0:00/ 0:00

Epinicia

Book 3

Bacchylides

Strophe 1

ἀριστοκάρπου Σικελίας κρέουσαν
Δάματρα ϝιοστέφανόν τε κούραν
ὕμνει, γλυκύδωρε Κλειοῖ, θοάς τʼ Ὀ-
λυμπιοδρόμους Ἱέρωνος ἵππους.

Antistrophe 1

σεύοντο γὰρ σὺν ὑπερόχῳ τε Νίκᾳ
5
σὺν Ἀγλαΐᾳ τε παρʼ εὐρυδίναν
Ἀλφεόν, τόθι Δεινομένεος ἔθηκαν
ὄλβιον γόνον στεφάνων κυρῆσαι.

Epode 1

θρόησε δὲ λαὸς ἀπείρων·
ἆ τρισευδαίμων ἀνήρ,
10
ὃ παρὰ Ζηνὸς λαχὼν
πλείσταρχον Ἑλλάνων γέρας
οἶδε πυργωθέντα πλοῦτον μὴ μελαμ-
φαρέϊ κρύπτειν σκότῳ.

Strophe 2

βρύει μὲν ἱερὰ βουθύτοις ἑορταῖς,
15
βρύουσι φιλοξενίας ἀγυιαί·
λάμπει δʼ ὑπὸ μαρμαρυγαῖς ὁ χρυσὸς
ὑψιδαιδάλτων τριπόδων σταθέντων

Antistrophe 2

πάροιθε ναοῦ, τόθι μέγιστον ἄλσος
Φοίβου παρὰ Κασταλίας ῥεέθροις
20
Δελφοὶ διέπουσι. θεόν, θεόν τις
ἀγλαϊζέτω, ὁγὰρ ἄριστος ὄλβων.

Epode 2

ἐπεί ποτε καὶ δαμασίππου
Λυδίας ἀρχαγέταν,
εὖτε τὰν πεπρωμέναν
25
Ζηνὸς τελειοῦσαι κρίσιν
Σάρδιες Περσᾶν ἐπορθεῦντο στρατῷ,
Κροῖσον ὁ χρυσάορος

Strophe 3

φύλαξʼ Ἀπόλλων. ὁ δʼ ἐς ἄελπτον ἆμαρ
μολὼν πολυδάκρυον οὐκ ἔμελλε
30
μίμνειν ἔτι δουλοσύναν· πυρὰν δὲ
χαλκοτειχέος προπάροιθεν αὐλᾶς

Antistrophe 3

ναήσατʼ, ἔνθα σὺν ἀλόχῳ τε κεδνᾷ
σὺν εὐπλοκάμοις τʼ ἐπέβαινʼ ἄλαστον
θυγατράσι δυρομέναις· χέρας δʼ ἐς
35
αἰπὺν αἰθέρα σφετέρας ἀείρας

Epode 3

γέγωνεν· ὑπέρβιε δαῖμον,
ποῦ θεῶν ἐστιν χάρις;
ποῦ δὲ Λατοίδας ἄναξ;
πίτνουσιν Ἀλυάττα δόμοι,
40
μυρίων
ν;

Strophe 4

ν ἄστυ,
φοινίσσεται αἵματι χρυσοδίνας
Πακτωλός· ἀεικελίως γυναῖκες
45
ἐξ ἐϋκτίτων μεγάρων ἄγονται·

Antistrophe 4

τὰ πρόσθε δʼ ἐχθρὰ φίλα· θανεῖν γλύκιστον.
τόσʼ εἶπε, καὶ ἁβροβάταν κέλευσεν
ἅπτειν ξύλινον δόμον. ἔκλαγον δὲ
παρθένοι, φίλας τʼ ἀνὰ ματρὶ χεῖρας
50

Epode 4

ἔβαλλον· ὁ γὰρ προφανὴς θνα-
τοῖσιν ἔχθιστος φόνων·
ἀλλʼ ἐπεὶ δεινοῦ πυρὸς
λαμπρὸν διάϊσσεν μένος,
Ζεὺς ἐπιστάσας μελαγκευθὲς νέφος
55
σβέννυεν ξανθὰν φλόγα.

Strophe 5

ἄπιστον οὐδέν, ὅ τι θεῶν μέριμνα
τεύχει· τότε Δαλογενὴς Ἀπόλλων
φέρων ἐς Ὑπερβορέους γέροντα
σὺν τανισφύροις κατένασσε κούραις
60

Antistrophe 5

δι’ εὐσέβειαν, ὅτι μέγιστα θνατῶν.
ἐς ἀγαθέαν ἀνέπεμψε Πυθώ.
ὅσοι γε μὲν Ἑλλάδʼ ἔχουσιν, οὔτις,
ὦ μεγαίνητε Ἱέρων, θελήσει

Epode 5

φάμεν σέο πλείονα χρυσὸν
65
Λοξίᾳ πέμψαι βροτῶν.
εὖ λέγειν πάρεστιν, ὅσ-
τις μὴ φθόνῳ πιαίνεται,
θεοφιλῆ φίλιππον ἄνδρʼ ἀρήϊον,
τεθμίου σκᾶπτρον Διὸς
70

Strophe 6

ἰοπλόκων τε μέρος ἔχοντα Μουσᾶν·
ὡς δʼ ἐν Μαλέᾳ ποτέ, χεῖμα δαίμων
ἐπʼ ἔθνος ἐφάμερον αἶψʼ ἵησι.
καίρια σκοπεῖς· βραχὺς ἄμμιν αἰών·

Antistrophe 6

δολόεσσα δʼ ἐλπὶς ὑπὸ κέαρ δέδυκεν
75
ἐφαμερίων· ὁ δʼ ἄναξ Ἀπόλλων
ὁ βουκόλος εἶπε Φέρητος υἷι·
θνατὸν εὖντα χρὴ διδύμους ἀέξειν

Epode 6

γνώμας, ὅτι τʼ αὔριον ὄψεαι
μοῦνον ἁλίου φάος,
80
χὥτι πεντήκοντʼ ἔτεα
ζωὰν βαθύπλουτον τελεῖς.
ὅσια δρῶν εὔφραινε θυμόν· τοῦτο γὰρ
κερδέων ὑπέρτατον.

Strophe 7

φρονέοντι συνετὰ γαρύω· βαθὺς μὲν
85
αἰθὴρ ἀμίαντος· ὕδωρ δὲ πόντου
οὐ σάπεται· εὐφροσύνα δʼ ὁ χρυσός·
ἀνδρὶ δʼ οὐ θέμις, πολιὸν παρέντα

Antistrophe 7

γῆρας, θάλειαν αὖτις ἀγκομίσσαι
ἥβαν. ἀρετᾶς γε μὲν οὐ μινύθει
90
βροτῶν ἅμα σώματι φέγγος, ἀλλὰ
Μοῦσά νιν τρέφει. Ἱέρων, σὺ δʼ ὄλβου

Epode 7

κάλλιστʼ ἐπεδείξαο θνατοῖς
ἄνθεα· πράξαντι δʼ εὖ
οὐ φέρει κόσμον σιω-
95
πά· σὺν δʼ ἀλαθείᾳ καλῶν
καὶ μελιγλώσσου τις ὑμνήσει χάριν
Κηΐας ἀηδόνος.

Source Text: Bacchylides The Poems and Fragments Cambridge University Press 1905. Public Domain.
Translation, Audio, Morphology, and Analyses AI-generated unless otherwise specified. Copyright LexAudio, LLC.