0:00/ 0:00

Epinicia

Book 1

Bacchylides

Strophe 1

κλυτοφόρμιγγες Διὸς ὑ-
ψιμέδοντος παρθένοι
Πιερίδες
ενυφαι
ους ἵνα κ
5
γαίας Ἰσθμίας
ν, εὐβούλου ν
γαμβρὸν Νηρέος

Antistrophe 1

νάσοιό τʼ ἐϋ-
αν, ἔνθ
10
ὦ Πέλοπος λιπαρᾶς
νάσου θεόδματοι πύλαι

Epode 1

ὑφʼ ἅρμασιν ἵππους
οἱ δὲ πέτοντο
εσσιν ἀνδρῶν
15
τον αὐτ
ἄλλαισιν

Strophe 3

ν πυκιν
γοὶ κόραι
αγορα
20
ο μελίφρονος ὕπνου
ἁμετέραν
ἀρχαίαν πόλιν
γοιμεν οἴ-
κους ἐπʼἀνδήροις ἁλός
25

Antistrophe 3

ὑπό τʼ αὐγαῖς ἀελιου

Strophe 4

σαγόραι
Μακελὼ δὲ τ
φιλαλάκατος,
δʼ ἐπʼ εὐναῆ πόρον
30
α· προσφώνει τέ νιν
σαίνουσʼ ὀπί·

Antistrophe 4

μὲν στέρομαι
ἀμφάκει δύᾳ
πενίᾳ
35
γετ πάμπαν
ας
ομοι

Epode 5

αφθε
ς· τριτάτᾳ με
40
ἁμέρᾳ Μίνως ἀρῇος
ἤλυθεν αἰολοπρύμνοις
ναυσὶ πεντήκοντα σὺν Κρητῶν ὁμίλῳ·

Strophe 6

Διὸς εὐκλείου δὲ ϝέκα-
τι βαθύζωνον κόραν
45
Δεξιθέαν δάμασεν·
καί ϝοι λίπεν ἥμισυ λαῶν,
ἄνδρας ἀρηϊφίλους,
τοῖσιν πολύκρημνον χθόνα
νείμας ἀποπλέων ᾤχετʼ ἐς
50
Κνωσὸν ἱμερτὰν πόλιν

Antistrophe 6

βασιλεὺς Εὐρωπιάδας·
δεκάτῳ δʼ Εὐξάντιον
μηνὶ τέκʼ εὐπλόκαμος
νύμφα φερεκυδέϊ νάσῳ
55
πρύτανιν
δν

Epode 6

ἄλλαξαν θύγατρες

Strophe 7

πόλιν ν βαθυδεί-
ελον· ἐκ τᾶς μὲν γένος
60
ἔπλετο καρτερόχειρ
Ἀργεῖος λέοντος
θυμὸν ἔχων, ὁπότε
χρεῖός τι συμβολοῖ μάχας,
ποσσίν τʼ ἐλαφρός, πατρίων
65
τʼ οὐκ ἀπόκλαρος καλῶν,

Antistrophe 7

τόσα Πανθείδᾳ κλυτότο-
ξος Ἀπόλλων ὤπασεν,
ἀμφί τʼ ἰατορίᾳ
ξείνων τε φιλάνορι τιμᾷ·
70
εὖ δὲ λαχὼν Χαρίτων
πολλοῖς τε θαυμασθεὶς βροτᾶν
αἰῶνʼ ἔλυσεν, πέντε παῖ-
δας μεγαινήτους λιπών.

Epode 7

τῶν ἕνα ϝοι Κρονίδας
75
ὑψίζυγος Ἰσθμιόνικον
θῆκεν ἀντʼ εὐεργεσιᾶν, λιπαρῶν τʼ ἄλ-
λων στεφάνων ἐπίμοιρον.
φαμὶ καὶ φάσω μέγιστον
κῦδος ἔχειν ἀρετάν, πλοῦ-
80
τος δὲ καὶ δειλοῖσιν ἀνθρώπων ὁμιλεῖ,

Strophe 8

ἐθέλει δʼ αὔξειν φρένας ἀν-
δρός· ὁ δʼ εὖ ἔρδων θεοὺς
ἐλπίδι κυδροτέρᾳ
σαίνει κέαρ· εἰ δʼ ὑγιείας
85
θνατὸς ἐὼν ἔλαχεν,
ζώειν τʼ ἀπʼ οἰκείων ἔχει,
πρώτοις ἐρίζει· παντί τοι
τέρψις ἀνθρώπων βίῳ

Antistrophe 8

ἕπεται νόσφιν γε νόσων
90
πενίας τʼ ἀμαχάνου.
ἶσον ὅ τʼ ἀφνεὸς ἱ-
μείρει μεγάλων ὅ τε μείων
παυροτέρων· τὸ δὲ πάν-
των εὐμαρεῖν οὐδὲν γλυκὺ
95
θνατοῖσιν, ἀλλʼ αἰεὶ τὰ φεύ-
γοντα δίζηνται κιχεῖν.

Epode 8

ὅντινα κουφόταται
θυμὸν δονέουσι μέριμναι,
ὅσσον ἂν ζώῃ λάχε τόνδε χρόνον τι-
100
μάν· ἀρετὰ δʼ ἐπίμοχθος
μέν, τελευταθεῖσα δʼ ὀρθῶς
ἀνδρὶ καὶ εὖτε θάνῃ λεί-
πει πολυζήλωτον εὐκλείας ἄγαλμα.

Source Text: Bacchylides The Poems and Fragments Cambridge University Press 1905. Public Domain.
Translation, Audio, Morphology, and Analyses AI-generated unless otherwise specified. Copyright LexAudio, LLC.