0:00

Agamemnon

Aeschylus

Φύλαξ

θεοὺς μὲν αἰτῶ τῶνδʼ ἀπαλλαγὴν πόνων
φρουρᾶς ἐτείας μῆκος, ἣν κοιμώμενος
στέγαις Ἀτρειδῶν ἄγκαθεν, κυνὸς δίκην,
ἄστρων κάτοιδα νυκτέρων ὁμήγυριν,
καὶ τοὺς φέροντας χεῖμα καὶ θέρος βροτοῖς
5
λαμπροὺς δυνάστας, ἐμπρέποντας αἰθέρι
ἀστέρας, ὅταν φθίνωσιν, ἀντολάς τε τῶν.
καὶ νῦν φυλάσσω λαμπάδος τό σύμβολον,
αὐγὴν πυρὸς φέρουσαν ἐκ Τροίας φάτιν
ἁλώσιμόν τε βάξιν· ὧδε γὰρ κρατεῖ
10
γυναικὸς ἀνδρόβουλον ἐλπίζον κέαρ.
εὖτʼ ἂν δὲ νυκτίπλαγκτον ἔνδροσόν τʼ ἔχω
εὐνὴν ὀνείροις οὐκ ἐπισκοπουμένην
ἐμήν· φόβος γὰρ ἀνθʼ ὕπνου παραστατεῖ,
τὸ μὴ βεβαίως βλέφαρα συμβαλεῖν ὕπνῳ·
15
ὅταν δʼ ἀείδειν ἢ μινύρεσθαι δοκῶ,
ὕπνου τόδʼ ἀντίμολπον ἐντέμνων ἄκος,
κλαίω τότʼ οἴκου τοῦδε συμφορὰν στένων
οὐχ ὡς τὰ πρόσθʼ ἄριστα διαπονουμένου.
νῦν δʼ εὐτυχὴς γένοιτʼ ἀπαλλαγὴ πόνων
20
εὐαγγέλου φανέντος ὀρφναίου πυρός.
ὦ χαῖρε λαμπτὴρ νυκτός, ἡμερήσιον
φάος πιφαύσκων καὶ χορῶν κατάστασιν
πολλῶν ἐν Ἄργει, τῆσδε συμφορᾶς χάριν.
ἰοὺ ἰού.
25
Ἀγαμέμνονος γυναικὶ σημαίνω τορῶς
εὐνῆς ἐπαντείλασαν ὡς τάχος δόμοις
ὀλολυγμὸν εὐφημοῦντα τῇδε λαμπάδι
ἐπορθιάζειν, εἴπερ Ἰλίου πόλις
ἑάλωκεν, ὡς ὁ φρυκτὸς ἀγγέλλων πρέπει·
30
αὐτός τʼ ἔγωγε φροίμιον χορεύσομαι.
τὰ δεσποτῶν γὰρ εὖ πεσόντα θήσομαι
τρὶς ἓξ βαλούσης τῆσδέ μοι φρυκτωρίας.
γένοιτο δʼ οὖν μολόντος εὐφιλῆ χέρα
ἄνακτος οἴκων τῇδε βαστάσαι χερί.
35
τὰ δʼ ἄλλα σιγῶ· βοῦς ἐπὶ γλώσσῃ μέγας
βέβηκεν· οἶκος δʼ αὐτός, εἰ φθογγὴν λάβοι,
σαφέστατʼ ἂν λέξειεν· ὡς ἑκὼν ἐγὼ
μαθοῦσιν αὐδῶ κοὐ μαθοῦσι λήθομαι.

Χορός

δέκατον μὲν ἔτος τόδʼ ἐπεὶ Πριάμου
40
μέγας ἀντίδικος,
Μενέλαος ἄναξ ἠδʼ Ἀγαμέμνων,
διθρόνου Διόθεν καὶ δισκήπτρου
τιμῆς ὀχυρὸν ζεῦγος Ἀτρειδᾶν
στόλον Ἀργείων χιλιοναύτην,
45
τῆσδʼ ἀπὸ χώρας
ἦραν, στρατιῶτιν ἀρωγὰν.
μέγαν ἐκ θυμοῦ κλάζοντες Ἄρη
τρόπον αἰγυπιῶν, οἵτʼ ἐκπατίοις
ἄλγεσι παίδων ὕπατοι λεχέων
50
στροφοδινοῦνται
πτερύγων ἐρετμοῖσιν ἐρεσσόμενοι,
δεμνιοτήρη
πόνον ὀρταλίχων ὀλέσαντες·
ὕπατος δʼ ἀίων ἤ τις Ἀπόλλων
55
ἢ Πὰν ἢ Ζεὺς οἰωνόθροον
γόον ὀξυβόαν τῶνδε μετοίκων
ὑστερόποινον
πέμπει παραβᾶσιν Ἐρινύν.
οὕτω δʼ Ἀτρέως παῖδας ὁ κρείσσων
60
ἐπʼ Ἀλεξάνδρῳ πέμπει ξένιος
Ζεὺς πολυάνορος ἀμφὶ γυναικὸς
πολλὰ παλαίσματα καὶ γυιοβαρῆ
γόνατος κονίαισιν ἐρειδομένου
διακναιομένης τʼ ἐν προτελείοις
65
κάμακος θήσων Δαναοῖσι
Τρωσί θʼ ὁμοίως. ἔστι δʼ ὅπη νῦν
ἔστι· τελεῖται δʼ ἐς τὸ πεπρωμένον·
οὔθʼ ὑποκαίων οὔθʼ ὑπολείβων
οὔτε δακρύων ἀπύρων ἱερῶν
70
ὀργὰς ἀτενεῖς παραθέλξει.
ἡμεῖς δʼ ἀτίται σαρκὶ παλαιᾷ
τῆς τότʼ ἀρωγῆς ὑπολειφθέντες
μίμνομεν ἰσχὺν
ἰσόπαιδα νέμοντες ἐπὶ σκήπτροις.
75
ὅ τε γὰρ νεαρὸς μυελὸς στέρνων
ἐντὸς ἀνᾴσσων
ἰσόπρεσβυς, Ἄρης δʼ οὐκ ἔνι χώρᾳ,
τό θʼ ὑπέργηρων φυλλάδος ἤδη
κατακαρφομένης τρίποδας μὲν ὁδοὺς
80
στείχει, παιδὸς δʼ οὐδὲν ἀρείων
ὄναρ ἡμερόφαντον ἀλαίνει.
σὺ δέ, Τυνδάρεω
θύγατερ, βασίλεια Κλυταιμήστρα,
τί χρέος; τί νέον; τί δʼ ἐπαισθομένη,
85
τίνος ἀγγελίας
πειθοῖ περίπεμπτα θυοσκεῖς;
πάντων δὲ θεῶν τῶν ἀστυνόμων,
ὑπάτων, χθονίων,
τῶν τʼ οὐρανίων τῶν τʼ ἀγοραίων,
90
βωμοὶ δώροισι φλέγονται·
ἄλλη δʼ ἄλλοθεν οὐρανομήκης
λαμπὰς ἀνίσχει,
φαρμασσομένη χρίματος ἁγνοῦ
μαλακαῖς ἀδόλοισι παρηγορίαις,
95
πελάνῳ μυχόθεν βασιλείῳ.
τούτων λέξασʼ ὅ τι καὶ δυνατὸν
καὶ θέμις αἰνεῖν,
παιών τε γενοῦ τῆσδε μερίμνης,
ἣ νῦν τοτὲ μὲν κακόφρων τελέθει,
100
τοτὲ δʼ ἐκ θυσιῶν ἀγανὴ φαίνουσʼ
ἐλπὶς ἀμύνει φροντίδʼ ἄπληστον
τῆς θυμοβόρου φρένα λύπης.
κύριός εἰμι θροεῖν ὅδιον κράτος αἴσιον ἀνδρῶν
ἐκτελέων· ἔτι γὰρ θεόθεν καταπνεύει
105
πειθὼ μολπᾶν
ἀλκὰν σύμφυτος αἰών·
ὅπως Ἀχαι-
ῶν δίθρονον κράτος, Ἑλλάδος ἥβας
ξύμφρονα ταγάν,
110
πέμπει σὺν δορὶ καὶ χερὶ πράκτορι
θούριος ὄρνις Τευκρίδʼ ἐπʼ αἶαν,
οἰωνῶν βασιλεὺς βασιλεῦσι νε-
ῶν ὁ κελαινός, ὅ τʼ ἐξόπιν ἀργᾶς,
φανέντες ἴ-
115
κταρ μελάθρων χερὸς ἐκ δοριπάλτου
παμπρέπτοις ἐν ἕδραισιν,
βοσκόμενοι λαγίναν, ἐρικύμονα φέρματι γένναν,
βλαβέντα λοισθίων δρόμων.
αἴλινον αἴλινον εἰπέ, τὸ δʼ εὖ νικάτω.
120
κεδνὸς δὲ στρατόμαντις ἰδὼν δύο λήμασι δισσοὺς
Ἀτρεΐδας μαχίμους ἐδάη λαγοδαίτας
πομπούς τʼ ἀρχάς·
οὕτω δʼ εἶπε τερᾴζων·
χρόνῳ μὲν ἀγρεῖ
125
Πριάμου πόλιν ἅδε κέλευθος,
πάντα δὲ πύργων
κτήνη πρόσθε τὰ δημιοπληθῆ
Μοῖρʼ ἀλαπάξει πρὸς τὸ βίαιον·
οἶον μή τις ἄγα θεόθεν κνεφά-
130
σῃ προτυπὲν στόμιον μέγα Τροίας
στρατωθέν. οἴκτῳ γὰρ ἐπί-
φθονος Ἄρτεμις ἁγνὰ
πτανοῖσιν κυσὶ πατρὸς
αὐτότοκον πρὸ λόχου μογερὰν πτάκα θυομένοισιν
135
στυγεῖ δὲ δεῖπνον αἰετῶν.
αἴλινον αἴλινον εἰπέ, τὸ δʼ εὖ νικάτω.
τόσον περ εὔφρων, καλά,
δρόσοισι λεπτοῖς μαλερῶν λεόντων
πάντων τʼ ἀγρονόμων φιλομάστοις
140
θηρῶν ὀβρικάλοισι τερπνά,
τούτων αἴνει ξύμβολα κρᾶναι,
δεξιὰ μέν, κατάμομφα δὲ φάσματα στρουθῶν.
ἰήιον δὲ καλέω Παιᾶνα,
μή τινας ἀντιπνόους Δανα-
145
οῖς χρονίας ἐχενῇδας ἀ-
πλοίας τεύξῃ,
σπευδομένα θυσίαν ἑτέραν ἄνομόν τινʼ, ἄδαιτον
νεικέων τέκτονα σύμφυτον,
οὐ δεισήνορα. μίμνει γὰρ φοβερὰ παλίνορτος
150
οἰκονόμος δολία μνάμων μῆνις τεκνόποινος.
τοιάδε Κάλχας ξὺν μεγάλοις ἀγαθοῖς ἀπέκλαγξεν
μόρσιμʼ ἀπʼ ὀρνίθων ὁδίων οἴκοις βασιλείοις·
τοῖς δʼ ὁμόφωνον
αἴλινον αἴλινον εἰπέ, τὸ δʼ εὖ νικάτω.
155
Ζεύς, ὅστις ποτʼ ἐστίν, εἰ τόδʼ αὐ-
τῷ φίλον κεκλημένῳ,
τοῦτό νιν προσεννέπω.
οὐκ ἔχω προσεικάσαι
πάντʼ ἐπισταθμώμενος
160
πλὴν Διός, εἰ τὸ μάταν ἀπὸ φροντίδος ἄχθος
χρὴ βαλεῖν ἐτητύμως.
οὐδʼ ὅστις πάροιθεν ἦν μέγας,
παμμάχῳ θράσει βρύων,
οὐδὲ λέξεται πρὶν ὤν·
165
ὃς δʼ ἔπειτʼ ἔφυ, τρια-
κτῆρος οἴχεται τυχών.
Ζῆνα δέ τις προφρόνως ἐπινίκια κλάζων
τεύξεται φρενῶν τὸ πᾶν·
τὸν φρονεῖν βροτοὺς ὁδώ-
170
σαντα, τὸν πάθει μάθος
θέντα κυρίως ἔχειν.
στάζει δʼ ἔν θʼ ὕπνῳ πρὸ καρδίας
μνησιπήμων πόνος· καὶ παρʼ ἄ-
κοντας ἦλθε σωφρονεῖν.
175
δαιμόνων δέ που χάρις βίαιος
σέλμα σεμνὸν ἡμένων.
καὶ τόθʼ ἡγεμὼν ὁ πρέ-
σβυς νεῶν Ἀχαιικῶν,
μάντιν οὔτινα ψέγων,
180
ἐμπαίοις τύχαισι συμπνέων,
εὖτʼ ἀπλοίᾳ κεναγγεῖ βαρύ-
νοντʼ Ἀχαιικὸς λεώς,
Χαλκίδος πέραν ἔχων παλιρρόχ-
θοις ἐν Αὐλίδος τόποις·
185
πνοαὶ δʼ ἀπὸ Στρυμόνος μολοῦσαι
κακόσχολοι νήστιδες δύσορμοι,
βροτῶν ἄλαι, ναῶν τε καὶ
πεισμάτων ἀφειδεῖς,
παλιμμήκη χρόνον τιθεῖσαι
190
τρίβῳ κατέξαινον ἄν-
θος Ἀργείων· ἐπεὶ δὲ καὶ πικροῦ
χείματος ἄλλο μῆχαρ
βριθύτερον πρόμοισιν
μάντις ἔκλαγξεν προφέρων
195
Ἄρτεμιν, ὥστε χθόνα βάκ-
τροις ἐπικρούσαντας Ἀτρεί-
δας δάκρυ μὴ κατασχεῖν·
ἄναξ δʼ ὁ πρέσβυς τότʼ εἶπε φωνῶν·
βαρεῖα μὲν κὴρ τὸ μὴ πιθέσθαι,
200
βαρεῖα δʼ, εἰ τέκνον δαΐ-
ξω, δόμων ἄγαλμα,
μιαίνων παρθενοσφάγοισιν
ῥείθροις πατρῴους χέρας
πέλας βωμοῦ· τί τῶνδʼ ἄνευ κακῶν,
205
πῶς λιπόναυς γένωμαι
ξυμμαχίας ἁμαρτών;
παυσανέμου γὰρ θυσίας
παρθενίου θʼ αἵματος ὀρ-
γᾷ περιόργως ἐπιθυ-
210
μεῖν θέμις. εὖ γὰρ εἴη.
ἐπεὶ δʼ ἀνάγκας ἔδυ λέπαδνον
φρενὸς πνέων δυσσεβῆ τροπαίαν
ἄναγνον ἀνίερον, τόθεν
τὸ παντότολμον φρονεῖν μετέγνω.
215
βροτοὺς θρασύνει γὰρ αἰσχρόμητις
τάλαινα παρακοπὰ πρωτοπήμων. ἔτλα δʼ οὖν
θυτὴρ γενέσθαι θυγατρός,
γυναικοποίνων πολέμων ἀρωγὰν
καὶ προτέλεια ναῶν.
220
λιτὰς δὲ καὶ κληδόνας πατρῴους
παρʼ οὐδὲν αἰῶ τε παρθένειον
ἔθεντο φιλόμαχοι βραβῆς.
φράσεν δʼ ἀόζοις πατὴρ μετʼ εὐχὰν
δίκαν χιμαίρας ὕπερθε βωμοῦ
225
πέπλοισι περιπετῆ παντὶ θυμῷ προνωπῆ
λαβεῖν ἀέρδην, στόματός
τε καλλιπρῴρου φυλακᾷ κατασχεῖν
φθόγγον ἀραῖον οἴκοις,
βίᾳ χαλινῶν τʼ ἀναύδῳ μένει.
230
κρόκου βαφὰς δʼ ἐς πέδον χέουσα
ἔβαλλʼ ἕκαστον θυτήρ-
ων ἀπʼ ὄμματος βέλει
φιλοίκτῳ, πρέπουσά θʼ ὡς ἐν γραφαῖς, προσεννέπειν
θέλουσʼ, ἐπεὶ πολλάκις
235
πατρὸς κατʼ ἀνδρῶνας εὐτραπέζους
ἔμελψεν, ἁγνᾷ δʼ ἀταύρωτος αὐδᾷ πατρὸς
φίλου τριτόσπονδον εὔ-
ποτμον παιῶνα φίλως ἐτίμα —
τὰ δʼ ἔνθεν οὔτʼ εἶδον οὔτʼ ἐννέπω·
240
τέχναι δὲ Κάλχαντος οὐκ ἄκραντοι.
Δίκα δὲ τοῖς μὲν παθοῦσ-
ιν μαθεῖν ἐπιρρέπει·
τὸ μέλλον δʼ, ἐπεὶ γένοιτʼ, ἂν κλύοις· πρὸ χαιρέτω·
ἴσον δὲ τῷ προστένειν.
245
τορὸν γὰρ ἥξει σύνορθρον αὐγαῖς.
πέλοιτο δʼ οὖν τἀπὶ τούτοισιν εὖ πρᾶξις, ὡς
θέλει τόδʼ ἄγχιστον Ἀ-
πίας γαίας μονόφρουρον ἕρκος.
ἥκω σεβίζων σόν, Κλυταιμήστρα, κράτος·
250
δίκη γάρ ἐστι φωτὸς ἀρχηγοῦ τίειν
γυναῖκʼ ἐρημωθέντος ἄρσενος θρόνου.
σὺ δʼ εἴ τι κεδνὸν εἴτε μὴ πεπυσμένη
εὐαγγέλοισιν ἐλπίσιν θυηπολεῖς,
κλύοιμʼ ἂν εὔφρων· οὐδὲ σιγώσῃ φθόνος.
255

Κλυταιμήστρα

εὐάγγελος μέν, ὥσπερ ἡ παροιμία,
ἕως γένοιτο μητρὸς εὐφρόνης πάρα.
πεύσῃ δὲ χάρμα μεῖζον ἐλπίδος κλύειν·
Πριάμου γὰρ ᾑρήκασιν Ἀργεῖοι πόλιν.

Χορός

πῶς φής; πέφευγε τοὔπος ἐξ ἀπιστίας.
260

Κλυταιμήστρα

Τροίαν Ἀχαιῶν οὖσαν· ἦ τορῶς λέγω;

Χορός

χαρά μʼ ὑφέρπει δάκρυον ἐκκαλουμένη.

Κλυταιμήστρα

εὖ γὰρ φρονοῦντος ὄμμα σοῦ κατηγορεῖ.

Χορός

τί γὰρ τὸ πιστόν; ἔστι τῶνδέ σοι τέκμαρ;

Κλυταιμήστρα

ἔστιν· τί δʼ οὐχί; μὴ δολώσαντος θεοῦ.
265

Χορός

πότερα δʼ ὀνείρων φάσματʼ εὐπιθῆ σέβεις;

Κλυταιμήστρα

οὐ δόξαν ἂν λάβοιμι βριζούσης φρενός.

Χορός

ἀλλʼ ἦ σʼ ἐπίανέν τις ἄπτερος φάτις;

Κλυταιμήστρα

παιδὸς νέας ὣς κάρτʼ ἐμωμήσω φρένας.

Χορός

ποίου χρόνου δὲ καὶ πεπόρθηται πόλις;
270

Κλυταιμήστρα

τῆς νῦν τεκούσης φῶς τόδʼ εὐφρόνης λέγω.

Χορός

καὶ τίς τόδʼ ἐξίκοιτʼ ἂν ἀγγέλων τάχος;

Κλυταιμήστρα

Ἥφαιστος Ἴδης λαμπρὸν ἐκπέμπων σέλας.
φρυκτὸς δὲ φρυκτὸν δεῦρʼ ἀπʼ ἀγγάρου πυρὸς
ἔπεμπεν· Ἴδη μὲν πρὸς Ἑρμαῖον λέπας
275
Λήμνου· μέγαν δὲ πανὸν ἐκ νήσου τρίτον
Ἀθῷον αἶπος Ζηνὸς ἐξεδέξατο,
ὑπερτελής τε, πόντον ὥστε νωτίσαι,
ἰσχὺς πορευτοῦ λαμπάδος πρὸς ἡδονὴν
πεύκη τὸ χρυσοφεγγές, ὥς τις ἥλιος,
280
σέλας παραγγείλασα Μακίστου σκοπαῖς·
ὁ δʼ οὔτι μέλλων οὐδʼ ἀφρασμόνως ὕπνῳ
νικώμενος παρῆκεν ἀγγέλου μέρος·
ἑκὰς δὲ φρυκτοῦ φῶς ἐπʼ Εὐρίπου ῥοὰς
Μεσσαπίου φύλαξι σημαίνει μολόν.
285
οἱ δʼ ἀντέλαμψαν καὶ παρήγγειλαν πρόσω
γραίας ἐρείκης θωμὸν ἅψαντες πυρί.
σθένουσα λαμπὰς δʼ οὐδέπω μαυρουμένη,
ὑπερθοροῦσα πεδίον Ἀσωποῦ, δίκην
φαιδρᾶς σελήνης, πρὸς Κιθαιρῶνος λέπας
290
ἤγειρεν ἄλλην ἐκδοχὴν πομποῦ πυρός.
φάος δὲ τηλέπομπον οὐκ ἠναίνετο
φρουρὰ πλέον καίουσα τῶν εἰρημένων·
λίμνην δʼ ὑπὲρ Γοργῶπιν ἔσκηψεν φάος·
ὄρος τʼ ἐπʼ Αἰγίπλαγκτον ἐξικνούμενον
295
ὤτρυνε θεσμὸν μὴ χρονίζεσθαι πυρός.
πέμπουσι δʼ ἀνδαίοντες ἀφθόνῳ μένει
φλογὸς μέγαν πώγωνα, καὶ Σαρωνικοῦ
πορθμοῦ κάτοπτον πρῶνʼ ὑπερβάλλειν πρόσω
φλέγουσαν· ἔστʼ ἔσκηψεν εὖτʼ ἀφίκετο
300
Ἀραχναῖον αἶπος, ἀστυγείτονας σκοπάς·
κἄπειτʼ Ἀτρειδῶν ἐς τόδε σκήπτει στέγος
φάος τόδʼ οὐκ ἄπαππον Ἰδαίου πυρός.
τοιοίδε τοί μοι λαμπαδηφόρων νόμοι,
ἄλλος παρʼ ἄλλου διαδοχαῖς πληρούμενοι·
305
νικᾷ δʼ ὁ πρῶτος καὶ τελευταῖος δραμών.
τέκμαρ τοιοῦτον σύμβολόν τέ σοι λέγω
ἀνδρὸς παραγγείλαντος ἐκ Τροίας ἐμοί.

Χορός

θεοῖς μὲν αὖθις, ὦ γύναι, προσεύξομαι.
λόγους δʼ ἀκοῦσαι τούσδε κἀποθαυμάσαι
310
διηνεκῶς θέλοιμʼ ἂν ὡς λέγοις πάλιν.

Κλυταιμήστρα

Τροίαν Ἀχαιοὶ τῇδʼ ἔχουσʼ ἐν ἡμέρᾳ.
οἶμαι βοὴν ἄμεικτον ἐν πόλει πρέπειν.
ὄξος τʼ ἄλειφά τʼ ἐγχέας ταὐτῷ κύτει
διχοστατοῦντʼ ἄν, οὐ φίλω, προσεννέποις.
315
καὶ τῶν ἁλόντων καὶ κρατησάντων δίχα
φθογγὰς ἀκούειν ἔστι συμφορᾶς διπλῆς.
οἱ μὲν γὰρ ἀμφὶ σώμασιν πεπτωκότες
ἀνδρῶν κασιγνήτων τε καὶ φυταλμίων
παῖδες γερόντων οὐκέτʼ ἐξ ἐλευθέρου
320
δέρης ἀποιμώζουσι φιλτάτων μόρον·
τοὺς δʼ αὖτε νυκτίπλαγκτος ἐκ μάχης πόνος
νήστεις πρὸς ἀρίστοισιν ὧν ἔχει πόλις
τάσσει, πρὸς οὐδὲν ἐν μέρει τεκμήριον,
ἀλλʼ ὡς ἕκαστος ἔσπασεν τύχης πάλον.
325
ἐν δʼ αἰχμαλώτοις Τρωικοῖς οἰκήμασιν
ναίουσιν ἤδη, τῶν ὑπαιθρίων πάγων
δρόσων τʼ ἀπαλλαγέντες, ὡς δʼ εὐδαίμονες
ἀφύλακτον εὑδήσουσι πᾶσαν εὐφρόνην.
εἰ δʼ εὖ σέβουσι τοὺς πολισσούχους θεοὺς
330
τοὺς τῆς ἁλούσης γῆς θεῶν θʼ ἱδρύματα,
οὔ τἂν ἑλόντες αὖθις ἀνθαλοῖεν ἄν.
ἔρως δὲ μή τις πρότερον ἐμπίπτῃ στρατῷ
πορθεῖν ἃ μὴ χρή, κέρδεσιν νικωμένους.
δεῖ γὰρ πρὸς οἴκους νοστίμου σωτηρίας
335
κάμψαι διαύλου θάτερον κῶλον πάλιν·
θεοῖς δʼ ἀναμπλάκητος εἰ μόλοι στρατός,
ἐγρηγορὸς τὸ πῆμα τῶν ὀλωλότων
γένοιτʼ ἄν, εἰ πρόσπαια μὴ τύχοι κακά.
τοιαῦτά τοι γυναικὸς ἐξ ἐμοῦ κλύεις·
340
τὸ δʼ εὖ κρατοίη μὴ διχορρόπως ἰδεῖν.
πολλῶν γὰρ ἐσθλῶν τήνδʼ ὄνησιν εἱλόμην.

Χορός

γύναι, κατʼ ἄνδρα σώφρονʼ εὐφρόνως λέγεις.
ἐγὼ δʼ ἀκούσας πιστά σου τεκμήρια
θεοὺς προσειπεῖν εὖ παρασκευάζομαι.
345
χάρις γὰρ οὐκ ἄτιμος εἴργασται πόνων.
ὦ Ζεῦ βασιλεῦ καὶ νὺξ φιλία
μεγάλων κόσμων κτεάτειρα,
ἥτʼ ἐπὶ Τροίας πύργοις ἔβαλες
στεγανὸν δίκτυον, ὡς μήτε μέγαν
350
μήτʼ οὖν νεαρῶν τινʼ ὑπερτελέσαι
μέγα δουλείας
γάγγαμον, ἄτης παναλώτου.
Δία τοι ξένιον μέγαν αἰδοῦμαι
τὸν τάδε πράξαντʼ ἐπʼ Ἀλεξάνδρῳ
355
τείνοντα πάλαι τόξον, ὅπως ἂν
μήτε πρὸ καιροῦ μήθʼ ὑπὲρ ἄστρων
βέλος ἠλίθιον σκήψειεν.
Διὸς πλαγὰν ἔχουσιν εἰπεῖν,
πάρεστιν τοῦτό γʼ ἐξιχνεῦσαι.
360
ὡς ἔπραξεν ὡς ἔκρανεν. οὐκ ἔφα τις
θεοὺς βροτῶν ἀξιοῦσθαι μέλειν
ὅσοις ἀθίκτων χάρις
πατοῖθʼ· ὁ δʼ οὐκ εὐσεβής.
πέφανται δʼ ἐκτίνουσʼ
365
ἀτολμήτων ἀρὴ
πνεόντων μεῖζον ἢ δικαίως,
φλεόντων δωμάτων ὑπέρφευ
ὑπὲρ τὸ βέλτιστον. ἔστω δʼ ἀπή-
μαντον, ὥστʼ ἀπαρκεῖν
370
εὖ πραπίδων λαχόντα.
οὐ γὰρ ἔστιν ἔπαλξις
πλούτου πρὸς κόρον ἀνδρὶ
λακτίσαντι μέγαν Δίκας
βωμὸν εἰς ἀφάνειαν.
375
βιᾶται δʼ ἁ τάλαινα πειθώ,
προβούλου παῖς ἄφερτος ἄτας.
ἄκος δὲ πᾶν μάταιον. οὐκ ἐκρύφθη,
πρέπει δέ, φῶς αἰνολαμπές, σίνος·
κακοῦ δὲ χαλκοῦ τρόπον
380
τρίβῳ τε καὶ προσβολαῖς
μελαμπαγὴς πέλει
δικαιωθείς, ἐπεὶ
διώκει παῖς ποτανὸν ὄρνιν,
πόλει πρόστριμμʼ ἄφερτον ἐνθείς.
385
λιτᾶν δʼ ἀκούει μὲν οὔτις θεῶν·
τὸν δʼ ἐπίστροφον τῶν
φῶτʼ ἄδικον καθαιρεῖ.
οἷος καὶ Πάρις ἐλθὼν
ἐς δόμον τὸν Ἀτρειδᾶν
390
ᾔσχυνε ξενίαν τράπε-
ζαν κλοπαῖσι γυναικός.
λιποῦσα δʼ ἀστοῖσιν ἀσπίστοράς
τε καὶ κλόνους λογχίμους
ναυβάτας θʼ ὁπλισμούς,
395
ἄγουσά τʼ ἀντίφερνον Ἰλίῳ φθορὰν
βέβακεν ῥίμφα διὰ
πυλᾶν ἄτλητα τλᾶσα· πολλὰ δʼ ἔστενον
τόδʼ ἐννέποντες δόμων προφῆται·
ἰὼ ἰὼ δῶμα δῶμα καὶ πρόμοι,
400
ἰὼ λέχος καὶ στίβοι φιλάνορες.
πάρεστι σιγὰς ἀτίμους ἀλοιδόρους
ἄλγιστʼ ἀφημένων ἰδεῖν.
πόθῳ δʼ ὑπερποντίας
φάσμα δόξει δόμων ἀνάσσειν.
405
εὐμόρφων δὲ κολοσσῶν
ἔχθεται χάρις ἀνδρί·
ὀμμάτων δʼ ἐν ἀχηνίαις
ἔρρει πᾶσʼ Ἀφροδίτα.
ὀνειρόφαντοι δὲ πενθήμονες
410
πάρεισι δόξαι φέρου-
σαι χάριν ματαίαν.
μάταν γάρ, εὖτʼ ἂν ἐσθλά τις δοκῶν ὁρᾷ,
παραλλάξασα διὰ
χερῶν βέβακεν ὄψις οὐ μεθύστερον
415
πτεροῖς ὀπαδοῦσʼ ὕπνου κελεύθοις.
τὰ μὲν κατʼ οἴκους ἐφʼ ἑστίας ἄχη
τάδʼ ἐστὶ καὶ τῶνδʼ ὑπερβατώτερα.
τὸ πᾶν δʼ ἀφʼ Ἕλλανος αἴας συνορμένοις
πένθειʼ ἀτλησικάρδιος
420
δόμων ἑκάστου πρέπει.
πολλὰ γοῦν θιγγάνει πρὸς ἧπαρ·
οὓς μὲν γάρ τις ἔπεμψεν
οἶδεν, ἀντὶ δὲ φωτῶν
τεύχη καὶ σποδὸς εἰς ἑκά-
425
στου δόμους ἀφικνεῖται.
ὁ χρυσαμοιβὸς δʼ Ἄρης σωμάτων
καὶ ταλαντοῦχος ἐν μάχῃ δορὸς
πυρωθὲν ἐξ Ἰλίου
φίλοισι πέμπει βαρὺ
430
ψῆγμα δυσδάκρυτον ἀν-
τήνορος σποδοῦ γεμί-
ζων λέβητας εὐθέτους.
στένουσι δʼ εὖ λέγοντες ἄν-
δρα τὸν μὲν ὡς μάχης ἴδρις,
435
τὸν δʼ ἐν φοναῖς καλῶς πεσόντʼ —
ἀλλοτρίας διαὶ γυναι-
κός· τάδε σῖγά τις βαΰ-
ζει, φθονερὸν δʼ ὑπʼ ἄλγος ἕρ-
πει προδίκοις Ἀτρείδαις.
440
οἱ δʼ αὐτοῦ περὶ τεῖχος
θήκας Ἰλιάδος γᾶς
εὔμορφοι κατέχουσιν· ἐχ-
θρὰ δʼ ἔχοντας ἔκρυψεν.
βαρεῖα δʼ ἀστῶν φάτις ξὺν κότῳ·
445
δημοκράντου δʼ ἀρᾶς τίνει χρέος.
μένει δʼ ἀκοῦσαί τί μου
μέριμνα νυκτηρεφές.
τῶν πολυκτόνων γὰρ οὐκ
ἄσκοποι θεοί. κελαι-
450
ναὶ δʼ Ἐρινύες χρόνῳ
τυχηρὸν ὄντʼ ἄνευ δίκας
παλιντυχεῖ τριβᾷ βίου
τιθεῖσʼ ἀμαυρόν, ἐν δʼ ἀί-
στοις τελέθοντος οὔτις ἀλ-
455
κά· τὸ δʼ ὑπερκόπως κλύειν
εὖ βαρύ· βάλλεται γὰρ ὄσ-
σοις Διόθεν κάρανα.
κρίνω δʼ ἄφθονον ὄλβον·
μήτʼ εἴην πτολιπόρθης
460
μήτʼ οὖν αὐτὸς ἁλοὺς ὑπʼ ἄλ-
λων βίον κατίδοιμι.
πυρὸς δʼ ὑπʼ εὐαγγέλου
πόλιν διήκει θοὰ
βάξις· εἰ δʼ ἐτήτυμος,
465
τίς οἶδεν, ἤ τι θεῖόν ἐστί πῃ ψύθος. —
τίς ὧδε παιδνὸς ἢ φρενῶν κεκομμένος,
φλογὸς παραγγέλμασιν
νέοις πυρωθέντα καρδίαν ἔπειτʼ
ἀλλαγᾷ λόγου καμεῖν; —
470
ἐν γυναικὸς αἰχμᾷ πρέπει
πρὸ τοῦ φανέντος χάριν ξυναινέσαι. —
πιθανὸς ἄγαν ὁ θῆλυς ὅρος ἐπινέμεται
ταχύπορος· ἀλλὰ ταχύμορον
γυναικογήρυτον ὄλλυται κλέος. —
475
τάχʼ εἰσόμεσθα λαμπάδων φαεσφόρων
φρυκτωριῶν τε καὶ πυρὸς παραλλαγάς,
εἴτʼ οὖν ἀληθεῖς εἶτʼ ὀνειράτων δίκην
τερπνὸν τόδʼ ἐλθὸν φῶς ἐφήλωσεν φρένας.
κήρυκʼ ἀπʼ ἀκτῆς τόνδʼ ὁρῶ κατάσκιον
480
κλάδοις ἐλαίας· μαρτυρεῖ δέ μοι κάσις
πηλοῦ ξύνουρος διψία κόνις τάδε,
ὡς οὔτʼ ἄναυδος οὔτε σοι δαίων φλόγα
ὕλης ὀρείας σημανεῖ καπνῷ πυρός,
ἀλλʼ ἢ τὸ χαίρειν μᾶλλον ἐκβάξει λέγων —
485
τὸν ἀντίον δὲ τοῖσδʼ ἀποστέργω λόγον·
εὖ γὰρ πρὸς εὖ φανεῖσι προσθήκη πέλοι. —
ὅστις τάδʼ ἄλλως τῇδʼ ἐπεύχεται πόλει,
αὐτὸς φρενῶν καρποῖτο τὴν ἁμαρτίαν.

Κῆρυξ

ἰὼ πατρῷον οὖδας Ἀργείας χθονός,
490
δεκάτου σε φέγγει τῷδʼ ἀφικόμην ἔτους,
πολλῶν ῥαγεισῶν ἐλπίδων μιᾶς τυχών.
οὐ γάρ ποτʼ ηὔχουν τῇδʼ ἐν Ἀργείᾳ χθονὶ
θανὼν μεθέξειν φιλτάτου τάφου μέρος.
νῦν χαῖρε μὲν χθών, χαῖρε δʼ ἡλίου φάος,
495
ὕπατός τε χώρας Ζεύς, ὁ Πύθιός τʼ ἄναξ,
τόξοις ἰάπτων μηκέτʼ εἰς ἡμᾶς βέλη·
ἅλις παρὰ Σκάμανδρον ἦσθʼ ἀνάρσιος·
νῦν δʼ αὖτε σωτὴρ ἴσθι καὶ παιώνιος,
ἄναξ Ἄπολλον. τούς τʼ ἀγωνίους θεοὺς
500
πάντας προσαυδῶ, τόν τʼ ἐμὸν τιμάορον
Ἑρμῆν, φίλον κήρυκα, κηρύκων σέβας,
ἥρως τε τοὺς πέμψαντας, εὐμενεῖς πάλιν
στρατὸν δέχεσθαι τὸν λελειμμένον δορός.
ἰὼ μέλαθρα βασιλέων, φίλαι στέγαι,
505
σεμνοί τε θᾶκοι, δαίμονές τʼ ἀντήλιοι,
εἴ που πάλαι, φαιδροῖσι τοισίδʼ ὄμμασι
δέξασθε κόσμῳ βασιλέα πολλῷ χρόνῳ.
ἥκει γὰρ ὑμῖν φῶς ἐν εὐφρόνῃ φέρων
καὶ τοῖσδʼ ἅπασι κοινὸν Ἀγαμέμνων ἄναξ.
510
ἀλλʼ εὖ νιν ἀσπάσασθε, καὶ γὰρ οὖν πρέπει
Τροίαν κατασκάψαντα τοῦ δικηφόρου
Διὸς μακέλλῃ, τῇ κατείργασται πέδον.
βωμοὶ δʼ ἄιστοι καὶ θεῶν ἱδρύματα,
καὶ σπέρμα πάσης ἐξαπόλλυται χθονός.
515
τοιόνδε Τροίᾳ περιβαλὼν ζευκτήριον
ἄναξ Ἀτρείδης πρέσβυς εὐδαίμων ἀνὴρ
ἥκει, τίεσθαι δʼ ἀξιώτατος βροτῶν
τῶν νῦν· Πάρις γὰρ οὔτε συντελὴς πόλις
ἐξεύχεται τὸ δρᾶμα τοῦ πάθους πλέον.
520
ὀφλὼν γὰρ ἁρπαγῆς τε καὶ κλοπῆς δίκην
τοῦ ῥυσίου θʼ ἥμαρτε καὶ πανώλεθρον
αὐτόχθονον πατρῷον ἔθρισεν δόμον.
διπλᾶ δʼ ἔτεισαν Πριαμίδαι θἀμάρτια.

Χορός

κῆρυξ Ἀχαιῶν χαῖρε τῶν ἀπὸ στρατοῦ.
525

Κῆρυξ

χαίρω γε· τεθνάναι δʼ οὐκέτʼ ἀντερῶ θεοῖς.

Χορός

ἔρως πατρῴας τῆσδε γῆς σʼ ἐγύμνασεν;

Κῆρυξ

ὥστʼ ἐνδακρύειν γʼ ὄμμασιν χαρᾶς ὕπο.

Χορός

τερπνῆς ἄρʼ ἦτε τῆσδʼ ἐπήβολοι νόσου.

Κῆρυξ

πῶς δή; διδαχθεὶς τοῦδε δεσπόσω λόγου.
530

Χορός

τῶν ἀντερώντων ἱμέρῳ πεπληγμένοι.

Κῆρυξ

ποθεῖν ποθοῦντα τήνδε γῆν στρατὸν λέγεις;

Χορός

ὡς πόλλʼ ἀμαυρᾶς ἐκ φρενός μʼ ἀναστένειν

Κῆρυξ

πόθεν τὸ δύσφρον τοῦτʼ ἐπῆν θυμῷ στύγος;

Χορός

πάλαι τὸ σιγᾶν φάρμακον βλάβης ἔχω.
535

Κῆρυξ

καὶ πῶς; ἀπόντων κοιράνων ἔτρεις τινάς;

Χορός

ὡς νῦν, τὸ σὸν δή, καὶ θανεῖν πολλὴ χάρις.

Κῆρυξ

εὖ γὰρ πέπρακται. ταῦτα δʼ ἐν πολλῷ χρόνῳ
τὰ μέν τις ἂν λέξειεν εὐπετῶς ἔχειν,
τὰ δʼ αὖτε κἀπίμομφα. τίς δὲ πλὴν θεῶν
540
ἅπαντʼ ἀπήμων τὸν διʼ αἰῶνος χρόνον;
μόχθους γὰρ εἰ λέγοιμι καὶ δυσαυλίας,
σπαρνὰς παρήξεις καὶ κακοστρώτους, τί δʼ οὐ
στένοντες, οὐ λαχόντες ἤματος μέρος;
τὰ δʼ αὖτε χέρσῳ καὶ προσῆν πλέον στύγος·
545
εὐναὶ γὰρ ἦσαν δηΐων πρὸς τείχεσιν·
ἐξ οὐρανοῦ δὲ κἀπὸ γῆς λειμώνιαι
δρόσοι κατεψάκαζον, ἔμπεδον σίνος
ἐσθημάτων, τιθέντες ἔνθηρον τρίχα.
χειμῶνα δʼ εἰ λέγοι τις οἰωνοκτόνον,
550
οἷον παρεῖχʼ ἄφερτον Ἰδαία χιών,
ἢ θάλπος, εὖτε πόντος ἐν μεσημβριναῖς
κοίταις ἀκύμων νηνέμοις εὕδοι πεσών
τί ταῦτα πενθεῖν δεῖ; παροίχεται πόνος·
παροίχεται δέ, τοῖσι μὲν τεθνηκόσιν
555
τὸ μήποτʼ αὖθις μηδʼ ἀναστῆναι μέλειν.
τί τοὺς ἀναλωθέντας ἐν ψήφῳ λέγειν,
τὸν ζῶντα δʼ ἀλγεῖν χρὴ τύχης παλιγκότου;
καὶ πολλὰ χαίρειν ξυμφορὰς καταξιῶ.
ἡμῖν δὲ τοῖς λοιποῖσιν Ἀργείων στρατοῦ
560
νικᾷ τὸ κέρδος, πῆμα δʼ οὐκ ἀντιρρέπει·
ὡς κομπάσαι τῷδʼ εἰκὸς ἡλίου φάει
ὑπὲρ θαλάσσης καὶ χθονὸς ποτωμένοις·
Τροίαν ἑλόντες δή ποτʼ Ἀργείων στόλος
θεοῖς λάφυρα ταῦτα τοῖς καθʼ Ἑλλάδα
565
δόμοις ἐπασσάλευσαν ἀρχαῖον γάνος.
τοιαῦτα χρὴ κλύοντας εὐλογεῖν πόλιν
καὶ τοὺς στρατηγούς· καὶ χάρις τιμήσεται
Διὸς τόδʼ ἐκπράξασα. πάντʼ ἔχεις λόγον.

Χορός

νικώμενος λόγοισιν οὐκ ἀναίνομαι·
570
ἀεὶ γὰρ ἥβη τοῖς γέρουσιν εὖ μαθεῖν.
δόμοις δὲ ταῦτα καὶ Κλυταιμήστρᾳ μέλειν
εἰκὸς μάλιστα, σὺν δὲ πλουτίζειν ἐμέ.

Κλυταιμήστρα

ἀνωλόλυξα μὲν πάλαι χαρᾶς ὕπο,
ὅτʼ ἦλθʼ ὁ πρῶτος νύχιος ἄγγελος πυρός,
575
φράζων ἅλωσιν Ἰλίου τʼ ἀνάστασιν.
καί τίς μʼ ἐνίπτων εἶπε, φρυκτωρῶν δία
πεισθεῖσα Τροίαν νῦν πεπορθῆσθαι δοκεῖς;
ἦ κάρτα πρὸς γυναικὸς αἴρεσθαι κέαρ.
λόγοις τοιούτοις πλαγκτὸς οὖσʼ ἐφαινόμην.
580
ὅμως δʼ ἔθυον, καὶ γυναικείῳ νόμῳ
ὀλολυγμὸν ἄλλος ἄλλοθεν κατὰ πτόλιν
ἔλασκον εὐφημοῦντες ἐν θεῶν ἕδραις
θυηφάγον κοιμῶντες εὐώδη φλόγα.
καὶ νῦν τὰ μάσσω μὲν τί δεῖ σέ μοι λέγειν;
585
ἄνακτος αὐτοῦ πάντα πεύσομαι λόγον.
ὅπως δʼ ἄριστα τὸν ἐμὸν αἰδοῖον πόσιν
σπεύσω πάλιν μολόντα δέξασθαι· — τί γὰρ
γυναικὶ τούτου φέγγος ἥδιον δρακεῖν,
ἀπὸ στρατείας ἀνδρὶ σώσαντος θεοῦ
590
πύλας ἀνοῖξαι; — ταῦτʼ ἀπάγγειλον πόσει·
ἥκειν ὅπως τάχιστʼ ἐράσμιον πόλει·
γυναῖκα πιστὴν δʼ ἐν δόμοις εὕροι μολὼν
οἵαν περ οὖν ἔλειπε, δωμάτων κύνα
ἐσθλὴν ἐκείνῳ, πολεμίαν τοῖς δύσφροσιν,
595
καὶ τἄλλʼ ὁμοίαν πάντα, σημαντήριον
οὐδὲν διαφθείρασαν ἐν μήκει χρόνου.
οὐδʼ οἶδα τέρψιν οὐδʼ ἐπίψογον φάτιν
ἄλλου πρὸς ἀνδρὸς μᾶλλον ἢ χαλκοῦ βαφάς.

Κῆρυξ

τοιόσδʼ ὁ κόμπος τῆς ἀληθείας γέμων
600
οὐκ αἰσχρὸς ὡς γυναικὶ γενναίᾳ λακεῖν.

Χορός

αὕτη μὲν οὕτως εἶπε μανθάνοντί σοι
τοροῖσιν ἑρμηνεῦσιν εὐπρεπῶς λόγον.
σὺ δʼ εἰπέ, κῆρυξ, Μενέλεων δὲ πεύθομαι.
εἰ νόστιμός τε καὶ σεσωσμένος πάλιν
605
ἥκει σὺν ὑμῖν, τῆσδε γῆς φίλον κράτος.

Κῆρυξ

οὐκ ἔσθʼ ὅπως λέξαιμι τὰ ψευδῆ καλὰ
ἐς τὸν πολὺν φίλοισι καρποῦσθαι χρόνον.

Χορός

πῶς δῆτʼ ἂν εἰπὼν κεδνὰ τἀληθῆ τύχοις;
σχισθέντα δʼ οὐκ εὔκρυπτα γίγνεται τάδε.
610

Κῆρυξ

ἁνὴρ ἄφαντος ἐξ Ἀχαιικοῦ στρατοῦ,
αὐτός τε καὶ τὸ πλοῖον. οὐ ψευδῆ λέγω.

Χορός

πότερον ἀναχθεὶς ἐμφανῶς ἐξ Ἰλίου,
ἢ χεῖμα, κοινὸν ἄχθος, ἥρπασε στρατοῦ;

Κῆρυξ

ἔκυρσας ὥστε τοξότης ἄκρος σκοποῦ·
615
μακρὸν δὲ πῆμα συντόμως ἐφημίσω.

Χορός

πότερα γὰρ αὐτοῦ ζῶντος ἢ τεθνηκότος
φάτις πρὸς ἄλλων ναυτίλων ἐκλῄζετο;

Κῆρυξ

οὐκ οἶδεν οὐδεὶς ὥστʼ ἀπαγγεῖλαι τορῶς,
πλὴν τοῦ τρέφοντος Ἡλίου χθονὸς φύσιν.
620

Χορός

πῶς γὰρ λέγεις χειμῶνα ναυτικῷ στρατῷ
ἐλθεῖν τελευτῆσαί τε δαιμόνων κότῳ;

Κῆρυξ

εὔφημον ἦμαρ οὐ πρέπει κακαγγέλῳ
γλώσσῃ μιαίνειν· χωρὶς ἡ τιμὴ θεῶν.
ὅταν δʼ ἀπευκτὰ πήματʼ ἄγγελος πόλει
625
στυγνῷ προσώπῳ πτωσίμου στρατοῦ φέρῃ,
πόλει μὲν ἕλκος ἓν τὸ δήμιον τυχεῖν,
πολλοὺς δὲ πολλῶν ἐξαγισθέντας δόμων
ἄνδρας διπλῇ μάστιγι, τὴν Ἄρης φιλεῖ,
δίλογχον ἄτην, φοινίαν ξυνωρίδα·
630
τοιῶνδε μέντοι πημάτων σεσαγμένον
πρέπει λέγειν παιᾶνα τόνδʼ Ἐρινύων.
σωτηρίων δὲ πραγμάτων εὐάγγελον
ἥκοντα πρὸς χαίρουσαν εὐεστοῖ πόλιν,
πῶς κεδνὰ τοῖς κακοῖσι συμμείξω, λέγων
635
χειμῶνʼ Ἀχαιοῖς οὐκ ἀμήνιτον θεῶν;
ξυνώμοσαν γάρ, ὄντες ἔχθιστοι τὸ πρίν,
πῦρ καὶ θάλασσα, καὶ τὰ πίστʼ ἐδειξάτην
φθείροντε τὸν δύστηνον Ἀργείων στρατόν.
ἐν νυκτὶ δυσκύμαντα δʼ ὠρώρει κακά.
640
ναῦς γὰρ πρὸς ἀλλήλαισι Θρῄκιαι πνοαὶ
ἤρεικον· αἱ δὲ κεροτυπούμεναι βίᾳ
χειμῶνι τυφῶ σὺν ζάλῃ τʼ ὀμβροκτύπῳ
ᾤχοντʼ ἄφαντοι ποιμένος κακοῦ στρόβῳ.
ἐπεὶ δʼ ἀνῆλθε λαμπρὸν ἡλίου φάος,
645
ὁρῶμεν ἀνθοῦν πέλαγος Αἰγαῖον νεκροῖς
ἀνδρῶν Ἀχαιῶν ναυτικοῖς τʼ ἐρειπίοις.
ἡμᾶς γε μὲν δὴ ναῦν τʼ ἀκήρατον σκάφος
ἤτοι τις ἐξέκλεψεν ἢ ʼξῃτήσατο
θεός τις, οὐκ ἄνθρωπος, οἴακος θιγών.
650
τύχη δὲ σωτὴρ ναῦν θέλουσʼ ἐφέζετο,
ὡς μήτʼ ἐν ὅρμῳ κύματος ζάλην ἔχειν
μήτʼ ἐξοκεῖλαι πρὸς κραταίλεων χθόνα.
ἔπειτα δʼ Ἅιδην πόντιον πεφευγότες,
λευκὸν κατʼ ἦμαρ, οὐ πεποιθότες τύχῃ,
655
ἐβουκολοῦμεν φροντίσιν νέον πάθος,
στρατοῦ καμόντος καὶ κακῶς σποδουμένου.
καὶ νῦν ἐκείνων εἴ τίς ἐστιν ἐμπνέων,
λέγουσιν ἡμᾶς ὡς ὀλωλότας, τί μή;
ἡμεῖς τʼ ἐκείνους ταὔτʼ ἔχειν δοξάζομεν.
660
γένοιτο δʼ ὡς ἄριστα. Μενέλεων γὰρ οὖν
πρῶτόν τε καὶ μάλιστα προσδόκα μολεῖν.
εἰ γοῦν τις ἀκτὶς ἡλίου νιν ἱστορεῖ
καὶ ζῶντα καὶ βλέποντα, μηχαναῖς Διός,
οὔπω θέλοντος ἐξαναλῶσαι γένος,
665
ἐλπίς τις αὐτὸν πρὸς δόμους ἥξειν πάλιν.
τοσαῦτʼ ἀκούσας ἴσθι τἀληθῆ κλύων.

Χορός

τίς ποτʼ ὠνόμαζεν ὧδʼ
ἐς τὸ πᾶν ἐτητύμως —
μή τις ὅντινʼ οὐχ ὁρῶμεν προνοί-
670
αισι τοῦ πεπρωμένου
γλῶσσαν ἐν τύχᾳ νέμων; —
τὰν δορίγαμβρον ἀμφινει-
κῆ θʼ Ἑλέναν; ἐπεὶ πρεπόντως
ἑλένας, ἕλανδρος, ἑλέ-
675
πτολις, ἐκ τῶν ἁβροτίμων
προκαλυμμάτων ἔπλευσε
ζεφύρου γίγαντος αὔρᾳ,
πολύανδροί τε φεράσπιδες κυναγοὶ
κατʼ ἴχνος πλατᾶν ἄφαντον
680
κελσάντων Σιμόεντος ἀ-
κτὰς ἐπʼ ἀεξιφύλλους
διʼ ἔριν αἱματόεσσαν.
Ἰλίῳ δὲ κῆδος ὀρθ-
ώνυμον τελεσσίφρων
685
μῆνις ἤλασεν, τραπέζας ἀτί-
μωσιν ὑστέρῳ χρόνῳ
καὶ ξυνεστίου Διὸς
πρασσομένα τὸ νυμφότι-
μον μέλος ἐκφάτως τίοντας,
690
ὑμέναιον, ὃς τότʼ ἐπέρ-
ρεπεν γαμβροῖσιν ἀείδειν·
μεταμανθάνουσα δʼ ὕμνον
Πριάμου πόλις γεραιὰ
πολύθρηνον μέγα που στένει κικλήσκου-
695
σα Πάριν τὸν αἰνόλεκτρον,
παμπορθῆ πολύθρηνον
αἰῶνα διαὶ πολιτᾶν
μέλεον αἷμʼ ἀνατλᾶσα.
ἔθρεψεν δὲ λέοντος ἶ-
700
νιν δόμοις ἀγάλακτον οὕ-
τως ἀνὴρ φιλόμαστον,
ἐν βιότου προτελείοις
ἅμερον, εὐφιλόπαιδα
καὶ γεραροῖς ἐπίχαρτον.
705
πολέα δʼ ἔσχʼ ἐν ἀγκάλαις
νεοτρόφου τέκνου δίκαν,
φαιδρωπὸς ποτὶ χεῖρα σαί-
νων τε γαστρὸς ἀνάγκαις.
χρονισθεὶς δʼ ἀπέδειξεν ἦ-
710
θος τὸ πρὸς τοκέων· χάριν
γὰρ τροφεῦσιν ἀμείβων
μηλοφόνοισιν ἐν ἄταις
δαῖτʼ ἀκέλευστος ἔτευξεν·
αἵματι δʼ οἶκος ἐφύρθη,
715
ἄμαχον ἄλγος οἰκέταις
μέγα σίνος πολυκτόνον.
ἐκ θεοῦ δʼ ἱερεύς τις ἄ-
τας δόμοις προσεθρέφθη.
πάραυτα δʼ ἐλθεῖν ἐς Ἰλίου πόλιν
720
λέγοιμʼ ἂν φρόνημα μὲν
νηνέμου γαλάνας,
ἀκασκαῖον δʼ ἄγαλμα πλούτου,
μαλθακὸν ὀμμάτων βέλος,
δηξίθυμον ἔρωτος ἄνθος.
725
παρακλίνασʼ ἐπέκρανεν
δὲ γάμου πικρὰς τελευτάς,
δύσεδρος καὶ δυσόμιλος
συμένα Πριαμίδαισιν,
πομπᾷ Διὸς ξενίου,
730
νυμφόκλαυτος Ἐρινύς.
παλαίφατος δʼ ἐν βροτοῖς γέρων λόγος
τέτυκται, μέγαν τελε-
σθέντα φωτὸς ὄλβον
τεκνοῦσθαι μηδʼ ἄπαιδα θνῄσκειν,
735
ἐκ δʼ ἀγαθᾶς τύχας γένει
βλαστάνειν ἀκόρεστον οἰζύν.
δίχα δʼ ἄλλων μονόφρων εἰ-
μί· τὸ δυσσεβὲς γὰρ ἔργον
μετὰ μὲν πλείονα τίκτει,
740
σφετέρᾳ δʼ εἰκότα γέννᾳ.
οἴκων δʼ ἄρʼ εὐθυδίκων
καλλίπαις πότμος αἰεί.
φιλεῖ δὲ τίκτειν Ὕβρις
μὲν παλαιὰ νεά-
745
ζουσαν ἐν κακοῖς βροτῶν
ὕβριν τότʼ ἢ τόθʼ, ὅτε τὸ κύρ-
ιον μόλῃ φάος τόκου,
δαίμονά τε τὰν ἄμαχον ἀπόλεμ-
ον, ἀνίερον Θράσος, μελαί-
750
νας μελάθροισιν Ἄτας,
εἰδομένας τοκεῦσιν.
Δίκα δὲ λάμπει μὲν ἐν
δυσκάπνοις δώμασιν,
τὸν δʼ ἐναίσιμον τίει βίον.
755
τὰ χρυσόπαστα δʼ ἔδεθλα σὺν
πίνῳ χερῶν παλιντρόποις
ὄμμασι λιποῦσʼ, ὅσια προσέμολ-
ε, δύναμιν οὐ σέβουσα πλού-
του παράσημον αἴνῳ·
760
πᾶν δʼ ἐπὶ τέρμα νωμᾷ.
ἄγε δή, βασιλεῦ, Τροίας πτολίπορθʼ,
Ἀτρέως γένεθλον,
πῶς σε προσείπω; πῶς σε σεβίζω
μήθʼ ὑπεράρας μήθʼ ὑποκάμψας
765
καιρὸν χάριτος;
πολλοὶ δὲ βροτῶν τὸ δοκεῖν εἶναι
προτίουσι δίκην παραβάντες.
τῷ δυσπραγοῦντι δʼ ἐπιστενάχειν
πᾶς τις ἕτοιμος· δῆγμα δὲ λύπης
770
οὐδὲν ἐφʼ ἧπαρ προσικνεῖται·
καὶ ξυγχαίρουσιν ὁμοιοπρεπεῖς
ἀγέλαστα πρόσωπα βιαζόμενοι.
ὅστις δʼ ἀγαθὸς προβατογνώμων,
οὐκ ἔστι λαθεῖν ὄμματα φωτός,
775
τὰ δοκοῦντʼ εὔφρονος ἐκ διανοίας
ὑδαρεῖ σαίνειν φιλότητι.
σὺ δέ μοι τότε μὲν στέλλων στρατιὰν
Ἑλένης ἕνεκʼ, οὐ γάρ σʼ ἐπικεύσω,
κάρτʼ ἀπομούσως ἦσθα γεγραμμένος,
780
οὐδʼ εὖ πραπίδων οἴακα νέμων
θράσος ἐκ θυσιῶν
ἀνδράσι θνῄσκουσι κομίζων.
νῦν δʼ οὐκ ἀπʼ ἄκρας φρενὸς οὐδʼ ἀφίλως
εὔφρων πόνος εὖ τελέσασιν.
785
γνώσῃ δὲ χρόνῳ διαπευθόμενος
τόν τε δικαίως καὶ τὸν ἀκαίρως πόλιν οἰκουροῦντα πολιτῶν.

Ἀγαμέμνων

πρῶτον μὲν Ἄργος καὶ θεοὺς ἐγχωρίους
δίκη προσειπεῖν, τοὺς ἐμοὶ μεταιτίους
νόστου δικαίων θʼ ὧν ἐπραξάμην πόλιν
790
Πριάμου· δίκας γὰρ οὐκ ἀπὸ γλώσσης θεοὶ
κλύοντες ἀνδροθνῆτας Ἰλίου φθορὰς
ἐς αἱματηρὸν τεῦχος οὐ διχορρόπως
ψήφους ἔθεντο· τῷ δʼ ἐναντίῳ κύτει
ἐλπὶς προσῄει χειρὸς οὐ πληρουμένῳ.
795
καπνῷ δʼ ἁλοῦσα νῦν ἔτʼ εὔσημος πόλις.
ἄτης θύελλαι ζῶσι· συνθνῄσκουσα δὲ
σποδὸς προπέμπει πίονας πλούτου πνοάς.
τούτων θεοῖσι χρὴ πολύμνηστον χάριν
τίνειν, ἐπείπερ καὶ πάγας ὑπερκότους
800
ἐφραξάμεσθα καὶ γυναικὸς οὕνεκα
πόλιν διημάθυνεν Ἀργεῖον δάκος,
ἵππου νεοσσός, ἀσπιδηφόρος λεώς,
πήδημʼ ὀρούσας ἀμφὶ Πλειάδων δύσιν·
ὑπερθορὼν δὲ πύργον ὠμηστὴς λέων
805
ἄδην ἔλειξεν αἵματος τυραννικοῦ.
θεοῖς μὲν ἐξέτεινα φροίμιον τόδε·
τὰ δʼ ἐς τὸ σὸν φρόνημα, μέμνημαι κλύων,
καὶ φημὶ ταὐτὰ καὶ συνήγορόν μʼ ἔχεις.
παύροις γὰρ ἀνδρῶν ἐστι συγγενὲς τόδε,
810
φίλον τὸν εὐτυχοῦντʼ ἄνευ φθόνου σέβειν.
δύσφρων γὰρ ἰὸς καρδίαν προσήμενος
ἄχθος διπλοίζει τῷ πεπαμένῳ νόσον,
τοῖς τʼ αὐτὸς αὑτοῦ πήμασιν βαρύνεται
καὶ τὸν θυραῖον ὄλβον εἰσορῶν στένει.
815
εἰδὼς λέγοιμʼ ἄν, εὖ γὰρ ἐξεπίσταμαι
ὁμιλίας κάτοπτρον, εἴδωλον σκιᾶς
δοκοῦντας εἶναι κάρτα πρευμενεῖς ἐμοί.
μόνος δʼ Ὀδυσσεύς, ὅσπερ οὐχ ἑκὼν ἔπλει,
ζευχθεὶς ἕτοιμος ἦν ἐμοὶ σειραφόρος·
820
εἴτʼ οὖν θανόντος εἴτε καὶ ζῶντος πέρι λέγω.
τὰ δʼ ἄλλα πρὸς πόλιν τε καὶ θεοὺς
κοινοὺς ἀγῶνας θέντες ἐν πανηγύρει
βουλευσόμεσθα. καὶ τὸ μὲν καλῶς ἔχον
ὅπως χρονίζον εὖ μενεῖ βουλευτέον·
825
ὅτῳ δὲ καὶ δεῖ φαρμάκων παιωνίων,
ἤτοι κέαντες ἢ τεμόντες εὐφρόνως
πειρασόμεσθα πῆμʼ ἀποστρέψαι νόσου.
νῦν δʼ ἐς μέλαθρα καὶ δόμους ἐφεστίους
ἐλθὼν θεοῖσι πρῶτα δεξιώσομαι,
830
οἵπερ πρόσω πέμψαντες ἤγαγον πάλιν.
νίκη δʼ ἐπείπερ ἕσπετʼ, ἐμπέδως μένοι.

Κλυταιμήστρα

ἄνδρες πολῖται, πρέσβος Ἀργείων τόδε,
οὐκ αἰσχυνοῦμαι τοὺς φιλάνορας τρόπους
λέξαι πρὸς ὑμᾶς· ἐν χρόνῳ δʼ ἀποφθίνει
835
τὸ τάρβος ἀνθρώποισιν. οὐκ ἄλλων πάρα
μαθοῦσʼ, ἐμαυτῆς δύσφορον λέξω βίον
τοσόνδʼ ὅσον περ οὗτος ἦν ὑπʼ Ἰλίῳ.
τὸ μὲν γυναῖκα πρῶτον ἄρσενος δίχα
ἧσθαι δόμοις ἔρημον ἔκπαγλον κακόν,
840
πολλὰς κλύουσαν κληδόνας παλιγκότους·
καὶ τὸν μὲν ἥκειν, τὸν δʼ ἐπεσφέρειν κακοῦ
κάκιον ἄλλο πῆμα, λάσκοντας δόμοις.
καὶ τραυμάτων μὲν εἰ τόσων ἐτύγχανεν
ἀνὴρ ὅδʼ, ὡς πρὸς οἶκον ὠχετεύετο
845
φάτις, τέτρηται δικτύου πλέον λέγειν.
εἰ δʼ ἦν τεθνηκώς, ὡς ἐπλήθυον λόγοι,
τρισώματός τἂν Γηρυὼν ὁ δεύτερος
πολλὴν ἄνωθεν, τὴν κάτω γὰρ οὐ λέγω,
χθονὸς τρίμοιρον χλαῖναν ἐξηύχει λαβεῖν,
850
ἅπαξ ἑκάστῳ κατθανὼν μορφώματι.
τοιῶνδʼ ἕκατι κληδόνων παλιγκότων
πολλὰς ἄνωθεν ἀρτάνας ἐμῆς δέρης
ἔλυσαν ἄλλοι πρὸς βίαν λελημμένης.
ἐκ τῶνδέ τοι παῖς ἐνθάδʼ οὐ παραστατεῖ,
855
ἐμῶν τε καὶ σῶν κύριος πιστωμάτων,
ὡς χρῆν, Ὀρέστης· μηδὲ θαυμάσῃς τόδε.
τρέφει γὰρ αὐτὸν εὐμενὴς δορύξενος
Στρόφιος ὁ Φωκεύς, ἀμφίλεκτα πήματα
ἐμοὶ προφωνῶν, τόν θʼ ὑπʼ Ἰλίῳ σέθεν
860
κίνδυνον, εἴ τε δημόθρους ἀναρχία
βουλὴν καταρρίψειεν, ὥστε σύγγονον
βροτοῖσι τὸν πεσόντα λακτίσαι πλέον.
τοιάδε μέντοι σκῆψις οὐ δόλον φέρει.
ἔμοιγε μὲν δὴ κλαυμάτων ἐπίσσυτοι
865
πηγαὶ κατεσβήκασιν, οὐδʼ ἔνι σταγών.
ἐν ὀψικοίτοις δʼ ὄμμασιν βλάβας ἔχω
τὰς ἀμφί σοι κλαίουσα λαμπτηρουχίας
ἀτημελήτους αἰέν. ἐν δʼ ὀνείρασιν
λεπταῖς ὑπαὶ κώνωπος ἐξηγειρόμην
870
ῥιπαῖσι θωύσσοντος, ἀμφί σοι πάθη
ὁρῶσα πλείω τοῦ ξυνεύδοντος χρόνου.
νῦν ταῦτα πάντα τλᾶσʼ ἀπενθήτῳ φρενὶ
λέγοιμʼ ἂν ἄνδρα τόνδε τῶν σταθμῶν κύνα,
σωτῆρα ναὸς πρότονον, ὑψηλῆς στέγης
875
στῦλον ποδήρη, μονογενὲς τέκνον πατρί,
καὶ γῆν φανεῖσαν ναυτίλοις παρʼ ἐλπίδα,
κάλλιστον ἦμαρ εἰσιδεῖν ἐκ χείματος,
ὁδοιπόρῳ διψῶντι πηγαῖον ῥέος·
τερπνὸν δὲ τἀναγκαῖον ἐκφυγεῖν ἅπαν.
880
τοιοῖσδέ τοί νιν ἀξιῶ προσφθέγμασιν.
φθόνος δʼ ἀπέστω· πολλὰ γὰρ τὰ πρὶν κακὰ
ἠνειχόμεσθα. νῦν δέ μοι, φίλον κάρα,
ἔκβαινʼ ἀπήνης τῆσδε, μὴ χαμαὶ τιθεὶς
τὸν σὸν πόδʼ, ὦναξ, Ἰλίου πορθήτορα.
885
δμῳαί, τί μέλλεθʼ, αἷς ἐπέσταλται τέλος
πέδον κελεύθου στρωννύναι πετάσμασιν;
εὐθὺς γενέσθω πορφυρόστρωτος πόρος
ἐς δῶμʼ ἄελπτον ὡς ἂν ἡγῆται δίκη.
τὰ δʼ ἄλλα φροντὶς οὐχ ὕπνῳ νικωμένη
890
θήσει δικαίως σὺν θεοῖς εἱμαρμένα.

Ἀγαμέμνων

Λήδας γένεθλον, δωμάτων ἐμῶν φύλαξ,
ἀπουσίᾳ μὲν εἶπας εἰκότως ἐμῇ·
μακρὰν γὰρ ἐξέτεινας· ἀλλʼ ἐναισίμως
αἰνεῖν, παρʼ ἄλλων χρὴ τόδʼ ἔρχεσθαι γέρας·
895
καὶ τἄλλα μὴ γυναικὸς ἐν τρόποις ἐμὲ
ἅβρυνε, μηδὲ βαρβάρου φωτὸς δίκην
χαμαιπετὲς βόαμα προσχάνῃς ἐμοί,
μηδʼ εἵμασι στρώσασʼ ἐπίφθονον πόρον
τίθει· θεούς τοι τοῖσδε τιμαλφεῖν χρεών·
900
ἐν ποικίλοις δὲ θνητὸν ὄντα κάλλεσιν
βαίνειν ἐμοὶ μὲν οὐδαμῶς ἄνευ φόβου.
λέγω κατʼ ἄνδρα, μὴ θεόν, σέβειν ἐμέ.
χωρὶς ποδοψήστρων τε καὶ τῶν ποικίλων
κληδὼν ἀυτεῖ· καὶ τὸ μὴ κακῶς φρονεῖν
905
θεοῦ μέγιστον δῶρον. ὀλβίσαι δὲ χρὴ
βίον τελευτήσαντʼ ἐν εὐεστοῖ φίλῃ.
εἰ πάντα δʼ ὣς πράσσοιμʼ ἄν, εὐθαρσὴς ἐγώ.

Κλυταιμήστρα

καὶ μὴν τόδʼ εἰπὲ μὴ παρὰ γνώμην ἐμοί.

Ἀγαμέμνων

γνώμην μὲν ἴσθι μὴ διαφθεροῦντʼ ἐμέ.
910

Κλυταιμήστρα

ηὔξω θεοῖς δείσας ἂν ὧδʼ ἔρδειν τάδε.

Ἀγαμέμνων

εἴπερ τις, εἰδώς γʼ εὖ τόδʼ ἐξεῖπον τέλος.

Κλυταιμήστρα

τί δʼ ἂν δοκεῖ σοι Πρίαμος, εἰ τάδʼ ἤνυσεν;

Ἀγαμέμνων

ἐν ποικίλοις ἂν κάρτα μοι βῆναι δοκεῖ.

Κλυταιμήστρα

μή νυν τὸν ἀνθρώπειον αἰδεσθῇς ψόγον.
915

Ἀγαμέμνων

φήμη γε μέντοι δημόθρους μέγα σθένει.

Κλυταιμήστρα

ὁ δʼ ἀφθόνητός γʼ οὐκ ἐπίζηλος πέλει.

Ἀγαμέμνων

οὔτοι γυναικός ἐστιν ἱμείρειν μάχης.

Κλυταιμήστρα

τοῖς δʼ ὀλβίοις γε καὶ τὸ νικᾶσθαι πρέπει.

Ἀγαμέμνων

ἦ καὶ σὺ νίκην τήνδε δήριος τίεις;
920

Κλυταιμήστρα

πιθοῦ· κράτος μέντοι πάρες γʼ ἑκὼν ἐμοί.

Ἀγαμέμνων

ἀλλʼ εἰ δοκεῖ σοι ταῦθʼ, ὑπαί τις ἀρβύλας
λύοι τάχος, πρόδουλον ἔμβασιν ποδός.
καὶ τοῖσδέ μʼ ἐμβαίνονθʼ ἁλουργέσιν θεῶν
μή τις πρόσωθεν ὄμματος βάλοι φθόνος.
925
πολλὴ γὰρ αἰδὼς δωματοφθορεῖν ποσὶν
φθείροντα πλοῦτον ἀργυρωνήτους θʼ ὑφάς.
τούτων μὲν οὕτω· τὴν ξένην δὲ πρευμενῶς
τήνδʼ ἐσκόμιζε· τὸν κρατοῦντα μαλθακῶς
θεὸς πρόσωθεν εὐμενῶς προσδέρκεται.
930
ἑκὼν γὰρ οὐδεὶς δουλίῳ χρῆται ζυγῷ.
αὕτη δὲ πολλῶν χρημάτων ἐξαίρετον
ἄνθος, στρατοῦ δώρημʼ, ἐμοὶ ξυνέσπετο.
ἐπεὶ δʼ ἀκούειν σοῦ κατέστραμμαι τάδε,
εἶμʼ ἐς δόμων μέλαθρα πορφύρας πατῶν.
935

Κλυταιμήστρα

ἔστιν θάλασσα, τίς δέ νιν κατασβέσει;
τρέφουσα πολλῆς πορφύρας ἰσάργυρον
κηκῖδα παγκαίνιστον, εἱμάτων βαφάς.
οἶκος δʼ ὑπάρχει τῶνδε σὺν θεοῖς ἅλις
ἔχειν· πένεσθαι δʼ οὐκ ἐπίσταται δόμος.
940
πολλῶν πατησμὸν δʼ εἱμάτων ἂν ηὐξάμην,
δόμοισι προυνεχθέντος ἐν χρηστηρίοις,
ψυχῆς κόμιστρα τῆσδε μηχανωμένῃ.
ῥίζης γὰρ οὔσης φυλλὰς ἵκετʼ ἐς δόμους,
σκιὰν ὑπερτείνασα σειρίου κυνός.
945
καὶ σοῦ μολόντος δωματῖτιν ἑστίαν,
θάλπος μὲν ἐν χειμῶνι σημαίνεις μολόν·
ὅταν δὲ τεύχῃ Ζεὺς ἀπʼ ὄμφακος πικρᾶς
οἶνον, τότʼ ἤδη ψῦχος ἐν δόμοις πέλει,
ἀνδρὸς τελείου δῶμʼ ἐπιστρωφωμένου.
950
Ζεῦ, Ζεῦ τέλειε, τὰς ἐμὰς εὐχὰς τέλει·
μέλοι δέ τοι σοὶ τῶν περ ἂν μέλλῃς τελεῖν.

Χορός

τίπτε μοι τόδʼ ἐμπέδως
δεῖμα προστατήριον
καρδίας τερασκόπου ποτᾶται,
955
μαντιπολεῖ δʼ ἀκέλευστος ἄμισθος ἀοιδά,
οὐδʼ ἀποπτύσαι δίκαν
δυσκρίτων ὀνειράτων
θάρσος εὐπειθὲς ἵ-
ζει φρενὸς φίλον θρόνον;
960
χρόνος δʼ ἐπὶ πρυμνησίων ξυνεμβολαῖς
ψαμμίʼ ἀκτᾶς παρή-
μησεν, εὖθʼ ὑπʼ Ἴλιον
ὦρτο ναυβάτας στρατός.
πεύθομαι δʼ ἀπʼ ὀμμάτων
965
νόστον, αὐτόμαρτυς ὤν·
τὸν δʼ ἄνευ λύρας ὅμως ὑμνῳδεῖ
θρῆνον Ἐρινύος αὐτοδίδακτος ἔσωθεν
θυμός, οὐ τὸ πᾶν ἔχων
ἐλπίδος φίλον θράσος.
970
σπλάγχνα δʼ οὔτοι ματᾴ-
ζει πρὸς ἐνδίκοις φρεσὶν
τελεσφόροις δίναις κυκώμενον κέαρ.
εὔχομαι δʼ ἐξ ἐμᾶς
ἐλπίδος ψύθη πεσεῖν
975
ἐς τὸ μὴ τελεσφόρον.
μάλα γέ τοι τὸ μεγάλας ὑγιείας
ἀκόρεστον τέρμα· νόσος γάρ
γείτων ὁμότοιχος ἐρείδει.
καὶ πότμος εὐθυπορῶν
980
ἀνδρὸς ἔπαισεν ἄφαντον ἕρμα.
καὶ πρὸ μέν τι χρημάτων
κτησίων ὄκνος βαλὼν
σφενδόνας ἀπʼ εὐμέτρου,
οὐκ ἔδυ πρόπας δόμος
985
πημονᾶς γέμων ἄγαν,
οὐδʼ ἐπόντισε σκάφος.
πολλά τοι δόσις ἐκ Διὸς ἀμφιλα-
φής τε καὶ ἐξ ἀλόκων ἐπετειᾶν
νῆστιν ὤλεσεν νόσον.
990
τὸ δʼ ἐπὶ γᾶν πεσὸν ἅπαξ θανάσιμον
πρόπαρ ἀνδρὸς μέλαν αἷμα τίς ἂν
πάλιν ἀγκαλέσαιτʼ ἐπαείδων;
οὐδὲ τὸν ὀρθοδαῆ
τῶν φθιμένων ἀνάγειν
995
Ζεὺς ἀπέπαυσεν ἐπʼ εὐλαβείᾳ;
εἰ δὲ μὴ τεταγμένα
μοῖρα μοῖραν ἐκ θεῶν
εἶργε μὴ πλέον φέρειν,
προφθάσασα καρδία
1000
γλῶσσαν ἂν τάδʼ ἐξέχει.
νῦν δʼ ὑπὸ σκότῳ βρέμει
θυμαλγής τε καὶ οὐδὲν ἐπελπομέν-
α ποτὲ καίριον ἐκτολυπεύσειν
ζωπυρουμένας φρενός.
1005

Κλυταιμήστρα

εἴσω κομίζου καὶ σύ, Κασάνδραν λέγω,
ἐπεί σʼ ἔθηκε Ζεὺς ἀμηνίτως δόμοις
κοινωνὸν εἶναι χερνίβων, πολλῶν μέτα
δούλων σταθεῖσαν κτησίου βωμοῦ πέλας·
ἔκβαινʼ ἀπήνης τῆσδε, μηδʼ ὑπερφρόνει.
1010
καὶ παῖδα γάρ τοί φασιν Ἀλκμήνης ποτὲ
πραθέντα τλῆναι δουλίας μάζης τυχεῖν.
εἰ δʼ οὖν ἀνάγκη τῆσδʼ ἐπιρρέποι τύχης,
ἀρχαιοπλούτων δεσποτῶν πολλὴ χάρις.
οἳ δʼ οὔποτʼ ἐλπίσαντες ἤμησαν καλῶς,
1015
ὠμοί τε δούλοις πάντα καὶ παρὰ στάθμην.
ἔχεις παρʼ ἡμῶν οἷά περ νομίζεται.

Χορός

σοί τοι λέγουσα παύεται σαφῆ λόγον.
ἐντός δʼ ἂν οὖσα μορσίμων ἀγρευμάτων
πείθοιʼ ἄν, εἰ πείθοιʼ· ἀπειθοίης δʼ ἴσως.
1020

Κλυταιμήστρα

ἀλλʼ εἴπερ ἐστι μὴ χελιδόνος δίκην
ἀγνῶτα φωνὴν βάρβαρον κεκτημένη,
ἔσω φρενῶν λέγουσα πείθω νιν λόγῳ.

Χορός

ἕπου. τὰ λῷστα τῶν παρεστώτων λέγει.
πιθοῦ λιποῦσα τόνδʼ ἁμαξήρη θρόνον.
1025

Κλυταιμήστρα

οὔτοι θυραίᾳ τῇδʼ ἐμοὶ σχολὴ πάρα
τρίβειν· τὰ μὲν γὰρ ἑστίας μεσομφάλου
ἕστηκεν ἤδη μῆλα πρὸς σφαγὰς πάρος,
ὡς οὔποτʼ ἐλπίσασι τήνδʼ ἕξειν χάριν.
σὺ δʼ εἴ τι δράσεις τῶνδε, μὴ σχολὴν τίθει.
1030
εἰ δʼ ἀξυνήμων οὖσα μὴ δέχῃ λόγον,
σὺ δʼ ἀντὶ φωνῆς φράζε καρβάνῳ χερί.

Χορός

ἑρμηνέως ἔοικεν ἡ ξένη τοροῦ
δεῖσθαι· τρόπος δὲ θηρὸς ὡς νεαιρέτου.

Κλυταιμήστρα

ἦ μαίνεταί γε καὶ κακῶν κλύει φρενῶν,
1035
ἥτις λιποῦσα μὲν πόλιν νεαίρετον
ἥκει, χαλινὸν δʼ οὐκ ἐπίσταται φέρειν,
πρὶν αἱματηρὸν ἐξαφρίζεσθαι μένος.
οὐ μὴν πλέω ῥίψασʼ ἀτιμασθήσομαι.

Χορός

ἐγὼ δʼ, ἐποικτίρω γάρ, οὐ θυμώσομαι.
1040
ἴθʼ, ὦ τάλαινα, τόνδʼ ἐρημώσασʼ ὄχον,
εἴκουσʼ ἀνάγκῃ τῇδε καίνισον ζυγόν.

Κασάνδρα

ὀτοτοτοῖ πόποι δᾶ.
Ὦπολλον Ὦπολλον.

Χορός

τί ταῦτʼ ἀνωτότυξας ἀμφὶ Λοξίου;
1045
οὐ γὰρ τοιοῦτος ὥστε θρηνητοῦ τυχεῖν.

Κασάνδρα

ὀτοτοτοῖ πόποι δᾶ.
Ὦπολλον Ὦπολλον.

Χορός

ἡ δʼ αὖτε δυσφημοῦσα τὸν θεὸν καλεῖ
οὐδὲν προσήκοντʼ ἐν γόοις παραστατεῖν.
1050

Κασάνδρα

Ἄπολλον Ἄπολλον
ἀγυιᾶτʼ, ἀπόλλων ἐμός.
ἀπώλεσας γὰρ οὐ μόλις τὸ δεύτερον.

Χορός

χρήσειν ἔοικεν ἀμφὶ τῶν αὑτῆς κακῶν.
μένει τὸ θεῖον δουλίᾳ περ ἐν φρενί.
1055

Κασάνδρα

Ἄπολλον Ἄπολλον
ἀγυιᾶτʼ, ἀπόλλων ἐμός.
ἆ ποῖ ποτʼ ἤγαγές με; πρὸς ποίαν στέγην;

Χορός

πρὸς τὴν Ἀτρειδῶν· εἰ σὺ μὴ τόδʼ ἐννοεῖς,
ἐγὼ λέγω σοι· καὶ τάδʼ οὐκ ἐρεῖς ψύθη.
1060

Κασάνδρα

μισόθεον μὲν οὖν, πολλὰ συνίστορα
αὐτόφονα κακὰ καρατόμα,
ἀνδροσφαγεῖον καὶ πεδορραντήριον.

Χορός

ἔοικεν εὔρις ἡ ξένη κυνὸς δίκην
εἶναι, ματεύει δʼ ὧν ἀνευρήσει φόνον.
1065

Κασάνδρα

μαρτυρίοισι γὰρ τοῖσδʼ ἐπιπείθομαι·
κλαιόμενα τάδε βρέφη σφαγάς,
ὀπτάς τε σάρκας πρὸς πατρὸς βεβρωμένας.

Χορός

τὸ μὲν κλέος σοῦ μαντικὸν πεπυσμένοι
ἦμεν· προφήτας δʼ οὔτινας ματεύομεν.
1070

Κασάνδρα

ἰὼ πόποι, τί ποτε μήδεται;
τί τόδε νέον ἄχος μέγα
μέγʼ ἐν δόμοισι τοῖσδε μήδεται κακὸν
ἄφερτον φίλοισιν, δυσίατον; ἀλκὰ δʼ
ἑκὰς ἀποστατεῖ.
1075

Χορός

τούτων ἄιδρίς εἰμι τῶν μαντευμάτων.
ἐκεῖνα δʼ ἔγνων· πᾶσα γὰρ πόλις βοᾷ.

Κασάνδρα

ἰὼ τάλαινα, τόδε γὰρ τελεῖς,
τὸν ὁμοδέμνιον πόσιν
λουτροῖσι φαιδρύνασα — πῶς φράσω τέλος;
1080
τάχος γὰρ τόδʼ ἔσται· προτείνει δὲ χεὶρ ἐκ
χερὸς ὀρέγματα.

Χορός

οὔπω ξυνῆκα· νῦν γὰρ ἐξ αἰνιγμάτων
ἐπαργέμοισι θεσφάτοις ἀμηχανῶ.

Κασάνδρα

ἒ ἔ, παπαῖ παπαῖ, τί τόδε φαίνεται;
1085
ἦ δίκτυόν τί γʼ Ἅιδου;
ἀλλʼ ἄρκυς ἡ ξύνευνος, ἡ ξυναιτία
φόνου. στάσις δʼ ἀκόρετος γένει
κατολολυξάτω θύματος λευσίμου.

Χορός

ποίαν Ἐρινὺν τήνδε δώμασιν κέλῃ
1090
ἐπορθιάζειν; οὔ με φαιδρύνει λόγος.
ἐπὶ δὲ καρδίαν ἔδραμε κροκοβαφὴς
σταγών, ἅτε καιρία πτώσιμος
ξυνανύτει βίου δύντος αὐγαῖς·
ταχεῖα δʼ ἄτα πέλει.
1095

Κασάνδρα

ἆ ἆ, ἰδοὺ ἰδού· ἄπεχε τῆς βοὸς
τὸν ταῦρον· ἐν πέπλοισι
μελαγκέρῳ λαβοῦσα μηχανήματι
τύπτει· πίτνει δʼ ἐν ἐνύδρῳ τεύχει.
δολοφόνου λέβητος τύχαν σοι λέγω.
1100

Χορός

οὐ κομπάσαιμʼ ἂν θεσφάτων γνώμων ἄκρος
εἶναι, κακῷ δέ τῳ προσεικάζω τάδε.
ἀπὸ δὲ θεσφάτων τίς ἀγαθὰ φάτις
βροτοῖς τέλλεται; κακῶν γὰρ διαὶ
πολυεπεῖς τέχναι θεσπιῳδὸν
1105
φόβον φέρουσιν μαθεῖν.

Κασάνδρα

ἰὼ ἰὼ ταλαίνας κακόποτμοι τύχαι·
τὸ γὰρ ἐμὸν θροῶ πάθος ἐπεγχύδαν.
ποῖ δή με δεῦρο τὴν τάλαιναν ἤγαγες;
οὐδέν ποτʼ εἰ μὴ ξυνθανουμένην. τί γάρ;
1110

Χορός

φρενομανής τις εἶ θεοφόρητος, ἀμ-
φὶ δʼ αὑτᾶς θροεῖς
νόμον ἄνομον, οἷά τις ξουθὰ
ἀκόρετος βοᾶς, φεῦ, ταλαίναις φρεσίν
Ἴτυν Ἴτυν στένουσʼ ἀμφιθαλῆ κακοῖς
1115
ἀηδὼν βίον.

Κασάνδρα

ἰὼ ἰὼ λιγείας μόρον ἀηδόνος·
περέβαλον γάρ οἱ πτεροφόρον δέμας
θεοὶ γλυκύν τʼ αἰῶνα κλαυμάτων ἄτερ·
ἐμοὶ δὲ μίμνει σχισμὸς ἀμφήκει δορί.
1120

Χορός

πόθεν ἐπισσύτους θεοφόρους τʼ ἔχεις
ματαίους δύας,
τὰ δʼ ἐπίφοβα δυσφάτῳ κλαγγᾷ
μελοτυπεῖς ὁμοῦ τʼ ὀρθίοις ἐν νόμοις;
πόθεν ὅρους ἔχεις θεσπεσίας ὁδοῦ
1125
κακορρήμονας;

Κασάνδρα

ἰὼ γάμοι γάμοι Πάριδος ὀλέθριοι φίλων.
ἰὼ Σκαμάνδρου πάτριον ποτόν.
τότε μὲν ἀμφὶ σὰς ἀϊόνας τάλαινʼ
ἠνυτόμαν τροφαῖς·
1130
νῦν δʼ ἀμφὶ Κωκυτόν τε κἀχερουσίους
ὄχθας ἔοικα θεσπιῳδήσειν τάχα.

Χορός

τί τόδε τορὸν ἄγαν ἔπος ἐφημίσω;
νεόγονος ἂν ἀΐων μάθοι.
πέπληγμαι δʼ ὑπαὶ δάκει φοινίῳ
1135
δυσαλγεῖ τύχᾳ μινυρὰ κακὰ θρεομένας,
θραύματʼ ἐμοὶ κλύειν.

Κασάνδρα

ἰὼ πόνοι πόνοι πόλεος ὀλομένας τὸ πᾶν.
ἰὼ πρόπυργοι θυσίαι πατρὸς
πολυκανεῖς βοτῶν ποιονόμων· ἄκος δʼ
1140
οὐδὲν ἐπήρκεσαν
τὸ μὴ πόλιν μὲν ὥσπερ οὖν ἔχει παθεῖν.
ἐγὼ δὲ θερμόνους τάχʼ ἐν πέδῳ βαλῶ.

Χορός

ἑπόμενα προτέροισι τάδʼ ἐφημίσω.
καί τίς σε κακοφρονῶν τίθη-
1145
σι δαίμων ὑπερβαρὴς ἐμπίτνων
μελίζειν πάθη γοερὰ θανατοφόρα.
τέρμα δʼ ἀμηχανῶ.

Κασάνδρα

καὶ μὴν ὁ χρησμὸς οὐκέτʼ ἐκ καλυμμάτων
ἔσται δεδορκὼς νεογάμου νύμφης δίκην·
1150
λαμπρὸς δʼ ἔοικεν ἡλίου πρὸς ἀντολὰς
πνέων ἐσᾴξειν, ὥστε κύματος δίκην
κλύζειν πρὸς αὐγὰς τοῦδε πήματος πολὺ
μεῖζον· φρενώσω δʼ οὐκέτʼ ἐξ αἰνιγμάτων.
καὶ μαρτυρεῖτε συνδρόμως ἴχνος κακῶν
1155
ῥινηλατούσῃ τῶν πάλαι πεπραγμένων.
τὴν γὰρ στέγην τήνδʼ οὔποτʼ ἐκλείπει χορὸς
ξύμφθογγος οὐκ εὔφωνος· οὐ γὰρ εὖ λέγει.
καὶ μὴν πεπωκώς γʼ, ὡς θρασύνεσθαι πλέον,
βρότειον αἷμα κῶμος ἐν δόμοις μένει,
1160
δύσπεμπτος ἔξω, συγγόνων Ἐρινύων.
ὑμνοῦσι δʼ ὕμνον δώμασιν προσήμεναι
πρώταρχον ἄτην· ἐν μέρει δʼ ἀπέπτυσαν
εὐνὰς ἀδελφοῦ τῷ πατοῦντι δυσμενεῖς.
ἥμαρτον, ἢ θηρῶ τι τοξότης τις ὥς;
1165
ἢ ψευδόμαντίς εἰμι θυροκόπος φλέδων;
ἐκμαρτύρησον προυμόσας τό μʼ εἰδέναι
λόγῳ παλαιὰς τῶνδʼ ἁμαρτίας δόμων.

Χορός

καὶ πῶς ἂν ὅρκος, πῆγμα γενναίως παγέν,
παιώνιον γένοιτο; θαυμάζω δέ σου,
1170
πόντου πέραν τραφεῖσαν ἀλλόθρουν πόλιν
κυρεῖν λέγουσαν, ὥσπερ εἰ παρεστάτεις.

Κασάνδρα

μάντις μʼ Ἀπόλλων τῷδʼ ἐπέστησεν τέλει.

Χορός

μῶν καὶ θεός περ ἱμέρῳ πεπληγμένος;

Κασάνδρα

προτοῦ μὲν αἰδὼς ἦν ἐμοὶ λέγειν τάδε.
1175

Χορός

ἁβρύνεται γὰρ πᾶς τις εὖ πράσσων πλέον.

Κασάνδρα

ἀλλʼ ἦν παλαιστὴς κάρτʼ ἐμοὶ πνέων χάριν.

Χορός

ἦ καὶ τέκνων εἰς ἔργον ἤλθετον νόμῳ;

Κασάνδρα

ξυναινέσασα Λοξίαν ἐψευσάμην.

Χορός

ἤδη τέχναισιν ἐνθέοις ᾑρημένη;
1180

Κασάνδρα

ἤδη πολίταις πάντʼ ἐθέσπιζον πάθη.

Χορός

πῶς δῆτʼ ἄνατος ἦσθα Λοξίου κότῳ;

Κασάνδρα

ἔπειθον οὐδένʼ οὐδέν, ὡς τάδʼ ἤμπλακον.

Χορός

ἡμῖν γε μὲν δὴ πιστὰ θεσπίζειν δοκεῖς.

Κασάνδρα

ἰοὺ ἰού, ὢ ὢ κακά.
1185
ὑπʼ αὖ με δεινὸς ὀρθομαντείας πόνος
στροβεῖ ταράσσων φροιμίοις δυσφροιμίοις.
ὁρᾶτε τούσδε τοὺς δόμοις ἐφημένους
νέους, ὀνείρων προσφερεῖς μορφώμασιν;
παῖδες θανόντες ὡσπερεὶ πρὸς τῶν φίλων,
1190
χεῖρας κρεῶν πλήθοντες οἰκείας βορᾶς,
σὺν ἐντέροις τε σπλάγχνʼ, ἐποίκτιστον γέμος,
πρέπουσʼ ἔχοντες, ὧν πατὴρ ἐγεύσατο.
ἐκ τῶνδε ποινὰς φημὶ βουλεύειν τινὰ
λέοντʼ ἄναλκιν ἐν λέχει στρωφώμενον
1195
οἰκουρόν, οἴμοι, τῷ μολόντι δεσπότῃ
ἐμῷ· φέρειν γὰρ χρὴ τὸ δούλιον ζυγόν·
νεῶν τʼ ἄπαρχος Ἰλίου τʼ ἀναστάτης
οὐκ οἶδεν οἷα γλῶσσα μισητῆς κυνὸς
λείξασα κἀκτείνασα φαιδρὸν οὖς, δίκην
1200
Ἄτης λαθραίου, τεύξεται κακῇ τύχῃ.
τοιάδε τόλμα· θῆλυς ἄρσενος φονεὺς
ἔστιν. τί νιν καλοῦσα δυσφιλὲς δάκος
τύχοιμʼ ἄν; ἀμφίσβαιναν, ἢ Σκύλλαν τινὰ
οἰκοῦσαν ἐν πέτραισι, ναυτίλων βλάβην,
1205
θύουσαν Ἅιδου μητέρʼ ἄσπονδόν τʼ Ἄρη
φίλοις πνέουσαν; ὡς δʼ ἐπωλολύξατο
ἡ παντότολμος, ὥσπερ ἐν μάχης τροπῇ,
δοκεῖ δὲ χαίρειν νοστίμῳ σωτηρίᾳ.
καὶ τῶνδʼ ὅμοιον εἴ τι μὴ πείθω· τί γάρ;
1210
τὸ μέλλον ἥξει. καὶ σύ μʼ ἐν τάχει παρὼν
ἄγαν γʼ ἀληθόμαντιν οἰκτίρας ἐρεῖς.

Χορός

τὴν μὲν Θυέστου δαῖτα παιδείων κρεῶν
ξυνῆκα καὶ πέφρικα, καὶ φόβος μʼ ἔχει
κλύοντʼ ἀληθῶς οὐδὲν ἐξῃκασμένα.
1215
τὰ δʼ ἄλλʼ ἀκούσας ἐκ δρόμου πεσὼν τρέχω.

Κασάνδρα

Ἀγαμέμνονός σέ φημʼ ἐπόψεσθαι μόρον.

Χορός

εὔφημον, ὦ τάλαινα, κοίμησον στόμα.

Κασάνδρα

ἀλλʼ οὔτι παιὼν τῷδʼ ἐπιστατεῖ λόγῳ.

Χορός

οὔκ, εἴπερ ἔσται γʼ· ἀλλὰ μὴ γένοιτό πως.
1220

Κασάνδρα

σὺ μὲν κατεύχῃ, τοῖς δʼ ἀποκτείνειν μέλει.

Χορός

τίνος πρὸς ἀνδρὸς τοῦτʼ ἄγος πορσύνεται;

Κασάνδρα

ἦ κάρτα τἄρʼ ἂν παρεκόπης χρησμῶν ἐμῶν

Χορός

τοῦ γὰρ τελοῦντος οὐ ξυνῆκα μηχανήν.

Κασάνδρα

καὶ μὴν ἄγαν γʼ Ἕλληνʼ ἐπίσταμαι φάτιν.
1225

Χορός

καὶ γὰρ τὰ πυθόκραντα· δυσμαθῆ δʼ ὅμως.

Κασάνδρα

παπαῖ, οἷον τὸ πῦρ· ἐπέρχεται δέ μοι.
ὀτοτοῖ, Λύκειʼ Ἄπολλον, οἲ ἐγὼ ἐγώ.
αὕτη δίπους λέαινα συγκοιμωμένη
λύκῳ, λέοντος εὐγενοῦς ἀπουσίᾳ,
1230
κτενεῖ με τὴν τάλαιναν· ὡς δὲ φάρμακον
τεύχουσα κἀμοῦ μισθὸν ἐνθήσειν κότῳ
ἐπεύχεται, θήγουσα φωτὶ φάσγανον
ἐμῆς ἀγωγῆς ἀντιτείσασθαι φόνον.
τί δῆτʼ ἐμαυτῆς καταγέλωτʼ ἔχω τάδε,
1235
καὶ σκῆπτρα καὶ μαντεῖα περὶ δέρῃ στέφη;
σὲ μὲν πρὸ μοίρας τῆς ἐμῆς διαφθερῶ.
ἴτʼ ἐς φθόρον· πεσόντα γʼ ὧδʼ ἀμείβομαι.
ἄλλην τινʼ ἄτης ἀντʼ ἐμοῦ πλουτίζετε.
ἰδοὺ δʼ Ἀπόλλων αὐτὸς ἐκδύων ἐμὲ
1240
χρηστηρίαν ἐσθῆτʼ, ἐποπτεύσας δέ με
κἀν τοῖσδε κόσμοις καταγελωμένην μέγα
φίλων ὑπʼ ἐχθρῶν οὐ διχορρόπως, μάτην —
καλουμένη δὲ φοιτὰς ὡς ἀγύρτρια
πτωχὸς τάλαινα λιμοθνὴς ἠνεσχόμην —
1245
καὶ νῦν ὁ μάντις μάντιν ἐκπράξας ἐμὲ
ἀπήγαγʼ ἐς τοιάσδε θανασίμους τύχας.
βωμοῦ πατρῴου δʼ ἀντʼ ἐπίξηνον μένει,
θερμῷ κοπείσης φοινίῳ προσφάγματι.
οὐ μὴν ἄτιμοί γʼ ἐκ θεῶν τεθνήξομεν.
1250
ἥξει γὰρ ἡμῶν ἄλλος αὖ τιμάορος,
μητροκτόνον φίτυμα, ποινάτωρ πατρός·
φυγὰς δʼ ἀλήτης τῆσδε γῆς ἀπόξενος
κάτεισιν, ἄτας τάσδε θριγκώσων φίλοις·
ὀμώμοται γὰρ ὅρκος ἐκ θεῶν μέγας,
1255
ἄξειν νιν ὑπτίασμα κειμένου πατρός.
τί δῆτʼ ἐγὼ κάτοικτος ὧδʼ ἀναστένω;
ἐπεὶ τὸ πρῶτον εἶδον Ἰλίου πόλιν
πράξασαν ὡς ἔπραξεν, οἳ δʼ εἷλον πόλιν
οὕτως ἀπαλλάσσουσιν ἐν θεῶν κρίσει,
1260
ἰοῦσα πράξω· τλήσομαι τὸ κατθανεῖν.
Ἅιδου πύλας δὲ τάσδʼ ἐγὼ προσεννέπω·
ἐπεύχομαι δὲ καιρίας πληγῆς τυχεῖν,
ὡς ἀσφάδαστος, αἱμάτων εὐθνησίμων
ἀπορρυέντων, ὄμμα συμβάλω τόδε.
1265

Χορός

ὦ πολλὰ μὲν τάλαινα, πολλὰ δʼ αὖ σοφὴ
γύναι, μακρὰν ἔτεινας. εἰ δʼ ἐτητύμως
μόρον τὸν αὑτῆς οἶσθα, πῶς θεηλάτου
βοὸς δίκην πρὸς βωμὸν εὐτόλμως πατεῖς;

Κασάνδρα

οὐκ ἔστʼ ἄλυξις, οὔ, ξένοι, χρόνον πλέω.
1270

Χορός

ὁ δʼ ὕστατός γε τοῦ χρόνου πρεσβεύεται,

Κασάνδρα

ἥκει τόδʼ ἦμαρ· σμικρὰ κερδανῶ φυγῇ.

Χορός

ἀλλʼ ἴσθι τλήμων οὖσʼ ἀπʼ εὐτόλμου φρενός.

Κασάνδρα

οὐδεὶς ἀκούει ταῦτα τῶν εὐδαιμόνων.

Χορός

ἀλλʼ εὐκλεῶς τοι κατθανεῖν χάρις βροτῷ.
1275

Κασάνδρα

ἰὼ πάτερ σοῦ σῶν τε γενναίων τέκνων.

Χορός

τί δʼ ἐστὶ χρῆμα; τίς σʼ ἀποστρέφει φόβος;

Κασάνδρα

φεῦ φεῦ.

Χορός

τί τοῦτʼ ἔφευξας; εἴ τι μὴ φρενῶν στύγος.

Κασάνδρα

φόνον δόμοι πνέουσιν αἱματοσταγῆ,
1280

Χορός

καί πῶς; τόδʼ ὄζει θυμάτων ἐφεστίων.

Κασάνδρα

ὅμοιος ἀτμὸς ὥσπερ ἐκ τάφου πρέπει,

Χορός

οὐ Σύριον ἀγλάισμα δώμασιν λέγεις.

Κασάνδρα

ἀλλʼ εἶμι κἀν δόμοισι κωκύσουσʼ ἐμὴν
Ἀγαμέμνονός τε μοῖραν. ἀρκείτω βίος.
1285
ἰὼ ξένοι,
οὔτοι δυσοίζω θάμνον ὡς ὄρνις φόβῳ
ἄλλως· θανούσῃ μαρτυρεῖτέ μοι τόδε,
ὅταν γυνὴ γυναικὸς ἀντʼ ἐμοῦ θάνῃ,
ἀνήρ τε δυσδάμαρτος ἀντʼ ἀνδρὸς πέσῃ.
1290
ἐπιξενοῦμαι ταῦτα δʼ ὡς θανουμένη.

Χορός

ὦ τλῆμον, οἰκτίρω σε θεσφάτου μόρου.

Κασάνδρα

ἅπαξ ἔτʼ εἰπεῖν ῥῆσιν οὐ θρῆνον θέλω
ἐμὸν τὸν αὐτῆς. ἡλίῳ δʼ ἐπεύχομαι
πρὸς ὕστατον φῶς τοῖς ἐμοῖς τιμαόροις
1295
ἐχθροῖς φονεῦσι τοῖς ἐμοῖς τίνειν ὁμοῦ,
δούλης θανούσης, εὐμαροῦς χειρώματος.
ἰὼ βρότεια πράγματʼ· εὐτυχοῦντα μὲν
σκιά τις ἂν τρέψειεν· εἰ δὲ δυστυχῇ,
βολαῖς ὑγρώσσων σπόγγος ὤλεσεν γραφήν.
1300
καὶ ταῦτʼ ἐκείνων μᾶλλον οἰκτίρω πολύ.

Χορός

τὸ μὲν εὖ πράσσειν ἀκόρεστον ἔφυ
πᾶσι βροτοῖσιν· δακτυλοδείκτων δʼ
οὔτις ἀπειπὼν εἴργει μελάθρων,
μηκέτʼ ἐσέλθῃς, τάδε φωνῶν.
1305
καὶ τῷδε πόλιν μὲν ἑλεῖν ἔδοσαν
μάκαρες Πριάμου·
θεοτίμητος δʼ οἴκαδʼ ἱκάνει.
νῦν δʼ εἰ προτέρων αἷμʼ ἀποτείσῃ
καὶ τοῖσι θανοῦσι θανὼν ἄλλων
1310
ποινὰς θανάτων ἐπικράνῃ,
τίς ἂν ἐξεύξαιτο βροτῶν ἀσινεῖ
δαίμονι φῦναι τάδʼ ἀκούων;

Ἀγαμέμνων

ὤμοι, πέπληγμαι καιρίαν πληγὴν ἔσω.

Χορός

σῖγα· τίς πληγὴν ἀυτεῖ καιρίως οὐτασμένος;
1315

Ἀγαμέμνων

ὤμοι μάλʼ αὖθις, δευτέραν πεπληγμένος.

Χορός

τοὔργον εἰργάσθαι δοκεῖ μοι βασιλέως οἰμώγμασιν.
ἀλλὰ κοινωσώμεθʼ ἤν πως ἀσφαλῆ βουλεύματα.
— ἐγὼ μὲν ὑμῖν τὴν ἐμὴν γνώμην λέγω,
πρὸς δῶμα δεῦρʼ ἀστοῖσι κηρύσσειν βοήν. —
1320
— ἐμοὶ δʼ ὅπως τάχιστά γʼ ἐμπεσεῖν δοκεῖ
καὶ πρᾶγμʼ ἐλέγχειν σὺν νεορρύτῳ ξίφει. —
— κἀγὼ τοιούτου γνώματος κοινωνὸς ὢν
ψηφίζομαί τι δρᾶν· τὸ μὴ μέλλειν δʼ ἀκμή. —
— ὁρᾶν πάρεστι· φροιμιάζονται γὰρ ὡς
1325
τυραννίδος σημεῖα πράσσοντες πόλει. —
— χρονίζομεν γάρ. οἱ δὲ τῆς μελλοῦς κλέος
πέδοι πατοῦντες οὐ καθεύδουσιν χερί. —
— οὐκ οἶδα βουλῆς ἧστινος τυχὼν λέγω.
τοῦ δρῶντός ἐστι καὶ τὸ βουλεῦσαι πέρι. —
1330
— κἀγὼ τοιοῦτός εἰμʼ, ἐπεὶ δυσμηχανῶ
λόγοισι τὸν θανόντʼ ἀνιστάναι πάλιν. —
— ἦ καὶ βίον τείνοντες ὧδʼ ὑπείξομεν
δόμων καταισχυντῆρσι τοῖσδʼ ἡγουμένοις; —
— ἀλλʼ οὐκ ἀνεκτόν, ἀλλὰ κατθανεῖν κρατεῖ·
1335
πεπαιτέρα γὰρ μοῖρα τῆς τυραννίδος. —
— ἦ γὰρ τεκμηρίοισιν ἐξ οἰμωγμάτων
μαντευσόμεσθα τἀνδρὸς ὡς ὀλωλότος; —
— σάφʼ εἰδότας χρὴ τῶνδε θυμοῦσθαι πέρι·
τὸ γὰρ τοπάζειν τοῦ σάφʼ εἰδέναι δίχα. —
1340
— ταύτην ἐπαινεῖν πάντοθεν πληθύνομαι,
τρανῶς Ἀτρείδην εἰδέναι κυροῦνθʼ ὅπως.

Κλυταιμήστρα

πολλῶν πάροιθεν καιρίως εἰρημένων
τἀναντίʼ εἰπεῖν οὐκ ἐπαισχυνθήσομαι.
πῶς γάρ τις ἐχθροῖς ἐχθρὰ πορσύνων, φίλοις
1345
δοκοῦσιν εἶναι, πημονῆς ἀρκύστατʼ ἂν
φράξειεν, ὕψος κρεῖσσον ἐκπηδήματος;
ἐμοὶ δʼ ἀγὼν ὅδʼ οὐκ ἀφρόντιστος πάλαι
νείκης παλαιᾶς ἦλθε, σὺν χρόνῳ γε μήν·
ἕστηκα δʼ ἔνθʼ ἔπαισʼ ἐπʼ ἐξειργασμένοις.
1350
οὕτω δʼ ἔπραξα, καὶ τάδʼ οὐκ ἀρνήσομαι·
ὡς μήτε φεύγειν μήτʼ ἀμύνεσθαι μόρον,
ἄπειρον ἀμφίβληστρον, ὥσπερ ἰχθύων,
περιστιχίζω, πλοῦτον εἵματος κακόν.
παίω δέ νιν δίς· κἀν δυοῖν οἰμωγμάτοιν
1355
μεθῆκεν αὑτοῦ κῶλα· καὶ πεπτωκότι
τρίτην ἐπενδίδωμι, τοῦ κατὰ χθονὸς
Διὸς νεκρῶν σωτῆρος εὐκταίαν χάριν.
οὕτω τὸν αὑτοῦ θυμὸν ὁρμαίνει πεσών·
κἀκφυσιῶν ὀξεῖαν αἵματος σφαγὴν
1360
βάλλει μʼ ἐρεμνῇ ψακάδι φοινίας δρόσου,
χαίρουσαν οὐδὲν ἧσσον ἢ διοσδότῳ
γάνει σπορητὸς κάλυκος ἐν λοχεύμασιν.
ὡς ὧδʼ ἐχόντων, πρέσβος Ἀργείων τόδε,
χαίροιτʼ ἄν, εἰ χαίροιτʼ, ἐγὼ δʼ ἐπεύχομαι.
1365
εἰ δʼ ἦν πρεπόντων ὥστʼ ἐπισπένδειν νεκρῷ,
τῷδʼ ἂν δικαίως ἦν, ὑπερδίκως μὲν οὖν.
τοσῶνδε κρατῆρʼ ἐν δόμοις κακῶν ὅδε
πλήσας ἀραίων αὐτὸς ἐκπίνει μολών.

Χορός

θαυμάζομέν σου γλῶσσαν, ὡς θρασύστομος,
1370
ἥτις τοιόνδʼ ἐπʼ ἀνδρὶ κομπάζεις λόγον.

Κλυταιμήστρα

πειρᾶσθέ μου γυναικὸς ὡς ἀφράσμονος·
ἐγὼ δʼ ἀτρέστῳ καρδίᾳ πρὸς εἰδότας
λέγω· σὺ δʼ αἰνεῖν εἴτε με ψέγειν θέλεις
ὅμοιον. οὗτός ἐστιν Ἀγαμέμνων, ἐμὸς
1375
πόσις, νεκρὸς δέ, τῆσδε δεξιᾶς χερὸς
ἔργον, δικαίας τέκτονος. τάδʼ ὧδʼ ἔχει.

Χορός

τί κακόν, ὦ γύναι,
χθονοτρεφὲς ἐδανὸν ἢ ποτὸν
πασαμένα ῥυτᾶς ἐξ ἁλὸς ὀρόμενον
1380
τόδʼ ἐπέθου θύος, δημοθρόους τʼ ἀράς;
ἀπέδικες ἀπέταμες· ἀπόπολις δʼ ἔσῃ
μῖσος ὄβριμον ἀστοῖς.

Κλυταιμήστρα

νῦν μὲν δικάζεις ἐκ πόλεως φυγὴν ἐμοὶ
καὶ μῖσος ἀστῶν δημόθρους τʼ ἔχειν ἀράς,
1385
οὐδὲν τότʼ ἀνδρὶ τῷδʼ ἐναντίον φέρων·
ὃς οὐ προτιμῶν, ὡσπερεὶ βοτοῦ μόρον,
μήλων φλεόντων εὐπόκοις νομεύμασιν,
ἔθυσεν αὑτοῦ παῖδα, φιλτάτην ἐμοὶ
ὠδῖνʼ, ἐπῳδὸν Θρῃκίων ἀημάτων.
1390
οὐ τοῦτον ἐκ γῆς τῆσδε χρῆν σʼ ἀνδρηλατεῖν,
μιασμάτων ἄποινʼ; ἐπήκοος δʼ ἐμῶν
ἔργων δικαστὴς τραχὺς εἶ. λέγω δέ σοι
τοιαῦτʼ ἀπειλεῖν, ὡς παρεσκευασμένης
ἐκ τῶν ὁμοίων χειρὶ νικήσαντʼ ἐμοῦ
1395
ἄρχειν· ἐὰν δὲ τοὔμπαλιν κραίνῃ θεός,
γνώσῃ διδαχθεὶς ὀψὲ γοῦν τὸ σωφρονεῖν.

Χορός

μεγαλόμητις εἶ,
περίφρονα δʼ ἔλακες. ὥσπερ οὖν
φονολιβεῖ τύχᾳ φρὴν ἐπιμαίνεται,
1400
λίπος ἐπʼ ὀμμάτων αἵματος εὖ πρέπει·
ἀτίετον ἔτι σὲ χρὴ στερομέναν φίλων
τύμμα τύμματι τεῖσαι.

Κλυταιμήστρα

καὶ τήνδʼ ἀκούεις ὁρκίων ἐμῶν θέμιν·
μὰ τὴν τέλειον τῆς ἐμῆς παιδὸς Δίκην,
1405
Ἄτην Ἐρινύν θʼ, αἷσι τόνδʼ ἔσφαξʼ ἐγώ,
οὔ μοι φόβου μέλαθρον ἐλπὶς ἐμπατεῖ,
ἕως ἂν αἴθῃ πῦρ ἐφʼ ἑστίας ἐμῆς
Αἴγισθος, ὡς τὸ πρόσθεν εὖ φρονῶν ἐμοί.
οὗτος γὰρ ἡμῖν ἀσπὶς οὐ σμικρὰ θράσους.
1410
κεῖται γυναικὸς τῆσδε λυμαντήριος,
Χρυσηίδων μείλιγμα τῶν ὑπʼ Ἰλίῳ·
ἥ τʼ αἰχμάλωτος ἥδε καὶ τερασκόπος
καὶ κοινόλεκτρος τοῦδε, θεσφατηλόγος
πιστὴ ξύνευνος, ναυτίλων δὲ σελμάτων
1415
ἰσοτριβής. ἄτιμα δʼ οὐκ ἐπραξάτην.
ὁ μὲν γὰρ οὕτως, ἡ δέ τοι κύκνου δίκην
τὸν ὕστατον μέλψασα θανάσιμον γόον
κεῖται, φιλήτωρ τοῦδʼ· ἐμοὶ δʼ ἐπήγαγεν
εὐνῆς παροψώνημα τῆς ἐμῆς χλιδῆς.
1420

Χορός

φεῦ, τίς ἂν ἐν τάχει, μὴ περιώδυνος,
μηδὲ δεμνιοτήρης,
μόλοι τὸν αἰεὶ φέρουσʼ ἐν ἡμῖν
Μοῖρʼ ἀτέλευτον ὕπνον, δαμέντος
φύλακος εὐμενεστάτου καὶ
1425
πολλὰ τλάντος γυναικὸς διαί·
πρὸς γυναικὸς δʼ ἀπέφθισεν βίον.
ἰὼ ἰὼ παράνους Ἑλένα
μία τὰς πολλάς, τάς πάνυ πολλὰς
ψυχὰς ὀλέσασʼ ὑπὸ Τροίᾳ.
1430
νῦν δὲ τελέαν πολύμναστον ἐπηνθίσω
διʼ αἷμʼ ἄνιπτον. ἦ τις ἦν τότʼ ἐν δόμοις
ἔρις ἐρίδματος ἀνδρὸς οἰζύς.

Κλυταιμήστρα

μηδὲν θανάτου μοῖραν ἐπεύχου
τοῖσδε βαρυνθείς·
1435
μηδʼ εἰς Ἑλένην κότον ἐκτρέψῃς,
ὡς ἀνδρολέτειρʼ, ὡς μία πολλῶν
ἀνδρῶν ψυχὰς Δαναῶν ὀλέσασʼ
ἀξύστατον ἄλγος ἔπραξεν.

Χορός

δαῖμον, ὃς ἐμπίτνεις δώμασι καὶ διφυί-
1440
οισι Τανταλίδαισιν,
κράτος τʼ ἰσόψυχον ἐκ γυναικῶν
καρδιόδηκτον ἐμοὶ κρατύνεις.
ἐπὶ δὲ σώματος δίκαν μοι
κόρακος ἐχθροῦ σταθεῖσʼ ἐκνόμως
1445
ὕμνον ὑμνεῖν ἐπεύχεται

Κλυταιμήστρα

νῦν δʼ ὤρθωσας στόματος γνώμην,
τὸν τριπάχυντον
δαίμονα γέννης τῆσδε κικλήσκων.
ἐκ τοῦ γὰρ ἔρως αἱματολοιχὸς
1450
νείρᾳ τρέφεται, πρὶν καταλῆξαι
τὸ παλαιὸν ἄχος, νέος ἰχώρ.

Χορός

ἦ μέγαν οἰκονόμον
δαίμονα καὶ βαρύμηνιν αἰνεῖς,
φεῦ φεῦ, κακὸν αἶνον ἀτη-
1455
ρᾶς τύχας ἀκορέστου·
ἰὴ ἰή, διαὶ Διὸς
παναιτίου πανεργέτα·
τί γὰρ βροτοῖς ἄνευ Διὸς τελεῖται;
τί τῶνδʼ οὐ θεόκραντόν ἐστιν;
1460
ἰὼ ἰὼ βασιλεῦ βασιλεῦ,
πῶς σε δακρύσω;
φρενὸς ἐκ φιλίας τί ποτʼ εἴπω;
κεῖσαι δʼ ἀράχνης ἐν ὑφάσματι τῷδʼ
ἀσεβεῖ θανάτῳ βίον ἐκπνέων.
1465
ὤμοι μοι κοίταν τάνδʼ ἀνελεύθερον
δολίῳ μόρῳ δαμεὶς δάμαρτος
ἐκ χερὸς ἀμφιτόμῳ βελέμνῳ.

Κλυταιμήστρα

αὐχεῖς εἶναι τόδε τοὔργον ἐμόν;
μηδʼ ἐπιλεχθῇς
1470
Ἀγαμεμνονίαν εἶναί μʼ ἄλοχον.
φανταζόμενος δὲ γυναικὶ νεκροῦ
τοῦδʼ ὁ παλαιὸς δριμὺς ἀλάστωρ
Ἀτρέως χαλεποῦ θοινατῆρος
τόνδʼ ἀπέτεισεν,
1475
τέλεον νεαροῖς ἐπιθύσας.

Χορός

ὡς μὲν ἀναίτιος εἶ
τοῦδε φόνου τίς ὁ μαρτυρήσων;
πῶς πῶς; πατρόθεν δὲ συλλή-
πτωρ γένοιτʼ ἂν ἀλάστωρ.
1480
βιάζεται δʼ ὁμοσπόροις
ἐπιρροαῖσιν αἱμάτων
μέλας Ἄρης, ὅποι δίκαν προβαίνων
πάχνᾳ κουροβόρῳ παρέξει.
ἰὼ ἰὼ βασιλεῦ βασιλεῦ,
1485
πῶς σε δακρύσω;
φρενὸς ἐκ φιλίας τί ποτʼ εἴπω;
κεῖσαι δʼ ἀράχνης ἐν ὑφάσματι τῷδʼ
ἀσεβεῖ θανάτῳ βίον ἐκπνέων.
ὤμοι μοι κοίταν τάνδʼ ἀνελεύθερον
1490
δολίῳ μόρῳ δαμεὶς
ἐκ χερὸς ἀμφιτόμῳ βελέμνῳ.

Κλυταιμήστρα

οὔτʼ ἀνελεύθερον οἶμαι θάνατον
τῷδε γενέσθαι.
οὐδὲ γὰρ οὗτος δολίαν ἄτην
1495
οἴκοισιν ἔθηκʼ;
ἀλλʼ ἐμὸν ἐκ τοῦδʼ ἔρνος ἀερθέν.
τὴν πολυκλαύτην Ἰφιγενείαν,
ἄξια δράσας ἄξια πάσχων
μηδὲν ἐν Ἅιδου μεγαλαυχείτω,
1500
ξιφοδηλήτῳ,
θανάτῳ τείσας ἅπερ ἦρξεν.

Χορός

ἀμηχανῶ φροντίδος στερηθεὶς
εὐπάλαμον μέριμναν
ὅπα τράπωμαι, πίτνοντος οἴκου.
1505
δέδοικα δʼ ὄμβρου κτύπον δομοσφαλῆ
τὸν αἱματηρόν· ψακὰς δὲ λήγει.
δίκην δʼ ἐπʼ ἄλλο πρᾶγμα θηγάνει βλάβης
πρὸς ἄλλαις θηγάναισι μοῖρα.
ἰὼ γᾶ γᾶ, εἴθʼ ἔμʼ ἐδέξω,
1510
πρὶν τόνδʼ ἐπιδεῖν ἀργυροτοίχου
δροίτης κατέχοντα χάμευναν.
τίς ὁ θάψων νιν; τίς ὁ θρηνήσων;
ἦ σὺ τόδʼ ἔρξαι τλήσῃ, κτείνασʼ
ἄνδρα τὸν αὑτῆς ἀποκωκῦσαι
1515
ψυχῇ τʼ ἄχαριν χάριν ἀντʼ ἔργων
μεγάλων ἀδίκως ἐπικρᾶναι;
τίς δʼ ἐπιτύμβιον αἶνον ἐπʼ ἀνδρὶ θείῳ
σὺν δακρύοις ἰάπτων
ἀληθείᾳ φρενῶν πονήσει;
1520

Κλυταιμήστρα

οὐ σὲ προσήκει τὸ μέλημʼ ἀλέγειν
τοῦτο· πρὸς ἡμῶν
κάππεσε, κάτθανε, καὶ καταθάψομεν,
οὐχ ὑπὸ κλαυθμῶν τῶν ἐξ οἴκων,
ἀλλʼ Ἰφιγένειά νιν ἀσπασίως
1525
θυγάτηρ, ὡς χρή,
πατέρʼ ἀντιάσασα πρὸς ὠκύπορον
πόρθμευμʼ ἀχέων
περὶ χεῖρε βαλοῦσα φιλήσει.

Χορός

ὄνειδος ἥκει τόδʼ ἀντʼ ὀνείδους.
1530
δύσμαχα δʼ ἔστι κρῖναι.
φέρει φέροντʼ, ἐκτίνει δʼ ὁ καίνων.
μίμνει δὲ μίμνοντος ἐν θρόνῳ Διὸς
παθεῖν τὸν ἔρξαντα· θέσμιον γάρ.
τίς ἂν γονὰν ἀραῖον ἐκβάλοι δόμων;
1535
κεκόλληται γένος πρὸς ἄτᾳ.

Κλυταιμήστρα

ἐς τόνδʼ ἐνέβης ξὺν ἀληθείᾳ
χρησμόν. ἐγὼ δʼ οὖν
ἐθέλω δαίμονι τῷ Πλεισθενιδῶν
ὅρκους θεμένη τάδε μὲν στέργειν,
1540
δύστλητά περ ὄνθʼ· ὃ δὲ λοιπόν, ἰόντʼ
ἐκ τῶνδε δόμων ἄλλην γενεὰν
τρίβειν θανάτοις αὐθένταισι.
κτεάνων τε μέρος
βαιὸν ἐχούσῃ πᾶν ἀπόχρη μοι
1545
μανίας μελάθρων
ἀλληλοφόνους ἀφελούσῃ.

Αἴγισθος

ὦ φέγγος εὖφρον ἡμέρας δικηφόρου.
φαίην ἂν ἤδη νῦν βροτῶν τιμαόρους
θεοὺς ἄνωθεν γῆς ἐποπτεύειν ἄχη,
1550
ἰδὼν ὑφαντοῖς ἐν πέπλοις, Ἐρινύων
τὸν ἄνδρα τόνδε κείμενον φίλως ἐμοί,
χερὸς πατρῴας ἐκτίνοντα μηχανάς.
Ἀτρεὺς γὰρ ἄρχων τῆσδε γῆς, τούτου πατήρ,
πατέρα Θυέστην τὸν ἐμόν, ὡς τορῶς φράσαι,
1555
αὑτοῦ δʼ ἀδελφόν, ἀμφίλεκτος ὢν κράτει,
ἠνδρηλάτησεν ἐκ πόλεώς τε καὶ δόμων.
καὶ προστρόπαιος ἑστίας μολὼν πάλιν
τλήμων Θυέστης μοῖραν ηὕρετʼ ἀσφαλῆ,
τὸ μὴ θανὼν πατρῷον αἱμάξαι πέδον,
1560
αὐτός· ξένια δὲ τοῦδε δύσθεος πατὴρ
Ἀτρεύς, προθύμως μᾶλλον ἢ φίλως, πατρὶ
τὠμῷ, κρεουργὸν ἦμαρ εὐθύμως ἄγειν
δοκῶν, παρέσχε δαῖτα παιδείων κρεῶν.
τὰ μὲν ποδήρη καὶ χερῶν ἄκρους κτένας
1565
ἔθρυπτʼ, ἄνωθεν
ἀνδρακὰς καθήμενος.
ἄσημα δʼ αὐτῶν αὐτίκʼ ἀγνοίᾳ λαβὼν
ἔσθει βορὰν ἄσωτον, ὡς ὁρᾷς, γένει.
κἄπειτʼ ἐπιγνοὺς ἔργον οὐ καταίσιον
1570
ᾤμωξεν, ἀμπίπτει δʼ ἀπὸ σφαγὴν ἐρῶν,
μόρον δʼ ἄφερτον Πελοπίδαις ἐπεύχεται,
λάκτισμα δείπνου ξυνδίκως τιθεὶς ἀρᾷ,
οὕτως ὀλέσθαι πᾶν τὸ Πλεισθένους γένος.
ἐκ τῶνδέ σοι πεσόντα τόνδʼ ἰδεῖν πάρα.
1575
κἀγὼ δίκαιος τοῦδε τοῦ φόνου ῥαφεύς.
τρίτον γὰρ ὄντα μʼ ἐπὶ δυσαθλίῳ πατρὶ
συνεξελαύνει τυτθὸν ὄντʼ ἐν σπαργάνοις·
τραφέντα δʼ αὖθις ἡ δίκη κατήγαγεν.
καὶ τοῦδε τἀνδρὸς ἡψάμην θυραῖος ὤν,
1580
πᾶσαν συνάψας μηχανὴν δυσβουλίας.
οὕτω καλὸν δὴ καὶ τὸ κατθανεῖν ἐμοί,
ἰδόντα τοῦτον τῆς δίκης ἐν ἕρκεσιν.

Χορός

Αἴγισθʼ, ὑβρίζειν ἐν κακοῖσιν οὐ σέβω.
σὺ δʼ ἄνδρα τόνδε φὴς ἑκὼν κατακτανεῖν,
1585
μόνος δʼ ἔποικτον τόνδε βουλεῦσαι φόνον·
οὔ φημʼ ἀλύξειν ἐν δίκῃ τὸ σὸν κάρα
δημορριφεῖς, σάφʼ ἴσθι, λευσίμους ἀράς.

Αἴγισθος

σὺ ταῦτα φωνεῖς νερτέρᾳ προσήμενος
κώπῃ, κρατούντων τῶν ἐπὶ ζυγῷ δορός;
1590
γνώσῃ γέρων ὢν ὡς διδάσκεσθαι βαρὺ
τῷ τηλικούτῳ, σωφρονεῖν εἰρημένον.
δεσμὸς δὲ καὶ τὸ γῆρας αἵ τε νήστιδες
δύαι διδάσκειν ἐξοχώταται φρενῶν
ἰατρομάντεις. οὐχ ὁρᾷς ὁρῶν τάδε;
1595
πρὸς κέντρα μὴ λάκτιζε, μὴ παίσας μογῇς.

Χορός

γύναι, σὺ τοὺς ἥκοντας ἐκ μάχης μένων
οἰκουρὸς εὐνὴν ἀνδρὸς αἰσχύνων ἅμα
ἀνδρὶ στρατηγῷ τόνδʼ ἐβούλευσας μόρον;

Αἴγισθος

καὶ ταῦτα τἄπη κλαυμάτων ἀρχηγενῆ.
1600
Ὀρφεῖ δὲ γλῶσσαν τὴν ἐναντίαν ἔχεις.
ὁ μὲν γὰρ ἦγε πάντʼ ἀπὸ φθογγῆς χαρᾷ,
σὺ δʼ ἐξορίνας νηπίοις ὑλάγμασιν
ἄξῃ· κρατηθεὶς δʼ ἡμερώτερος φανῇ.

Χορός

ὡς δὴ σύ μοι τύραννος Ἀργείων ἔσῃ,
1605
ὃς οὐκ, ἐπειδὴ τῷδʼ ἐβούλευσας μόρον,
δρᾶσαι τόδʼ ἔργον οὐκ ἔτλης αὐτοκτόνως.

Αἴγισθος

τὸ γὰρ δολῶσαι πρὸς γυναικὸς ἦν σαφῶς·
ἐγὼ δʼ ὕποπτος ἐχθρὸς ἦ παλαιγενής.
ἐκ τῶν δὲ τοῦδε χρημάτων πειράσομαι
1610
ἄρχειν πολιτῶν· τὸν δὲ μὴ πειθάνορα
ζεύξω βαρείαις οὔτι μοι σειραφόρον
κριθῶντα πῶλον· ἀλλʼ ὁ δυσφιλὴς σκότῳ
λιμὸς ξύνοικος μαλθακόν σφʼ ἐπόψεται.

Χορός

τί δὴ τὸν ἄνδρα τόνδʼ ἀπὸ ψυχῆς κακῆς
1615
οὐκ αὐτὸς ἠνάριζες, ἀλλά νιν γυνὴ
χώρας μίασμα καὶ θεῶν ἐγχωρίων
ἔκτεινʼ; Ὀρέστης ἆρά που βλέπει φάος,
ὅπως κατελθὼν δεῦρο πρευμενεῖ τύχῃ
ἀμφοῖν γένηται τοῖνδε παγκρατὴς φονεύς;
1620

Αἴγισθος

ἀλλʼ ἐπεὶ δοκεῖς τάδʼ ἔρδειν καὶ λέγειν, γνώσῃ τάχα
εἶα δή, φίλοι λοχῖται, τοὔργον οὐχ ἑκὰς τόδε.

Χορός

εἶα δή, ξίφος πρόκωπον πᾶς τις εὐτρεπιζέτω.

Αἴγισθος

ἀλλὰ κἀγὼ μὴν πρόκωπος οὐκ ἀναίνομαι θανεῖν.

Χορός

δεχομένοις λέγεις θανεῖν σε· τὴν τύχην δʼ αἱρούμεθα.
1625

Κλυταιμήστρα

μηδαμῶς, ὦ φίλτατʼ ἀνδρῶν, ἄλλα δράσωμεν κακά.
ἀλλὰ καὶ τάδʼ ἐξαμῆσαι πολλά, δύστηνον θέρος.
πημονῆς δʼ ἅλις γʼ ὑπάρχει· μηδὲν αἱματώμεθα.
στείχετʼ αἰδοῖοι γέροντες πρὸς δόμους, πεπρωμένοις τούσδε
πρὶν παθεῖν εἴξαντες ὥρᾳ· χρῆν τάδʼ ὡς ἐπράξαμεν.
1630
εἰ δέ τοι μόχθων γένοιτο τῶνδʼ ἅλις, δεχοίμεθʼ ἄν,
δαίμονος χηλῇ βαρείᾳ δυστυχῶς πεπληγμένοι.
ὧδʼ ἔχει λόγος γυναικός, εἴ τις ἀξιοῖ μαθεῖν.

Αἴγισθος

ἀλλὰ τούσδʼ ἐμοὶ ματαίαν γλῶσσαν ὧδʼ ἀπανθίσαι
κἀκβαλεῖν ἔπη τοιαῦτα δαίμονος πειρωμένους,
1635
σώφρονος γνώμης θʼ ἁμαρτεῖν τὸν κρατοῦντά θʼ ὑβρίσαι.

Χορός

οὐκ ἂν Ἀργείων τόδʼ εἴη, φῶτα προσσαίνειν κακόν.

Αἴγισθος

ἀλλʼ ἐγώ σʼ ἐν ὑστέραισιν ἡμέραις μέτειμʼ ἔτι.

Χορός

οὔκ, ἐὰν δαίμων, Ὀρέστην δεῦρʼ ἀπευθύνῃ μολεῖν.

Αἴγισθος

οἶδʼ ἐγὼ φεύγοντας ἄνδρας ἐλπίδας σιτουμένους.
1640

Χορός

πρᾶσσε, πιαίνου, μιαίνων τὴν δίκην, ἐπεὶ πάρα.

Αἴγισθος

ἴσθι μοι δώσων ἄποινα τῆσδε μωρίας χάριν.

Χορός

κόμπασον θαρσῶν, ἀλέκτωρ ὥστε θηλείας πέλας.

Κλυταιμήστρα

μὴ προτιμήσῃς ματαίων τῶνδʼ ὑλαγμάτων· ἐγὼ
καὶ σὺ θήσομεν κρατοῦντε τῶνδε δωμάτων καλῶς.
1645

Source Text: Aeschylus Aeschylus, with an English translation by Herbert Weir Smyth, Ph. D. in two volumes. 2.Agamemnon Cambridge, Mass., Harvard University Press; London, William Heinemann, Ltd. 1926. Public Domain.
Translation, Audio, Morphology, and Analyses AI-generated unless otherwise specified. Copyright LexAudio, LLC.