁρπάζων ἐφόρεις μέγα κυδαίνων βασιλῆας
δωροφάγους, οἳ τήνδε δίκην ἐθέλουσι δίκασσαι.
νήπιοι, οὐδὲ ἴσασιν ὅσῳ πλέον ἥμισυ παντὸς
40
οὐδʼ ὅσον ἐν μαλάχῃ τε καὶ ἀσφοδέλῳ μέγʼ ὄνειαρ.
κρύψαντες γὰρ ἔχουσι θεοὶ βίον ἀνθρώποισιν·
ῥηιδίως γάρ κεν καὶ ἐπʼ ἤματι ἐργάσσαιο,
ὥστε σε κεἰς ἐνιαυτὸν ἔχειν καὶ ἀεργὸν ἐόντα·
αἶψά κε πηδάλιον μὲν ὑπὲρ καπνοῦ καταθεῖο,
45
ἔργα βοῶν δʼ ἀπόλοιτο καὶ ἡμιόνων ταλαεργῶν.
ἀλλὰ Ζεὺς ἔκρυψε χολωσάμενος φρεσὶν ᾗσιν,
ὅττι μιν ἐξαπάτησε Προμηθεὺς ἀγκυλομήτης·
τοὔνεκʼ ἄρʼ ἀνθρώποισιν ἐμήσατο κήδεα λυγρά.
κρύψε δὲ πῦρ· τὸ μὲν αὖτις ἐὺς πάις Ἰαπετοῖο
50
ἔκλεψʼ ἀνθρώποισι Διὸς πάρα μητιόεντος
ἐν κοῒλῳ νάρθηκι λαθὼν Δία τερπικέραυνον.
τὸν δὲ χολωσάμενος προσέφη νεφεληγερέτα Ζευς·
Ἰαπετιονίδη, πάντων πέρι μήδεα εἰδώς,
χαίρεις πῦρ κλέψας καὶ ἐμὰς φρένας ἠπεροπεύσας,
55
σοί τʼ αὐτῷ μέγα πῆμα καὶ ἀνδράσιν ἐσσομένοισιν.
τοῖς δʼ ἐγὼ ἀντὶ πυρὸς δώσω κακόν, ᾧ κεν ἅπαντες
τέρπωνται κατὰ θυμὸν ἑὸν κακὸν ἀμφαγαπῶντες.
ὣς ἔφατʼ· ἐκ δʼ ἐγέλασσε πατὴρ ἀνδρῶν τε θεῶν τε.
Ἥφαιστον δʼ ἐκέλευσε περικλυτὸν ὅττι τάχιστα
60
γαῖαν ὕδει φύρειν, ἐν δʼ ἀνθρώπου θέμεν αὐδὴν
καὶ σθένος, ἀθανάτῃς δὲ θεῇς εἰς ὦπα ἐίσκειν
παρθενικῆς καλὸν εἶδος ἐπήρατον· αὐτὰρ Ἀθήνην
ἔργα διδασκῆσαι, πολυδαίδαλον ἱστὸν ὑφαίνειν·
καὶ χάριν ἀμφιχέαι κεφαλῇ χρυσέην Ἀφροδίτην
65
καὶ πόθον ἀργαλέον καὶ γυιοβόρους μελεδώνας·
ἐν δὲ θέμεν κύνεόν τε νόον καὶ ἐπίκλοπον ἦθος
Ἑρμείην ἤνωγε, διάκτορον Ἀργεϊφόντην.
ὣς ἔφαθʼ· οἳ δʼ ἐπίθοντο Διὶ Κρονίωνι ἄνακτι.
αὐτίκα δʼ ἐκ γαίης πλάσσεν κλυτὸς Ἀμφιγυήεις
70
παρθένῳ αἰδοίῃ ἴκελον Κρονίδεω διὰ βουλάς·
ζῶσε δὲ καὶ κόσμησε θεὰ γλαυκῶπις Ἀθήνη·
ἀμφὶ δέ οἱ Χάριτές τε θεαὶ καὶ πότνια Πειθὼ
ὅρμους χρυσείους ἔθεσαν χροΐ· ἀμφὶ δὲ τήν γε
Ὧραι καλλίκομοι στέφον ἄνθεσιν εἰαρινοῖσιν·
75
πάντα δέ οἱ χροῒ κόσμον ἐφήρμοσε Παλλὰς Ἀθήνη.
ἐν δʼ ἄρα οἱ στήθεσσι διάκτορος Ἀργεϊφόντης
ψεύδεά θʼ αἱμυλίους τε λόγους καὶ ἐπίκλοπον ἦθος
τεῦξε Διὸς βουλῇσι βαρυκτύπου· ἐν δʼ ἄρα φωνὴν
θῆκε θεῶν κῆρυξ, ὀνόμηνε δὲ τήνδε γυναῖκα
80
Πανδώρην, ὅτι πάντες Ὀλύμπια δώματʼ ἔχοντες
δῶρον ἐδώρησαν, πῆμʼ ἀνδράσιν ἀλφηστῇσιν.
αὐτὰρ ἐπεὶ δόλον αἰπὺν ἀμήχανον ἐξετέλεσσεν,
εἰς Ἐπιμηθέα πέμπε πατὴρ κλυτὸν Ἀργεϊφόντην
δῶρον ἄγοντα, θεῶν ταχὺν ἄγγελον· οὐδʼ Ἐπιμηθεὺς
85
ἐφράσαθʼ, ὥς οἱ ἔειπε Προμηθεὺς μή ποτε δῶρον
δέξασθαι πὰρ Ζηνὸς Ὀλυμπίου, ἀλλʼ ἀποπέμπειν
ἐξοπίσω, μή πού τι κακὸν θνητοῖσι γένηται.
αὐτὰρ ὃ δεξάμενος, ὅτε δὴ κακὸν εἶχʼ, ἐνόησεν.
Πρὶν μὲν γὰρ ζώεσκον ἐπὶ χθονὶ φῦλʼ ἀνθρώπων
90
νόσφιν ἄτερ τε κακῶν καὶ ἄτερ χαλεποῖο πόνοιο
νούσων τʼ ἀργαλέων, αἵ τʼ ἀνδράσι Κῆρας ἔδωκαν.
αἶψα γὰρ ἐν κακότητι βροτοὶ καταγηράσκουσιν.
ἀλλὰ γυνὴ χείρεσσι πίθου μέγα πῶμʼ ἀφελοῦσα
ἐσκέδασʼ· ἀνθρώποισι δʼ ἐμήσατο κήδεα λυγρά.
95
μούνη δʼ αὐτόθι Ἐλπὶς ἐν ἀρρήκτοισι δόμοισιν
ἔνδον ἔμιμνε πίθου ὑπὸ χείλεσιν, οὐδὲ θύραζε
ἐξέπτη· πρόσθεν γὰρ ἐπέλλαβε πῶμα πίθοιο
αἰγιόχου βουλῇσι Διὸς νεφεληγερέταο.
ἄλλα δὲ μυρία λυγρὰ κατʼ ἀνθρώπους ἀλάληται·
100
πλείη μὲν γὰρ γαῖα κακῶν, πλείη δὲ θάλασσα·
νοῦσοι δʼ ἀνθρώποισιν ἐφʼ ἡμέρῃ, αἳ δʼ ἐπὶ νυκτὶ
αὐτόματοι φοιτῶσι κακὰ θνητοῖσι φέρουσαι
σιγῇ, ἐπεὶ φωνὴν ἐξείλετο μητίετα Ζεύς.
οὕτως οὔτι πη ἔστι Διὸς νόον ἐξαλέασθαι.
105
εἰ δʼ ἐθέλεις, ἕτερόν τοι ἐγὼ λόγον ἐκκορυφώσω
εὖ καὶ ἐπισταμένως· σὺ δʼ ἐνὶ φρεσὶ βάλλεο σῇσιν.
ὡς ὁμόθεν γεγάασι θεοὶ θνητοί τʼ ἄνθρωποι.
χρύσεον μὲν πρώτιστα γένος μερόπων ἀνθρώπων
ἀθάνατοι ποίησαν Ὀλύμπια δώματʼ ἔχοντες.
110
οἳ μὲν ἐπὶ Κρόνου ἦσαν, ὅτʼ οὐρανῷ ἐμβασίλευεν·
ὥστε θεοὶ δʼ ἔζωον ἀκηδέα θυμὸν ἔχοντες
νόσφιν ἄτερ τε πόνων καὶ ὀιζύος· οὐδέ τι δειλὸν
γῆρας ἐπῆν, αἰεὶ δὲ πόδας καὶ χεῖρας ὁμοῖοι
τέρποντʼ ἐν θαλίῃσι κακῶν ἔκτοσθεν ἁπάντων·
115
θνῇσκον δʼ ὥσθʼ ὕπνῳ δεδμημένοι· ἐσθλὰ δὲ πάντα
τοῖσιν ἔην· καρπὸν δʼ ἔφερε ζείδωρος ἄρουρα
αὐτομάτη πολλόν τε καὶ ἄφθονον· οἳ δʼ ἐθελημοὶ
ἥσυχοι ἔργʼ ἐνέμοντο σὺν ἐσθλοῖσιν πολέεσσιν.
ἀφνειοὶ μήλοισι, φίλοι μακάρεσσι θεοῖσιν.
120
αὐτὰρ ἐπεὶ δὴ τοῦτο γένος κατὰ γαῖʼ ἐκάλυψε, —
τοὶ μὲν δαίμονες ἁγνοὶ ἐπιχθόνιοι καλέονται
ἐσθλοί, ἀλεξίκακοι, φύλακες θνητῶν ἀνθρώπων,
οἵ ῥα φυλάσσουσίν τε δίκας καὶ σχέτλια ἔργα
ἠέρα ἑσσάμενοι πάντη φοιτῶντες ἐπʼ αἶαν,
125
πλουτοδόται· καὶ τοῦτο γέρας βασιλήιον ἔσχον —,
δεύτερον αὖτε γένος πολὺ χειρότερον μετόπισθεν
ἀργύρεον ποίησαν Ὀλύμπια δώματʼ ἔχοντες,
χρυσέῳ οὔτε φυὴν ἐναλίγκιον οὔτε νόημα.
ἀλλʼ ἑκατὸν μὲν παῖς ἔτεα παρὰ μητέρι κεδνῇ
130
ἐτρέφετʼ ἀτάλλων, μέγα νήπιος, ᾧ ἐνὶ οἴκῳ.
ἀλλʼ ὅτʼ ἄρʼ ἡβήσαι τε καὶ ἥβης μέτρον ἵκοιτο,
παυρίδιον ζώεσκον ἐπὶ χρόνον, ἄλγεʼ ἔχοντες
ἀφραδίῃς· ὕβριν γὰρ ἀτάσθαλον οὐκ ἐδύναντο
ἀλλήλων ἀπέχειν, οὐδʼ ἀθανάτους θεραπεύειν
135
ἤθελον οὐδʼ ἔρδειν μακάρων ἱεροῖς ἐπὶ βωμοῖς,
ἣ θέμις ἀνθρώποις κατὰ ἤθεα. τοὺς μὲν ἔπειτα
Ζεὺς Κρονίδης ἔκρυψε χολούμενος, οὕνεκα τιμὰς
οὐκ ἔδιδον μακάρεσσι θεοῖς, οἳ Ὄλυμπον ἔχουσιν.
αὐτὰρ ἐπεὶ καὶ τοῦτο γένος κατὰ γαῖʼ ἐκάλυψε, —
140
τοὶ μὲν ὑποχθόνιοι μάκαρες θνητοῖς καλέονται,
δεύτεροι, ἀλλʼ ἔμπης τιμὴ καὶ τοῖσιν ὀπηδεῖ —,
Ζεὺς δὲ πατὴρ τρίτον ἄλλο γένος μερόπων ἀνθρώπων
χάλκειον ποίησʼ, οὐκ ἀργυρέῳ οὐδὲν ὁμοῖον,
ἐκ μελιᾶν, δεινόν τε καὶ ὄβριμον· οἷσιν Ἄρηος
145
ἔργʼ ἔμελεν στονόεντα καὶ ὕβριες· οὐδέ τι σῖτον
ἤσθιον, ἀλλʼ ἀδάμαντος ἔχον κρατερόφρονα θυμόν,
ἄπλαστοι· μεγάλη δὲ βίη καὶ χεῖρες ἄαπτοι
ἐξ ὤμων ἐπέφυκον ἐπὶ στιβαροῖσι μέλεσσιν.
ὧν δʼ ἦν χάλκεα μὲν τεύχεα, χάλκεοι δέ τε οἶκοι
150
χαλκῷ δʼ εἰργάζοντο· μέλας δʼ οὐκ ἔσκε σίδηρος.
καὶ τοὶ μὲν χείρεσσιν ὕπο σφετέρῃσι δαμέντες
βῆσαν ἐς εὐρώεντα δόμον κρυεροῦ Αίδαο
νώνυμνοι· θάνατος δὲ καὶ ἐκπάγλους περ ἐόντας
εἷλε μέλας, λαμπρὸν δʼ ἔλιπον φάος ἠελίοιο.
155
αὐτὰρ ἐπεὶ καὶ τοῦτο γένος κατὰ γαῖʼ ἐκάλυψεν,
αὖτις ἔτʼ ἄλλο τέταρτον ἐπὶ χθονὶ πουλυβοτείρῃ
Ζεὺς Κρονίδης ποίησε, δικαιότερον καὶ ἄρειον,
ἀνδρῶν ἡρώων θεῖον γένος, οἳ καλέονται
ἡμίθεοι, προτέρη γενεὴ κατʼ ἀπείρονα γαῖαν.
160
καὶ τοὺς μὲν πόλεμός τε κακὸς καὶ φύλοπις αἰνή,
τοὺς μὲν ὑφʼ ἑπταπύλῳ Θήβῃ, Καδμηίδι γαίῃ,
ὤλεσε μαρναμένους μήλων ἕνεκʼ Οἰδιπόδαο,
τοὺς δὲ καὶ ἐν νήεσσιν ὑπὲρ μέγα λαῖτμα θαλάσσης
ἐς Τροίην ἀγαγὼν Ἑλένης ἕνεκʼ ἠυκόμοιο.
165
ἔνθʼ ἤτοι τοὺς μὲν θανάτου τέλος ἀμφεκάλυψε,
τοῖς δὲ δίχʼ ἀνθρώπων βίοτον καὶ ἤθεʼ ὀπάσσας
Ζεὺς Κρονίδης κατένασσε πατὴρ ἐς πείρατα γαίης.
καὶ τοὶ μὲν ναίουσιν ἀκηδέα θυμὸν ἔχοντες
ἐν μακάρων νήσοισι παρʼ Ὠκεανὸν βαθυδίνην,
170
ὄλβιοι ἥρωες, τοῖσιν μελιηδέα καρπὸν
τρὶς ἔτεος θάλλοντα φέρει ζείδωρος ἄρουρα.
τηλοῦ ἀπʼ ἀθανάτων· τοῖσιν Κρόνος ἐμβασιλεύει.
τοῦ γὰρ δεσμὸ ν ἔλυσε πα τὴρ ἀνδρῶν τε θεῶν τε.
τοῖσι δʼ ὁμῶς ν εάτοις τιμὴ καὶ κῦδος ὀπηδεῖ.
175
Πέμπτον δʼ αὖτις ἔτʼ ἄ λλο γένος θῆκʼ εὐρύοπα Ζεὺς
ἀνδρῶν, οἳ γεγάασιν ἐπὶ χθονὶ πουλυβοτείρῃ.
μηκέτʼ ἔπειτʼ ὤφελλον ἐγὼ πέμπτοισι μετεῖναι
ἀνδράσιν, ἀλλʼ ἢ πρόσθε θανεῖν ἢ ἔπειτα γενέσθαι.
νῦν γὰρ δὴ γένος ἐστὶ σιδήρεον· οὐδέ ποτʼ ἦμαρ
180
παύονται καμάτου καὶ ὀιζύος, οὐδέ τι νύκτωρ
φθειρόμενοι. χαλεπὰς δὲ θεοὶ δώσουσι μερίμνας·
ἀλλʼ ἔμπης καὶ τοῖσι μεμείξεται ἐσθλὰ κακοῖσιν.
Ζεὺς δʼ ὀλέσει καὶ τοῦτο γένος μερόπων ἀνθρώπων,
εὖτʼ ἂν γεινόμενοι πολιοκρόταφοι τελέθωσιν.
185
οὐδὲ πατὴρ παίδεσσιν ὁμοίιος οὐδέ τι παῖδες,
οὐδὲ ξεῖνος ξεινοδόκῳ καὶ ἑταῖρος ἑταίρῳ,
οὐδὲ κασίγνητος φίλος ἔσσεται, ὡς τὸ πάρος περ.
αἶψα δὲ γηράσκοντας ἀτιμήσουσι τοκῆας·
μέμψονται δʼ ἄρα τοὺς χαλεποῖς βάζοντες ἔπεσσι
190
σχέτλιοι οὐδὲ θεῶν ὄπιν εἰδότες· οὐδέ κεν οἵ γε
γηράντεσσι τοκεῦσιν ἀπὸ θρεπτήρια δοῖεν
χειροδίκαι· ἕτερος δʼ ἑτέρου πόλιν ἐξαλαπάξει.
οὐδέ τις εὐόρκου χάρις ἔσσεται οὔτε δικαίου
οὔτʼ ἀγαθοῦ, μᾶλλον δὲ κακῶν ῥεκτῆρα καὶ ὕβριν
195
ἀνέρες αἰνήσουσι· δίκη δʼ ἐν χερσί, καὶ αἰδὼς
οὐκ ἔσται· βλάψει δʼ ὁ κακὸς τὸν ἀρείονα φῶτα
μύθοισιν σκολιοῖς ἐνέπων, ἐπὶ δʼ ὅρκον ὀμεῖται.
ζῆλος δʼ ἀνθρώποισιν ὀιζυροῖσιν ἅπασι
δυσκέλαδος κακόχαρτος ὁμαρτήσει, στυγερώπης.
200
καὶ τότε δὴ πρὸς Ὄλυμπον ἀπὸ χθονὸς εὐρυοδείης
λευκοῖσιν φάρεσσι καλυψαμένα χρόα καλὸν
ἀθανάτων μετὰ φῦλον ἴτον προλιπόντʼ ἀνθρώπους
Αἰδὼς καὶ Νέμεσις· τὰ δὲ λείψεται ἄλγεα λυγρὰ
θνητοῖς ἀνθρώποισι· κακοῦ δʼ οὐκ ἔσσεται ἀλκή.
205
νῦν δʼ αἶνον βασιλεῦσιν ἐρέω φρονέουσι καὶ αὐτοῖς·
ὧδʼ ἴρηξ προσέειπεν ἀηδόνα ποικιλόδειρον
ὕψι μάλʼ ἐν νεφέεσσι φέρων ὀνύχεσσι μεμαρπώς·
ἣ δʼ ἐλεόν, γναμπτοῖσι πεπαρμένη ἀμφʼ ὀνύχεσσι,
μύρετο· τὴν ὅγʼ ἐπικρατέως πρὸς μῦθον ἔειπεν·
210
δαιμονίη, τί λέληκας; ἔχει νύ σε πολλὸν ἀρείων·
τῇ δʼ εἶς, ᾗ σʼ ἂν ἐγώ περ ἄγω καὶ ἀοιδὸν ἐοῦσαν·
δεῖπνον δʼ, αἴ κʼ ἐθέλω, ποιήσομαι ἠὲ μεθήσω.
ἄφρων δʼ, ὅς κʼ ἐθέλῃ πρὸς κρείσσονας ἀντιφερίζειν·
νίκης τε στέρεται πρός τʼ αἴσχεσιν ἄλγεα πάσχει.
215
ὣς ἔφατʼ ὠκυπέτης ἴρηξ, τανυσίπτερος ὄρνις.
ὦ Πέρση, σὺ δʼ ἄκουε δίκης, μηδʼ ὕβριν ὄφελλε·
ὕβρις γάρ τε κακὴ δειλῷ βροτῷ· οὐδὲ μὲν ἐσθλὸς
ῥηιδίως φερέμεν δύναται, βαρύθει δέ θʼ ὑπʼ αὐτῆς
ἐγκύρσας ἄτῃσιν· ὁδὸς δʼ ἑτέρηφι παρελθεῖν
220
κρείσσων ἐς τὰ δίκαια· Δίκη δʼ ὑπὲρ Ὕβριος ἴσχει
ἐς τέλος ἐξελθοῦσα· παθὼν δέ τε νήπιος ἔγνω.
αὐτίκα γὰρ τρέχει Ὅρκος ἅμα σκολιῇσι δίκῃσιν.
τῆς δὲ Δίκης ῥόθος ἑλκομένης, ᾗ κʼ ἄνδρες ἄγωσι
δωροφάγοι, σκολιῇς δὲ δίκῃς κρίνωσι θέμιστας.
225
ἣ δʼ ἕπεται κλαίουσα πόλιν καὶ ἤθεα λαῶν,
ἠέρα ἑσσαμένη, κακὸν ἀνθρώποισι φέρουσα,
οἵ τε μιν ἐξελάσωσι καὶ οὐκ ἰθεῖαν ἔνειμαν.
Οἳ δὲ δίκας ξείνοισι καὶ ἐνδήμοισι διδοῦσιν
ἰθείας καὶ μή τι παρεκβαίνουσι δικαίου,
230
τοῖσι τέθηλε πόλις, λαοὶ δʼ ἀνθεῦσιν ἐν αὐτῇ·
εἰρήνη δʼ ἀνὰ γῆν κουροτρόφος, οὐδέ ποτʼ αὐτοῖς
ἀργαλέον πόλεμον τεκμαίρεται εὐρύοπα Ζεύς·
οὐδέ ποτʼ ἰθυδίκῃσι μετʼ ἀνδράσι λιμὸς ὀπηδεῖ
οὐδʼ ἄτη, θαλίῃς δὲ μεμηλότα ἔργα νέμονται.
235
τοῖσι φέρει μὲν γαῖα πολὺν βίον, οὔρεσι δὲ δρῦς
ἄκρη μέν τε φέρει βαλάνους, μέσση δὲ μελίσσας·
εἰροπόκοι δʼ ὄιες μαλλοῖς καταβεβρίθασιν·
τίκτουσιν δὲ γυναῖκες ἐοικότα τέκνα γονεῦσιν·
θάλλουσιν δʼ ἀγαθοῖσι διαμπερές· οὐδʼ ἐπὶ νηῶν
240
νίσσονται, καρπὸν δὲ φέρει ζείδωρος ἄρουρα.
οἷς δʼ ὕβρις τε μέμηλε κακὴ καὶ σχέτλια ἔργα,
τοῖς δὲ δίκην Κρονίδης τεκμαίρεται εὐρύοπα Ζεύς.
πολλάκι καὶ ξύμπασα πόλις κακοῦ ἀνδρὸς ἀπηύρα,
ὅς κεν ἀλιτραίνῃ καὶ ἀτάσθαλα μηχανάαται.
245
τοῖσιν δʼ οὐρανόθεν μέγʼ ἐπήγαγε πῆμα Κρονίων
λιμὸν ὁμοῦ καὶ λοιμόν· ἀποφθινύθουσι δὲ λαοί.
οὐδὲ γυναῖκες τίκτουσιν, μινύθουσι δὲ οἶκοι
Ζηνὸς φραδμοσύνῃσιν Ὀλυμπίου· ἄλλοτε δʼ αὖτε
ἢ τῶν γε στρατὸν εὐρὺν ἀπώλεσεν ἢ ὅ γε τεῖχος
250
ἢ νέας ἐν πόντῳ Κρονίδης ἀποαίνυται αὐτῶν.
ὦ βασιλῆς, ὑμεῖς δὲ καταφράζεσθε καὶ αὐτοὶ
τήνδε δίκην· ἐγγὺς γὰρ ἐν ἀνθρώποισιν ἐόντες
ἀθάνατοι φράζονται, ὅσοι σκολιῇσι δίκῃσιν
ἀλλήλους τρίβουσι θεῶν ὄπιν οὐκ ἀλέγοντες.
255
τρὶς γὰρ μύριοί εἰσιν ἐπὶ χθονὶ πουλυβοτείρῃ
ἀθάνατοι Ζηνὸς φύλακες θνητῶν ἀνθρώπων·
οἵ ῥα φυλάσσουσίν τε δίκας καὶ σχέτλια ἔργα
ἠέρα ἑσσάμενοι, πάντη φοιτῶντες ἐπʼ αἶαν.
ἡ δέ τε παρθένος ἐστὶ Δίκη, Διὸς ἐκγεγαυῖα,
260
κυδρή τʼ αἰδοίη τε θεῶν, οἳ Ὄλυμπον ἔχουσιν.
καί ῥʼ ὁπότʼ ἄν τίς μιν βλάπτῃ σκολιῶς ὀνοτάζων,
αὐτίκα πὰρ Διὶ πατρὶ καθεζομένη Κρονίωνι
γηρύετʼ ἀνθρώπων ἄδικον νόον, ὄφρʼ ἀποτίσῃ
δῆμος ἀτασθαλίας βασιλέων, οἳ λυγρὰ νοεῦντες
265
ἄλλῃ παρκλίνωσι δίκας σκολιῶς ἐνέποντες.
ταῦτα φυλασσόμενοι, βασιλῆς, ἰθύνετε δίκας
δωροφάγοι, σκολιέων δὲ δικέων ἐπὶ πάγχυ λάθεσθε.
οἷ γʼ αὐτῷ κακὰ τεύχει ἀνὴρ ἄλλῳ κακὰ τεύχων,
ἡ δὲ κακὴ βουλὴ τῷ βουλεύσαντι κακίστη.
270
πάντα ἰδὼν Διὸς ὀφθαλμὸς καὶ πάντα νοήσας
καί νυ τάδʼ, αἴ κʼ ἐθέλῃσʼ, ἐπιδέρκεται, οὐδέ ἑ λήθει,
οἵην δὴ καὶ τήνδε δίκην πόλις ἐντὸς ἐέργει.
νῦν δὴ ἐγὼ μήτʼ αὐτὸς ἐν ἀνθρώποισι δίκαιος
εἴην μήτʼ ἐμὸς υἱός· ἐπεὶ κακὸν ἄνδρα δίκαιον
275
ἔμμεναι, εἰ μείζω γε δίκην ἀδικώτερος ἕξει·
ἀλλὰ τά γʼ οὔ πω ἔολπα τελεῖν Δία μητιόεντα.
ὦ Πέρση, σὺ δὲ ταῦτα μετὰ φρεσὶ βάλλεο σῇσι,
καὶ νυ δίκης ἐπάκουε, βίης δʼ ἐπιλήθεο πάμπαν.
τόνδε γὰρ ἀνθρώποισι νόμον διέταξε Κρονίων
280
ἰχθύσι μὲν καὶ θηρσὶ καὶ οἰωνοῖς πετεηνοῖς
ἐσθέμεν ἀλλήλους, ἐπεὶ οὐ δίκη ἐστὶ μετʼ αὐτοῖς·
ἀνθρώποισι δʼ ἔδωκε δίκην, ἣ πολλὸν ἀρίστη
γίγνεται· εἰ γάρ τίς κʼ ἐθέλῃ τὰ δίκαιʼ ἀγορεῦσαι
γιγνώσκων, τῷ μέν τʼ ὄλβον διδοῖ εὐρύοπα Ζεύς·
285
ὃς δέ κε μαρτυρίῃσι ἑκὼν ἐπίορκον ὀμόσσας
ψεύσεται, ἐν δὲ δίκην βλάψας νήκεστον ἀασθῇ,
τοῦ δέ τʼ ἀμαυροτέρη γενεὴ μετόπισθε λέλειπται·
ἀνδρὸς δʼ εὐόρκου γενεὴ μετόπισθεν ἀμείνων.
σοὶ δʼ ἐγὼ ἐσθλὰ νοέων ἐρέω, μέγα νήπιε Πέρση.
290
τὴν μέν τοι κακότητα καὶ ἰλαδὸν ἔστιν ἑλέσθαι
ῥηιδίως· λείη μὲν ὁδός, μάλα δʼ ἐγγύθι ναίει·
τῆς δʼ ἀρετῆς ἱδρῶτα θεοὶ προπάροιθεν ἔθηκαν
ἀθάνατοι· μακρὸς δὲ καὶ ὄρθιος οἶμος ἐς αὐτὴν
καὶ τρηχὺς τὸ πρῶτον· ἐπὴν δʼ εἰς ἄκρον ἵκηται,
295
ῥηιδίη δὴ ἔπειτα πέλει, χαλεπή περ ἐοῦσα.
οὗτος μὲν πανάριστος, ὃς αὐτὸς πάντα νοήσῃ
φρασσάμενος, τά κʼ ἔπειτα καὶ ἐς τέλος ᾖσιν ἀμείνω·
ἐσθλὸς δʼ αὖ κἀκεῖνος, ὃς εὖ εἰπόντι πίθηται·
ὃς δέ κε μήτʼ αὐτὸς νοέῃ μήτʼ ἄλλου ἀκούων
300
ἐν θυμῷ βάλληται, ὃ δʼ αὖτʼ ἀχρήιος ἀνήρ.
ἀλλὰ σύ γʼ ἡμετέρης μεμνημένος αἰὲν ἐφετμῆς
ἐργάζευ, Πέρση, δῖον γένος, ὄφρα σε λιμὸς
ἐχθαίρῃ, φιλέῃ δέ σʼ ἐυστέφανος Δημήτηρ
αἰδοίη, βιότου δὲ τεὴν πιμπλῇσι καλιήν·
305
λιμὸς γάρ τοι πάμπαν ἀεργῷ σύμφορος ἀνδρί.
τῷ δὲ θεοὶ νεμεσῶσι καὶ ἀνέρες, ὅς κεν ἀεργὸς
ζώῃ, κηφήνεσσι κοθούροις εἴκελος ὀργήν,
οἵ τε μελισσάων κάματον τρύχουσιν ἀεργοὶ
ἔσθοντες· σοὶ δʼ ἔργα φίλʼ ἔστω μέτρια κοσμεῖν,
310
ὥς κέ τοι ὡραίου βιότου πλήθωσι καλιαί.
ἐξ ἔργων δʼ ἄνδρες πολύμηλοί τʼ ἀφνειοί τε·
καὶ ἐργαζόμενοι πολὺ φίλτεροι ἀθανάτοισιν.
ἔργον δʼ οὐδὲν ὄνειδος, ἀεργίη δέ τʼ ὄνειδος.
εἰ δέ κε ἐργάζῃ, τάχα σε ζηλώσει ἀεργὸς
315
πλουτεῦντα· πλούτῳ δʼ ἀρετὴ καὶ κῦδος ὀπηδεῖ.
δαίμονι δʼ οἷος ἔησθα, τὸ ἐργάζεσθαι ἄμεινον,
εἴ κεν ἀπʼ ἀλλοτρίων κτεάνων ἀεσίφρονα θυμὸν
εἰς ἔργον τρέψας μελετᾷς βίου, ὥς σε κελεύω.
αἰδὼς δʼ οὐκ ἀγαθὴ κεχρημένον ἄνδρα κομίζει,
320
αἰδώς, ἥ τʼ ἄνδρας μέγα σίνεται ἠδʼ ὀνίνησιν.
αἰδώς τοι πρὸς ἀνολβίῃ, θάρσος δὲ πρὸς ὄλβῳ.
χρήματα δʼ οὐχ ἁρπακτά, θεόσδοτα πολλὸν ἀμείνω.
εἰ γάρ τις καὶ χερσὶ βίῃ μέγαν ὄλβον ἕληται,
ἢ ὅ γʼ ἀπὸ γλώσσης ληίσσεται, οἷά τε πολλὰ
325
γίγνεται, εὖτʼ ἂν δὴ κέρδος νόον ἐξαπατήσῃ
ἀνθρώπων, αἰδῶ δέ τʼ ἀναιδείη κατοπάζῃ·
ῥεῖα δέ μιν μαυροῦσι θεοί, μινύθουσι δὲ οἶκον
ἀνέρι τῷ, παῦρον δέ τʼ ἐπὶ χρόνον ὄλβος ὀπηδεῖ.
ἶσον δʼ ὅς θʼ ἱκέτην ὅς τε ξεῖνον κακὸν ἔρξῃ,
330
ὅς τε κασιγνήτοιο ἑοῦ ἀνὰ δέμνια βαίνῃ
κρυπταδίης εὐνῆς ἀλόχου, παρακαίρια ῥέζων,
ὅς τέ τευ ἀφραδίῃς ἀλιταίνεται ὀρφανὰ τέκνα,
ὅς τε γονῆα γέροντα κακῷ ἐπὶ γήραος οὐδῷ
νεικείῃ χαλεποῖσι καθαπτόμενος ἐπέεσσιν·
335
τῷ δʼ ἦ τοι Ζεὺς αὐτὸς ἀγαίεται, ἐς δὲ τελευτὴν
ἔργων ἀντʼ ἀδίκων χαλεπὴν ἐπέθηκεν ἀμοιβήν.
ἀλλὰ σὺ τῶν μὲν πάμπαν ἔεργʼ ἀεσίφρονα θυμόν.
κὰδ δύναμιν δʼ ἔρδειν ἱέρʼ ἀθανάτοισι θεοῖσιν
ἁγνῶς καὶ καθαρῶς, ἐπὶ δʼ ἀγλαὰ μηρία καίειν·
340
ἄλλοτε δὲ σπονδῇσι θύεσσί τε ἱλάσκεσθαι,
ἠμὲν ὅτʼ εὐνάζῃ καὶ ὅτʼ ἂν φάος ἱερὸν ἔλθῃ,
ὥς κέ τοι ἵλαον κραδίην καὶ θυμὸν ἔχωσιν,
ὄφρʼ ἄλλων ὠνῇ κλῆρον, μὴ τὸν τεὸν ἄλλος.
τὸν φιλέοντʼ ἐπὶ δαῖτα καλεῖν, τὸν δʼ ἐχθρὸν ἐᾶσαι·
345
τὸν δὲ μάλιστα καλεῖν, ὅς τις σέθεν ἐγγύθι ναίει·
εἰ γάρ τοι καὶ χρῆμʼ ἐγχώριον ἄλλο γένηται,
γείτονες ἄζωστοι ἔκιον, ζώσαντο δὲ πηοί.
πῆμα κακὸς γείτων, ὅσσον τʼ ἀγαθὸς μέγʼ ὄνειαρ.
ἔμμορέ τοι τιμῆς, ὅς τʼ ἔμμορε γείτονος ἐσθλοῦ.
350
οὐδʼ ἂν βοῦς ἀπόλοιτʼ, εἰ μὴ γείτων κακὸς εἴη.
εὖ μὲν μετρεῖσθαι παρὰ γείτονος, εὖ δʼ ἀποδοῦναι,
αὐτῷ τῷ μέτρῳ, καὶ λώιον, αἴ κε δύνηαι,
ὡς ἂν χρηίζων καὶ ἐς ὕστερον ἄρκιον εὕρῃς.
μὴ κακὰ κερδαίνειν· κακὰ κέρδεα ἶσʼ ἀάτῃσιν.
355
τὸν φιλέοντα φιλεῖν, καὶ τῷ προσιόντι προσεῖναι.
καὶ δόμεν, ὅς κεν δῷ, καὶ μὴ δόμεν, ὅς κεν μὴ δῷ.
δώτῃ μέν τις ἔδωκεν, ἀδώτῃ δʼ οὔτις ἔδωκεν.
δὼς ἀγαθή, ἅρπαξ δὲ κακή, θανάτοιο δότειρα.
ὃς μὲν γάρ κεν ἀνὴρ ἐθέλων, ὅ γε, κεἰ μέγα δοίη,
360
χαίρει τῷ δώρῳ καὶ τέρπεται ὃν κατὰ θυμόν·
ὃς δέ κεν αὐτὸς ἕληται ἀναιδείηφι πιθήσας,
καί τε σμικρὸν ἐόν, τό γʼ ἐπάχνωσεν φίλον ἦτορ.
ὃς δʼ ἐπʼ ἐόντι φέρει, ὃ δʼ ἀλέξεται αἴθοπα λιμόν·
εἰ γάρ κεν καὶ σμικρὸν ἐπὶ σμικρῷ καταθεῖο
365
καὶ θαμὰ τοῦτʼ ἔρδοις, τάχα κεν μέγα καὶ τὸ γένοιτο.
οὐδὲ τό γʼ ἐν οἴκῳ κατακείμενον ἀνέρα κήδει.
οἴκοι βέλτερον εἶναι, ἐπεὶ βλαβερὸν τὸ θύρηφιν.
ἐσθλὸν μὲν παρεόντος ἑλέσθαι, πῆμα δὲ θυμῷ
χρηίζειν ἀπεόντος, ἅ σε φράζεσθαι ἄνωγα.
370
ἀρχομένου δὲ πίθου καὶ λήγοντος κορέσασθαι,
μεσσόθι φείδεσθαι· δειλὴ δʼ ἐνὶ πυθμένι φειδώ.
μισθὸς δʼ ἀνδρὶ φίλῳ εἰρημένος ἄρκιος ἔστω.
καί τε κασιγνήτῳ γελάσας ἐπὶ μάρτυρα θέσθαι.
πίστεις γάρ τοι ὁμῶς καὶ ἀπιστίαι ὤλεσαν ἄνδρας.
375
μὴ δὲ γυνή σε νόον πυγοστόλος ἐξαπατάτω
αἱμύλα κωτίλλουσα, τεὴν διφῶσα καλιήν.
ὃς δὲ γυναικὶ πέποιθε, πέποιθʼ ὅ γε φηλήτῃσιν.
μουνογενὴς δὲ πάις εἴη πατρώιον οἶκον
φερβέμεν ὣς γὰρ πλοῦτος ἀέξεται ἐν μεγάροισιν.
380
γηραιὸς δὲ θάνοις ἕτερον παῖδʼ ἐγκαταλείπων.
ῥεῖα δέ κεν πλεόνεσσι πόροι Ζεὺς ἄσπετον ὄλβον.
πλείων μὲν πλεόνων μελέτη, μείζων δʼ ἐπιθήκη.
σοὶ δʼ εἰ πλούτου θυμὸς ἐέλδεται ἐν φρεσὶν ᾗσιν,
ὧδʼ ἔρδειν, καὶ ἔργον ἐπʼ ἔργῳ ἐργάζεσθαι.
385
πληιάδων Ἀτλαγενέων ἐπιτελλομενάων
ἄρχεσθʼ ἀμήτου, ἀρότοιο δὲ δυσομενάων.
αἳ δή τοι νύκτας τε καὶ ἤματα τεσσαράκοντα
κεκρύφαται, αὖτις δὲ περιπλομένου ἐνιαυτοῦ
φαίνονται τὰ πρῶτα χαρασσομένοιο σιδήρου.
390
οὗτός τοι πεδίων πέλεται νόμος, οἵ τε θαλάσσης
ἐγγύθι ναιετάουσʼ, οἵ τʼ ἄγκεα βησσήεντα,
πόντου κυμαίνοντος ἀπόπροθι, πίονα χῶρον
ναίουσιν· γυμνὸν σπείρειν, γυμνὸν δὲ βοωτεῖν,
γυμνὸν δʼ ἀμάειν, εἴ χʼ ὥρια πάντʼ ἐθέλῃσθα
395
ἔργα κομίζεσθαι Δημήτερος· ὥς τοι ἕκαστα
ὥριʼ ἀέξηται, μή πως τὰ μέταζε χατίζων
πτώσσῃς ἀλλοτρίους οἴκους καὶ μηδὲν ἀνύσσῃς.
ὡς καὶ νῦν ἐπʼ ἔμʼ ἦλθες· ἐγὼ δέ τοι οὐκ ἐπιδώσω
οὐδʼ ἐπιμετρήσω· ἐργάζευ, νήπιε Πέρση,
400
ἔργα, τά τʼ ἀνθρώποισι θεοὶ διετεκμήραντο,
μή ποτε σὺν παίδεσσι γυναικί τε θυμὸν ἀχεύων
ζητεύῃς βίοτον κατὰ γείτονας, οἳ δʼ ἀμελῶσιν.
δὶς μὲν γὰρ καὶ τρὶς τάχα τεύξεαι· ἢν δʼ ἔτι λυπῇς,
χρῆμα μὲν οὐ πρήξεις, σὺ δʼ ἐτώσια πόλλʼ ἀγορεύσεις·
405
ἀχρεῖος δʼ ἔσται ἐπέων νομός. ἀλλά σʼ ἄνωγα
φράζεσθαι χρειῶν τε λύσιν λιμοῦ τʼ ἀλεωρήν.
οἶκον μὲν πρώτιστα γυναῖκά τε βοῦν τʼ ἀροτῆρα,
κτητήν, οὐ γαμετήν, ἥτις καὶ βουσὶν ἕποιτο,
χρήματα δʼ ἐν οἴκῳ πάντʼ ἄρμενα ποιήσασθαι,
410
μὴ σὺ μὲν αἰτῇς ἄλλον, ὃ δʼ ἀρνῆται, σὺ δὲ τητᾷ,
ἡ δʼ ὥρη παραμείβηται, μινύθῃ δὲ τὸ ἔργον.
μηδʼ ἀναβάλλεσθαι ἔς τʼ αὔριον ἔς τε ἔνηφιν·
οὐ γὰρ ἐτωσιοεργὸς ἀνὴρ πίμπλησι καλιὴν
οὐδʼ ἀναβαλλόμενος· μελέτη δὲ τὸ ἔργον ὀφέλλει·
415
αἰεὶ δʼ ἀμβολιεργὸς ἀνὴρ ἄτῃσι παλαίει.
ἦμος δὴ λήγει μένος ὀξέος ἠελίοιο
καύματος ἰδαλίμου, μετοπωρινὸν ὀμβρήσαντος
Ζηνὸς ἐρισθενέος, μετὰ δὲ τρέπεται βρότεος χρὼς
πολλὸν ἐλαφρότερος· δὴ γὰρ τότε Σείριος ἀστὴρ
420
βαιὸν ὑπὲρ κεφαλῆς κηριτρεφέων ἀνθρώπων
ἔρχεται ἠμάτιος, πλεῖον δέ τε νυκτὸς ἐπαυρεῖ·
τῆμος ἀδηκτοτάτη πέλεται τμηθεῖσα σιδήρῳ
ὕλη, φύλλα δʼ ἔραζε χέει, πτόρθοιό τε λήγει·
τῆμος ἄρʼ ὑλοτομεῖν μεμνημένος ὥρια ἔργα.
425
ὄλμον μὲν τριπόδην τάμνειν, ὕπερον δὲ τρίπηχυν,
ἄξονα δʼ ἑπταπόδην· μάλα γάρ νύ τοι ἄρμενον οὕτω·
εἰ δέ κεν ὀκταπόδην, ἀπὸ καὶ σφῦράν κε τάμοιο.
τρισπίθαμον δʼ ἄψιν τάμνειν δεκαδώρῳ ἀμάξῃ.
πόλλʼ ἐπικαμπύλα κᾶλα· φέρειν δὲ γύην, ὅτʼ ἂν εὕρῃς,
430
ἐς οἶκον, κατʼ ὄρος διζήμενος ἢ κατʼ ἄρουραν,
πρίνινον· ὃς γὰρ βουσὶν ἀροῦν ὀχυρώτατός ἐστιν,
εὖτʼ ἂν Ἀθηναίης δμῷος ἐν ἐλύματι πήξας
γόμφοισιν πελάσας προσαρήρεται ἱστοβοῆι.
δοιὰ δὲ θέσθαι ἄροτρα, πονησάμενος κατὰ οἶκον,
435
αὐτόγυον καὶ πηκτόν, ἐπεὶ πολὺ λώιον οὕτω·
εἴ χʼ ἕτερον ἄξαις, ἕτερόν κʼ ἐπὶ βουσὶ βάλοιο.
δάφνης δʼ ἢ πτελέης ἀκιώτατοι ἱστοβοῆες,
δρυὸς ἔλυμα, γύης πρίνου· βόε δʼ ἐνναετήρω
ἄρσενε κεκτῆσθαι, τῶν γὰρ σθένος οὐκ ἀλαπαδνόν,
440
ἥβης μέτρον ἔχοντε· τὼ ἐργάζεσθαι ἀρίστω.
οὐκ ἂν τώ γʼ ἐρίσαντε ἐν αὔλακι κὰμ μὲν ἄροτρον
ἄξειαν, τὸ δὲ ἔργον ἐτώσιον αὖθι λίποιεν.
τοῖς δʼ ἅμα τεσσαρακονταετὴς αἰζηὸς ἕποιτο
ἄρτον δειπνήσας τετράτρυφον, ὀκτάβλωμον,
445
ὃς ἔργου μελετῶν ἰθεῖάν κʼ αὔλακʼ ἐλαύνοι,
μηκέτι παπταίνων μεθʼ ὁμήλικας, ἀλλʼ ἐπὶ ἔργῳ
θυμὸν ἔχων· τοῦ δʼ οὔτι νεώτερος ἄλλος ἀμείνων
σπέρματα δάσσασθαι καὶ ἐπισπορίην ἀλέασθαι.
κουρότερος γὰρ ἀνὴρ μεθʼ ὁμήλικας ἐπτοίηται.
450
φράζεσθαι δʼ, εὖτʼ ἂν γεράνου φωνὴν ἐπακούσῃς
ὑψόθεν ἐκ νεφέων ἐνιαύσια κεκληγυίης·
ἥτʼ ἀρότοιό τε σῆμα φέρει καὶ χείματος ὥρην
δεικνύει ὀμβρηροῦ· κραδίην δʼ ἔδακʼ ἀνδρὸς ἀβούτεω·
δὴ τότε χορτάζειν ἕλικας βόας ἔνδον ἐόντας·
455
ῥηίδιον γὰρ ἔπος εἰπεῖν· βόε δὸς καὶ ἄμαξαν·
ῥηίδιον δʼ ἀπανήνασθαι· πάρα ἔργα βόεσσιν.
φησὶ δʼ ἀνὴρ φρένας ἀφνειὸς πήξασθαι ἄμαξαν,
νήπιος, οὐδὲ τὸ οἶδʼ· ἑκατὸν δέ τε δούρατʼ ἀμάξης,
τῶν πρόσθεν μελέτην ἐχέμεν οἰκήια θέσθαι.
460
εὖτʼ ἂν δὲ πρώτιστʼ ἄροτος θνητοῖσι φανείῃ,
δὴ τότʼ ἐφορμηθῆναι ὁμῶς δμῶές τε καὶ αὐτὸς
αὔην καὶ διερὴν ἀρόων ἀρότοιο καθʼ ὥρην,
πρωὶ μάλα σπεύδων, ἵνα τοι πλήθωσιν ἄρουραι.
ἦρι πολεῖν· θέρεος δὲ νεωμένη οὔ σʼ ἀπατήσει.
465
νειὸν δὲ σπείρειν ἔτι κουφίζουσαν ἄρουραν·
νειὸς ἀλεξιάρη παίδων εὐκηλήτειρα.
εὔχεσθαι δὲ Διὶ χθονίῳ Δημήτερί θʼ ἁγνῇ,
ἐκτελέα βρίθειν Δημήτερος ἱερὸν ἀκτήν,
ἀρχόμενος τὰ πρῶτʼ ἀρότου, ὅτʼ ἂν ἄκρον ἐχέτλης
470
χειρὶ λαβὼν ὅρπηκα βοῶν ἐπὶ νῶτον ἵκηαι
ἔνδρυον ἑλκόντων μεσάβων. ὁ δὲ τυτθὸς ὄπισθε
δμῷος ἔχων μακέλην πόνον ὀρνίθεσσι τιθείη
σπέρμα κατακρύπτων· ἐυθημοσύνη γὰρ ἀρίστη
θνητοῖς ἀνθρώποις, κακοθημοσύνη δὲ κακίστη.
475
ὧδέ κεν ἀδροσύνῃ στάχυες νεύοιεν ἔραζε,
εἰ τέλος αὐτὸς ὄπισθεν Ὀλύμπιος ἐσθλὸν ὀπάζοι,
ἐκ δʼ ἀγγέων ἐλάσειας ἀράχνια· καί σε ἔολπα
γηθήσειν βιότου αἰρεύμενον ἔνδον ἐόντος.
εὐοχθέων δʼ ἵξεαι πολιὸν ἔαρ, οὐδὲ πρὸς ἄλλους
480
αὐγάσεαι· σέο δʼ ἄλλος ἀνὴρ κεχρημένος ἔσται.
εἰ δέ κεν ἠελίοιο τροπῇς ἀρόῳς χθόνα δῖαν,
ἥμενος ἀμήσεις ὀλίγον περὶ χειρὸς ἐέργων,
ἀντία δεσμεύων κεκονιμένος, οὐ μάλα χαίρων,
οἴσεις δʼ ἐν φορμῷ· παῦροι δέ σε θηήσονται.
485
ἄλλοτε δʼ ἀλλοῖος Ζηνὸς νόος αἰγιόχοιο,
ἀργαλέος δʼ ἄνδρεσσι καταθνητοῖσι νοῆσαι.
εἰ δέ κεν ὄψʼ ἀρόσῃς, τόδε κέν τοι φάρμακον εἴη·
ἦμος κόκκυξ κοκκύζει δρυὸς ἐν πετάλοισι
τὸ πρῶτον, τέρπει δὲ βροτοὺς ἐπʼ ἀπείρονα γαῖαν,
490
τῆμος Ζεὺς ὕοι τρίτῳ ἤματι μηδʼ ἀπολήγοι,
μήτʼ ἄρʼ ὑπερβάλλων βοὸς ὁπλὴν μήτʼ ἀπολείπων·
οὕτω κʼ ὀψαρότης πρῳηρότῃ ἰσοφαρίζοι.
ἐν θυμῷ δʼ εὖ πάντα φυλάσσεο· μηδέ σε λήθοι
μήτʼ ἔαρ γιγνόμενον πολιὸν μήθʼ ὥριος ὄμβρος.
495
πὰρ δʼ ἴθι χάλκειον θῶκον καὶ ἐπαλέα λέσχην
ὥρῃ χειμερίῃ, ὁπότε κρύος ἀνέρα ἔργων
ἰσχάνει, ἔνθα κʼ ἄοκνος ἀνὴρ μέγα οἶκον ὀφέλλοι,
μή σε κακοῦ χειμῶνος ἀμηχανίη καταμάρψῃ
σὺν πενίῃ, λεπτῇ δὲ παχὺν πόδα χειρὶ πιέζῃς.
500
πολλὰ δʼ ἀεργὸς ἀνήρ, κενεὴν ἐπὶ ἐλπίδα μίμνων,
χρηίζων βιότοιο, κακὰ προσελέξατο θυμῷ.
ἐλπὶς δʼ οὐκ ἀγαθὴ κεχρημένον ἄνδρα κομίζει,
ἥμενον ἐν λέσχῃ, τῷ μὴ βίος ἄρκιος εἴη.
δείκνυε δὲ δμώεσσι θέρευς ἔτι μέσσου ἐόντος·
505
οὐκ αἰεὶ θέρος ἐσσεῖται, ποιεῖσθε καλιάς.
μῆνα δὲ Ληναιῶνα, κάκʼ ἤματα, βουδόρα πάντα,
τοῦτον ἀλεύασθαι, καὶ πηγάδας, αἵτʼ ἐπὶ γαῖαν
πνεύσαντος Βορέαο δυσηλεγέες τελέθουσιν,
ὅστε διὰ Θρῄκης ἱπποτρόφου εὐρέι πόντῳ
510
ἐμπνεύσας ὤρινε· μέμυκε δὲ γαῖα καὶ ὕλη·
πολλὰς δὲ δρῦς ὑψικόμους ἐλάτας τε παχείας
οὔρεος ἐν βήσσῃς πιλνᾷ χθονὶ πουλυβοτείρῃ
ἐμπίπτων, καὶ πᾶσα βοᾷ τότε νήριτος ὕλη.
θῆρες δὲ φρίσσουσʼ, οὐρὰς δʼ ὑπὸ μέζεʼ ἔθεντο,
515
τῶν καὶ λάχνῃ δέρμα κατάσκιον· ἀλλά νυ καὶ τῶν
ψυχρὸς ἐὼν διάησι δασυστέρνων περ ἐόντων.
καί τε διὰ ῥινοῦ βοὸς ἔρχεται, οὐδέ μιν ἴσχει·
καί τε διʼ αἶγα ἄησι τανύτριχα· πώεα δʼ οὔ τι,
οὕνεκʼ ἐπηεταναὶ τρίχες αὐτῶν, οὐ διάησιν
520
ἲς ἀνέμου Βορέου· τροχαλὸν δὲ γέροντα τίθησιν.
καὶ διὰ παρθενικῆς ἁπαλόχροος οὐ διάησιν,
ἥτε δόμων ἔντοσθε φίλῃ παρὰ μητέρι μίμνει
οὔ πω ἔργα ἰδυῖα πολυχρύσου Ἀφροδίτης·
εὖ τε λοεσσαμένη τέρενα χρόα καὶ λίπʼ ἐλαίῳ
525
χρισαμένη μυχίη καταλέξεται ἔνδοθι οἴκου
ἤματι χειμερίῳ, ὅτʼ ἀνόστεος ὃν πόδα τένδει
ἔν τʼ ἀπύρῳ οἴκῳ καὶ ἤθεσι λευγαλέοισιν.
οὐδέ οἱ ἠέλιος δείκνυ νομὸν ὁρμηθῆναι·
ἀλλʼ ἐπὶ κυανέων ἀνδρῶν δῆμόν τε πόλιν τε
530
στρωφᾶται, βράδιον δὲ Πανελλήνεσσι φαείνει.
καὶ τότε δὴ κεραοὶ καὶ νήκεροι ὑληκοῖται
λυγρὸν μυλιόωντες ἀνὰ δρία βησσήεντα
φεύγουσιν· καὶ πᾶσιν ἐνὶ φρεσὶ τοῦτο μέμηλεν,
ὡς σκέπα μαιόμενοι πυκινοὺς κευθμῶνας ἔχωσι
535
καὶ γλάφυ πετρῆεν· τότε δὴ τρίποδι βροτῷ ἶσοι,
οὗ τʼ ἐπὶ νῶτα ἔαγε, κάρη δʼ εἰς οὖδας ὁρᾶται,
τῷ ἴκελοι φοιτῶσιν, ἀλευόμενοι νίφα λευκήν.
καὶ τότε ἕσσασθαι ἔρυμα χροός, ὥς σε κελεύω,
χλαῖνάν τε μαλακὴν καὶ τερμιόεντα χιτῶνα·
540
στήμονι δʼ ἐν παύρῳ πολλὴν κρόκα μηρύσασθαι·
τὴν περιέσσασθαι, ἵνα τοι τρίχες ἀτρεμέωσι,
μηδʼ ὀρθαὶ φρίσσωσιν ἀειρόμεναι κατὰ σῶμα.
ἀμφὶ δὲ ποσσὶ πέδιλα βοὸς ἶφι κταμένοιο
ἄρμενα δήσασθαι, πίλοις ἔντοσθε πυκάσσας.
545
πρωτογόνων δʼ ἐρίφων, ὁπότʼ ἂν κρύος ὥριον ἔλθῃ,
δέρματα συρράπτειν νεύρῳ βοός, ὄφρʼ ἐπὶ νώτῳ
ὑετοῦ ἀμφιβάλῃ ἀλέην· κεφαλῆφι δʼ ὕπερθεν
πῖλον ἔχειν ἀσκητόν, ἵνʼ οὔατα μὴ καταδεύῃ·
ψυχρὴ γάρ τʼ ἠὼς πέλεται Βορέαο πεσόντος
550
ἠώιος δʼ ἐπὶ γαῖαν ἀπʼ οὐρανοῦ ἀστερόεντος
ἀὴρ πυροφόρος τέταται μακάρων ἐπὶ ἔργοις·
ὅστε ἀρυσάμενος ποταμῶν ἄπο αἰεναόντων,
ὑψοῦ ὑπὲρ γαίης ἀρθεὶς ἀνέμοιο θυέλλῃ
ἄλλοτε μέν θʼ ὕει ποτὶ ἕσπερον, ἄλλοτʼ ἄησι
555
πυκνὰ Θρηικίου Βορέου νέφεα κλονέοντος.
τὸν φθάμενος ἔργον τελέσας οἶκόνδε νέεσθαι,
μή ποτέ σʼ οὐρανόθεν σκοτόεν νέφος ἀμφικαλύψῃ,
χρῶτα δὲ μυδαλέον θήῃ κατά θʼ εἵματα δεύσῃ.
ἀλλʼ ὑπαλεύασθαι· μεὶς γὰρ χαλεπώτατος οὗτος,
560
χειμέριος, χαλεπὸς προβάτοις, χαλεπὸς δʼ ἀνθρώποις.
τῆμος τὤμισυ βουσίν, ἐπʼ ἀνέρι δὲ πλέον εἴη
ἁρμαλιῆς· μακραὶ γὰρ ἐπίρροθοι εὐφρόναι εἰσίν.
ταῦτα φυλασσόμενος τετελεσμένον εἰς ἐνιαυτὸν
ἰσοῦσθαι νύκτας τε καὶ ἤματα, εἰσόκεν αὖτις
565
γῆ πάντων μήτηρ καρπὸν σύμμικτον ἐνείκῃ.
εὖτʼ ἂν δʼ ἑξήκοντα μετὰ τροπὰς ἠελίοιο
χειμέριʼ ἐκτελέσῃ Ζεὺς ἤματα, δή ῥα τότʼ ἀστὴρ
Ἀρκτοῦρος προλιπὼν ἱερὸν ῥόον Ὠκεανοῖο
πρῶτον παμφαίνων ἐπιτέλλεται ἀκροκνέφαιος.
570
τὸν δὲ μέτʼ ὀρθογόη Πανδιονὶς ὦρτο χελιδὼν
ἐς φάος ἀνθρώποις, ἔαρος νέον ἱσταμένοιο.
τὴν φθάμενος οἴνας περταμνέμεν· ὣς γὰρ ἄμεινον.
ἀλλʼ ὁπότʼ ἂν φερέοικος ἀπὸ χθονὸς ἂμ φυτὰ βαίνῃ
Πληιάδας φεύγων, τότε δὴ σκάφος οὐκέτι οἰνέων·
575
ἀλλʼ ἅρπας τε χαρασσέμεναι καὶ δμῶας ἐγείρειν·
φεύγειν δὲ σκιεροὺς θώκους καὶ ἐπʼ ἠόα κοῖτον
ὥρῃ ἐν ἀμήτου, ὅτε τʼ ἠέλιος χρόα κάρφει.
τημοῦτος σπεύδειν καὶ οἴκαδε καρπὸν ἀγινεῖν
ὄρθρου ἀνιστάμενος, ἵνα τοι βίος ἄρκιος εἴη.
580
ἠὼς γὰρ ἔργοιο τρίτην ἀπομείρεται αἶσαν,
ἠώς τοι προφέρει μὲν ὁδοῦ, προφέρει δὲ καὶ ἔργου,
ἠώς, ἥτε φανεῖσα πολέας ἐπέβησε κελεύθου
ἀνθρώπους πολλοῖσί τʼ ἐπὶ ζυγὰ βουσὶ τίθησιν.
ἦμος δὲ σκόλυμός τʼ ἀνθεῖ καὶ ἠχέτα τέττιξ
585
δενδρέῳ ἐφεζόμενος λιγυρὴν καταχεύετʼ ἀοιδὴν
πυκνὸν ὑπὸ πτερύγων, θέρεος καματώδεος ὥρῃ,
τῆμος πιόταταί τʼ αἶγες καὶ οἶνος ἄριστος,
μαχλόταται δὲ γυναῖκες, ἀφαυρότατοι δέ τοι ἄνδρες
εἰσίν, ἐπεὶ κεφαλὴν καὶ γούνατα Σείριος ἄζει,
590
αὐαλέος δέ τε χρὼς ὑπὸ καύματος· ἀλλὰ τότʼ ἤδη
εἴη πετραίη τε σκιὴ καὶ βίβλινος οἶνος,
μάζα τʼ ἀμολγαίη γάλα τʼ αἰγῶν σβεννυμενάων,
καὶ βοὸς ὑλοφάγοιο κρέας μή πω τετοκυίης
πρωτογόνων τʼ ἐρίφων· ἐπὶ δʼ αἴθοπα πινέμεν οἶνον,
595
ἐν σκιῇ ἑζόμενον, κεκορημένον ἦτορ ἐδωδῆς,
ἀντίον ἀκραέος Ζεφύρου τρέψαντα πρόσωπα,
κρήνης τʼ αἰενάου καὶ ἀπορρύτου, ἥτʼ ἀθόλωτος,
τρὶς ὕδατος προχέειν, τὸ δὲ τέτρατον ἱέμεν οἴνου.
δμωσὶ δʼ ἐποτρύνειν Δημήτερος ἱερὸν ἀκτὴν
600
δινέμεν, εὖτʼ ἂν πρῶτα φανῇ σθένος Ὠαρίωνος,
χώρῳ ἐν εὐαέι καὶ ἐυτροχάλῳ ἐν ἀλωῇ.
μέτρῳ δʼ εὖ κομίσασθαι ἐν ἄγγεσιν· αὐτὰρ ἐπὴν δὴ
πάντα βίον κατάθηαι ἐπάρμενον ἔνδοθι οἴκου,
θῆτά τʼ ἄοικον ποιεῖσθαι καὶ ἄτεκνον ἔριθον
605
δίζησθαι κέλομαι· χαλεπὴ δʼ ὑπόπορτις ἔριθος·
καὶ κύνα καρχαρόδοντα κομεῖν, μὴ φείδεο σίτου,
μή ποτέ σʼ ἡμερόκοιτος ἀνὴρ ἀπὸ χρήμαθʼ ἕληται.
χόρτον δʼ ἐσκομίσαι καὶ συρφετόν, ὄφρα τοι εἴη
βουσὶ καὶ ἡμιόνοισιν ἐπηετανόν. αὐτὰρ ἔπειτα
610
δμῶας ἀναψῦξαι φίλα γούνατα καὶ βόε λῦσαι.
εὖτʼ ἂν δʼ Ὠαρίων καὶ Σείριος ἐς μέσον ἔλθῃ
οὐρανόν, Ἀρκτοῦρον δʼ ἐσίδῃ ῥοδοδάκτυλος Ηώς,
ὦ Πέρση, τότε πάντας ἀποδρέπεν οἴκαδε βότρυς·
δεῖξαι δʼ ἠελίῳ δέκα τʼ ἤματα καὶ δέκα νύκτας,
615
πέντε δὲ συσκιάσαι, ἕκτῳ δʼ εἰς ἄγγεʼ ἀφύσσαι
δῶρα Διωνύσου πολυγηθέος. αὐτὰρ ἐπὴν δὴ
Πληιάδες θʼ Ὑάδες τε τό τε σθένος Ὠαρίωνος
δύνωσιν, τότʼ ἔπειτʼ ἀρότου μεμνημένος εἶναι
ὡραίου· πλειὼν δὲ κατὰ χθονὸς ἄρμενος εἶσιν.
620
εἰ δέ σε ναυτιλίης δυσπεμφέλου ἵμερος αἱρεῖ,
εὖτʼ ἂν Πληιάδες σθένος ὄβριμον Ὠαρίωνος
φεύγουσαι πίπτωσιν ἐς ἠεροειδέα πόντον,
δὴ τότε παντοίων ἀνέμων θυίουσιν ἀῆται·
καὶ τότε μηκέτι νῆας ἔχειν ἐνὶ οἴνοπι πόντῳ,
625
γῆν ἐργάζεσθαι μεμνημένος, ὥς σε κελεύω.
νῆα δʼ ἐπʼ ἠπείρου ἐρύσαι πυκάσαι τε λίθοισι
πάντοθεν, ὄφρʼ ἴσχωσʼ ἀνέμων μένος ὑγρὸν ἀέντων,
χείμαρον ἐξερύσας, ἵνα μὴ πύθῃ Διὸς ὄμβρος.
ὅπλα δʼ ἐπάρμενα πάντα τεῷ ἐγκάτθεο οἴκῳ
630
εὐκόσμως στολίσας νηὸς πτερὰ ποντοπόροιο·
πηδάλιον δʼ ἐυεργὲς ὑπὲρ καπνοῦ κρεμάσασθαι.
αὐτὸς δʼ ὡραῖον μίμνειν πλόον, εἰσόκεν ἔλθῃ·
καὶ τότε νῆα θοὴν ἅλαδʼ ἑλκέμεν, ἐν δέ τε φόρτον
ἄρμενον ἐντύνασθαι, ἵνʼ οἴκαδε κέρδος ἄρηαι,
635
ὥς περ ἐμός τε πατὴρ καὶ σός, μέγα νήπιε Πέρσῃ,
πλωίζεσκʼ ἐν νηυσί, βίου κεχρημένος ἐσθλοῦ·
ὅς ποτε καὶ τῇδʼ ἦλθε, πολὺν διὰ πόντον ἀνύσσας,
Κύμην Αἰολίδα προλιπών, ἐν νηὶ μελαίνῃ·
οὐκ ἄφενος φεύγων οὐδὲ πλοῦτόν τε καὶ ὄλβον,
640
ἀλλὰ κακὴν πενίην, τὴν Ζεὺς ἄνδρεσσι δίδωσιν·
νάσσατο δʼ ἄγχʼ Ἑλικῶνος ὀιζυρῇ ἐνὶ κώμῃ,
Ἄσκρῃ, χεῖμα κακῇ, θέρει ἀργαλέῃ, οὐδέ ποτʼ ἐσθλῇ.
τύνη δʼ, ὦ Πέρση, ἔργων μεμνημένος εἶναι
ὡραίων πάντων, περὶ ναυτιλίης δὲ μάλιστα.
645
νῆʼ ὀλίγην αἰνεῖν, μεγάλῃ δʼ ἐνὶ φορτία θέσθαι.
μείζων μὲν φόρτος, μεῖζον δʼ ἐπὶ κέρδεϊ κέρδος
ἔσσεται, εἴ κʼ ἄνεμοί γε κακὰς ἀπέχωσιν ἀήτας.
εὖτʼ ἂν ἐπʼ ἐμπορίην τρέψας ἀεσίφρονα θυμὸν
βούληαι χρέα τε προφυγεῖν καὶ λιμὸν ἀτερπέα,
650
δείξω δή τοι μέτρα πολυφλοίσβοιο θαλάσσης,
οὔτε τι ναυτιλίης σεσοφισμένος οὔτε τι νηῶν.
οὐ γάρ πώ ποτε νηί γʼ ἐπέπλων εὐρέα πόντον,
εἰ μὴ ἐς Εὔβοιαν ἐξ Αὐλίδος, ᾗ ποτʼ Ἀχαιοὶ
μείναντες χειμῶνα πολὺν σὺν λαὸν ἄγειραν
655
Ἑλλάδος ἐξ ἱερῆς Τροίην ἐς καλλιγύναικα.
ἔνθα δʼ ἐγὼν ἐπʼ ἄεθλα δαΐφρονος Ἀμφιδάμαντος
Χαλκίδα τʼ εἲς ἐπέρησα· τὰ δὲ προπεφραδμένα πολλὰ
ἄεθλʼ ἔθεσαν παῖδες μεγαλήτορος· ἔνθα μέ φημι
ὕμνῳ νικήσαντα φέρειν τρίποδʼ ὠτώεντα.
660
τὸν μὲν ἐγὼ Μούσῃς Ἑλικωνιάδεσσʼ ἀνέθηκα,
ἔνθα με τὸ πρῶτον λιγυρῆς ἐπέβησαν ἀοιδῆς.
τόσσον τοι νηῶν γε πεπείρημαι πολυγόμφων·
ἀλλὰ καὶ ὣς ἐρέω Ζηνὸς νόον αἰγιόχοιο·
Μοῦσαι γάρ μʼ ἐδίδαξαν ἀθέσφατον ὕμνον ἀείδειν.
665
ἤματα πεντήκοντα μετὰ τροπὰς ἠελίοιο,
ἐς τέλος ἐλθόντος θέρεος καματώδεος ὥρης,
ὡραῖος πέλεται θνητοῖς πλόος· οὔτε κε νῆα
καυάξαις οὔτʼ ἄνδρας ἀποφθείσειε θάλασσα,
εἰ δὴ μὴ πρόφρων γε Ποσειδάων ἐνοσίχθων
670
ἢ Ζεὺς ἀθανάτων βασιλεὺς ἐθέλῃσιν ὀλέσσαι·
ἐν τοῖς γὰρ τέλος ἐστὶν ὁμῶς ἀγαθῶν τε κακῶν τε.
τῆμος δʼ εὐκρινέες τʼ αὖραι καὶ πόντος ἀπήμων·
εὔκηλος τότε νῆα θοὴν ἀνέμοισι πιθήσας
ἑλκέμεν ἐς πόντον φόρτον τʼ ἐς πάντα τίθεσθαι,
675
σπεύδειν δʼ ὅττι τάχιστα πάλιν οἶκόνδε νέεσθαι·
μηδὲ μένειν οἶνόν τε νέον καὶ ὀπωρινὸν ὄμβρον
καὶ χειμῶνʼ ἐπιόντα Νότοιό τε δεινὰς ἀήτας,
ὅστʼ ὤρινε θάλασσαν ὁμαρτήσας Διὸς ὄμβρῳ
πολλῷ ὀπωρινῷ, χαλεπὸν δέ τε πόντον ἔθηκεν.
680
ἄλλος δʼ εἰαρινὸς πέλεται πλόος ἀνθρώποισιν·
ἦμος δὴ τὸ πρῶτον, ὅσον τʼ ἐπιβᾶσα κορώνη
ἴχνος ἐποίησεν, τόσσον πέταλʼ ἀνδρὶ φανείῃ
ἐν κράδῃ ἀκροτάτῃ, τότε δʼ ἄμβατός ἐστι θάλασσα·
εἰαρινὸς δʼ οὗτος πέλεται πλόος. οὔ μιν ἔγωγε
685
αἴνημʼ· οὐ γὰρ ἐμῷ θυμῷ κεχαρισμένος ἐστίν·
ἁρπακτός· χαλεπῶς κε φύγοις κακόν· ἀλλά νυ καὶ τὰ
ἄνθρωποι ῥέζουσιν ἀιδρείῃσι νόοιο·
χρήματα γὰρ ψυχὴ πέλεται δειλοῖσι βροτοῖσιν.
δεινὸν δʼ ἐστὶ θανεῖν μετὰ κύμασιν. ἀλλά σʼ ἄνωγα
690
φράζεσθαι τάδε πάντα μετὰ φρεσίν, ὡς ἀγορεύω.
μηδʼ ἐν νηυσὶν ἅπαντα βίον κοΐλῃσι τίθεσθαι·
ἀλλὰ πλέω λείπειν, τὰ δὲ μείονα φορτίζεσθαι.
δεινὸν γὰρ πόντου μετὰ κύμασι πήματι κύρσαι.
δεινὸν δʼ, εἴ κʼ ἐπʼ ἄμαξαν ὑπέρβιον ἄχθος ἀείρας
695
ἄξονα. καυάξαις καὶ φορτία μαυρωθείη.
μέτρα φυλάσσεσθαι· καιρὸς δʼ ἐπὶ πᾶσιν ἄριστος.
ὡραῖος δὲ γυναῖκα τεὸν ποτὶ οἶκον ἄγεσθαι,
μήτε τριηκόντων ἐτέων μάλα πόλλʼ ἀπολείπων
μήτʼ ἐπιθεὶς μάλα πολλά· γάμος δέ τοι ὥριος οὗτος·
700
ἡ δὲ γυνὴ τέτορʼ ἡβώοι, πέμπτῳ δὲ γαμοῖτο.
παρθενικὴν δὲ γαμεῖν, ὥς κʼ ἤθεα κεδνὰ διδάξῃς.
τὴν δὲ μάλιστα γαμεῖν, ἥ τις σέθεν ἐγγύθι ναίει,
πάντα μάλʼ ἀμφιιδών, μὴ γείτοσι χάρματα γήμῃς.
οὐ μὲν γάρ τι γυναικὸς ἀνὴρ ληίζετʼ ἄμεινον
705
τῆς ἀγαθῆς, τῆς δʼ αὖτε κακῆς οὐ ῥίγιον ἄλλο,
δειπνολόχης· ἥτʼ ἄνδρα καὶ ἴφθιμόν περ ἐόντα
εὕει ἄτερ δαλοῖο καὶ ὠμῷ γήραϊ δῶκεν.
εὖ δʼ ὄπιν ἀθανάτων μακάρων πεφυλαγμένος εἶναι.
μηδὲ κασιγνήτῳ ἶσον ποιεῖσθαι ἑταῖρον·
710
εἰ δέ κε ποιήσῃς, μή μιν πρότερος κακὸν ἔρξῃς.
μηδὲ ψεύδεσθαι γλώσσης χάριν· εἰ δὲ σέ γʼ ἄρχῃ
ἤ τι ἔπος εἰπὼν ἀποθύμιον ἠὲ καὶ ἔρξας,
δὶς τόσα τίνυσθαι μεμνημένος· εἰ δὲ σέ γʼ αὖτις
ἡγῆτʼ ἐς φιλότητα, δίκην δʼ ἐθέλῃσι παρασχεῖν,
715
δέξασθαι· δειλός τοι ἀνὴρ φίλον ἄλλοτε ἄλλον
ποιεῖται, σὲ δὲ μή τι νόον κατελεγχέτω εἶδος.
μηδὲ πολύξεινον μηδʼ ἄξεινον καλέεσθαι,
μηδὲ κακῶν ἕταρον μηδʼ ἐσθλῶν νεικεστῆρα.
μηδέ ποτʼ οὐλομένην πενίην θυμοφθόρον ἀνδρὶ
720
τέτλαθʼ ὀνειδίζειν, μακάρων δόσιν αἰὲν ἐόντων.
γλώσσης τοι θησαυρὸς ἐν ἀνθρώποισιν ἄριστος
φειδωλῆς, πλείστη δὲ χάρις κατὰ μέτρον ἰούσης.
εἰ δὲ κακὸν εἴποις, τάχα κʼ αὐτὸς μεῖζον ἀκούσαις.
μηδὲ πολυξείνου δαιτὸς δυσπέμφελος εἶναι
725
ἐκ κοινοῦ· πλείστη δὲ χάρις, δαπάνη τʼ ὀλιγίστη.
μηδέ ποτʼ ἐξ ἠοῦς Διὶ λειβέμεν αἴθοπα οἶνον
χερσὶν ἀνίπτοισιν μηδʼ ἄλλοις ἀθανάτοισιν·
οὐ γὰρ τοί γε κλύουσιν, ἀποπτύουσι δέ τʼ ἀράς.
μηδʼ ἄντʼ ἠελίου τετραμμένος ὀρθὸς ὀμιχεῖν·
730
αὐτὰρ ἐπεί κε δύῃ, μεμνημένος, ἔς τʼ ἀνιόντα·
μήτʼ ἐν ὁδῷ μήτʼ ἐκτὸς ὁδοῦ προβάδην οὐρήσῃς
μηδʼ ἀπογυμνωθείς· μακάρων τοι νύκτες ἔασιν·
ἑζόμενος δʼ ὅ γε θεῖος ἀνήρ, πεπνυμένα εἰδώς,
ἢ ὅ γε πρὸς τοῖχον πελάσας ἐυερκέος αὐλῆς.
735
μηδʼ αἰδοῖα γονῇ πεπαλαγμένος ἔνδοθι οἴκου
ἱστίῃ ἐμπελαδὸν παραφαινέμεν, ἀλλʼ ἀλέασθαι.
μηδʼ ἀπὸ δυσφήμοιο τάφου ἀπονοστήσαντα
σπερμαίνειν γενεήν, ἀλλʼ ἀθανάτων ἀπὸ δαιτός.
μηδέ ποτʼ αἰενάων ποταμῶν καλλίρροον ὕδωρ
740
ποσσὶ περᾶν, πρίν γʼ εὔξῃ ἰδὼν ἐς καλὰ ῥέεθρα,
χεῖρας νιψάμενος πολυηράτῳ ὕδατι λευκῷ.
ὃς ποταμὸν διαβῇ κακότητʼ ἰδὲ χεῖρας ἄνιπτος,
τῷ δὲ θεοὶ νεμεσῶσι καὶ ἄλγεα δῶκαν ὀπίσσω.
μηδʼ ἀπὸ πεντόζοιο θεῶν ἐν δαιτὶ θαλείῃ
745
αὖον ἀπὸ χλωροῦ τάμνειν αἴθωνι σιδήρῳ.
μηδέ ποτʼ οἰνοχόην τιθέμεν κρητῆρος ὕπερθε
πινόντων· ὀλοὴ γὰρ ἐπʼ αὐτῷ μοῖρα τέτυκται.
μηδὲ δόμον ποιῶν ἀνεπίξεστον καταλείπειν,
μή τοι ἐφεζομένη κρώξῃ λακέρυζα κορώνη.
750
μηδʼ ἀπὸ χυτροπόδων ἀνεπιρρέκτων ἀνελόντα
ἔσθειν μηδὲ λόεσθαι· ἐπεὶ καὶ τοῖς ἔνι ποινή.
μηδʼ ἐπʼ ἀκινήτοισι καθιζέμεν, οὐ γὰρ ἄμεινον,
παῖδα δυωδεκαταῖον, ὅτʼ ἀνέρʼ ἀνήνορα ποιεῖ,
μηδὲ δυωδεκάμηνον· ἴσον καὶ τοῦτο τέτυκται.
755
μηδὲ γυναικείῳ λουτρῷ χρόα φαιδρύνεσθαι
ἀνέρα· λευγαλέη γὰρ ἐπὶ χρόνον ἔστʼ ἐπὶ καὶ τῷ
ποινή. μηδʼ ἱεροῖσιν ἐπʼ αἰθομένοισι κυρήσας
μωμεύειν ἀίδηλα· θεός νύ τι καὶ τὰ νεμεσσᾷ.
μηδέ ποτʼ ἐν προχοῇς ποταμῶν ἅλαδε προρεόντων
760
μηδʼ ἐπὶ κρηνάων οὐρεῖν, μάλα δʼ ἐξαλέασθαι·
μηδʼ ἐναποψύχειν· τὸ γὰρ οὔ τοι λώιόν ἐστιν.
ὧδʼ ἔρδειν· δεινὴν δὲ βροτῶν ὑπαλεύεο φήμην.
φήμη γάρ τε κακὴ πέλεται, κούφη μὲν ἀεῖραι
ῥεῖα μάλʼ, ἀργαλέη δὲ φέρειν, χαλεπὴ δʼ ἀποθέσθαι.
765
φήμη δʼ οὔτις πάμπαν ἀπόλλυται, ἥν τινα πολλοὶ
λαοὶ φημίξωσι· θεός νύ τίς ἐστι καὶ αὐτή.
Ἤματα δʼ ἐκ Διόθεν πεφυλαγμένος εὖ κατὰ μοῖραν
πεφραδέμεν δμώεσσι· τριηκάδα μηνὸς ἀρίστην
ἔργα τʼ ἐποπτεύειν ἠδʼ ἁρμαλιὴν δατέασθαι.
770
αἵδε γὰρ ἡμέραι εἰσὶ Διὸς πάρα μητιόεντος,
εὖτʼ ἂν ἀληθείην λαοὶ κρίνοντες ἄγωσιν.
Πρῶτον ἔνη τετράς τε καὶ ἑβδόμη ἱερὸν ἦμαρ·
τῇ γὰρ Ἀπόλλωνα χρυσάορα γείνατο Λητώ·
ὀγδοάτη δʼ ἐνάτη τε, δύω γε μὲν ἤματα μηνὸς
775
ἔξοχʼ ἀεξομένοιο βροτήσια ἔργα πένεσθαι·
ἑνδεκάτη δὲ δυωδεκάτη τʼ, ἄμφω γε μὲν ἐσθλαί,
ἠμὲν ὄις πείκειν ἠδʼ εὔφρονα καρπὸν ἀμᾶσθαι·
ἡ δὲ δυωδεκάτη τῆς ἑνδεκάτης μέγʼ ἀμείνων·
τῇ γάρ τοι νῇ νήματʼ ἀερσιπότητος ἀράχνης
780
ἤματος ἐκ πλείου, ὅτε ἴδρις σωρὸν ἀμᾶται·
τῇ δʼ ἱστὸν στήσαιτο γυνὴ προβάλοιτό τε ἔργον.
Μηνὸς δʼ ἱσταμένου τρισκαιδεκάτην ἀλέασθαι
σπέρματος ἄρξασθαι· φυτὰ δʼ ἐνθρέψασθαι ἀρίστη.
ἕκτη δʼ ἡ μέσση μάλʼ ἀσύμφορός ἐστι φυτοῖσιν,
785
ἀνδρογόνος δʼ ἀγαθή· κούρῃ δʼ οὐ σύμφορός ἐστιν,
οὔτε γενέσθαι πρῶτʼ οὔτʼ ἂρ γάμου ἀντιβολῆσαι.
οὐδὲ μὲν ἡ πρώτη ἕκτη κούρῃ γε γενέσθαι
ἄρμενος, ἀλλʼ ἐρίφους τάμνειν καὶ πώεα μήλων
σηκόν τʼ ἀμφιβαλεῖν ποιμνήιον ἤπιον ἦμαρ·
790
ἐσθλὴ δʼ ἀνδρογόνος· φιλέοι δʼ ὅ γε κέρτομα βάζειν
ψεύδεά θʼ αἱμυλίους τε λόγους κρυφίους τʼ ὀαρισμούς.
μηνὸς δʼ ὀγδοάτῃ κάπρον καὶ βοῦν ἐρίμυκον
ταμνέμεν, οὐρῆας δὲ δυωδεκάτῃ ταλαεργούς.
εἰκάδι δʼ ἐν μεγάλῃ, πλέῳ ἤματι, ἵστορα φῶτα
795
γείνασθαι· μάλα γάρ τε νόον πεπυκασμένος ἐστίν.
ἐσθλὴ δʼ ἀνδρογόνος δεκάτη, κούρῃ δέ τε τετρὰς
μέσση· τῇ δέ τε μῆλα καὶ εἰλίποδας ἕλικας βοῦς
καὶ κύνα καρχαρόδοντα καὶ οὐρῆας ταλαεργοὺς
πρηΰνειν ἐπὶ χεῖρα τιθείς. πεφύλαξο δὲ θυμῷ
800
τετράδʼ ἀλεύασθαι φθίνοντός θʼ ἱσταμένου τε
ἄλγεʼ ἃ θυμβορεῖ μάλα γὰρ τετελεσμένον ἦμαρ.
Ἐν δὲ τετάρτῃ μηνὸς ἄγεσθαι οἶκον ἄκοιτιν
οἰωνοὺς κρίνας, οἳ ἐπʼ ἔργματι τούτῳ ἄριστοι.
πέμπτας δʼ ἐξαλέασθαι, ἐπεὶ χαλεπαί τε καὶ αἰναί·
805
ἐν πέμπτῃ γάρ φασιν Ἐρινύας ἀμφιπολεύειν
Ὅρκον γεινόμενον, τὸν Ἔρις τέκε πῆμʼ ἐπιόρκοις.
Μέσσῃ δʼ ἑβδομάτῃ Δημήτερος ἱερὸν ἀκτὴν
εὖ μάλʼ ὀπιπεύοντα ἐυτροχάλῳ ἐν ἀλωῇ
βαλλέμεν, ὑλοτόμον τε ταμεῖν θαλαμήια δοῦρα
810
νήιά τε ξύλα πολλά, τά τʼ ἄρμενα νηυσὶ πέλονται.
τετράδι δʼ ἄρχεσθαι νῆας πήγνυσθαι ἀραιάς.
εἰνὰς δʼ ἡ μέσση ἐπὶ δείελα λώιον ἦμαρ,
πρωτίστη δʼ εἰνὰς παναπήμων ἀνθρώποισιν·
ἐσθλὴ μὲν γάρ θʼ ἥ γε φυτευέμεν ἠδὲ γενέσθαι
815
ἀνέρι τʼ ἠδὲ γυναικί· καὶ οὔποτε πάγκακον ἦμαρ.
παῦροι δʼ αὖτε ἴσασι τρισεινάδα μηνὸς ἀρίστην
ἄρξασθαί τε πίθου καὶ ἐπὶ ζυγὸν αὐχένι θεῖναι
βουσὶ καὶ ἡμιόνοισι καὶ ἵπποις ὠκυπόδεσσι,
νῆα πολυκλήιδα θοὴν εἰς οἴνοπα πόντον
820
εἰρύμεναι· παῦροι δέ τʼ ἀληθέα κικλῄσκουσιν.
τετράδι δʼ οἶγε πίθον· περὶ πάντων ἱερὸν ἦμαρ
μέσση· παῦροι δʼ αὖτε μετʼ εἰκάδα μηνὸς ἀρίστην
ἠοῦς γιγνομένης· ἐπὶ δείελα δʼ ἐστὶ χερείων.
αἵδε μὲν ἡμέραι εἰσιν ἐπιχθονίοις μέγʼ ὄνειαρ,
825
αἱ δʼ ἄλλαι μετάδουποι, ἀκήριοι, οὔ τι φέρουσαι.
ἄλλος δʼ ἀλλοίην αἰνεῖ, παῦροι δὲ ἴσασιν.
ἄλλοτε μητρυιὴ πέλει ἡμέρη, ἄλλοτε μήτηρ.
τάων εὐδαίμων τε καὶ ὄλβιος, ὃς τάδε πάντα
εἰδὼς ἐργάζηται ἀναίτιος ἀθανάτοισιν,
830
ὄρνιθας κρίνων καὶ ὑπερβασίας ἀλεείνων.

Source Text: Hesiod The Homeric Hymns and Homerica with an English Translation by Hugh G. Evelyn-White. Works and Days. Cambridge, MA.,Harvard University Press; London, William Heinemann Ltd. 1914. Public Domain.
Translation, Audio, Morphology, and Analyses AI-generated unless otherwise specified. Copyright LexAudio, LLC.